ΣΠΑΡΤΙΑΤΗΣ.
Τῶν ἐν Λακεδαίμονι θηλειῶν αἰσχρῶν τικτομένων τὴν ὄψιν ἦλθον εἰς Δελφοὺς Λακεδαιμόνιοι πευσόμενοι τοῦ πάθους τὴν ἴασιν. ἔχρησεν ὁ θεὸς κατὰ μῆνιν Ἀφροδίτης ὑβρισμένης τι πρώην ἐμπεσεῖν τῇ Σπάρτῃ τὸ νόσημα. λήξειν δὴ τοῦ θυμοῦ τὴν θεὸν τιμηθεῖσαν ἀγάλματι. ἐπιτάττουσι τῷ Πραξιτέλει τὸ ἄγαλμα ταύτην ἐργαζομένῳ τὴν τέχνην. ὁ δὲ πρὸς μίμησιν Φρύνης τῆς ἑταίρας ἐρωμένης οὔσης αὐτῷ τοῦτο κατασκευάσας ἐπέγραψεν· Ἀφροδίτη. ἐκκλησία συνῆλθε βουλευσομένη. καὶ παραινεῖ δέχεσθαι Πραξιτέλης Σπαρτιάτου τινὸς ἀντιλέγοντος. μελετῶμεν τὸν Σπαρτιάτην.
Θεωρία.
Τί μαθὼν ὁ λόγος, φασίν, ἐν Σπάρτῃ τὴν ὑπόθεσιν ἔπλασε καὶ Λακωνικὴν ἐκκλησίαν ἀγείρει καὶ τοῖς ἐκείνων ἥδεται τρόποις; πόρνης ἄγαλμα γυναικὸς ἀποστρέφεται, Ἑλλήνων δὲ πάντων κοσμιώτατοι Σπαρτιᾶται. ἐντεῦθε μᾶλλον κακίζει τὸν τῆς Φρύνης ἐραστὴν πρὸς τὸ κόσμιον παραβάλλων τῆς Λακεδαίμονος.
οὕτω πάλαι καὶ Δημοσθένης πικροτέραν εἰργάσατο τὴν Αἰσχίνου τῆς ἀσελγείας διαβολήν. συμπόσιον γὰρ ἀθροίσας τυραννικὸν καὶ πρὸς τὴν εὐωχίαν ἐκεῖνον εἰσπέμψας, εἶτα καταμεθύσας τὸν ἄνδρα καὶ παροξύνας ἐκ μέθης εἰς ἔρωτα γυναικὸς Ὀλυνθίας Ἰατροκλέα πρὸς τὸ συμπόσιον ἄγει, σωφροσύνῃ προσκείμενον ἄνθρωπον, ἔλεγχον τῆς ἀναιδείας Αἰσχίνου τὴν εὐκοσμίαν ἐκείνου προφέρων· τὸ γὰρ ἐπὶ σώφρονι θεατῇ παροινεῖν ἀπόδειξις ἀκρασίας ἐσχάτης.
μία μὲν πρόφασις αὕτη τῷ λόγῳ τῆς ἐπὶ Σπάρτην ὁδοῦ· ἑτέρα δὲ ταύτης οὐδὲν ἐλάττων ἐκείνη. τῆς Ἑλλάδος ἁπάσης γυναιξὶν ὡραίαις ἁβρυνομένης—Ἀχαιίδα γοῦν καλλιγύναικα τὸ ἔπος φησίν—τὰ πρῶτα φέρουσι τῆς εὐπρεπείας αἱ Λάκαιναι, εἴ τῳ ἱκανὸς Ἀπόλλων τεκμηριῶσαι ἵππον μὲν Θεσσαλικὴν ἐπαινῶν, Λακεδαιμονίην δὲ γυναῖκα· ὥστε γίνεται ταύταις ἀνιαρότερον ἡ τῶν θυγατέρων ἀπρέπεια λογιζομέναις, ἐξ οἵων μητέρων οἷα προῆλθε παιδία.
ταῦτα καὶ παραπλήσια τούτοις ὁ λόγος ἀγωνιεῖται οὐδὲ Πραξιτέλους εὐαλώτοις χρωμένου τοῖς ἐγχειρήμασιν, ἓν δὲ καὶ σφόδρα δυσπολέμητον ἔχοντος τὸ προσκεῖσθαι καὶ χαίρειν ἑταίραις τὴν Ἀφροδίτην συλλαμβανούσης ἐνταῦθα τῆς τε τῶν πολλῶν δόξης αὐτῷ καί τινος ἱστορίας οὐ ῥᾳδίας καταπαλαῖσαι. οὔκουν εἰκὸς ἄκομψον εἶναι τὴν ἔριν παραπλησίως συγκροτουμένην· μείζων γὰρ ἡ τῶν ἀγώνων εὐφροσύνη τοῖς θεαταῖς, ὅταν ὦσιν ἐφάμιλλοι.
Ἡ μὲν ὑπόθεσις ταῦτα, εὐξαίμην δʼ ἂν ἐπαφρόδιτον ὀφθῆναι τὸν λόγον καὶ τῇ θεῷ πρόσφορον, ὑπὲρ ἧς ἀγωνίζεται.
Μελέτη.
Εἰ καὶ μήπω Σπαρτιάταις ἐτύγχανεν ἡ θεὸς ὠργισμένη, ἐντεῦθεν ἂν ἐκινεῖτο δικαίως ὁρῶσα βουλευομένους, εἴ πως ἔνεστι τὴν Φρύνην Ἀφροδίτην γενέσθαι, ἐπειδὴ τοῦτο τῇ Πραξιτέλους ἔδοξε τέχνῃ. τὸ γὰρ ἄνευ βουλῆς ὁρώμενον ἀσεβὲς τοῖς πειρωμένοις ἀμφισβητεῖν ἔγκλημα γίνεται. ἄτοπον οὖν ἄγειν εἰς ἔργον, ὅπερ οὐδὲ σκοπεῖν ὅσιον ἦν.
ἕως μὲν οὖν οὔπω φοιτῆσαν ὑπῆρχεν ἐνταῦθα τὸ λόγιον, δέος εἰσῄει μοι καὶ φροντίς, μὴ τοῦ χρησμοῦ τὴν διάνοιαν συσκιάσῃ πως ὁ θεὸς καὶ τέκῃ διαφόρους ἡμῖν λογισμοὺς τὸ τῆς μαντείας ποικίλον· ἐπεὶ δὲ νῦν εὖ ποιῶν ὁ Λητοῦς οὐδὲν ὡς Λοξίας ἐφθέγξατο, Πραξιτέλης ἡμῖν πειρᾶται διαστρέφειν τὴν γνώμην ἄλλης μὲν ἰδέαν μιμούμενος, ἄλλης δὲ γράφων προσηγορίαν.
ἐβουλόμην μὲν οὖν τὴν θεόν, ἵλεως δὲ εἴη τῷ ῥήματι, Πραξιτέλει φανῆναι διαπονοῦντι τὸ ἄγαλμα, ὡς ἂν ἐμβλέπων ἐκείνῃ τῶν ὀμμάτων αὐτῷ ῥυθμιζόντων τὴν δεξιὰν ἐναργῆ καὶ σαφῶς ἐοικότα φιλοτεχνήσῃ τὸν τύπον, ἡ μείζων γὰρ μίμησις μᾶλλον διέσωζεν ἂν τὴν τοῦ Πυθίου μαντείαν· ἐπεὶ δὲ θεοὺς ὁρᾶν ἀνθρώπους οὐκ ἔνεστιν, ἐνῆν διαπλάσαι τοιαύτην, οἵαν ἀεὶ γράφουσί τε ζωγράφοι καὶ πλάσται δημιουργοῦσιν.
εἰ δὲ καινοτέραν αὐτῇ διδόναι μορφὴν ἐπεθύμησεν, εἰσὶ παρʼ ἡμῖν σώφρονες καὶ καλαὶ τὴν ἰδέαν γυναῖκες πρεσβύτεραι τοῦ θυμοῦ τῆς Ἀφροδίτης, οὐχ ἧττον, οἶμαι, Φρύνης ὥρᾳ λάμπουσαι σώματος· ὧν ἔδει τὴν καλλίστην αὐτὸν πρὸς τὴν χρείαν ἐκλέξασθαι, εἴπερ ὅλως ἐχρῆν γυναικὶ θεὸν ἀπεικάζειν.
ἅπας μὲν οὖν χαλεπαίνων θεὸς οὐ πέφυκε δήπου μάτην ὀργίζεσθαι, θυμὸς γὰρ ἄλογος ἕστηκεν ἔξω θείου χοροῦ· ἡ δὲ τῆς Ἀφροδίτης ὀργὴ δεῖγμα μεγάλων ἐστὶν ἐγκλημάτων· οὐ γὰρ ἐπὶ μικροῖς ἁμαρτήμασιν οἶδεν ἀγανακτεῖν φιλόγελως οὖσα. ἂν δὲ καὶ εἶδος αἰσχρὸν ἡ τιμωρία τυγχάνῃ, πολλὴν ἐκείνης ἐμφαίνει τὴν λύπην· φιλόκαλον γὰρ ἀπεικὸς ἄνευ μεγάλης ὀργῆς ἀπρεπές τι ποιεῖν.
Βούλομαι δὴ μικρὸν ἄνωθεν τὰ συμβάντα διεξελθεῖν, ἵνα γνῶτε τούτων ἀκούοντες, ἡλίκης ἡμῖν συμφορᾶς ἀπηλλάχθαι Πραξιτέλης οὐ συγχωρεῖ.
Ἀτύχημα Σπαρτιάταις ἐπεκώμασεν ἀπρεπές· καὶ κάλλους λοιμὸν ἐνόσει τὸ θῆλυ καὶ παιδοποιίας ἐλπὶς φοβερώτατον ἦν, ὥστε πυκνῶς αἱ γυναῖκες ἀλλήλας ἠρώτων· μή τις κύουσα τυγχάνει; ἐπίτεξ δὲ πᾶσα πλέον ἠθύμει λογιζομένη τὸν τόκον ἤπερ τῶν ὠδίνων τὸν κίνδυνον. καὶ τὸ τῆς ἀπαιδίας ὀδυνηρὸν ἄλυπον ἦν.
