eul_wid: uvo-az
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXXIV (Dialexis) by Choricius the Sophist of Gaza

Alexander would trust only Lysippus to portray him; Timomachus painted Medea with love for her children and anger mixed, her jealousy prevailing; Myron's heifer was said to deceive calves, bulls and herdsmen. From these Choricius argues that a speaker must keep the character of his subject through the whole speech, since the tongue, as comedy says, is a ball that turns any way.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

ὅτι δεῖ τὸν παριόντα τοῦ μελετωμένου τὸ

ἦθος διὰ παντὸς φυλάξαι τοῦ λόγου.

Ἀλέξανδρον, τοῦ Φιλίππου μειράκιον—Φιλίππου γὰρ ἦν, εἰ καὶ τοῦ Διὸς δοκεῖν ἐβούλετο εἶναι—, πολλοὶ μὲν εἰργάζοντο πλάσται, πολλοὶ δὲ ἔγραφον ζωγράφοι. ὁ δὲ τῶν μὲν ἄλλων ἧττον ἐπῄνει τὰ ἔργα, εἴτε χρώματα ἦν εἴτε χαλκὸς ἡ ὕλη, ὅτι τὰ μὲν αὐτοῦ μιμεῖσθαι ἐδόκουν, τὰ δὲ οὐ πάνυ.

ἥδετο δὲ ὁρῶν τὴν Λυσίππου εἰκόνα Ἀλέξανδρος. τὸ γὰρ ὀξὺ καὶ ἀρρενωπὸν καὶ γαῦρον καὶ ἄοκνον εἶχε μὲν ὁ Φιλίππου, εἶχε δὲ ὁ Λυσίππου· ὥστε τοῖς μὲν ἄλλοις ἄλλους δημιουργεῖν ἐνετέλλετο, ἑαυτὸν δὲ ἠξίου μόνῳ Λυσίππῳ πιστεύειν.

οὕτω μὲν εὖ μάλα ἐποίει τὸν Μακεδόνα ὁ Σικυώνιος· Τιμόμαχος δὲ Μήδειαν τὴν Αἰήτου φιλοστοργίᾳ τε ἐκέρασε καὶ θυμῷ, καὶ τὸ μὲν εἶχον οἱ παῖδες, τὸ δὲ Ἰάσονι ἐδεδώκει· οὐ μὴν ἐξ ἡμισείας ἄμφω ταῦτα ἐμέρισε· τὸ γὰρ φιλότεκνον ἡττᾶτο ζηλοτυπίας καὶ ἦν τὴν πλείονα μοῖραν γυνὴ μᾶλλον ἢ μήτηρ, ἐφʼ οἷς ἔχοις ἂν καὶ ἐκείνης ἀκούειν· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, Ἰάσων δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

ἀδικοίην δʼ ἄν, οἶμαι, εἰ πλάστας ὑμῖν διηγούμενος καὶ γραφέας ἔπειτα σιγῇ παραδραμῶ τὸ Μύρωνος βοΐδιον. λέγεταί τοι ὧδε ἔχειν ἐκεῖνο τὸ ἔργον, ὥστε οὐ μάτην εἰρῆσθαι ἐδόκει τό· εἴ με δάμαλις ἴδοι, μυκήσεται· εἰ ταῦρος θεάσαιτο, βήσεται· εἰ βουκόλος, ἐς ἀγέλην ἐλάσει.

ἀλλὰ ταῦτα μὲν Τιμόμαχός τε φιλοτεχνείτω καὶ Μύρων καὶ Λύσιππος ἢ καὶ ἄλλος τις μετιὼν ἴσα ἐκείνοις· ἄνδρα δέ, ὅτῳ ἡ γλῶττά ἐστι τὸ ἐπιτήδευμα, ὅ τι ἂν αὐτῇ πλάσας τυγχάνοι, τοῦτο μιμεῖσθαι προσῆκον, ἵνα μὴ τηνάλλως ἡ κωμῳδίᾳ σφαῖράν πως ὀνομάζῃ τὴν γλῶτταν οἷά τε εὐάγωγον οὖσαν καὶ ῥᾳδίως, ὅποι ἂν βούλοιτο, στρεφομένην.