eul_wid: rda-as
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Deipnosophists Epitome: Books 3–8 by Athenaeus of Naucratis

Part of Deipnosophists Epitome

Θεόφραστος δὲ τρία γένη φησὶ σικυῶν, Λακωνικὸν, σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δʼ ἄλλους ἀύδρους· γίνονται δέ, φησί, καὶ εὐχυλώτεροι σικυοὶ, ἐὰν τὸ σπέρμα γάλακτι βραχὲν σπαρῇ ἢ μελικράτῳ. Εὐθύδημος δὲ καὶ δρακοντίας φησι σικύους. Ἰξίων δὲ ἐτυμολογεῖ αὐτὸν ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν· ὁρμητικὸς γὰρ ὑπάρχει. Ἡρακλείδης δὲ ἡδύγαιον καλεῖ τὸν σικύον. Διοκλῆς δὲ ὁ Καρύστιός φησι τὸν σικύον ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν· φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον· τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον· ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν ὅτι ὁ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητος ἐστι καὶ δυσαποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός. αὔξεται δὲ ἐν τοῖς κήποις κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχει τὴν ἐπίδοσιν ὡς οἱ θαλάσσιοι ἐχῖνοι.

σῦκα

ἡ συκῆ ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους τὴν ἱερὰν συκὴν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρεθῆναι, τὸν δʼ ἀπʼ αὐτῆς καρπὸν ἡγητορίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. σύκων δὲ γένη πλείω. Ἀττικόν. Ἀντιφάνης· οἷα δʼ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. σῦκα μὲν, νὴ τὸν Δία, πάνυ φέρει· Ἴστρος δὲ οὐδʼ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπʼ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες. καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δέ φησι· οὐ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσιν ἔστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τʼ ἀνὴρ τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον· νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθʼ οὕτως ἔχει. Φιλόμνηστος δέ φησι· ἐπεὶ καὶ ὁ συκοφαντὴς ἐντεῦθεν προσηγορεύθη διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφʼ ὧν τὰ κοινὰ διῴκουν καὶ τοὺς ταῦτα πράττοντας καὶ εἰσφαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν. Λακωνικοῦ δὲ σύκου μνημονεύει Ἀριστοφάνης· συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἔχθρον ἐστι καὶ τυραννικόν. οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα. μικρὸν δὲ αὐτὸ εἶπε, διὰ τὸ μὴ μέγα εἶναι τὸ φυτόν. Ἄλεξις δὲ Φρυγίων μνημονεύων σύκων φησί· τό τε θειοφαγὲς μητρωῖον ἐμοὶ μελέδημα ἰσχάδας, Φρυγίας εὕρεμα συκῆς. σύκων δὲ φιβαλέων Φερεκράτης· ὦ δαιμόνιε πύρεττε μηδὲν φροντίσας καὶ τῶν φιβαλέων σύκων τρῶγε τοῦ θέρους κἀμπιπλάμενος κάθευδε τὰς μεσημβρίας· κᾷτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. Τηλεκλείδης· ὡς καλοὶ καὶ φιβαλέοι. καὶ μυρρίνας δὲ φιβαλέας Ἀντιφάνης φησί· χελιδονίων δὲ σύκων μνημονεύει Ἐπιγένης· χελιδονίων σκληρῶν ἁδρὸς πινακίσκος. λέγονται δέ τινες καὶ ὀπωροβασιλίδες καὶ κόλουροι καὶ δίφοροι καὶ Μεγαρικαί. Λυγγεὺς δέ φησι τὰ ἐαρινὰ τοῖς Λακωνικοῖς ὡς συκάμινα σύκοις δοκεῖν ἐρίζειν. ὅτι ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρούθια σῦκα πολλὴν ἔχει διαφορὰν πρὸς τὰ ἐν πάσῃ τῇ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ ἐν Ῥώμῃ καὶ τὰ Χῖα καλούμενα καὶ Λιβιανὰ καὶ Χαλκιδικὰ καὶ τὰ Ἀφρικανά. ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. σύκων δὲ τοξαλίων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος λέγων· τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρὸν ὡστʼ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ τοξαλίους συκᾶς καὶ τὰ ἑξῆς. καὶ ἐν Πάρῳ δὲ καλὰ σῦκα τὰ καλούμενα αἱμώνια παρʼ αὐτοῖς διὰ τὸ ἐρυθρῶδες, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις. Ἀρχίλοχος· ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον. Τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ πολλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ τῶν μὴ ἀγρίων. λευκερινεὸς δὲ εἶδος συκῆς, ἥτις, φησίν, ἴσως τὰ λευκὰ σύκα φέρει. ἐρίνων δὲ σύκων Εὐριπίδης μέμνηται· ἢ προσπήγνυναι κράδαις ἐριναῖς. Σοφοκλῆς δὲ τὸν καρπὸν τῷ τοῦ δένδρου ἐκάλεσεν ὀνόματι εἰπών· πέπων ἐρίνος ἀχρεῖος ὢν εἰς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ. τὸ δὲ δένδρον ἡ ἄγρια συκῆ ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. ἐξ οὗ παρʼ Ὁμήρῳ ἐρινεός. Ἀμερίας δὲ ἐρίνακας καλεῖσθαι τοὺς ὄλονθούς φησιν. Φιλήμων δὲ σῦκά τινα βασίλεια ἀφʼ ὧν καὶ βασιλίδας ἰσχάδας καλεῖσθαι, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δὲ γλυκισίδην καλεῖσθαι τινά φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν. Φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς. τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλός φησι καλεῖσθαι κωδωναῖα ὑπὸ Ἀχαιῶν. Ἕρμιππος δὲ κορακέων σύκων μέμνηται. Θεόφραστος δέ φησι περὶ τὴν Τρωικὴν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας. φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος στρογγυλώτερα, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. ὁ αὐτός φησι. τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς ἐξεκαλέσατο τὴν βλάστησιν, ὅθεν καὶ οἱ πρόδρομοι. καὶ προϊὼν δὲ λέγει τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἡ τε Λακωνικὴ καὶ ἡ λευκομφάλος καὶ ἕτεραι πλείους, αἳ δʼ οὐ φέρουσιν. —ἡ δʼ ἐν Κρήτῃ, φησὶν ὁ αὐτὸς, καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων. Σέλευκος