ἐντεῦθεν ἐλάττους ἐγίνοντο γάμοι τοῦ περὶ τὸν τόκον ἀποτρέποντος φόβου. τὴν γὰρ τικτομένην γονὴν μερίζεται πρὸς ἡμᾶς ὁ λοιμός· τὸ μὲν γὰρ ἄρρεν ἀφεὶς ἐλεύθερον ἑαυτοῦ, τὰ δὲ θήλεα βρέφη μόνος λαχὼν δόξα τις κατεῖχε πλείους τίκτεσθαι θηλείας τὸν ἀριθμὸν ἐνίοτε μὲν ἀληθής, ἐνίοτε δὲ πιθανὴ τῶν μὲν ἀρρένων σιωπωμένων ὡς ἀλλοτρίων τοῦ πάθους, τῆς δὲ θηλείας γονῆς κηρυττομένης τῇ συμφορᾷ. ὅσα γὰρ τῶν πραγμάτων παρʼ ἐλπίδας ἐκβαίνει, ταῦτα ποιοῦσιν οἱ σύλλογοι διηγήματα.
οὕτως εἶχε τύχης ἡ Σπάρτη, πόλις ἀεὶ πρὸς γυναικῶν ὡραίων γένεσιν εὐφυής. ὅλως μὲν οὖν εἶδος αἰσχρὸν ἀτυχία δεινή, βαρυτέρα δὲ γυναιξίν, αἷς ἅπαντα δεύτερα κάλλους, χαλεπωτάτη δὲ μάλιστα ταῖς ἐκ μητέρων εὐπρεπῶν τικτομέναις· γονέων γὰρ ἀρεταὶ τέκνοις γίνονται φαύλοις ὀνείδη.
ἀθυμία τοίνυν ἅπαντας εἶχε καὶ δέος πολύ, μή πως καταβραχὺ βαδίζων ὁ χρόνος καὶ τὰς μὲν ἤδη προβεβηκυίας, οἷον εἰκός, ἀποφέρων τοῦ βίου, τὰ δὲ βρέφη προάγων εἰς ἡλικίαν καὶ σπείρων ἕτερα ταῖς τεκούσαις προσεοικότα γυναικῶν ἀπροσώπων πόλιν ποιήσῃ τὴν Σπάρτην, τὸ τῆς Ἑλληνικῆς εὐπρεπείας κεφάλαιον.
πολλῶν τοίνυν οὕτως ἡμῖν τικτομένων εἰκότως ἐζητοῦμεν τὸ νόσημα, οὐ γὰρ ἐπιχώριος ἦν ἡ φορά, ἐπυνθανόμεθά τε τῶν γειτνιώντων, εἰ πρὸς ἐκείνους εἰσῆλθεν ἡ νόσος, καὶ νέοι πρεσβύτας ἠρώτων, εἰ τοιοῦτόν τι πρότερον μέμνηνται γεγονός, οἱ δὲ καινὸν εἶναι τὸ κακὸν ὡμολόγουν καὶ ταῦτα τῆς τοῦ γήρως φιλοτιμίας πάντα βουλομένης εἰδέναι δοκεῖν.
ἀνελογιζόμεθα τοίνυν τὸν ἔμπροσθεν χρόνον μέχρι τῆς ἡμέρας ἀφʼ ἧς ἐφύετο τὸ δεινὸν περισκοποῦντες, εἴ πού τι πρὸς τὸ θεῖον ἡμῖν ἡμαρτημένον λανθάνει. ἄλλοι τε οὖν ἄλλας εἴκαζον εἶναι προφάσεις, καὶ πολλὰ μὲν ἡμῶν αὐτῶν εἰκότα κατηγορήσαμεν, πολλὰ δὲ ἴσως κατεψευσάμεθα.
ὁ γὰρ ὅθεν πράττει κακῶς ἀγνοῶν περὶ τὴν ζήτησιν πλανώμενος τῆς αἰτίας πολλάκις αὐτὸς ἑαυτὸν ἄκων συκοφαντεῖ πλείονα τῶν ἀληθῶν ἐγκλημάτων ἑαυτῷ προστιθείς, τυχὸν δὲ καὶ μείζονα ταύτης ὑφίσταται πλάνην ἃ μὲν ἥμαρτε κατὰ νοῦν οὐ λαμβάνων, ἃ δὲ μηδαμῶς ἐπλημμέλησε, ταῦτα τῆς ἀτυχίας αἰτίαν ἀποκαλῶν.
τοιοῦτοι πρώην ἡμᾶς διέπαιζον λογισμοί· καὶ τό γε σφόδρα δεινόν, ὅτι τὰ μὲν ἄλλα νοσήματα ψυχαγωγίαν ἔχει τοὺς ἰατρούς, τὸ δὲ καὶ ταύτης ἠλλοτρίωτο τῆς ἐλπίδος. εἷς δὴ μόνος ὑπεφαίνετο πόρος ἡ πρὸς τὸν Ἀπόλλω καταφυγή.
ἰόντες οὖν εἰς Δελφούς, ὥσπερ τοῖς κάμνουσιν ἔθος τὴν μὲν αἰτίαν τῆς νόσου μὴ σφόδρα περιεργάζεσθαι, τῆς ἰάσεως δὲ πολὺν τίθεσθαι λόγον, οὕτως ἀφέντες ἡμεῖς τοῦ πάθους τὴν πρόφασιν τὸν τρόπον ἐζητοῦμεν τῆς θεραπείας.
ὁ δὲ θεὸς οὐ πικρόν τι προσέταξε φάρμακον, οὐ χαλεπὸν εὑρεῖν, οὐ ποικίλον, φιλανθρώπως δὲ λίαν ἡμῖν ἀποκρίνεται σαφῶς οὑτωσὶ καὶ μακρολογίας ἐκτός, ὅτι θυμοῦται μὲν Ἀφροδίτη, παύσεται δὲ τῆς ὀργῆς ἀγάλματι τιμηθεῖσα.
Ταῦτα εἰπὼν οὐ προσέθηκε τῇ μαντείᾳ· δημιουργείτω δὲ Πραξιτέλης τὸ ἄγαλμα. εἰ δὲ τοῦτο προσέθηκεν, οὐ φυλάττει τὸν χρησμὸν Πραξιτέλης ὄνομα ἡμῖν Ἀφροδίτης, οὐκ ἄγαλμα δεδωκώς. ἐργασάμενος γὰρ τὴν Φρύνην ἔργαψε τὴν θεὸν τῇ προσηγορίᾳ τῆς Ἀφροδίτης ὥσπερ ἐπιγράμματι τὴν ἐρωμένην κοσμῶν.
ἐγὼ δέ, εἰ καὶ τὴν Ἀφροδίτην αὐτὴν διατυπώσας ἐτύγχανε, τὸν δὲ τῆς ἐργασίας μισθὸν ἐδωρήσατο τῇ Φρύνῃ, οὐδʼ οὕτως ἂν κατηγορίας αὐτὸν ἀθῷον ἀφῆκα. ἄτοπον γὰρ ἔργων ὁσίων μισθοὺς εἰς ἀφορμὰς δαπανᾶσθαι μὴ πρεπούσας τοῖς ἔργοις.
Οὐδενὸς μὲν οὖν εὐπορεῖ δικαιώματος, οὐδʼ εἰ τοιοῦτος γένοιτο λόγων τεχνίτης, οἷος ἀγαλμάτων ἐστὶ δημιουργός, ἀναιδείᾳ δὲ λόγων ἐπιχειρεῖ παρακρούεσθαι. δεῖ γὰρ τοὺς εὖ φρονοῦντας, φησί, διαδεχομένους τὰς τέχνας ἐπινοεῖν τι καινότερον· ταῖς τε γὰρ ἐπιστήμαις αὐταῖς τοῦτο λυσιτελεῖ καὶ τοῖς εὑρηκόσιν εὔκλεια γίνεται.
πάνυ γε, ὅταν ἡ καινότης ἄμεινον εὕρῃ τι τῶν εἰωθότων· οἷον ὁ Δαίδαλος τοῖς ἀγάλμασι πρῶτος διαστήσας τὼ πόδε ἔδοξε πλέον ἁμιλλᾶσθαι τῇ φύσει, ὁ Ζεῦξις ἄμεινον τῶν προλαβόντων κεράσας τὰ χρώματα σεμνοτέρας ἀπέλαυσε φήμης. τούτων εἰκότως ἑκάτερος ἐθαυμάζετο τῇ καινουργίᾳ κοσμήσας ἣν ἐπηγγέλλετο τέχνην.
εἰ τοίνυν καὶ Πραξιτέλης ὡραιοτέραν Ἀφροδίτην ἐξεῦρε, μὴ μόνον αὐτῷ τῆς ἐργασίας ἐκτίσωμεν τὸν μισθόν, ἀλλὰ καὶ δωρεᾷ τιμήσωμεν τὴν ἐπίνοιαν· ἐπεὶ δὲ τῶν ἀγαλμάτων, οἷς ἐκείνη τετίμηται, τὰ δεύτερα φέρουσαν ἐπιστάμεθα τὴν Φρύνην, ἔδει τοῖς ἀρχαίοις ἐμμεῖναί σε τύποις. ἔνθα γὰρ ἡ καινότης ἧττον εὐδοκιμεῖ τῆς συνηθείας, ἐκεῖ κύριον τὸ ἔθος μενέτω.
πολλὰ δέ σοι καὶ σαφῆ τούτου τεκμήρια. εἰ γάρ τις ἄφνω νῦν παρελθὼν φήσαι τι καινὸν εὑρηκέναι, εἶτα θορυβοῦντος τοῦ δήμου καὶ τί ποτε εἴη τοῦτο λιπαροῦντος εἰπεῖν συναγαγὼν τὰς ὀφρῦς καὶ πρόσωπον μέγα σκεψαμένου δεικνύων εἴποι χρῆναι τειχίσαι τὴν Σπάρτην, θυμοῦ καὶ κραυγῆς ὅλην ἐμπλήσει τὴν ἐκκλησίαν ὡς καταλύων ἕτερον τεῖχος ἀνάλωτον, τὴν τῶν οἰκητόρων ἀνδρείαν· οὕτως οὐ κρατεῖ τὸ καινόν, ὅταν ἀσύμφορον ᾖ.
