eul_wid: npw-aa

Περὶ Χαιρέου καὶ Καλλιρρόης
On Chaerea and Callirhoe

Chariton of Aphrodisias On Chaerea and Callirhoe PDF

1.1 Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης, ὁ Συρακουσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας·
1.2 Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος.
1.3 Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. Ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος· οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη τὴν κόρην.
1.4 Ὁ δ’ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας κατασκευῆς τι τοιοῦτον. Ἦν αὐτῷ παράσιτος στωμύλος καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. Τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρρόης καὶ τιμιωτάτην τῶν θεραπαινίδων προσπίπτων φιλεῖν ἐποίει.
1.5 Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι᾽ ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.
1.6 Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ’ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι βασιλικήν.” Ἔπεισεν οὗτος ὁ λόγος·
1.7 Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας τοῖς λιμέσιν. Ὀνόματι πορθμείου πειρατήριον συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν “ἀλλ’ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς. Ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ κέρδος. Τίνας δ’ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; Σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης ὁ Θούριος; Συνετὸς μὲν ἀλλὰ δειλός. Μένων ὁ Μεσσήνιος; Τολμηρὸς μὲν ἀλλὰ προδότης.” Ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους. Ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. Εὗρε δ’ ἐνίους μὲν ἐν πορνείοις, τοὺς δ’ ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. Φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων “ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους. Οὐκ ἄπειροι δ’ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι.” Συνῆκαν εὐθὺς ὅτι λῃστείαν ἢ τυμβωρυχίαν ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ “παῦσαι” ἔφασαν “ πείθων τοὺς πεπεισμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.” Ὁ δὲ. Θήρων ἔνθεν ἑλὼν “ἑωράκατε” φησὶ “ τὸν χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. Οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ’ ἄν. Δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης.” Ἤρεσε. “Νῦν μὲν οὖν” φησὶ “τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς· βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.”
1.8 Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ’ ὀλίγον ἀνέπνευσεν· ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν.
1.9 Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς· ὁ δὲ Θήρων φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. Ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν τὸν τρόπον τοῦτον.
1.10 Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι.
1.11 Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς· οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλὰ πᾶς ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος ἀπατᾶν.
1.12 Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλʼ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι.
1.13 Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν̔ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένἠ, Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν
1.14 Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.
2.1 Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.
2.2 Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν.
2.3 Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτους “ἐν τοῖς παραθαλασσίοις, ὦ δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.
2.4 Ἡ μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη· Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο. Οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις, διεκαρτέρει παρ’ ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς.
2.5 Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.
2.6 Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.
2.7 Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ??ʼ χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν· ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως.
2.8 Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος· οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον· οὔτε δι’ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν “τὰ μὲν πρῶτά σοι” φησὶν “ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος·
2.9 Γενομένη δὲ καθ’ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς· ἡ μὲν Πλαγγών, ὅτι καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός· “εὕρηται πειθοῦς ἐνέχυρον· νικήσει σωφροσύνην γυναικὸς μητρὸς φιλοστοργία.” Καὶ ἡ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει·
2.10 Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τὸ τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ,
2.11 Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον ἡ Καλλιρρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶ “ἰδοὺ” φησὶ “τρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. Βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. Ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην ἀποφαίνομαι· θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. Τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν.
3.1 Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ θεράπων κεκελευσμένος μηδένα δέχεσθαι.
3.2 Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον ὥρμησε τοῖς Καλλιρρόης γόνασι προσπεσεῖν, κατέσχε δ’ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶς “ἦλθόν σοι” φησίν, “ὦ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας· ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσεσθαι,
3.3 Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον.
3.4 Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα.
3.5 Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι· τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι· Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα, ζεύξας σχεδίαν εἰς τὸ πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι.
3.6 Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ κατ’ ἴχνος τοῦ κέλητος ἔτρεχεν. Ἐν δὲ ταῖς ἴσαις ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις.
3.7 Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, ὁ οἰκονόμος Διονυσίου, θεασάμενος τριήρη ναύμαχον, οὐκ ἀδεὴς καθειστήκει· ναύτην δέ τινα ὑποκορισάμενος μανθάνει παῤ αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ τίνα πλέουσι. Συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν ἡ τριήρης αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρρόης ἀποσπασθείς.
3.8 Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς. “Ἄσμενοσ” εἶπεν ὁ Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς.
3.9 Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεισ” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”
3.10 Προστάξας δὲ Φωκᾶν τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν, τὸ ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι ζῶσι, παραγίνεται πρὸς Καλλιρρόην σκυθρωπός· εἶτα συγκαλέσας πεισθέντας τοὺς ἀγροίκους, ἵνα ἡ γυνὴ πυθομένη τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ περὶ Χαιρέου τὴν ἀπόγνωσιν.
4.1 Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ βοηθοῦσαν ἑαυτήν.
4.2 Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη· πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ὁ ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται.
4.3 Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ’ ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος.