δὲ πρῳτερικήν τινά φησι καλεῖσθαι συκῆν ἣ φέρει πρώιον καρπόν. Θεόπομπος ἱστορεῖ κατὰ τὴν Φιλίππου ἀρχὴν περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκὰς σῦκα, τὰς δʼ ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον, οἳ δὲ καὶ τρίφορον ὡς ἐν Κέῳ. λέγει δὲ καὶ τὴν συκῆν ἐν Σκιάλῃ φυτευθεῖσαν θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν Σκιάλᾳ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίνεσθαι. Ὁ αὐτός φησι καὶ ὅτι ἡ Ἰνδικὴ συκῆ καλουμένη μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστην ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν. φησὶ δὲ καὶ ἄλλο γένος συκῆς εἶναι ἐν τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθεν φέρει τοῦ κάρπου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. οἶδα, φησίν, ὀνόματα σύκων καὶ ἄλλα, συκοβασίλεια· κιρροκοιλάδια, ὑλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφια, μελανόφια, μυλαικά, ἀσκαλώνια. Δωρίων ἱστορεῖ Συκέαν τινὰ ἕνα τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφʼ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ· Φερένικος δὲ ὁ Ἡρακλεώτης, ἀπὸ συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι. Ὄξυλον γὰρ τὸν Ὀρίου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Κάρυαν, Βάλανον, Κρανεῖον, Ὀρέαν, Αἴγειρον, Πεταλίαν, Ἄμπελον, Συκῆν· καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπʼ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ Ἵππωνάξ φησι· συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην. Σωσίβιος δὲ εὕρεμα Διονύσου τὴν συκῆν φησι, διὸ καὶ Λακεδαιμονίους Συκίτην τιμῆσαι Διόνυσον. Νάξιοι δὲ μείλιχον καλοῦσι Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον αὐτοῦ παρὰ Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ μειλιχίου σύκινον, τὰ δὲ σύκα μείλιχα καλεῖσθαι· ὠφελιμώτερα δὲ πάντων τῶν ξυλίνων καρπῶν ἀνθρώποις τὰ σύκα. Ἡρόδοτος γοῦν ὁ Λύκιος εὐτραφῆ λέγει γίνεσθαι τὰ νεογνὰ τῶν παίδων, τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. καὶ Φερεκράτης δέ φησιν· ἢν δʼ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνον νέον ποτέ, τὠφθαλμῷ περιμάττομεν τοῦτο τῶν παιδίων ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος χώραν ψέγων ἐν τῇ πρώτῃ ἱστοριῶν οὔτε οἶνον ἔχειν αὐτήν φησιν οὐ σῦκα οὐκ ἄλλο οὐδὲν ἀγαθόν. Φίλιππος δὲ ὁ Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας, τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων. εἰσὶ δʼ εὐκατεργαστοτέρα τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δʼ ἔχει τῶν ὑγρῶν κολλώδεις καὶ γλυκείας καὶ ὑπονιτρώδεις καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δʼ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μέθʼ ἁλῶν ἐπιπινόμενα. διαλύεται μὲν οὖν ταχέως διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν λαγαροὶ γινόμεθα καθʼ ὑπερβολὴν, ὃ οὐκ ἂν ἐγίνετο μὴ ταχὺ διαλυομένων τῶν σύκων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης· πολλαπλασίονα γοῦν λαβόντες αὐτὴν τῆς λοιπῆς ὁπώρας ἀλύπως διάγομεν, ἀλλʼ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν λαβόντες τούτων προχειρισθέντων ἐνοχλούμεθα. ταῦτα τε οὖν πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν· δυνάμεις δʼ ἔχει κολλώδη μὲν καὶ ἁλυκὴν ἐκ τοῦ κολλᾶν καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων καὶ ταραχῆς καὶ πλείω καὶ θᾶττον καὶ μαλακώτεραν παρασκευάζει. ἀλλοιοῦται δʼ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλʼ ὅτι καταπίνομεν τε ταχέως οὐ λεάναντες καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δʼ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμὺν, ἐκ τῶν ἐπιγινομένων. οἱ μὲν γὰρ ἅλες τὸ ἁλυκόν, τὸ δʼ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν. ταῦτα συκολογεῖ Φιλότιμος ἐν τῷ περὶ τροφῆς. Ἡρακλείδης δὲ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. θερμὸν μὲν ὅτι ὁρῶμεν τὸ θερμὸν ταχέως ῥύπτον· διὸ πιθανὸν καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερῆ τόπον ἄγει. τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ἡ τοῦ ψυχροῦ, φασί, πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα. διό τινες καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ. δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων. ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας· νοσώδη γὰρ εἶναι τότε. Εὔβουλος· ἠσθένουν φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας. Νικοφῶν· ἐὰν δέ γʼ ἡμῶν σῦκά τις μεσημβρίας τρώγων καθεύδῃ πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου· κᾷθʼ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν. Δίφιλος δʼ ὁ Σίφνιός φησι τῶν σύκων τὰ ἁπαλὰ ὀλιγοτρόφα, κακόχυλα, εὐέκκριτα, ἐπιπολαστικά, εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι βίᾳ πεπαινόμενα χείρω τυγχάνειν· τὰ δὲ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα. ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα καὶ τὰ σπάνυδρα εὐστομαχώτερα μὲν, βαρύτερα δέ. Μνησίθεος δέ φησιν· ἄπιοι, σῦκα, μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει. Δημήτριος δὲ εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἠγισιάνακτα γοῦν τὸν Ἀλεξανδρέα κατʼ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτὴν καὶ εὔηχον, ὀκτωκαίδεκα ἐτῶν σύκων μὴ γευσάμενον. καὶ παροιμιὰς δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε· σῦκον μετʼ ἰχθύν, ὄσπριον μετὰ κρέα. σῦκα φιλʼ ὀρνίθεσσι, φυτεύειν δʼ οὐκ ἐθέλουσι.