ἄκουε ἕτερον. νόμους ἔθηκε Λυκοῦργος ὁ Σπαρτιάτης ἡμῖν εἰς τοσοῦτον ἥκοντας ἀρετῆς ὅσον Ἀπόλλωνος τοῦ Πυθίου δοκεῖν. ὁ τοίνυν ἐκείνοις ἐναντία γράψαι φιλονεικῶν οὗτος, εἰπέ μοι, πείσας ἀπέρχεται κενοὺς ἀποκαλῶν νόμους τὰ γεγραμμένα πρὸς τῶν θεῶν;
εἰ δέ σοι προσέταξε δύο ποιεῖν ἀνδριάντας ἡ πόλις μίαν ἔχοντας ἀμφοτέρους μορφὴν τὸν Λυκοῦργον, ἆρʼ ἂν τῶν ἀνδριάντων τὸν πρότερον οἷον ἐχρῆν διαπλάσας τὸν ἕτερον, ἵνα καινόν τι δόξῃς ποιεῖν, οὐδὲν Λυκούργου κατεσκεύαζες ἔχοντα ἢ τοὔνομα μόνον; οἷα καὶ νῦν Φρύνην ἐργασάμενος Ἀφροδίτης αὐτῷ δέδωκας ὄνομα.
Τί δῆτα ταυτί σοι θέλει τὰ γράμματα; σὺ μὲν ἤλπισας, οἶμαι, τούτοις ἡμῖν τοὺς ὀφθαλμοὺς ἀπατᾶν, ἵνα τῆς θεοῦ τὴν προσηγορίαν ἀνεγνωκότες μὴ σφόδρα ζητήσωμεν, ἧς ὑπάρχει τὸ εἶδος. σὺ μὲν οὕτως ᾠήθης, τὰ γράμματα δὲ πρὸς πλείονα ζήτησιν ἐγείρει τοὺς ἐντυγχάνοντας τοιούτου τινὸς ταράττοντος λογισμοῦ· τί βουλόμενος ταῦτα γέγραφε Πραξιτέλης; οὐ γὰρ οὕτω μιμεῖται κακῶς ὡς δεῖσθαι προσηγορίας διδασκούσης τὸν θεατήν.
δεῖ γὰρ οἷς ἔργον ἐστὶν ἡ μίμησις τοσοῦτον εἰκάζειν, ὥστε τοὺς ὁρῶντας ἐκ πρώτης θέας εὐκόλως στοχάζεσθαι τῶν εἰργασμένων. οὐ καλῶ ζωγράφον ἐγὼ τὸν ὀνόματι μόνον δηλοῦντα τὸν τῆς εἰκόνος δεσπότην. πολλοὺς γὰρ ἂν ἔχοι δεσπότας ἐξὸν ἑκάστῳ τὴν ἰδίαν ἐπιγράψαι προσηγορίαν.
ἄπαγε, ἐγὼ μὲν οὐκ ἂν δεξαίμην τοῦτον γραφῆναι τὸν τρόπον, ὡς ἐξεῖναι τῷ βουλομένῳ τὴν ἐμὴν εἰκόνα λαβεῖν· πλὴν ἑλοίμην ἂν μᾶλλον μηδενὶ τὴν ἡμετέραν γραφὴν ἐναργῶς ἐοικέναι ἤπερ εἶδος ἔχειν ἑτέρου. τὸ μὲν γὰρ ἀμφίβολον ποιεῖ τὴν εἰκόνα, τὸ δὲ διαρρήδην ἐμὲ ταύτης ἀποστερεῖ. οὕτω πλέον ἠδίκησας τὴν θεὸν Φρύνῃ τὸ ἄγαλμα δεδωκὼς ἤπερ οὐδεμιᾶς τοῦτο σαφῶς εἰκάζων ἰδέᾳ.
Ἀλλὰ δεῖ τοὺς τῶν εἰκόνων τεχνίτας ἰδίαν ἑκάστῃ μορφὴν ἀπονέμειν τὴν προσήκουσαν τῷ γεγραμμένῳ. οὕτως ὁρῶμεν τὴν φύσιν τὰ τῶν σωμάτων εἴδη μερίζουσαν. πᾶσι μὲν οὕτως προσήκει μιμεῖσθαι, σὲ δὲ μεγίστην ἐπιμέλειαν ἔδει ποιήσασθαι καὶ σπουδήν.
ἄλλαι μὲν γὰρ ἴσως Ἀφροδίτης εἰκόνες Ἔρωτας ἔχουσι, τὰ τῆς Ἀφροδίτης παιδία, Χάριτας ἔχουσι, συνήθεις γὰρ τῇ θεῷ· κἂν θεάσῃ που τὸν Διόνυσον, ἴδοις ἂν ἴσως τὸν τοῦ Διονύσου χορόν· ὥστε κἂν μὴ σφόδρα μιμήσωνται τὸ μάλιστα σπουδαζόμενον πρόσωπον, τοιούτοις ἐμφαίνουσι τοῦτο συμβόλοις.
τοῦτο πρόσεστι μὲν ὀρχηστῇ, πρόσεστι δὲ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκριταῖς. ὑποκείσθω γάρ, εἰ δοκεῖ, ὁ μὲν ὀρχούμενος τὴν Θησέως γυναῖκα, ὁ δὲ τὴν Ἀγαμέμνονος κόρην ὑποκρινόμενος, ὁ δὲ εἰσιὼν τὴν Πλαγγόνα.
οὐκοῦν ὁ μὲν εἰ τύχοι τὴν Φαίδραν οὐ καλῶς μιμησάμενος, ἑτέροις αὐτὴν ὑποδείκνυσι τεκμηρίοις· τὰ δὲ τεκμήρια γύναιόν ἐστι γεγηρακός, ἡ τιτθὴ τῆς Φαίδρας, καὶ νεανίσκος εὐπρεπὴς μὲν καὶ λίαν ἐρρωμένος, ἐγκρατὴς δὲ καὶ σώφρων, τὸ τῆς Ἀμαζόνος μειράκιον.
ἐκ τούτων μὲν ὀρχηστὴς ὑποφαίνει τὴν Φαίδραν τοῖς θεωμένοις, κἂν μὴ λίαν σαφῶς τὴν Φαίδραν αὐτὴν ὑποδείξῃ, ὑποκριτὴς δὲ τραγῳδίας Ἠλέκτραν Ὀρέστην αὐτῇ προστιθεὶς καὶ Πυλάδην, ὁ δέ γε κωμῳδὸς τὴν Πλαγγόνα Μυρρίνην τινὰ καὶ Δᾶον ὑποκρινόμενος. σὺ δὲ μίαν καὶ μόνην ἰδέαν ἐπιτραπείς, εἰ μὴ τὸ προσταχθὲν ἀκριβῶς εἴργασαι πρόσωπον, ἐκ τίνος ἑτέρου παραστῆσαι δυνήσῃ;
Καὶ μὴν ὀρχηστὴς μὲν ἢ τραγῳδίας ὑποκριτὴς ἤ, νὴ Δία γε, κωμῳδίας παραβάς που τὴν μίμησιν ἧττον μὲν ἴσως εὐφραίνει τὸ θέατρον, λυμαίνεται δὲ τὴν πόλιν οὐδέν· τὸ δὲ Πραξιτέλους ἀσέβημα κοινὴ Σπαρτιάταις γίνεται βλάβη.
εἰ μὲν γὰρ εἰς εὐπρέπειαν ἀγορᾶς ἐγεγόνει τὸ ἄγαλμα ἢ λουτροῦ τινος ἢ σκηνῆς ἐγκαλλώπισμα, οἷα πολλαὶ κέκτηνται πόλεις, κουφότερον ἂν ἔδοξε τὸ δεινόν· ἐπεὶ δὲ πρὸς θεραπείαν γέγονε καὶ τιμὴν ὑβρισμένης θεοῦ, πῶς ἂν ὕβρεως γένοιτο φάρμακον ὕβρις ἑτέρα;
πῶς δὲ τὰ συνήθη γέρα ποιήσομεν, οἷς οὐρανίων ἀγάλματα νόμος τιμᾶσθαι; προσευξόμεθά τε καὶ θύσομεν τῇ Φρύνῃ καὶ προσᾴσομεν ὕμνους αὐτῇ; τί λέγεις; ἣν ὄνειδος προσειπεῖν, ταύτην ἀνέξομαι σέβειν; ἣν ὕμνους ἄτοπον ᾄδειν, ταύτην ὑμνήσω; ἣν παρεῖναι θυσίαις οὐ θέμις, ταύτῃ θύειν ἡμᾶς ἀξιοῖς, καὶ προσεύξομαι γυναικὶ μολυνούσῃ τὸ θεῖον εὐχαῖς; τί γὰρ εἰκὸς τὴν Φρύνην εὔχεσθαι τοῖς θεοῖς ἢ σωφρονῆσαι μηδένα τῆς ἀσελγείας αὐτῇ συναυξούσης τὴν πρόσοδον; τοιαύτας αἰτεῖ χάριτας τοὺς θεοὺς καὶ λαμβάνειν ὑπονοεῖ.
φέρε, εἴ τις δίκαιον ἄνδρα προτρέπει συναδικεῖν ἢ σωφρονοῦντα μετέχειν αἰσχρᾶς ἡδονῆς, πῶς οἴει τοιούτους ἀνθρώπους πρὸς τοιαύτας ἔχειν δεήσεις; οὐ βδελύττεσθαι καὶ μισεῖν καὶ δυσμενῆ τὸν αἰτήσαντα κρίνειν; πολὺ δὴ μᾶλλον ἀνάγκη τοὺς κρείττονας οὕτω πρὸς τὴν Φρύνην διακεῖσθαι. εἶτα γυναῖκα θεοῖς ἐχθρὰν ἰσοθέοις τιμήσομεν θεραπείαις.
Καίτοι κἂν ὑπόθωμαί σου τὴν ἐρωμένην γυναικῶν εἶναι καλλίστην—μαραίνειν μὲν γὰρ εἴωθε κάλλος ἀσέλγεια συνεχής, ὅσον ἡ σωφροσύνη φυλάττειν ἐπίσταται καὶ κοσμεῖν—, ἀλλʼ εἰ καὶ δώσομεν γύναιον ἅπαν ἐκείνης ἡττᾶσθαι, οὐ τελέως, οἶμαι, πέφυκεν ἄμεμπτος· τί γὰρ τῶν ἀνθρωπίνων σωμάτων παντὸς ἄμεινον ψόγου;
σοὶ δὲ τῆς τέχνης ὁ νόμος ἐδίδου κάλλος ἀκέραιον πλάσαι καὶ πρόσφορον τῇ θεῷ. ἡνίκα γὰρ θνητὴν ἰδέαν δημιουργεῖς, εἰ μὲν θεατὴς ὢν τυγχάνεις, μιμητὴς γίνου τῆς θέας· ἂν δὲ τὸ εἶδος ἀκοῇ παραλάβῃς, συνᾳδέτω σου τῇ φήμῃ τὸ ἔργον.
