Η ΔΙΑΛΕΞΙΣ
ὅτι τὸ μέτριον φρόνημα τὰς εὐπραγίας οὐκ ἐᾷ διαλύεσθαι.
Τιμολέοντι τῷ Κορινθίῳ συνῴκει μὲν Ἀρετή, Τύχη δὲ ἠκολούθει, ἔρις δὲ αὐταῖς οὐ μικρὰ συνειστήκει. ἡ μὲν ἔσπευδεν, ὅπως ἀγαθὸς εἶναι δόξειε πλέον ἢ ὅσον ηὐτύχει, ἡ δέ, ὅπως εὐδαίμων ἢ ὅσον ἀγαθὸς ἐπεφύκει. ἀτὰρ οὐ πέρας εἶχεν ἡ ἔρις· ἐξ ἴσου γὰρ ἄμφω ἀλλήλαις ἁμιλλώμεναι διετέλουν.
ἦ που μύθῳ ἔοικε τὸ λεγόμενον—ἢ πότε Τύχη πρὸς ἄνθρωπον βεβαίας ἐποιεῖτο συνθήκας; ἣ καὶ τὸν Κόνωνος παῖδα μετέωρον ἄρασα εἶτα ἀπέλιπεν. ἀλλʼ ἐκεῖνος μὲν ὑπέκνισε τὴν θεὸν ἅπαντα ἑαυτοῦ φήσας εἶναι τὰ ἔργα, ὁ δὲ οὐδὲν ᾤετο ἴδιον εἶναι, ἀλλʼ εἴ που μέγα τι ἔπραττεν, τοῦτο ἐκείνῃ φέρων ἐδίδου. οὕτω μέτριός τις ἦν καὶ πόρρω ἀλαζονείας.
τοῦτο Ἐπαμεινώνδας ἐδίωκέ τε καὶ ἐζήλου τὸ ἦθος. ἐπειδὴ γὰρ ἐν Λεύκτροις ἐνίκα τὸ τρόπαιόν τε εἱστήκει Θηβαίοις ἀπὸ Λακεδαιμονίων, νὺξ ἐν μέσῳ, ὁ δὲ ἐσθῆτα ἐνδὺς ῥυπῶσάν τε ἅμα καὶ φαύλην ὧδε ἔχων προῄει πρόσωπόν τε ἐδείκνυ τῇ ἐσθῆτι συνᾷδον, ὥστε καὶ ἐθαύμασέ τις καὶ τὸ θαῦμα σιγῇ φέρειν οὐκ εἶχεν, ἠρώτα δέ, ὅ τι οἱ τοῦτο ἐθέλει τὸ σχῆμα. ὁ δὲ τὰ Λευκτρικά, ἔφη, τοῦτό μοι περιέθηκε· συνέστειλα γὰρ ἐμαυτόν, ὅτι μοι χθὲς ἐκούφισε τὴν ψυχὴν ἡ τῆς ἡδονῆς ἀμετρία. ὡς καλὸς μὲν ὁ Θηβαῖος, ὅτι αὐτὸς ἑαυτῷ καθεῖλε τὸν ὄγκον, ἀμείνων δὲ ὁ Κορίνθιος, ὅτι ὅλως οὐδὲν ἐφρόνησε κοῦφον.
ἐκείνοις μὲν οὖν τὸ εὐδαιμονεῖν διελήλυθεν ἄχρι καὶ ἐς αὐτὸ τοῦ βίου τὸ τέρμα, ἐγὼ δὲ ὑμῖν ἀπέδωκα τὴν ὑπόσχεσιν, ἥν μοι ὁ πρόλογος ἐπηγγείλατο.