μῆλα.

μῆλα Δελφικὰ ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος καλεῖ, Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μήπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλώτερα τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στύψιν μὴ ἔχειν, κακοχυλώτερα δὲ τὰ ὄξεα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα διὰ τὴν ποσὴν στύψιν εὐστομαχώτερα, κακοχυλώτερα δὲ τὰ θερινά, τὰ δὲ φθινοπωρινὰ εὐχυλώτερα, τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτατα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια καὶ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρούθια λέγεται, κοινῶς ἁπάντων τῶν μήλων εὐστομαχώτερα καὶ μάλιστα τὰ πέπονα. Φιλότιμος δὲ τὰ μῆλα φησὶ τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τὲ τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται ἐξ αὐτῶν χυμός, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει χυμούς, παχυτέρους δὲ ἔτι μᾶλλον αὐτοὺς ποιεῖ τὰ στρυφνά. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται. Γλαυκίδης δὲ ἄριστα ἀκροδρύων λέγει μῆλα κυδώνια, φαυλία, στρουθία. μνημονεύει δὲ μήλων κυδωνίων Στησίχορος· πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι, πολλὰ δὲ μύρρινα φύλλα καὶ Ῥοδίνους στεφάνους ἴων τὲ κορωνίδας οὔλας. Φιλήμων δὲ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δὲ τὰ κυδώνια μῆλά φησι τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. τὸ γοῦν φάριον φάρμακον ἐμβληθὲν εἰς ῥοίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν οὖν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος, ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως. Ἕρμων δʼ ἐν ταῖς Κρητικαῖς γλώσσαις κωδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. κατὰ δὲ Θεόφραστον διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι πόλει Κορίνθου, ἃ σιδούντια λέγεται. φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης· ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων. καὶ Ἀνδροτίων· φαυλίας καὶ στρουθίας, καὶ πάλιν· οὐ γὰρ ἀπορρεῖ τὸ φύλλον ἀπὸ τοῦ μίσχου τῶν στρουθίων. μάλιστα δὲ θαυμαστὰ τὰ ἐν Ῥώμη πιπρασκόμενα τὰ Βατιανὰ καλούμενα, ἃ κομίζεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δʼ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. Διόνυσον δὲ εὑρετὴν τῶν μήλων Θεόκριτος μαρτυρεῖ λέγων· μᾶλα μὲν ἐκ κόλποιο Διωνύσοιο φέρουσα κρατὶ δʼ ἔχει λεύκαν, Ἡράκλεος ἱερὸν ἔρνος. Νεοπτόλεμος δʼ ὁ Κυπριανὸς καὶ τὰ ἄλλα ἀκρόδρυα ὑπʼ αὐτοῦ εὑρεθῆναι. ἐπιμηλὶς δὲ κατὰ Πάμφιλον καλεῖται ἀπίων τι γένος. Ἑσπερίδων δὲ μῆλα καλούμενα ἐν Λακεδαίμονι Πάμφιλός φησι τοῖς θεοῖς παρατίθεσθαι. εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα. Περσικὰ δὲ μῆλα, φησὶ Δίφιλος ὁ Σίφνιος, τὰ καὶ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων· Φυλότιμος δὲ τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δὲ καὶ πιεζούμενον πλεῖστον ἔλαιον ἀνιέναι. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά. Παροιμιωδές ἐστι τό· ὥσπερ εἰς αἶγας ἀγρίας ἀποπέμπων ἡμᾶς.