εἰ δέ σοι προσελθών τις ἁπλῶς οὑτωσὶ ζῶον ἐπιτάξειεν εὐπρεπὲς εἴτε ἵππον εἴτε ἄνθρωπον εἴτε οὖν ἄλλο τι τῶν φθειρομένων, μὴ κρεῖττον διατυπώσεις τὸ κάλλος ἤπερ ὅσον ἡ θνητὴ φύσις χωρεῖ; ταῦτα μὲν ἡνίκα τι τῶν ἐπιγείων φιλοτεχνεῖς· ὅπου δὲ θεῖον εἶδος μιμήσασθαι πρόκειται καὶ ταῦτα τὴν Ἀφροδίτην, ὅσῳ μᾶλλον αὔξεις τὸ κάλλος, τοσοῦτον μᾶλλον θαυμάζῃ τῆς ἐπιστήμης· τοῦ θείου γὰρ κάλλους ἅπασαν ὥραν νικῶντος ἡ μείζων εὐπρέπεια τῶν ἀγαλμάτων ἐγγυτέρω γίνεται τῆς ἀληθείας καὶ πλείονα φέρει τὴν μίμησιν.
τὸν Φειδίαν ἀκούομεν, ὅτε τὸν Ὀλυμπίασι Δία προσετάχθη ποιεῖν, ἐργάσασθαι τοῦ θεοῦ τὴν εἰκόνα πρὸς Ὁμηρικὸν ἄγαλμα τοῦ Διός, οὐ πρὸς ἀνθρώπινον εἶδος, καὶ νῦν ὁ τὸν Δία τοῦ Φειδίου θεώμενος εἰς ἔννοιαν τὸν Ὁμήρου λαμβάνει τὸν νεύοντα κυανέαις ὀφρύσι καὶ τῇδε κἀκεῖσε σοβοῦντα τὴν κόμην.
σὺ δὲ τὴν θεὸν διετύπωσας πρὸς γύναιον πεπρακὸς ἐκ πρώτης ἡλικίας τὴν ὥραν. καί μοι δοκεῖς, εἰ καὶ Ἔρωτος ἄγαλμα ποιεῖν ἐπετάχθης, ἐτύγχανε δὲ τῇ Φρύνῃ παιδίον σμικρὸν ὑφʼ ὅτου βούλει πατρὸς ἐκείνῃ τεχθέν, πρὸς μίμησιν ἂν τοῦ παιδὸς κατασκευάσαι τὸν Ἔρωτα· τοσαύτην ἡμῶν καταγινώσκεις εὐήθειαν καινοτέρους θεοὺς τῇ Σπάρτῃ δημιουργῶν.
ἔπειτα δυσσεβὲς ἔθος εἰσάγεις γραφεῦσι καὶ πλάσταις. ὅσοι γὰρ ἂν γυναικῶν ἐρῶντες τυγχάνοιεν, εἴτε τὴν Διώνης εἴτε καὶ ἄλλην θεὸν ἐπιταχθεῖεν ποιεῖν, ἀντὶ τῶν οὐρανίων τὰς ἐρωμένας ἐργάσονται. οἵα γὰρ ἡ Φρύνη σοι δοκεῖ, τοιαύτην ἕκαστος τὴν ἰδίαν ὁρᾷ.
Οἶδα τοίνυν ὑμᾶς καταγελῶντας ἀεὶ τῶν Ἀθηναίων καὶ τῆς ἐκείνων ἀνοίας σύμβολον ποιουμένους τὴν ἀπάτην ἐκείνην, ἣν ἠπάτησε τὸν δῆμον Πεισίστρατος. ἐπειδὴ γὰρ αὐτῷ τυραννίδος Ἀττικῆς ἔρως ἠνώχλει—ἴστε δέ, ὅπως πολέμιον τυραννὶς Ἀθηναίοις—, ὁρῶν δόλου τινὸς δεομένην τὴν χρείαν μηχανᾶται τοιάδε.
γύναιον Ἀττικόν, ὄνομα Φύην, εὐμεγέθη τε καὶ καλὴν ἀναβιβάσας εἰς ἅρμα καὶ σχήματι κοσμήσας τῆς Ἀθηνᾶς προδρόμους ἀπέστειλε κήρυκας, οἳ φοιτῶντες διήγγελλον τὴν Ἀθηνᾶν Πεισιστράτῳ τὴν τυραννίδα χαρίζεσθαι τὴν Φύην Ἀθηνᾶν ὀνομάζοντες. ὑπήχθησαν Ἀθηναῖοι καὶ κατέχει Πεισίστρατος τὴν ἀκρόπολιν ἅμα τῇ τυραννίδι καὶ θεοφιλοῦς δόξαν κερδάνας, οἱ δὲ τῆς εὐηθείας ἐκτίνουσι δίκην αὐτὸ τὸ μὴ τυγχάνειν ἐλεύθεροι.
ταῦτα ὑμῖν τεκμήριον εἶναι δοκεῖ τῆς Ἀθηναίων ἀνοίας, καὶ καλῶς οὕτω δοκεῖ. ὁρᾶτε δή, μὴ φανῶμεν ὑπεύθυνοι τῆς αὐτῆς εὐηθείας Ἀφροδίτην ἡγούμενοι τὴν Φρύνην. μᾶλλον δέ, εἰ μὲν οὕτως ἔχομεν δόξης, τὴν Ἀθηναίων ὑπομένομεν πλάνην· εἰ δὲ μὴ τοῦτο φρονοῦμεν, εὐήθεις μὲν οὐδαμῶς, ἀσεβεῖς δὲ δικαίως ὑποπτευόμεθα· ἀσέβεια δὲ τοσούτῳ χεῖρον ἀνοίας, ὅσῳ τὸ μὲν συγγνώμης μετέχει, τὸ δὲ νόμου.
εἰ μὲν γὰρ ἅπασιν ὁ Πραξιτέλους ἔρως προσῆν, ἴσως τις ἂν εὐσχήμων ὑπῆρχεν ἀπολογία· τὸ δὲ χωρὶς ἀνοίας καὶ πόθου πλημμέλημα μεγάλαις ἔνοχόν ἐστι ζημίαις. μὴ γὰρ ὅτι Φρύνην τὴν ἑταίραν, ἀλλʼ εἰ πλάσας τὴν Ἀθηνᾶν ἢ τὴν Ἥραν φιλοτεχνήσας ἐπέγραψεν Ἀφροδίτην τὸ ἄγαλμα, οὐδʼ οὕτως ἀντειπεῖν ἂν ἠπόρουν· ἄνθρωπε, καλὴ μὲν Ἥρα, καλὴ δὲ καὶ Ἀθηνᾶ, καλλίστη δὲ πασῶν ἡ Διώνης. εἶτα κάλλος ἐν οὐρανῷ κρατοῦν τοιαύτῃ γυναικὶ προσεικάζεις.
Ἀλλὰ μάτην, φησίν, ὑποπτεύεις τὴν Ἀφροδίτην ἀγανακτεῖν ἐν εἴδει Φρύνης εἰργασμένην. ἐρωτικὴ πέφυκεν ἡ θεὸς καὶ τοιαύταις ἥδεται γυναιξί. παῦε πρὸς οὐρανὸν ἀναφέρων τὰς ἡδονὰς καὶ γυναιξὶν ἀκολάστοις θεὸν εἰς εὔνοιαν ἕλκων. οὐ γὰρ ὅσιον ἅπασαν μίξιν ἁπλῶς εἰς Ἀφροδίτην ἀνάγειν, ἐπειδὴ βραβεύειν ἔλαχε γάμους.
οὐ γάρ, ὅτι φιλοῦσιν ᾄδειν αἱ Μοῦσαι, φαίην ἂν ἔγωγε ταύτας αἰσχρῶν ᾀσμάτων ἀκούειν ἡδέως. οὐδὲ τὸν Πᾶνα μελῳδίαι τέρπουσιν ἀσελγεῖς, ἐπειδὴ σοφοῦ ποιητοῦ πρὸς λύραν ᾄδοντος ἀκούσας ηὐφραίνετο, ὥστε καὶ ἐχρῆτο τῇ σύριγγι καὶ ὠρχεῖτο τὸ μέλος.
οὐδὲ γὰρ ἰατρικήν τις σχηματιζόμενος εἰ προσάγοι τοῖς κάμνουσιν ὅσα λυμαίνεται φάρμακά τε καὶ ποτὰ καὶ σιτία, φήσομεν ἥδεσθαι τούτοις τὸν Ἀπόλλωνος παῖδα, οὐδʼ ἂν καλοῖτο γνησίως θεράπων Ἀσκληπιοῦ τῆς ἐκείνου τέχνης παραβαίνων τοὺς νόμους.