4.4 Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέου τε καὶ Διονυσίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται.
4.5 Ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι’ ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης προσλάβῃ ψῆφον.
4.6 Μεθ’ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ’ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας· ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “Ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς
4.7 Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. Προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ’ ἁρπάσας ἀποστῆναι βασιλέως.
5.1 Ὡς μὲν ἐγαμήθη Καλλιρρόη Χαιρέᾳ, καλλίστη γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης τὸν γάμον, καὶ ὡς δι’ ἐρωτικὴν ζηλοτυπίαν Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τ̔??ʼάφῳ τυμβωρύχοι νυκτὸς ἐξήγαγον ἐκ Σικελίας, πλεύσαντες δὲ εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν Διονυσίου καὶ τὴν Καλλιρρόης πρὸς Χαιρέαν πίστιν καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν τῆς γυναικὸς ἅλωσίν τε αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν μετὰ Πολυχάρμου τοῦ φίλου,
5.2 Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δι᾽ Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδρότερον, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο αἴτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ’ ἴχνος ἐπηκολούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι τὰ πρὸς τὴν δίκην.
5.3 Ἧκον παρὰ Στάτειραν, τὴν γυναῖκα τὴν βασιλέως τῶν ἐνδοξοτάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ αὐτῶν “ὦ δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται ταῖς ἡμετέραις οἰκίαις, ὃ καὶ πάλαι μὲν πάντες ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ’ ἡμῶν ἡ δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι. Φέρ’ οὖν σκεψώμεθα πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης.”
5.4 Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ’ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην.
5.5 Καὶ τότε μὲν οὕτως διελύθησαν· ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν ὁ Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ πεπαιδευμένος λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως ἕκαστα διηγούμενος. Οὐ μὴν ἀδακρυτί γε ἤκουσεν ἡ Καλλιρρόη, πρὸς τοὔνομα δὲ τὸ Χαιρέου πολλὰ ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην ἐδυσχέρανε.
5.6 Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως “χάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλ’ ἐκάλεσας, ἵνα ἐπ’ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ ὕβριν,
5.7 Μηδὲν οὖν καταπλαγεὶς ἐκεῖνος “δέομαί σου” φησί, “βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ καταγνῷς μου, πρὶν ἀκούῃς τῶν λόγων ἑκατέρωθεν, μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ̓ ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ σοὶ τῆς ἀληθείας.
5.8 Ἔτι δὲ λέγοντος ʽοὕτω γὰρ ἦν διατεταγμένον̓ προῆλθε Χαιρέας αὐτός. Ἰδοῦσα δὲ ἡ Καλλιρρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι.
5.9 Τὴν δὲ Καλλιρρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες· ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται. Θεασαμένη δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν θεόν·
5.10 Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;
6.1 Ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν πότερον Χαιρέου γυναῖκα Καλλιρρόην εἶναι δεῖ ἢ Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαις τε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ ἀπαντῶντες ἔλεγον “αὔριον τῆς Καλλιρρόης οἱ γάμοι.
6.2 Ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν ἡτοίμαζον δικαστήριον· τὸ δὲ πλῆθος συνέτρεχεν ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών. Ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς, οὕτω δὴ κἀκείνους. Τὸ μὲν δοκιμώτατον Περσῶν πλῆθος παρέπεμπε Διονύσιον, ὁ δὲ δῆμος Χαιρέαν.
6.3 Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ κιστ̔??ʼτατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον· ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν “τί κρύπτεισ” ἔφη “δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν ” εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ θεοῦ.
6.4 Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν
6.5 Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης λαβόμενος “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν σοι κεκόμικα· σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας· εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” Πρὸς τὴν ἀρχὴν τοῦ λόγου Καλλιρρόη περιχαρὴς ἐγένετο· φύσει γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται.
6.6 Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ’ ἑαυτῷ, φοβούμενος δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.
6.7 Παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης ἀνεκάετο καὶ ὁ ἔρως αὐτὸν ἀνεμίμνησκεν οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρρόη, πῶς δὲ καλὸν τὸ πρόσωπον. Τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν φωνήν· οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ ἔστη, πῶς ἐλάλησε, πῶς ἐσίγησε, πῶς ἥδετο, πῶς ἔκλαυσε.
6.8 Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.
6.9 Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον εἶχον ἡλικίαν. Ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος· Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν ἐξῆν.
7.1 Πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Αἰγυπτίους Χωέᾳ παρήγγειλεν οὐδείς· βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. Ἔχαιρε δὲ ἐλπίζων ὅτι Καλλιρρόη μενεῖ. Τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ τὰ βασίλεια, ζητῶν τὴν γυναῖκα.
7.2 Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν.
7.3 Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων ὁ Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶνον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε “Ἄνδρες σύμμαχοι,
7.4 Κοσμήσας δὲ αὐτοὺς ὁ Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. Ἰδὼν δὲ ὁ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλ̔??ʼ δὲ αὐτοῖς μεγάλας δωρεάς.
7.5 Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον.
7.6 Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο· ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν· οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους· ἐνεπλήσθη δὲ ἡ θάλασσα ναυαγίων Μηδικῶν.
8.1 Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην,
8.2 Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.
8.3 Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογύνην τὴν καλήν;” Ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ” φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλά σοι θεραπαινίδας.”
8.4 Τίς ἂν φράσειε τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις, πόσα πάθη διάφορα, εὐχομένων, συντασσομένων, χαιρόντων, λυπουμένων, ἀλλήλοις ἐντολὰς διδόντων, τοῖς οἴκοι γραφόντων; Ἔγραψε δὲ καὶ Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν,
8.5 Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως, αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.
8.6 Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς ʽεἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν ὁ ἄνεμος .ʼ καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ.
8.7 Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,
8.8 “ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς ἐν τῷ χωρίῳ Καλλιρρόης εἰκόνα θεασάμενος ἐν ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν, ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς Καρίαν.” Θρῆνον ἐξέρρηξεν ἐπὶ.