Ὅτι Ἰόβας ὁ Μαυρουσίων βασιλεὺς, πολυμαθέστατος ἀνὴρ, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι τὸ κιτριὸν καλεῖσθαί φησι παρὰ Λίβυσι μῆλον Ἑσπερικόν, ἀφʼ ὧν καὶ Ἡράκλεα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. ὅτι εἰς τοὺς Διὸς καὶ Ἥρας γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης ἱστορεῖ. οἱ δὲ τὸ μὲν ὄνομα οὔ φασι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτω λέγεσθαι. φησὶ γάρ· ἡ Μηδία χώρα καὶ ἡ Περσιὰ ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς Δάφνης ἀνδράχλης καὶ καρύας, ἀκάνθας δʼ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον, δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον, καὶ πρὸς στόματος εὐωδίαν. εἰ γάρ τις ἑψήσει ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσει τε εἰς τὸ στόμα καὶ καταρροφήσει, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένον ἐπιμελῶς. εἶτʼ ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χώριον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δʼ ἀνθεῖ, τὰ δʼ ἐκπέττει. τῶν δʼ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου ἀνέχουσαν, ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μὴ, ἄγονα. ἐκ τούτων πιστευτέον τὸ κιτριὸν λέγειν τὸν Θεόφραστον. καὶ μηδεὶς θαυμαζέτω εἴ φησι μὴ ἐσθίεσθαι αὐτό, ὁπότε μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν, φησὶν ὁ Ἀθηναῖος οὗτος, χρόνων οὐδεὶς αὐτὸ ἤσθιεν, ἀλλʼ ὅτι μέγα κειμήλιον ἀπετίθεντο ἐν τῷ κιβώτῳ μετὰ τῶν ἱματίων. ὅτι δʼ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς Ἕλληνας τὸ φυτὸν τοῦτο, Ἀντιφάνης φησί. ταυτὶ λάμβανε, παρθένε, μῆλα. καλά γε· καλὰ δῆτʼ, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτʼ ἀφιγμένον εἰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. παρὰ τῶν Ἑσπερίδων ᾤμην γε, νὴ τὸν Φωσφόρον, τρία μόνον. ὀλίγον ἐστὶ πανταχοῦ τὸ καλὸν καὶ τίμιον. τούτων μὲν ὀβολὸν τίθημι· λογιοῦμαι γάρ. αὗται δὲ ῥόαι. ὡς εὐγενεῖς. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Αἰγύπτιός τις ἄρχων κατεδίκασέ τινας θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἅπασι τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θεάτρον κάπηλίς τις γυνὴ κατʼ ἐλεὸν ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον. εἶτα παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀνακρίνων οὖν ὁ ἄρχων τὸν φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε τὸ περὶ τοῦ κιτρίου, τῇ ἐπιούσῃ πάλιν τῶν ἡμερῶν τῷ μὲν ἐκέλευσε δοθῆναι κιτρίον τῷ δʼ οὔ. καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον παντὸς δηλητηρίου φαρμάκου. εἰ δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον τὸ κιτρίον ὡς ἔχει φύσεως συνεψήσει μετὰ τοῦ σπέρματος, διαλύεται ἐν τῷ μέλιτι καὶ ὁ ἀπʼ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδὲν ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται. ὅτι Θεόπομπος ὁ Χῖος, ἀνὴρ πολλὰ χρήματα καταναλώσας εἰς τὴν περὶ τῆς ἱστορίας ἀκριβῆ ἐξέτασιν, φησιν ὅτι Κλέαρχος ὁ Ἡρακλεώτης πολλοὺς ἀνῄρει βιαίως τοῖς πλείστοις διδοὺς κώνειον πιεῖν· ἐπεὶ οὖν πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου τούτου φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον· τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ Ἡράκλειαν. ὅτι τὸ κιτρίον κίτρον Ῥωμαῖοι καλοῦσι ὥς φησι Πάμφιλος ἐν τῷ περὶ γλωσσῶν. τὰς λεπάδας, φησὶ, τὰ παιδάρια, ἡνίκʼ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖ ἐν ταύταις καὶ παίζει, καθάπερ καὶ τὰ σπερμόλογα παίδια ταῖς καλουμέναις τελλίναις ὡς Σώπατρος ὁ φλοιακόγραφος· ἀλλʼ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέγας ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη. ἀναρίτης· κογχῶδες ὄστρεον ταῖς πέτραις ὡς ἡ λεπὰς προσεχόμενον, ὡς Ἡρώνδας· προσφὺς ὅπως τις χοιράδων ἀναρίτης. Διοκλῆς δʼ ὁ Καρύστιος κράτιστά φησιν εἶναι τῶν κογχύλων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. ῥωμαλέα δὲ κόγχας, πορφύρας, κήρυκας περὶ ὧν Ἄρχιππός φησι· κῆρυξ θαλάσσης τρόφιμος υἱὸς πορφύρας. Σπεύσιππος δέ φησι· παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. Ἀραρὼς δέ φησί που· τὰ κομψὰ δὴ ταῦτα νωγαλεύματα, κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην. Σώφρων δὲ τὸν σωλῆνα γλυκύκρεών φησι κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. τοὺς δὲ στραβήλους Δέρκυλος καὶ ἄλλοι ἀστραβήλους καλοῦσι. κόγχαι δὲ καὶ θηλυκῶς λέγονται καὶ ἀρσενικῶς. Ἀριστοφάνης· ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων. Σώφρων· αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κʼ ἐξ ἑνὸς κελεύσματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει. Αἰσχύλος κόγχοι, μύες, ὄστρεα. Ἱκέσιος δέ φησι τῶν χημῶν τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δὲ τὰς τραχείας φησὶ κόγχας ὑπὸ Μακεδόνων μὲν κωρύκους καλεῖσθαι, ὑπὸ δʼ Ἀθηναίων κρείους. τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δὲ ὄστρεα ἀτροφώτερα τε τούτων καὶ πλήσμια, εὐεκκριτώτερα τε τούτων. οἱ δὲ κτένες τροφιμώτεροι μὲν τούτων, κακοχυλώτεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι τῶν μὲν κτενῶν βελτίους, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δʼ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δʼ ἐλασσούμενοι τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλώτεροι τῶν σκυλλωδῶν, ἀτροφώτεροι δὲ διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοι καὶ ἀτροφώτεροι μυῶν καὶ χημῶν καὶ κτενῶν· τοῖς δʼ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες· τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης εἴσιν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι δὲ τούτων καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδεστέραι. καὶ γὰρ τὸ ὅλον κογχύλιον τοιοῦτον. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι τὸ ἑψομένοις παχὺν ποιεῖν τὸν ζωμόν. αἱ βάλανοι δʼ αἱ μείζους εὐέκκριτοι καὶ εὐστόμαχοι, τὸ δʼ ὠτάριον ὄστρεον, ὃ καλεῖται παρʼ Αἰολέων οὖς Ἀφροδίτης, γίνεται ἐν τῷ κατὰ Ἀλεξάνδρειαν Φάρῳ, τροφιμώτερον δέ ἐστι τῶν εἰρημένων πάντων, οὐκ εὐέκκριτον δέ, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. λέγεται δέ τινα καὶ ἄγρια ὄστρεα πολύτροφα καὶ βρομώδη καὶ εὐτελῆ τὴν γεῦσιν. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζώων φησίν· ὄστρεα, πίννη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λέπας, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἔστι δʼ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτὸς, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ πίννη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, μονόθυρον δὲ καὶ λειόστρακον, λέπας δὲ δίθυρον καὶ λειόστρακον, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δʼ ἐξ ἀμφοῖν κόγχη. τὸ δʼ ἐντὸς τῆς πίννης μήκων καλεῖται κατʼ Ἐπαίνετον. ἐν δὲ πέμπτῳ ζῴων μορίων Ἀριστοτέλης φησί· γίνονται αἱ πορφύραι περὶ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχειν τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις ἀεί τε ἰσχύουσι καὶ μάλιστα ἐν πανσελήνῳ καὶ ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρρέων. ἐκεῖνοι δʼ ἀμείνους χειμῶνος καὶ εἰσὶ μικροὶ, πλήρεις δὲ ᾠῶν· κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν. καὶ προΐων· αἱ μὲν οὖν πορφύραι ἔαρος ἁθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν, ἀλλʼ οὐχ οὕτως γλαφυρὸν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθου λευκοῦ πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὑταὶ καὶ τὰ ἄλλα ὄστρακα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δʼ ἀρχόμεναι κηριάζειν μυξώδη γλισχρότητα, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν πάντα διαχεῖται, ἀφίησι δʼ ἴχωρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεμεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ τοῦτο συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνονται οἱονεὶ βότρυς· γίνονται δὲ μεγάλαι περὶ Σίγειον καὶ Λεκτόν, ἐν δʼ Εὐρίπῳ καὶ περὶ Καρίαν μικραί. καὶ ἐν τῷ κόλπῳ μὲν μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δʼ ἐρυθρὸν μικρῷ. γίνονται δʼ ἔνιαι τῶν μεγάλων καὶ μναιαῖαι, αἱ δʼ ἐν τῷ αἰγιάλῳ καὶ περὶ τὴν ἀκτὴν μικραὶ μὲν τὸ μέγεθος, τὸ δʼ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δʼ ἐν μὲν τοῖς προσβόροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ παροιμία ἡ λέγουσα λιχνότερος πορφύρας, ὡς μὲν τινὲς ἀπὸ τοῦ βάμματος εἴρηται· οὗ γὰρ ψαύσει ἕλκει ἐφʼ ἑαυτὸ καὶ τοῖς παρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δʼ ἀπὸ τοῦ ζῴου. ἁλίσκονται δέ, φησὶν Ἀριστοτέλης, ἔαρος, ὑπὸ κύνα δʼ οὔ. οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δʼ ἄνθος ἔχουσιν ἀνὰ μεσὸν τοῦ μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ καὶ πάντα τὰ στρομβώδη ἐκ γενετῆς τὰ ἐπικαλύμματα. νέμονται δὲ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ τὰ κογχύλια. μακρόβια δὲ πορφύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἀπὸ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. κόγχαι δὲ σωλῆνες, χῆμαι, κτένες ἐν τοῖς ἀμμώδεσι συνίστανται. αἱ δὲ πίνναι ὀρθαὶ φύονται ἐκ τοῦ βύθου ἔχουσί τε ἐν αὐταῖς τὸν πιννοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον διαφθείρονται. ὃ καὶ συμπέφυκεν αὐταῖς κατὰ τὸν Ἀλεξανδρέα Πάμφιλον. φασὶ δὲ ἄλλοι καὶ συγγενᾶσθαι αὐτὸν αὐτῇ καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν Ἀριστοτέλης φησί· πάντα δὲ τὰ ὀστρακώδη γίνεται ἐν τῇ ἰλύι, ἐν μὲν δὴ τῇ βορβορώδει ὄστρεα, ἐν δὲ τῇ ἀμμώδῃ κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σηράγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα λεπάδες, νηρῖται.