ἐπεὶ καὶ τὸν Ἄρεα λόγος αἵματι χαίρειν πολεμικῷ· οὐ μὴν ἐντεῦθε παντός ἐστι φόνου πρύτανις ὁ θεός. εἰ γὰρ οὕτως ἔχων ἐτύγχανε καὶ τοῦτο ἦν ὁ κλῆρος αὐτῷ, τί δήποτε τοῦτον ὁ Ποσειδῶν ἔκρινε φόνου λαβὼν ἐκεῖθεν τὴν ἀφορμήν;
ἦν Ἄρει θυγάτριον εὐπρεπές, Ἀλκίππην, οἶμαι, τοῦτο καλοῦσιν, εἴπερ ὑμῖν καὶ ὀνόματος μέλει. ταύτης ἐρᾷ τῆς Ἀλκίππης ὁ Ἁλιρρόθιος καὶ ποθήσας βιάζεται τὴν παρθένον. ἔγνω τῆς θυγατρὸς τὴν βίαν ὁ Ἄρης καὶ τὸν ἠδικηκότα σωφρονίζει θανάτῳ. ἐντεῦθεν ὁ Ποσειδῶν, Ἁλιρροθίου γὰρ ἐγεγόνει πατήρ, δίκην ἐκείνῳ λαγχάνει. οὐκοῦν ἐκρίνετο τῆς Ἁλιρροθίου σφαγῆς ὡς τιμωρίαν ὑφέξων, εἰ φαίνοιτο δράσας ἄδικον φόνον, ὑπεῖχε δʼ ἂν τιμωρίαν ὡς μὴ παντὸς ὑπάρχων κύριος φόνου;
καὶ τί σοι τὴν ἀτοπίαν τοῦ λόγου διὰ τῶν ἄλλων ὑποφαίνω θεῶν τῆς τοιαύτης διαβολῆς εἰς αὐτὸν ἀναβαινούσης τὸν Δία; θέασαι γάρ· τίνι φαμὲν ἀνακεῖσθαι τὴν ἑορτήν, τὰ Ὀλύμπια; ἢ δῆλον ὅτι τῷ κορυφαίῳ; εἴ τις οὖν ἀθλητὴς ἐπὶ τὸ στάδιον πορευόμενος μακρὰ βαίνων καὶ τὼ χεῖρε σοβῶν τὸν παρατυχόντα συγκόψειεν ἐγκαλῶν μὲν οὐδέν, προάγωνα δὲ ποιῶν τοῦτον τῆς ῥώμης, ἐροῦμεν τὸν Δία πληγαῖς οὕτω γινομέναις εὐφραίνεσθαι; ἢ τὸν ἀθλητὴν νουθετήσομεν ἀναμεῖναί τε τὸν ἀγῶνα καὶ τὸν ἀντίπαλον οὕτω πατάξαι; τῶν γὰρ ἐν πάλῃ πληγῶν ἆθλον εἶναι τὸν στέφανον.
εἰ τοίνυν οὔτε μέλος αἰσχρὸν ἐπὶ Μούσας ἀνάγομεν οὔτε τὸν Πᾶνά φαμεν ἀκολάστοις ᾄσμασι θέλγεσθαι καὶ φαῦλον ἰατρὸν ὑπηρέτην οὐ καλοῦμεν Ἀσκληπιοῦ καὶ τῆς Ἄρεως διακονίας ἐκβάλλομεν τὸν ἀδίκοις ἐπιχειροῦντα σφαγαῖς καὶ προπέτειαν ἀθλητοῦ τὸν Δία μισεῖν ὑπειλήφαμεν καὶ ταῦτα Μουσῶν μὲν καὶ Πανὸς ᾠδαῖς προσκειμένων, Ἀσκληπιοῦ δὲ σωμάτων θεραπείαις, Ἄρεως δὲ φόνοις πολέμων, παλαίσμασι δὲ τοῦ Διός, εἰ περὶ τῶν ἄλλων εἰκότως οὕτω φρονοῦμεν θεῶν, μηδὲ τὴν Ἀφροδίτην δοξάσωμεν τὴν τυχοῦσαν ἀποδέχεσθαι μίξιν, εἰ παστάδος καὶ γάμων ἔλαχεν ἔφορος εἶναι. οὐ γὰρ δίκαιον, ὅσοι χρῶνται κακῶς τοῖς ἐκ θεῶν δεδομένοις, τούτους ἐπὶ προστασίαν θεοῦ καταφεύγειν.
μὴ τοίνυν, ὦ Σπαρτιᾶται, τὸ τῶν πολλῶν ὑπομείνωμεν πάθος τῶν ἀξιούντων ὁμοίως ἀπὸ τῶν τεχνῶν ὀνομάζειν τόν τε καλῶς μετιόντα τὴν ἐπιστήμην τόν τε φαύλως ἐπιτηδεύματι χρώμενον. καλοῦσι γοῦν κυβερνήτην οὐ τὸν ἰθύνοντα μόνον εὐστόχως τὴν ναῦν, ἀλλʼ ὃν ἂν ἴδωσιν ἐν πρύμνῃ πλοίου καθήμενον, κἂν τύχῃ κακῶς περιστρέφων τοὺς οἴακας. ὁ δέ γε νοῦν ἔχων ἀνὴρ οὔτε τοιοῦτόν φησι κυβερνήτην τῷ θαλαττίῳ προσήκειν θεῷ οὔτε γάμον τοιοῦτον εἰς Ἀφροδίτην ἀνάγει.
ἀλλὰ μὴν ὅτι περιφανῶς ἐκείνην συκοφαντεῖς, ῥᾴδιον γνῶναι. τὰς ἀμφὶ Μήδειαν, οἶμαι, καὶ Πασιφάην ἀκούεις. ἐκείναις ἐγκαλοῦσά τι καὶ μεμφομένη παραλόγους τε καὶ πικροὺς ἀμφοτέραις ἐνέβαλεν ἔρωτας. εἰ τοίνυν μὴ σωφρονούσας αὕτη γυναῖκας κατὰ τὸν σὸν ἔστεργε λόγον, πῶς ἂν αἷς ὤργιστο, ταύτας ἐποίει μὴ σωφρονεῖν;
οὔκουν ἐκείνους Ἀπόλλων ἀπεργάζεται μουσικούς, οἷς χαλεπαίνει, οὐδὲ θηρευτὰς Ἄρτεμις, οὓς ἀποστρέφεται καὶ μισεῖ. οὐδεὶς γὰρ ὅλως ἀνθρώπων, ὅτῳ μὴ προσφιλὴς ὑπάρχει θεῷ, τούτου τὴν τέχνην παιδεύεται.
Ἴσως, τοίνυν φησί, γυναιξὶν Ἰώνων πόρνας ἐργάζομαι. ὅπου τρυφὴ πολιτεύεται καὶ ἀκολασία κρατεῖ βίος τε ἀγεννὴς καὶ ἀνελεύθερος εὐδοκιμεῖ καὶ τὸ σωφρονοῦν ὀνειδίζεται. ἐν Ἰωνίᾳ μὲν ταῦτα, αἱ Λάκαιναι δὲ φαῖεν ἄν σοι δικαίως· ἡμεῖς, ὦ ξένε, τοσοῦτον διαίτης ἀνειμένης τε καὶ αἰσχρᾶς ἀφεστήκαμεν, ὥστε τοῖς ἡμετέροις συμπολεμοῦμεν ἀνδράσιν, ὅσον γυναῖκας εὐψύχους ἔνεστι μάχεσθαι· πόλεμος δὲ γυναικῶν εἰπεῖν τι γενναῖον καὶ παροξῦναι καὶ νουθεσίαις εὐτόλμοις τὰς τῶν παραταξομένων ἀκονῆσαι ψυχάς. τοσοῦτον μέρος ἡμεῖς συνεισφέρομεν τῷ πολέμῳ. ἑκάστη γὰρ τὸν οἰκεῖον ὁπλίζουσα παῖδα μετὰ ταύτης φησὶ τῆς ἀσπίδος, ὦ τέκνον, ἢ νικῶντά σε θεασαίμην ἢ κείμενον. οὐ θέλω μήτηρ ἁπλῶς, ἀλλὰ γενναίου μήτηρ καλεῖσθαι. οὐ μέλει τῇ Σπάρτῃ πολλῶν οἰκητόρων, ἀλλὰ νικώντων ἀνδρείως ἢ πιπτόντων πολεμικῶς.
τοιούτοις ἐρεθίζουσι λόγοις εἰς πόλεμον αἱ γυναῖκες τοὺς ἄνδρας, αἱ μητέρες τοὺς παῖδας. μή τι δοκεῖ σοι τὸ ἄγαλμα τρόποις ἁρμόττειν Λακωνικοῖς;
Καὶ πόσον, ὦ Σπαρτιᾶται, χρόνον ἀνάλωσεν ὑπὲρ τῆς ἐργασίας; ἐγὼ μὲν ἡγούμην, ἵνα τῆς Ἀφροδίτης ἀξίαν ἀπεργάσηται τὴν εἰκόνα, ὁ δὲ ἄρα τοῦτο πρὸς τὸν οἰκεῖον ἐμηχανᾶτο σκοπὸν ἅμα μὲν τῇ Φρύνῃ χαριζόμενος καὶ δεικνὺς πολλοῦ δεομένην πόνου τὴν μίμησιν ἐκ τῆς τοῦ κάλλους ὑπερβολῆς, ἅμα δὲ μακροτέραν ἑαυτῷ κολακείαν ἐκ τῆς ἐρωμένης θηρεύων ἐλπίδι τῆς δωρεᾶς. κολακεύειν γὰρ ἅπαντες μᾶλλον εἰώθαμεν παρʼ ὧν ἐλπίζομέν τι λαβεῖν ἢ τοὺς ἤδη δωρησαμένους τὸ προσδοκώμενον.
Καὶ μήν, εἴπερ ὅλως ἐβούλου καινοτομῆσαι τῆς Ἀφροδίτης τὴν θέαν, ἣν ἐν ἀγάλμασιν ἵδρυται κεκτημένη, νεανικώτερον εἶδος ἐχρῆν διαπλάσαι, ἵνα μηδὲ τὴν Ἀφροδίτην τῆς Σπάρτης ἄνανδρόν τις θεάσηται. σὺ δὲ μαλακωτέραν τοῦ δέοντος ἀπειργάσω καὶ οἷον ἀκκιζομένην καὶ βλέπουσαν ἀσελγές τε καὶ ὕπουλον καί πως ὑποκρινομένην ἐρᾶν, οἷα δὴ τῶν ἑταιρῶν τὰ σοφίσματα προσποιουμένων ἐρᾶν, ἵνα πλέον τοὺς ἐραστὰς ἐπιφλέξωσι.
Φρύνην δὲ καὶ μᾶλλον εἰκὸς ἦθος ἀσκῆσαι τοιοῦτον, ὅτε πρὸς αὐτὴν ἀφορῶν ἐπόνεις τὸ φιλοτέχνημα. εἰ γὰρ ἡνίκα μόνον ὁρῶσι τοὺς ἐραστὰς κακούργοις τε νεύμασι καὶ βιαίῳ μειδιάματι κέχρηνται, πρὸς μείζονα πόθον ἐκκαίουσι, πολὺ μᾶλλον ἐκείνη τούτοις σοι τὸν λογισμὸν ἀνεπτέρωσε κομψευομένη δικαίως, ὅτι κατὰ ζῆλον αὑτῆς τὴν καλλίστην ἐδημιούργεις θεόν.
