eul_wid: uvo-an
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XXII (Dialexis) by Choricius the Sophist of Gaza

A traveller rests at an inn before finishing his road; Philippides, resting on his errand, dreamt that Pan promised the Athenians help against the Medes; Cyrus the Younger halted at Midas' spring. So the old miser's speech may take a second sitting: if the young war hero was given two days, it is hard to make an old man run the whole course in one.

Part of Speeches

Η ΔΙΑΛΕΞΙΣ

εἰς τὸ δευτέρας τὸν λόγον δεηθῆναι συνόδου.

Ἀλλὰ καὶ ἀνὴρ ὁδοιπόρος ὁδοῦ μῆκος βαδίζων τῇδε κἀκεῖσε περιφέρει τὰ βλέμματα, εἴ τινά που ἐν μέσῳ γινόμενος ἴδοι καταγωγήν. εἶτα ἰδὼν ὅπερ ἐπόθει ἐνταῦθα ἄσμενος ὑποδὺς μείνας τε ὅσον ἀναπαῦσαι τὼ πόδε τότε δὴ εὐπετῶς ἀποδίδωσι τῆς πορείας τὸ λεῖπον.

οὕτω ποτὲ καὶ Φιλιππίδης ἀμέλει, ἡνίκα ἧκεν Ἀθήναζε, μικρᾶς μεταξὺ ῥᾳστώνης ἀπέλαυεν. ὕπνος δὲ ἦν ἡ ἀνάπαυλα καὶ ὄναρ λυσιτελές· ἔδοξε γάρ οἱ τὸν Πᾶνα εἰπεῖν, ὡς ἐπιμελοῖτο τοῦ δήμου τῶν Ἀθηναίων κἀν τῷ πρὸς Μήδους πολέμῳ, τότε γὰρ ἐνειστήκει, σφίσιν ἀρήξοι.

ἀλλὰ καὶ Κῦρος ὁ Δαρείου καὶ Παρυσάτιδος, ὅτε δύναμιν ἀγείρας εἰς Πέρσας ἀνῄει τῆς βασιλείας τὸν ἀδελφὸν ἀπαιτήσων τὸ μέρος, νῦν μὲν παρὰ τὴν Μίδου κρήνην κατέλυε τὴν πορείαν, ἣν οἴνῳ λέγεται κεράσας ὁ Μίδας θηρᾶσαι τὸν Σάτυρον μέθῃ, νῦν δὲ ὅπου πεδίον ἑώρα μέγα τε καὶ ἐπίρρυτον καὶ φέρον ἅπαντα ὅσα φύουσιν ὧραι. οὕτως ἄρα ἑκάστῳ δεῖ τινος ἀναπαύλης, ἄλλως τε ὅταν τύχῃ τις ἤδη γεγηρακώς, οἵαν ὁ τοῦ λόγου φιλάργυρος ἡλικίαν ἄγων τυγχάνει.

δεινὸν οὖν ὑμῖν εἰκότως ἐφάνη τῷ μὲν ἐκείνου παιδὶ νέῳ τε ὄντι καὶ σφόδρα ἐρρωμένῳ τὸ σῶμα, πολεμικὸς γὰρ ὑπάρχει καὶ ἀριστεύς, τούτῳ μὲν ἡμέρας φιλοτιμήσασθαι δύο πρὸς τὸν ἐκείνου ἀγῶνα, τὸν πρεσβύτην δὲ ἀπαιτεῖν ὅλον ἐν ἡμέρᾳ μιᾷ τὸ στάδιον διανύσαι.