ὡσαύτως δὲ γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, ὡς αἱ κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι. δύο δὲ γένη κνιδῶν· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δὲ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι. τὰς δὲ κνίδας Εὔπολις ἀκαλήφας ὀνομάζει καὶ Ἀριστοφάνης, ὃ μὲν εἰπὼν κραναὰς ἀκαλήφας, ὃ δὲ ἀκαλήφαις ἐστεφάνωσθαι. Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ἐστὶν ἡ ἀκαλήφη εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται. ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφʼ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατʼ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστι καὶ ἁπαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τὸ δʼ Ἀριστοφάνῃ ἐν Λυσιστράτῃ πέπαικται· ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. ἐπεὶ τήθεα τὰ ὄστρεια. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τροφὴν καὶ μητέρα. Περὶ δὲ τῶν ἄλλων ὀστρέων Δίφιλός φησί· χημῶν τῶν παχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ παχεῖαι, αἱ καὶ βασιλικαὶ καὶ πελώριαι λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι αἱ βασιλικαὶ καὶ διαχωρητικαὶ καὶ κοῦφαι καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως τρόφιμοι, διαχωρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μύες καὶ τῶν μυῶν αἱ μικρότεραι γλυκεῖαι, εὔχυλοι, τρόφιμοι, σωλῆνες, οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες καλούμενοι, πολύχυλοι, κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοὶ καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεες μονοχρώματοι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττους δὲ οἱ μέχρι τοῦ χανεῖν ἐπʼ ἀνθράκων ὀπτώμενοι· σωληνισταὶ δὲ ἐκάλουντο οἱ συνάγοντες τὰ ὄστρεα. Φαινίας γοῦν φησιν ὁ Ἐρέσιος· Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν. ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο. τῶν δὲ κτενῶν ἁπαλώτεροι οἱ λευκοί· ἄβρομοι, εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζους εὔστομοι, κοινῇ δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.