ταῦτα πάντως ἑώρας, ταῦτα καλῶς ἐμιμήσω. αὐτὴν δοκῶ μοι Φρύνην θεωρεῖν. πολλά σου θεασάμενος ἔργα τοσαύτην εἶδον μίμησιν οὐδαμοῦ. τί γὰρ ἂν ἄμεινόν τις ποιήσειεν ἢ πρόσωπον ἐρωμένης; ἣν ἐγρηγορὼς καὶ καθεύδων κἂν διαλέγηται κἂν σιγᾷ κἂν μόνος ὑπάρχῃ κἂν ἑτέροις που τύχῃ συνὼν κἂν ἀργῇ κἂν τύχῃ τι πράττων, τῇ διανοίᾳ περιφέρων οὐ παύεται.
ὅσον οὖν ἄγαμαί σου τῆς τέχνης, τοσούτῳ μᾶλλον ἀποβάλλω τὸ δημιούργημα πάντα τῇ πόρνῃ προσεοικὸς καὶ ψέγω τὴν μίμησιν. εἰ μὲν γὰρ αὐτὸς ἔσπευδε τὴν εἰωθυῖαν τῇ δαίμονι διατυπῶσαι μορφήν, ἐφιλονείκει δέ πως ἡ ὕλη καὶ οὐκ ἦν εὐπειθὴς τῇ χειρὶ καὶ πρὸς ἕτερον εἶδος αὐτὴν ἐβιάζετο μηδαμοῦ τοῦτο παθοῦσαν, εἰς ὀργὴν Ἀφροδίτης ἀνέφερον ἂν τὸ γενόμενον οὐ βουλομένης οἷς ὤργισται τὴν ἰδίαν ὑπάρχειν εἰκόνα· νῦν δὲ τὰ γράμματα μὲν Ἀφροδίτη, Φρύνη δὲ τὸ ἄγαλμα. ὁ δὲ τοῦ γράψαντος ἔρως συνᾴδει μὲν τῇ μορφῇ τῆς εἰργασμένης, ἀντιφθέγγεται δὲ τοῖς γεγραμμένοις.
θαυμάζω δέ, εἰ τέχνην ἐπιτηδεύων σκοπὸν ποιουμένην τὴν μίμησιν τὸ πᾶσι πρόχειρον ἔοικας ἀγνοεῖν, ὡς οὐκ ἂν ἕλοιτό τις ἑαυτοῦ σφόδρα καλλίων γραφῆναι τοῦ μὴ τὴν γραφὴν ἑτέρου τινὸς ὑποπτεύεσθαι· εἰ δὲ μὴ καλλίων, τίς ἂν ἐλάττων βούλοιτο γράφεσθαι; τίς δὲ Ἀφροδίτης ἐλάττων οὐ πέφυκεν;
Ἀκούω τοίνυν αὐτὸν ξενικῷ τινι παραδείγματι πειρᾶσθαι πείθειν ὑμᾶς, ὅτι προσίεται καὶ φιλεῖ τὸ χρῆμα τῶν ἑταιρῶν ἡ Διώνης. Ξέρξου γὰρ ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ὅτε τὸν Ἑλλήσποντον διαβαδίσας ἀφίκετο, μεγάλου τοῖς Ἕλλησι περιεστῶτος κινδύνου τότε, φασί, τὰς ἑταίρας Κορίνθιοι παρεσκεύασαν προσεύξασθαι τῇ θεῷ τὴν Ἑλλάδα ῥύσασθαι. καὶ διέσωσε.
καὶ τούτῳ μάλιστα Πραξιτέλης ἥκει τῷ λόγῳ θαρρῶν. οὐ γὰρ δήπου, φησίν, ἐν Κορίνθῳ μὲν αὐτὰς ἀγαπᾷ, παρὰ δὲ Σπαρτιάταις μισεῖ. ἐγὼ δὲ τὴν Ἀφροδίτην ἡγοῦμαι πανταχοῦ μὲν τὰς ἑταίρας μισεῖν, πανταχοῦ δὲ τοὺς ἠδικημένους οἰκτείρειν. οὔκουν χάριτι τῇ πρὸς ἐκείνας τὴν Ἑλλάδα διέσωσεν, ἀλλʼ ἀδικουμένοις εὐνοοῦσα τοῖς Ἕλλησι τὰς ἐκείνων ἱκετείας ἐδέξατο.
τί οὖν τὰς παρʼ αὑτοῖς ἐλευθέρας ὁρῶντες εὐχομένας τὴν Ἑλλάδα σωθῆναι μὴ τὰς ἐκείνων ᾠήθησαν ἐξαρκεῖν ἱκετείας; ἔδοξεν, οἶμαι, τοῖς Κορινθίοις οἷα κοινοῦ τὴν Ἑλλάδα περιέχοντος φόβου δημοτελεῖς προσάγειν δεήσεις τοῖς Ὀλυμπίοις, οὓς εἰκότως ἡγοῦντο τοσούτῳ μᾶλλον ἐπισπᾶσθαι πρὸς ἔλεον, ὅσῳ τὸν κίνδυνον ὑπέφαινον μείζονα. ᾤοντο δὲ μέγα φανῆναι τὸ δέος, εἰ φανεῖεν καὶ γυναικῶν δεηθέντες καὶ τούτων τῇ Φρύνῃ προσομοίων. καὶ ἅμα βουλόμενοι παρὰ τοιοῦτον καιρὸν μηδένα μηδὲν ἄτοπον ἐννοεῖσθαι καὶ πράττειν ἀσχολίαν τινὰ τὰς εὐχὰς ταῖς ἑταίραις ἐξεῦρον.
τί οὖν ἐκ πάντων τῶν θεῶν αἱ Κορινθίων ἑταῖραι τὴν Ἀφροδίτην προσεύξαντο; ὅτι γάμου μὲν αὕτη προέστηκεν, αἱ δὲ τοιαῦται γάμου παραβαίνουσι νόμους, οὓς ἔθηκεν ἡ θεός. ἣν οὖν εἰώθεσαν ἐν ἀδείας καιρῷ παρορᾶν, ταύτην ἵλεων ἔδει ποιήσασθαι κινδύνου συμβάντος, ὃν ἐκφεύγειν ἡγοῦντο λαχοῦσαι τὴν θεὸν εὐμενῆ, ὥσπερ ἄν, εἴ τις ἀγὼν τὸν Ἑρμῆν εἰς συμμαχίαν ἐκάλει, ἔδει καὶ τοὺς ἀδίκως χρωμένους νόμοις ῥητορικοῖς ἱκετεῦσαι καὶ πρὸς εὐμένειαν αὐτὸν ἐφελκύσασθαι, ἵνα μὴ τῇ περὶ τούτους ὀργῇ πρὸς τὴν ἐναντίαν ἀποκλίνῃ μερίδα.
οὕτω καὶ δειλὸς ἀνὴρ ἐν πολέμῳ τὸν Ἄρεα συνελθεῖν ἱκετεύει οὐ χαίροντος, οἶμαι, δειλίᾳ τοῦ Ἄρεως. οἱ γάρ, ἕως αὐτοῖς ἀκινδύνως ἔχει τὰ πράγματα, θεοὺς ἀτιμάζοντες οὗτοι κινδύνου συστάντος πλέον ὑφορῶνται καὶ τιμῶσι τὸ θεῖον.
Ἔτι τοίνυν ἐκ τοῦ σοῦ παραδείγματος καταφανές σοι ποιήσω μὴ χρῆναι τοιαύτην τῇ δαίμονι περιάπτειν ὑπόνοιαν. εἰ γὰρ οὐδὲν ἔμελε ταύτῃ γυναικῶν εὐκοσμίας, ἀλλὰ τὰς ἀσέλγειαν διωκούσας ἠσπάζετο, τί μὴ τοὺς Ἕλληνας δέδωκεν ἐπιοῦσι τοῖς Μήδοις ἑλεῖν, ἵνα μεστὴν ἑταιρῶν τὴν Ἑλλάδα ποιήσῃ; τί γὰρ οὐκ ἂν ἔδρασαν ἀσελγὲς εἰς αἰχμάλωτα γύναια πολέμιοί τε καὶ βάρβαροι τρυφῶντες τῇ νίκῃ;
Ἡγοῦμαι μὲν οὖν καὶ τῷ Πραξιτέλει τὴν θεὸν χαλεπαίνειν τοιαῦτα θρασυνομένῳ· οὐ μὴν ἀλλὰ φήσειεν ἄν τις αὐτῷ συγγνώμην εἶναι τὸ φίλτρον, ᾧ δουλωθεὶς τὴν διάνοιαν οὐ λίαν αἰσθάνεται τῆς ἀσεβείας.
μιᾶς γὰρ οὔσης ἀεὶ τῷ ποθοῦντι σπουδῆς ἐκ παντὸς θεραπεύειν τρόπου τὴν ἐρωμένην οὐ θεῶν εἰσέρχεται δέος, οὐ λογισμὸς αὐτῷ γίνεται καὶ φροντὶς αἰσθανομένων ἀνθρώπων, ἀλλὰ πᾶσιν ὑπάρχων καταφανὴς οἴεται πάντας λανθάνειν· εἰ δὲ καὶ μὴ λαθεῖν ὑποπτεύει, συγγνώμης ἡγεῖται τυχεῖν· εἰ δὲ καὶ ψόγον λάβοι τινὰ κατὰ νοῦν, ὀλίγον φροντίζει διαβολῆς. ταῦτα τὸν Πραξιτέλην ἀνέπεισεν ἐν ἑταίρας εἴδει τὴν Ἀφροδίτην ποιῆσαι εἴτε λαθεῖν ἡμᾶς ἡγησάμενον εἴτε συγγνῶναι μαθόντας εἴτε μεμφομένους ἀλόγως κατηγορεῖν.
ἀλλὰ τούτῳ μὲν ἔστω συγγνώμη τὸ φίλτρον, ἡμεῖς δὲ ποίαν παραίτησιν ἕξομεν ἐν ἀτυχήμασιν ἁμαρτάνοντες; εἰ γὰρ ἔτι σωφρονιζόμενοι δυσσεβοῦμεν, πότε τὸ θεῖον τιμᾶν παιδευόμεθα;
Δέδοικα τοίνυν, μὴ τοιαύτας τὸν τρόπον ἡμῖν ἡ θεὸς ἀπεργάσηται τὰς γυναῖκας, οἵαν ταύτην ἡμεῖς ἀπεικάσαμεν, ἐπεὶ καὶ τοὺς Σκύθας ποτὲ συλήσαντας αὐτῆς τὸν νεὼν γυναῖκας ἐποίησε τῇ διαθέσει τοῦ βίου καὶ ταῦτα τῆς φύσεως ἐναντιουμένης τῷ πάθει.
