Η ΔΙΑΛΕΞΙΣ
ὅτι πλάσματα λόγων ἐρωτικῶν οὐδὲν λυμαίνεται πρὸς ἄλλας μελέτας ἄλλην ἐχούσας ὑπόθεσιν.
Ἀπόλλωνα τὸν Λητοῦς, ἐρωτικὸς γὰρ ὁ θεὸς καὶ τοξότης, εἶδόν που ἐν γραφῇ φέροντα λύραν, εἶδον ἔχοντα τόξον ἐν ἑτέρᾳ γραφῇ. δίδωσι δὲ αὐτῷ καὶ Δάφνην ἐρωμένην τὰ χρώματα, καὶ τούτων οὐδὲν ἡ ποίησις ἀντιλέγει.
τί οὖν; τὴν λύραν φέρων Ἀπόλλων ἄλλοτε ἄλλως ὑποκινῶν τὰς χορδάς, ὡς ἂν ἐδόκει τῇ ἁρμονίᾳ τοῦ μέλους ἔκρουέ τε ἅμα καὶ ᾖδεν ἐρωτικὰ ψυχαγωγεῖν οὕτω καὶ θέλγειν οἰόμενος τὴν σώφρονα, τὴν παρθένον.
οὐ μήν, ὅτι θαμὰ τοῦτο ἐποίει, ἐχαλᾶτό οἱ ταῖς ᾠδαῖς ἡ ἐπιστήμη τοῦ τόξου. ὅτε δὲ τὸν Χρύσην ὁ Μυκηναῖος ἠμέλει—αὐτόν τε καὶ τὰ λύτρα αὐτοῦ παρʼ οὐδὲν ἐποιεῖτο ἐντειλάμενος ἀπιέναι τε θᾶττον καὶ αὖθις μὴ ἀναστρέφειν, ἵνα σῶς οἴκαδε ἔλθοι, μικρὰν γὰρ εἶναι αὐτῷ συμμαχίαν τὰ στέμματα τοῦ θεοῦ—, ὅτε οὖν πρὸς τὸν πρεσβύτην ὁ Ἀτρέως τοιαῦτα, ἑκηβόλος τε ἦν ὁ Ἀπόλλων καὶ μάλα εὐστόχως ἀφῆκε τὰ βέλη.
Ποῖ δή με θράσους μετεωρίζεις, ὦ πρόλογε, θεὸν εἰς παράδειγμα φέρων καὶ τοῦτον χοροῦ τῶν Μουσῶν ἡγεμόνα; ἀλλʼ ἄγε δή, κατάβηθι καί μοι ἑτέραν εἰκόνα που ζήτει χαμαὶ ἐρχομένων ἀνθρώπων.
Τὸν Μαρσύου φασὶ μαθητήν—Μαρσύου γὰρ Ἀπόλλων ἀνέμνησε τέχνην—ἀσκεῖν τοὺς αὐλούς, τί γὰρ ἂν μαθητὴς ἐπιτηδεύοι Μαρσύου; μέλη δὲ ἦν αὐτοῦ τοῖς αὐλήμασι πυκνὰ μὲν ὁ Ἔρως, ἀτὰρ οὐ μόνον ὁ Ἔρως. ἄγετε οὖν, ὦ Λόγοι, ἑτέραν τινὰ καὶ ἡμεῖς βαδίσωμεν ᾀσμάτων ὁδόν, μή ποτε χείρους δόξωμεν εἶναι τοῦ αὐλητοῦ.