αἱ δὲ βάλανοι καλούμενοι ἀπὸ τῆς πρὸς τὰς δρυινὰς ὁμοιότητος διαφέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαὶ, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα, αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις, κακόχυλοι. οἱ ἐχῖνοι ἁπαλοί, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς, εὔχυλοι. προσηνέστεροι δʼ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν καὶ Ἰκαρίαν καὶ τὸν Ἀδρίαν τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν· οἱ δʼ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας λυτικοὶ κοιλίας. Ἀριστοτέλης δέ φησι τῶν ἀχίνων πλείω γένη· ἓν μὲν τὸ ἐσθιόμενον ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάνων καὶ τὸ τῶν βυρσῶν. καὶ Ἀριστοφάνης δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντα μου τὸν κάτω σπατάνην. Δημήτριος δὲ ὁ Σκήψιός φησι Λάκωνά τινα κληθέντα ἐπὶ θοίνην παρατεθέντων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν. ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέρω μαλθακισθεὶς οὔτʼ αὖθις ἔτι λάβοιμι. ὅτι δὲ οἱ ἐχῖνοι οἵ τε χερσαῖοι καὶ οἱ θαλάττιοι ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας, Ἴων ὁ Χῖος μαρτυρεῖ λέγων· ἔν τε χέρσῳ τὰς λέοντας ᾔνεσα ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτʼ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ, στρόβιλος ἀμφʼ ἄκανθας εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος. τῶν δὲ λεπάδων, φησὶ Δίφιλος, αἳ μὲν εἰσὶ μικραὶ, αἳ δὲ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαὶ, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δʼ αὐταῖς καὶ οἱ κήρυκες. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ κήρυκος· καὶ οἱ μὲν τράχηλοι αὐτῶν πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον. τὰ δὲ ὄστρεα γεννᾶται καὶ ἐν ποταμῷ καὶ λίμναις καὶ θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάσσια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζω καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἴλυος καὶ ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσω, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος εὐστόμαχα εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθʼ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.

Μνησίθεος δʼ ὁ Ἀθηναῖός φησιν· ὄστρεα, κόγχαι, μύες, τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ἐν αὐτοῖς ἁλυκὴν ὑγρότητα. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν ἁλυκότητα, ἑψόμενα δὲ ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες, ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων, ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν. τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν· πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὤμοις ἐστὶ δύσπεπτα καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας, διʼ ὧν ἔκλυτος ἡ κοιλία γίνεται· τροφήν τε δίδωσιν ὕγραν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὕγραν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστι λυτικὰ καὶ οὐρήσεως κινητικά.

Ἀρχέστρατος δέ πού φησι· τοὺς μῦς ἡ Αἶνος ἔχει μεγάλους, ὄστρεα δʼ Ἄβυδος τοὺς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη· πλείστους δʼ Ἀμβρακία παρέχει κόγχας· ἐν Ἐφέσῳ λήψῃ τὰς λείας οὔ τι πονηράς. τοὺς κήρυκας δʼ ἐπιτρίψαι ὁ Ζεῦς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους, πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται· ὄστρεα δὲ μόνως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος· πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων Φαίδρῳ· ὀστρέου τρόπον δεδεσμευμένοι. αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ τι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι, χῆμαι δέ φησι παρὰ τὸ κεχηνέναι ἴσως.

περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων Θεόφραστος ἐν τῷ περὶ λίθων οὕτω γράφει· τῶν θαυμαζομένων λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δʼ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δʼ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. Ἀνδροσθένης δὲ ἐν τῷ τῆς Ἰνδικῆς παράπλῳ γράφει· στρόμβων, χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων αἱ ποικίλαι ἡδεῖαι καὶ πολὺ διάφοροι τῶν παρʼ ἡμῖν. γίνεται δὲ καὶ ὀστρέων πολὺ πλῆθος· ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται. αὑτὴ δʼ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται παρὰ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρύσιον. ἐστὶ δʼ ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ δασὺ, οὐδὲ ὦτα δύο ἔχει ὥσπερ ὁ κτεὶς, ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται καὶ ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὡς ἐν τοῖς ὑείοις ἡ χάλαζα. καὶ ἔστιν ἣ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρατέθῃ παρὰ τὸ χρύσιον, ἣ δὲ ἀργυροειδὴς, ἣ δὲ τελείως λευκὴ ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων. Χάρης δʼ ὁ Μιτυληναῖος θηρεύεται, φησί, κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ. τὸ δʼ ἐστὶν ἁδρὸν καὶ πρόμηκες ἔχον ἐν αὐτῷ σάρκα μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα ἐξ ὧν ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσιν μαργαρίτας, ἐξ ὧν κατασκευάζουσι ψέλλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσι πάντες Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων. Ἰσίδωρος δέ φησι κατὰ τὸ Περσικὸν πέλαγος νῆσον εἶναι, ἔνθα πλείστην μαργαρίτην εὑρίσκεσθαι, διόπερ καὶ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπʼ ὀργυίας εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δʼ ὅταν βρονταὶ συνεχεῖς ὦσιν καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν καὶ πλείστην γένεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμους δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασιν διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δʼ ἂν πέτραις ἢ σπίλασι προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα ἐνοῦσαι τὴν μαργαρίτην γεννῶσι, ζωογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πιννοφύλας. διήκει δὲ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρʼ ἢν ἡ μαργαρῖτις γενομένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρήσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου μὲν οὐκέτι τρέφει, λειοτέραν δʼ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν ἐμβύθιος πίννα, διαυγεστάτην ποιεῖ καὶ καθαρωτέραν καὶ μεγάλην γεννᾷ μαργαρῖτιν. ἡ δʼ ἐπιπολάζουσα καὶ ἀνωφέρης διὰ τὰ ὑπὸ ἡλίου ἀκτινοβολεῖσθαι, δύσχρους καὶ ἥσσων. κινδυνεύουσι δʼ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατευθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνῄσκουσιν. ὅσοι δʼ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀνασπῶσι. μαράγδων δὲ μνημονεύει Μένανδρος· μάραγδον εἶναι ταῦτʼ ἔδει καὶ σάρδια. ἄνευ δὲ τοῦ σίγμα λεκτέον· παρὰ τὸ μαρμαίρειν γὰρ ὠνόμασται τῷ διαυγὲς ὑπάρχειν. ὅτι τὸ ἑφθοπώλιον εἴρηται παρὰ Ποσειδίππῳ. ὅτι τὴν σιαγόνα ὑαγόνα τινές φασι διὰ τοῦ υ στοιχείου κατʼ ἀναλογίαν ἀπὸ τοῦ ὑός. ὅτι τὰς χορδὰς Ἐπίχαρμος ὀρύας ὀνομάζει. φησί που Ἀξιόνικος· ζωμοποιῶ θερμὸν ἰχθῦν. ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον, ῥύγχος εἰς ὄξος πιέζω, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν. Ἄλεξις δέ που χορδαρίον ἔφη τὴν χορδήν. ὅτι κυρίως ῥύγχος ἐπὶ τῶν συῶν. λέγεται δὲ καὶ ἐπʼ ἄλλων ζῴων. Ἄρχιππος δὲ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως· καὶ ταῦτʼ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν. καὶ Ἀραρώς· ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει. καλεῖται δὲ ῥύγχος καὶ τόπος τις περὶ Αἰτωλίαν. ὅτι Ἀφροδίτῃ ὗς θύεται καὶ μάλιστα παρʼ Ἀργείοις παρʼ οἷς καὶ ἑορτὴ Ἀφροδίτης τὰ Ὑστήρια. Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησι· κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσιν. ὅτι Θυμοίτου βασιλεύοντος Μέλανθος ὁ Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅποι κατοικῇ. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτʼ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατηναλωκυιῶν, τῶν δὲ πόδων καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.