Χωρὶς δὲ πάντων, θέαμα βλαβερὸν ἑταίρας εἰκών. φιλεῖ γὰρ συνδιατίθεσθαι τοῖς ὁρωμένοις ἡ γνώμη τῶν θεωμένων· ἂν ἀνδρεῖον ἴδῃ τις πρόσωπον, νεανικόν τι φρονεῖ· ἂν κόσμιον εἶδος, λογίζεταί τι σεμνόν· ἂν γύναιόν τι ἀσελγές, αἰσχρόν τι φαντάζεται.
οὐ τοίνυν αἰσχρὰν ἔννοιαν μόνον, ἀλλὰ καὶ γέμουσαν ἀσεβείας τοῖς ὁρῶσιν εἰσάγεις. ἐπειδὴ γὰρ ἀφανεῖς ἡμῖν θεοί, ἀπὸ τῶν εἰκόνων ἕκαστον ἀναπλάττομεν τῇ διανοίᾳ. δίδωσιν οὖν ἡ Φρύνη τοιαύτην τεκμαίρεσθαι τὴν θεόν, οἵαν ὑποπτεύειν οὐ χρή.
Παρὰ πάντα δὲ τὰ λεχθέντα, τίς ἂν εὐσχήμως δύναιτο σωφρονίσαι γυναῖκα τὰ Φρύνης ἁμαρτάνουσαν ἐξ ἴσου τοῖς οὐρανίοις τιμῶν τὴν Φρύνην; εἰσὶ μὲν γὰρ κοσμιώτεραι τῶν ἄλλων αἱ Λάκαιναι, οὐ μὴν ἑκάστην εἰκὸς τοσοῦτον ἐγκρατείᾳ νικᾶν, ὅσον ἁμιλλᾶσθαι πρὸς ἀνευθύνους ἐπιθυμίας.
εἰ γὰρ αἰσχύνην καὶ τιμωρίαν συμμάχους ἡ σωφροσύνη λαβοῦσα μόλις ἀνθίσταται τῇ προπετείᾳ τῶν ἡδονῶν, πῶς ἂν μαχέσαιτο βοηθείας γεγυμνωμένη τῆς μὲν αἰσχύνης ἀνῃρημένης, εἰ δεξόμεθα τὴν Φρύνην, τῆς δὲ τιμωρίας οὐδενὸς εὐπροσώπως δυναμένου παιδεῦσαι παροινοῦσαν γυναῖκα; ταῦτα οὖν ἀνεκτά, ταῦτα τῇ Λακεδαίμονι πάτρια;
οὐ λήψεσθε κατὰ νοῦν, ὡς οὐδὲ τοὺς παῖδας τοὺς ἄρτι τῆς μήνιδος ἀρξαμένους τῆς Ἀχιλλέως διέλαθεν ἡ καθελοῦσα τὴν Τροίαν γυνή; κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησι πρὸς βαρβάρους ἐγένετο καὶ δέκατον ἔτος ὁ πόλεμος εἰς ἑαυτὸν ἐδαπάνησεν.
εἶτα μίαν μὲν Λάκαινάν τις ὑβρίζων κοινὸν πόλεμον ἐφʼ ἑαυτὸν συγκροτεῖ, Πραξιτέλης δὲ πολλαῖς ἀκολασίας ἐξουσίαν διδοὺς οἰχήσεται τὴν ἐκκλησίαν λαβών; καὶ μία μὲν ἠναγκασμένη μὴ σωφρονεῖν τὴν Ἑλλάδα κινεῖ, πολλαὶ δὲ τὴν ἀσέλγειαν ἐπαινεῖν ὑπὸ τῆς τούτου παιδευόμεναι τέχνης οὐ λυποῦσι τὴν Σπάρτην; καίτοι γυνὴ μὲν βιασθεῖσα τῇ ψυχῇ σωφρονεῖ, πειθομένη δὲ καλὸν εἶναι τὸ χρῆμα πρὸ τοῦ σώματος διέφθαρται τὴν ψυχήν.
εἰ δὲ καὶ ἄδειαν ἀσελγείας αὗται λαβοῦσαι τῆς αὐτῆς ἀντέχονται σωφροσύνης, πολὺ χαλεπώτερον τοιαύτης ἄγαλμα γυναικὸς παρὰ τοιαύταις ἑστάναι. τὴν μὲν οὖν ὑμετέραν, ὦ Λακεδαιμόνιοι, σωφροσύνην οὐ πάνυ τι πείθομαι τὴν εἰκόνα σαλεύειν· τίς δὲ τῶν ἄλλων Ἑλλήνων ἀκηκοώς, ὡς ἔστιν ἑταίρα τις ὄψεως ὥρᾳ τοσοῦτον χειρουμένη τὸν θεατήν, ὥστε κατὰ ζῆλον ἐκείνης Ἀφροδίτην Σπαρτιάταις ἱδρῦσθαι, τίς ὑπὸ τοιαύτης ἀγγελίας οὐ πλήττεται τὴν καρδίαν ἐρωτικῶς; τίς οὐ φαντάζεται κάλλος ἄμαχον εἶναι τὸ γύναιον τοῦτο καὶ πάσης ἰσχυρότερον ἐγκρατείας, ἄλλως τε τὸ τῆς Λακεδαίμονος ὄνομα, σεμνοὺς γὰρ εἶναι τοὺς Λάκωνας λόγος κατέχει, δεινὸν τοὺς ἀκούοντας δελεάσαι καὶ λαμπροτέρας μορφῆς ἔννοιαν αὐτοῖς παρασχεῖν;
εἰ μὲν γὰρ παρʼ ἑτέροις εἱστήκει τὸ ἄγαλμα, οἷς εὐκοσμίας ἔλαττον μέλει, ἧττον ἂν τῆς ἑταίρας τὸ εἶδος παρὰ τοῖς ἀκούουσιν ἐθαυμάζετο λογιζομένοις, ὅτι τοῖς περὶ φίλτρον σωμάτων ἐπτοημένοις ὀλίγης δεῖ πρὸς ἔρωτος κίνησιν εὐπρεπείας· νῦν δὲ τὸ τῆς Λακεδαίμονος κόσμιον πολυύμνητον αὐτὴν ἀπεργάσεται.
οὐκοῦν τὸ Πραξιτέλους ἄγαλμα τῇ μὲν Φρύνῃ πολλοὺς ἐραστὰς πολλαχόθεν ἀγείρει, ὄνειδος δὲ Σπαρτιάταις ἀφόρητον προξενεῖ. τί γὰρ ἀνήκοον αὕτη καταλείψει τοῦ πράγματος; ὁπόσον μὲν ἐντεῦθε φρόνημα κτήσεται; πόσῳ δὲ χρήσεται κόμπῳ ῥημάτων; καὶ στᾶσα πολλάκις τοῦ ἀγάλματος ἐναντίον πλήθους, οἷον εἰκός, περιεστῶτος αὐτὴν πρὸς ἕκαστον ἀποβλέπουσα μειδιάσει δεικνύναι βουλομένη τῷ γέλωτι, κατὰ μίμησιν τίνος πεποίηται;
οὐ φέρω τὴν ἐκείνης ἀλαζονείαν ὑπογράφων τῷ λογισμῷ, οὐ φέρω τῶν ἐραστῶν ἀκούειν δοκῶν νέαν Ἀφροδίτην ἀποκαλούντων. ἀποπνίγομαι λαμβάνων εἰς ἔννοιαν, οἷα ταῖς ὁμοτέχνοις διηγήσεται γυναιξίν·
ἴστε που τὸν ἐμὸν Πραξιτέλην τὸν ἡδύν, τὸν ἀστεῖον, τὸν τῶν ἀγαλμάτων λέγω δημιουργόν· τοιούτους ὑμῖν ἐραστὰς θεασαίμην. ἀπέδωκέ μοι τοῦ πόθου τὰς ἀμοιβὰς παραπλησίαν με κρίνας τῇ τὸν Ἔρωτα τεκούσῃ θεῷ. ἀλλʼ ἀντεῖπέ τις δύσκολος—τοῦτο γὰρ ἐμὲ προσερεῖ—καὶ λόγον ἐκείνου μακρὸν ἀναλώσαντος εἷλον ἐγὼ τῆς Σπάρτης τὸν σώφρονα, τὸν σεμνόν, τὸν μισοῦντα τὰς ἡδονάς. τοιούτων ῥημάτων ἐμοὶ προσηχούντων ταῖς ἀκοαῖς ὀδύνης ἐμπίπλαμαι καὶ θυμοῦ.
Οἶμαι τοίνυν αὐτὸν εἰς ἐσχάτην ἀπορίαν συνελαθέντα καταφεύγειν ἐπὶ τὴν τῶν μύθων προπέτειαν καὶ λέγειν, ὡς ἄρα πολλάκις ἠξίωσαν ἀνθρώποις ἐοικέναι θεοί. εἶτά με λοιπὸν ἐρωτᾶν· τί οὖν ἥμαρτε Πραξιτέλης γυναικὶ τὴν Διώνης εἰκάσας καὶ ταῦτα καλῇ;
ταῦτα γυνὴ πρεσβῦτις μυθολογείτω παιδίοις εὐκόλως θελγομένοις τὰ ὦτα καὶ πρὸς ὕπνον πολλάκις ὑφʼ ἡδονῆς ἑλκομένοις καὶ ταῦτα νικᾶν ἐπιχειροῦσι τὸν ὕπνον, ἵνα μὴ τῶν λεγομένων ἀνήκοοι γένωνται. πόθεν γάρ, εἰπέ μοι, τοιαύτης ἀνέξομαι φλυαρίας; πόθεν ἐμαυτὸν πιθανῶς ἀπατήσω; ὅτι, νὴ Δία, ποιητῶν ᾄδουσι παῖδες;
οὐκοῦν φθέγγεται μὲν ἵππος ἀνθρωπείᾳ φωνῇ, φθέγγονται δὲ ποταμοί, ταραχὴ δὲ καὶ στάσις ἔχει τὸν οὐρανὸν ὑπὲρ τῶν Τρώων καὶ Ἀχαιῶν, καὶ φοιτῶσί τινες ἄνωθεν ἐπὶ γῆν καὶ γίνονται τραυματίαι καὶ χειρὸς ἀνθρωπίνης ἔργον εἰσὶν αἱ πληγαί; ἢ οὐχὶ καὶ ταῦτα ποιητῶν ᾄδουσι παῖδες;
πλὴν εἴ τις φιλόμυθος ὑπολάβοι θεοὺς ἀνθρώποις ἐοικέναι πολλάκις, τὸ σὸν ὁμοίως ἁμάρτημα σώζεται. εἰ γὰρ καὶ γυναιξὶν εἰκάζουσι τὰς θεάς, οὐ τῇ Φρύνῃ παρομοίαις τὸν βίον. οὕτω θρασύτερος ὤφθη τῶν μύθων ὁ Πραξιτέλης.
