eul_wid: uvo-bb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXXVI (Dialexis) by Choricius the Sophist of Gaza

This year's declamation is presented as a debt owed, like a farmer's annual crop. The water of the Muses, unlike the Nile, never runs low, and a speaker needs neither Hesiod's cranes nor the Pleiades to tell him the season. Choricius follows the Athenian custom of a yearly gathering in the theatre, where old plays too were revived, and calls his audience together while the festival is still in progress.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

εἰς τὸ τὴν ἐτήσιον ἀποδοῦναι τοῖς ἀκροωμένοις μελέτην.

Ἆρα ἄν, ὦ φιλότης, εἴ μοι περὶ ἀγροὺς ἐτύγχανεν οὖσα ἡ τέχνη καί τινα ὑμῖν ἄρουραν εἰργαζόμην, ἆρα ἄν μοι συνέγνωτε τὴν ἐγκύκλιον ἀποστεροῦντι φορὰν τήν γε ὥραν ὑπερβάντι τοῦ ἔτους, ᾗ τὰς προσόδους κομίζειν γεωργοῖς νόμος;

εἰ οὖν ἀγροίκων εὐθύνονται παῖδες, ἡνίκα ὀφείλουσιν, ἦ που ὅσοι μουσικοὺς ὑμῖν γεωργοῦσι λειμῶνας. οὐ γὰρ χειμέριον τῶν Μουσῶν ἔφυ τὸ ὕδωρ οὐδὲ θέρους μὲν ἀναβαίνει, χειμῶνος δὲ ὥρᾳ συστέλλεται, οἷά φασιν ὑπομένειν τὸν ποταμὸν τὸν Αἰγύπτιον, ἀλλὰ κἂν ἀρύσωνται πάντες αὐτοῦ καὶ θαμὰ τοῦτο ποιῶσιν, οὔποτε ἐπιλείψει· μὴ γὰρ ἐπιλείποιεν ἄρδοντες λόγοι ἀνθρώπους.

ἀνδρὶ μὲν οὖν φιλοτεχνοῦντι τὸ γήδιον ὁ Ἀσκραῖος ᾀδέτω φωνάς τε γεράνων καὶ Ἄτλαντος θυγατέρας καὶ ἄλλα, ὅσα ὁ ποιητὴς τὸν ἀδελφὸν κελεύων ἐργάζεσθαι ᾄδει· ὅτῳ δὲ λόγοι ἐπιτήδευμα, ἅπας ὑπάρχει καιρὸς ὥριος ἐς λόγου δημιουργίαν, καὶ οὔτε ὀρνίθων κλαγγὴν οὔτε Πλειάδας ἀνιούσας ἢ δυομένας αὐτῷ περισκοπῆσαι δεήσει.

ἐπεὶ οὖν ὄφλημα λογικὸν πρόφασιν ἀποστρέφεται, φέρε, ὑμῖν ἐκτίσω τὸ ὀφειλόμενον. ἐγκαλύπτομαι γάρ, εἰ παιδείαν ἐπαγγελλόμενος Ἀττικὴν ἔπειτα ἔθος Ἀττικὸν περιόψομαι. τί οὖν Ἀθηναίοις νενόμισται; ἄνδρες ὅσοι ἐθέλουσι παριέναι, ἔτους ἑκάστου αὐτοῖς συλλέγεται θέατρα, οἱ δὲ εἰσιόντες ἄλλος ἄλλο τι μετιὼν τὴν ἰδίαν ἕκαστος ἐδημοσίευε τέχνην καὶ οὕτω φιληκόως εἶχεν ὁ δῆμος, ὥστε καὶ ἀρχαῖα τοὺς ὑποκριτὰς ἀπῄτουν δράματα εἰσιέναι, ὅπως ἄρα μὴ προϊὼν ὁ χρόνος τὸ εἰωθὸς ποιήσῃ λήθῃ καλύψας τὰ δράματα.

ταῦτά με εἰκότως ἀνέπεισεν εἰς τόνδε ὑμᾶς ἀγεῖραι τὸν σύλλογον καὶ ταῦτα μεσοῦσαν ἄγοντας ἔτι τὴν ἑορτήν.