μήτρα, φησί, ἑξῆς ἐπεισηνέχθη ἱκανῶς γεγαστρισμένοις ἡμῖν, μητρόπολις τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. Πλάτων ἐν Πρωταγόρᾳ φησί· τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ αὐτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλʼ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας ξυνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσιν. Σημείωσαι ὅτι διαφέρειν ἔοικε παρὰ τῷ ῥήτορι τούτῳ τὸ πίνειν τοῦ ἐκπίνειν· εἶναι γὰρ ἐκπίνειν καὶ τὸ πάνυ πίνειν, ὃς καί φησι τοὺς πίνοντας οὐκ ἀνθρώπου βίον ἀλλά τινος πνεύμονος ἢ τῶν ὅσα θαλάσσια σώματα ζῆν. γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας. ὅτι ἐπινομίς ἐστι μὲν καὶ ἡ τοῦ Πλάτωνος. λέγεται δʼ οὕτω καὶ μέρος τι τῆς τριήρους. ὅτι ἔλεγέ τις τὸν καινὸν φαινόλην ἄχρηστον καὶ περὶ βαλανείου ἠρώτα τὸν παῖδα ποῖ δὴ ἀπολούμεθον; καὶ πυνθανουμένου τινὸς ἔπει λίθῳ προσέπταισε καὶ τὴν κνήμην ἔλυσε τί τοῦτο Οὐλπιανέ; ὑπώπιον ἔλεγε. κἀγὼ τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους τί δὲ σύ; πρόσκομμα ἔφασκον. τῆς δʼ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός τίς ἐστι ζηλωτὴς Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὃς πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον, ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους. κόμιζε δὲ καὶ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, εἶτʼ ἀπολούμεθον. ὁ δʼ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι — τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατʼ ἀναίρεσιν τῶν δειμάτων —, ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων εἶπεν οὐκ εἶδές με πολλῶν ἡμερῶν διὰ τὰ καύματα. τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, διʼ ἧς τὰ δικαστήρια οὐ συνάγεται ἔφη· γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα. ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκωμιάζων τὴν βασιλεύουσαν τῶν πόλεων ἔφη, θαυμαστὴ ἡ Ῥωμαίων ἀρχὴ ἡ ἀνυπόστατος. τοιοῦτοι, φησὶν οὗτος ὁ ῥήτωρ ὁ Ἀθηναῖος, εἰσὶν οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζουσι, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικιελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια, ὅτι τοὺς μῦς τηρεῖ, καὶ τὸν βοῦν γαρόταν, καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν κτίσας, ὡς ἱστορεῖ Ἡρακλείδης ὁ Λέμβιος. Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλῶν καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτε ἐπέστελλε· Ἀλέξαρχος ὁ μάρμων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιποῦσα θεωτων ἔργον κρατίτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεοῦ πόγαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς. τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ, δοκῶ μηδὲ τὸν Πύθιον εἰδέναι κατὰ τὸν Ἀντιφάνους Κλεοφάνην λέγοντα ὅτι τὸ πρᾶγμα τοῦτο οὐκ ἔστιν, εἴπερ γίνεται, οὐδʼ ἔστι γάρ πω γινόμενον ὃ γίνεται, οὔτʼ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται, ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἐστιν ὥσπερ γέγονε ὃ μὴ γέγονέ πω. ἐκ τοῦ γὰρ εἶναι γέγονε· εἰ δʼ οὐκ ἦν ὅθεν, πῶς ἐγένετο ἐξ οὐκ ὄντος; οὐχ οἷον τε γάρ. εἰ δʼ αὐτόθεν ποι γέγονεν, οὔκ ἔσται. πόθεν γὰρ γενήσεται τοὐκ ὄν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται, ταυτὶ δʼ ὅ τι ἐστὶν οὐδʼ ἂν Ἀπόλλων μάθοι· Σιμωνίδης δέ που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία, καὶ Αἰσχύλος τὸν ᾍδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον, ὁ δὲ θαυμασιώτατος Πλάτων ξηροτροφικὸν καὶ ὑγροτροφικὸν καὶ ξηρονομικὸν εἰπὼν ἐπὶ ζῴων, ἐν τῷ Πολιτικῷ παρακελεύεται τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα γράφων τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως. Ἡρῴδης δὲ ὁ Ἀττικὸς ῥήτωρ τροχοπέδην εἶπε τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις τόπους πορεύοιτο, Σιμάριστος δὲ ἐποχλέα τὸ ξύλον τοῦτο καλεῖ. καὶ Σοφοκλῆς δὲ τὸν φύλακα μοχλὸν καλεῖ που· θάρσει, μέγας σοι τοῦδʼ ἐγὼ φόβου μοχλός. κἂν ἄλλοις δὲ ὁ αὐτὸς τὴν ἄγκυραν ἰσχάδα διὰ τὸ ἴσχειν τὴν ναῦν· ναῦται δὲ μηρύσαντο νηὸς ἰσχάδα· καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπιγκτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δʼ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα. μὴ βάυζε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοὺς συνδείπνους μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρʼ Ἀργείοις ἐπιτελουμένης. ὅτι τὸ χορτάζεσθαι παρὰ πολλοῖς τῶν ἀρχαίων κεῖται. Εὔβουλος οὖν φησιν· ἐγὼ κεχόρτασμαι, ἄνδρες, οὐ κακῶς, ἀλλʼ εἰμὶ πλήρης, ὥστε μόλις πάντῃ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας. ὅτι τὸ αὔριον ἢ ἔννηφι τὴν εἰς τρίτην παρʼ Ἠσιόδῳ δηλοῖ. ὅτι Εὔπολις κοιλιοδαίμονας τοὺς κόλακας καλεῖ.