ἐπεὶ δὲ ποιητικῆς αὐθαδείας ἐπιθυμεῖ, παρασύρωμέν πως τὴν ἡμετέραν διάνοιαν καὶ ποιητὴν αὐτὸν ὑπολάβωμεν γεγενῆσθαι. εἰ τοίνυν ἔπη μὲν οὗτος ἐποίει, ὁ δὲ Πύθιος ἔχρησε τὴν θεὸν ὕμνῳ πρὸς εὔνοιαν ἕλκεσθαι, ἡμεῖς δὲ τὸν ὕμνον αὐτῷ προσετάξαμεν ᾄδειν, ἆρα ἂν ἐδόκει διαπράξασθαί τι ποιητικόν, εἰ τὴν Ἀφροδίτην ἀφεὶς ὕμνησε τὴν Φρύνην Ἀφροδίτης ὕμνος ἐπιγράψας τοῖς ἔπεσιν;
Ἀριθμείτω δὴ Πραξιτέλης τὸ πλῆθός μοι τῶν κακῶν, ὧν αἴτιος ἔσται τῇ Λακεδαίμονι. πρῶτον μὲν γύναιον καὶ τοῦτο Φρύνην ἕξομεν ἄγαλμα. εἶτα τοῖς Ἕλλησι τὴν πρὸς τὰς ἡδονὰς ἀνοίξομεν παρρησίαν. καὶ τὰ μὲν ἤδη γεννώμενα βρέφη τῆς ἀπρεπείας οὐ παύσεται, τὰ δὲ εἰς φῶς ἐκ τούτων ὕστερον προϊόντα τῆς μητρῴας κληρονομήσει μορφῆς.
εἰ γὰρ ἄνευ θείας ὀργῆς οὐ ῥᾳδίως δυσειδὴς τίκτει γυνὴ θυγάτριον εὐπρεπές, ἦ που θυμουμένης τῆς Ἀφροδίτης; ἐγὼ δὲ τὴν θεὸν προσεδόκων ἵλεων ἡμῖν γινομένην τοῦ τε λοιποῦ βρέφη καλὰ διδόναι τῇ Σπάρτῃ καὶ τῶν ἤδη τεχθέντων θεραπεύειν τὴν ἀμορφίαν.
οὐ γὰρ ὑπερβαίνει τὴν Ἀφροδίτης ἰσχύν, ὅπερ τὴν Ἑλένην φασὶ διαπράξασθαι. ἐρῶ δὲ λόγον ὑμῖν οἰκεῖόν τε καὶ σαφῆ· Λακωνικόν τε γὰρ τὸ διήγημα καὶ οὐ πολὺς ἀφʼ οὗ γέγονε χρόνος.
Ἀρίστωνι τῷ Σπαρτιάτῃ γύναιον ἦν ὡραιοτάτη πασῶν, ὅσαι τὴν Σπάρτην οἰκοῦσι, καὶ ταῦτα δυσειδής, εἴπερ τις ἄλλη, τεχθεῖσα, ὥστε καὶ ἡ τιτθὴ τοῦ βρέφους αὐτή τε βαρέως φέρουσα τὸ συμβὰν καὶ τοὺς τοῦ παιδίου γονεῖς ἐλεεινὸν ὁρῶσα ποιουμένους τὸ πρᾶγμα πρὸς τὸ τῆς Ἑλένης βαδίζουσα τέμενος—ἤδη γὰρ ἐγεγόνει θεὸς ἡ Ἑλένη—ἱκέτευεν ἰάσασθαι τὸ δεινόν.
συνήλγησεν ἀμφοτέροις, τῷ παιδίῳ τοῦ εἴδους καὶ τῇ τροφῷ τῆς ἀθυμίας. κελευσάσης οὖν, ὅ τι φέροι ταῖς ἀγκάλαις, δεικνύναι ἡ μὲν ἔδειξε τὸ παιδίον, ἡ δὲ τοῦ μὲν ἥψατο τῆς κεφαλῆς, τὴν δὲ τιτθὴν ἐκέλευσεν ἀθυμεῖν μηκέτι προειποῦσα τὸ παιδίον ἐκεῖνο τοιαύτην ἔσεσθαι κόρην, οἵαν γενομένην Ἀρίστων εἰλήφει γυναῖκα. ταῦτα ποιῆσαι τὴν Ἑλένην πιστεύοντες τὴν Ἀφροδίτην οὐ φήσομεν ὅμοια δύνασθαι πράττειν;
θαυμάζω τοίνυν, ὅπως οὐ τοῦτο λαβὼν τὸ παράδειγμα κατὰ νοῦν ἔδεισας, μή ποτέ σοι τὴν ἐρωμένην ἀπρεπῆ καταστήσῃ. τῆς γὰρ αὐτῆς ὑπάρχει δυνάμεως γυναῖκα δυσειδῆ καλλωπίσαι καὶ τὴν ὡραίαν μετενεγκεῖν εἰς ἐναντίαν μορφήν· μᾶλλον δέ, μείζονος δεῖται ῥοπῆς ἡ τῆς ἀπρεπείας μεταβολή.
κάλλος γὰρ καὶ ἄλλοις ἐπιβουλεύεται τρόποις ἢ χρόνῳ μακρῷ δαπανώμενον ἢ νόσῳ πολλῇ· ὥστε σὲ λίαν ἐχρῆν ὑπὲρ τῆς Φρύνης δεδοικέναι, εἰ μή που ταύτης ἡγήσω τὸ κάλλος ὑπερβαίνειν τὴν Ἀφροδίτης ἐπιβουλήν.
Ἀλλὰ πρὸς τὰ τῆς Σπάρτης ἐπάνειμι βρέφη, ὡς ἀδικεῖ ταῦτα Πραξιτέλης καλὰ γενέσθαι μὴ συγχωρῶν. ὑπολάβετε τοίνυν τὰς τεκούσας ἄρτι γυναῖκας αἰσθομένας τῶν γινομένων δρόμῳ μὲν οἴκοθεν ἐξιέναι, βοᾶν δὲ παρʼ ὅλην τὴν ἀγορὰν φερούσας τὰ θήλεα βρέφη, ὅπως φανέντα τοῖς συναντῶσι παροξύνῃ τῇ θέᾳ καὶ πλείονα πρὸς τὴν ἐκκλησίαν ὄχλον ἀθροίσῃ.
ταῦτα δόξατε θεωρεῖν καὶ κύκλῳ περιεστῶτα τὸν Πραξιτέλην τὰ γύναια, τὴν μὲν ἄγχουσαν αὐτοῦ τὸν αὐχένα, τὴν δὲ τῆς κόμης λαμβανομένην, τῆς ἐσθῆτος ἑτέραν, ἄλλην ἐπαινοῦσαν ἐκείνας καὶ πικρότερα ποιεῖν ἐρεθίζουσαν, οἷα φιλοῦσιν ἠδικημέναι γυναῖκες, ἑκάστην δὲ τὴν ἰδίαν ὑποδεικνύουσαν τούτῳ γονὴν πυνθανομένην, εἰ δύναιτο τὸ τῶν παιδίων αἶσχος ἡ Φρύνη μεταβαλεῖν.
ἴθι δή, σκέψαι καὶ σκόπει, τί ἂν ἀποκρίναιο τοιαῦτα πυνθανομέναις ταῖς γυναιξίν. ἢ δῆλον ὡς ἀπορήσας συγκαλυψάμενος πειράσῃ φυγεῖν; ἐγὼ δέ σε ἠξίουν, εἰμὶ μὲν ἄπειρός σου τῆς τέχνης, ἐπιτάξειε δʼ ἂν καὶ ἰδιώτης ἀνὴρ ἐπιστήμονι.
εἴπερ οὖν σύμβουλος ἐγενόμην σοι τῆς ἐργασίας, ἔφην ἂν οὑτωσί πως· ἡδὺ μὲν ὁρῶσαν τὴν Ἀφροδίτην ἐμοὶ δημιούργησον, ἱλαρά τε γὰρ ἡ θεὸς καὶ τοιαύτην εὐχόμεθα τῇ Σπάρτῃ γενέσθαι· μὴ καθαρὸν δὲ καὶ ἄκρατον ἐργάσῃ τὸ προσηνές, ἀλλʼ οἷον ἂν γένοιτο πρᾷον ἄρτι παυσαμένου θυμοῦ, ἵνα τῆς ἐργασίας οὕτω πεποιημένης τὸ μὲν ἥμερον ἡμᾶς εἰς εὐθυμίαν προτρέψηται, τὸ δὲ θυμοειδὲς ὑπόμνημα γένηται τοῦ μὴ δεῖν Ἀφροδίτης ἔτι καταφρονεῖν.
Ἐμοὶ μὲν οὖν, ὦ παρόντες, οὐ θυγάτριόν ἐστιν, οὐ γυνή, οὐ γάμου τέως ἐλπίς· πλὴν οἰκτείρω τοὺς ἄλλους τῆς ἀπρεπείας τῶν θυγατέρων. μὴ τοίνυν ἀπειθήσητε τοῖς εἰρημένοις, ὅπως ὑμεῖς τε μετὰ καλῆς παιδοποιήσετε προσδοκίας ἐγώ τε μετὰ χρηστῆς ἐλπίδος λήψομαι σύνοικον, εἴ μοί ποτε καὶ δόξειε γῆμαι.
ἀλλὰ καὶ σοί, Πραξίτελες, παραινῶ παύσασθαι λοιπὸν τῆς Φρύνης, καὶ μάλιστα μέν, εἴπερ οἷόν τε, σωφρονεῖν, εἰ δέ σοι πόθος ὡραίας ἐστὶ γυναικός, Λάκαιναν ἀγαγέσθαι κοσμίαν ὁμοῦ καὶ καλήν.