ὅτι Ἄλεξις Καλλιμέδοντα ῥήτορα ἕνα τῶν κατὰ Δημοσθένην πολιτευομένων, τὸν Κάραβον ἐπικαλούμενον, κωμῳδῶν ὡς ὀψοφάγον φησίν· ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἐφθῆς. ὅτι ἐν Φιλομήτορι Ἀντιφάνης ἐπαινῶν τὴν μήτραν φησίν· ἔμμητρον ἐὰν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις. μήτραν τινὲς πωλοῦσιν ἤδιστον κρέας. Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος. Εὔφρων· οὑμὸς διδάσκαλος μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθʼ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. ὅτι μήτρας ἐκβολάδος Σώπατρος μέμνηται· οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθίζουσα τυροῦται δέμας. καὶ Ἵππαρχος· μήτρης καλὰ πρόσωπα ἐκβόλαδος. Σώπατρος δέ που καὶ δηξίθυμον ὀξάλμην φησίν. ὅτι οἱ ἀρχαῖοι πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὐτʼ ἄλλο τι τῶν τοιούτων, ὡς νῦν γίνεται ὥς φησιν Ἀρχέστρατος ὁ ὁψοδαίδαλος, ὃς καὶ γράφει· ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίταν θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπὶ τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἔν τʼ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τε ὀπτῶν γένος. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δʼ ἐγὼ λέγω ἔσθε βρωτά. τὰ δʼ ἄλλα γε κεῖνα τραγήματα πάντα πέφυκε πτωχείας παραδείγματα ἐρέβινθοι, κύαμοι, μῆλα, ἰσχάδες. ἀλλὰ πλακοῦντα αἴνει Ἀθήνησι γεγενημένον· εἰ δὲ μὴ, ἄν που αὐτὸν ἔχῃς ἑτέρωθεν, μέλι ζήτησον Ἀττικὸν ἀπελθών· οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ τοῦ βαράθρου καὶ Ταρτάρου εἰς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναριθμήτους· οὗτος Ἀρχέστρατος καὶ Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν ἐγένετο, οὐδὲν ἀποδέον τοῦ παρὰ Δαμοξένῳ τῷ κωμικῷ μαγείρου, ὅς φησιν· Ἐπικούρου δέ μʼ ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρʼ ᾧ ἐν δύʼ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντα ἐγώ σοι κατεπύκνωσα τέσσαρα. οὗτος ὁ μάγειρος καὶ προϊών φησι· μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα, καταγέλα ὡς κενοῦ. δεῖ γάρ, φησί, ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπάς τʼ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν, ἠλίβατον ἔν τʼ ἀνθρώποις, ἀλλοιώματα ἐν ταῖς τροπαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθʼ ὥραν, ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δʼ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους ὁμαλῶς ὁ χυμὸς πανταχοῦ συνίσταται. λέγει δʼ ὅτι καὶ ἰατρικῆς φησι δεῖν μετέχειν τὸν μάγειρον, καὶ ὅτι εἴ τις ἀτέχνως τἀνάντια μιγνύει, τί ἂν εὖ γένοιτο τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; εἶτα ἐπάγει. τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδʼ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτανεῖον οὐκ εἰσέρχομαι. ἀλλὰ τί; θεωρῶ πλησίον καθήμενος, ποιοῦσι δʼ ἑτέροι. ἐγὼ δὲ λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· τὸ περίκομμʼ ἄφες, ἐπίτεινον τὸ πῦρ. πρώτη λοπὰς ζεῖ τοῖς ἐφεξῆς οὐχὶ συμφώνως. εἶτʼ οὐθὲν εἰκῆ παρατίθεμαι βρῶμα, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν ἃ διὰ τεσσάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν. καὶ ἄλλα ληρήσας ἐπάγει· οὕτως Ἐπίκουρος κατεπύκνου τὴν ἡδονήν· ἐμασᾶτʼ ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν· οἱ δʼ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἷον ἐστʼ οὐκ εἰδότες. οὐκοῦν ὅτʼ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδʼ ἂν ἑτέρῳ δοιήσαν.

ὅτι Λυγγεὺς διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε Δημήτριον τὸν Πολιορκητὴν ὑπεδέχετο καὶ τὸ Ἀντιγόνου δὲ καὶ Πτολεμαίου τῶν βασιλέων δεῖπνον διατιθεὶς ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.

Πλάτων ὁ ποιητής που φησίν· ἀπολώλεκάς μου τὸ μειράκιον παρακαλῶν, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον ἑαυτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον. εἴ τι μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; ζῆν δʼ ἐστὶ τὸ τοιοῦτον; ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστι δʼ ἔχειν ταύτην ἐτέρωθεν εἰ μὴ ἐκ τοῦ ζῆν καλῶς. ἑώρακας δὲ σὺ φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντα ἐπὶ τούτοις θʼ οἷς λέγεις κηλούμενον; ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἄψασθαι τόπου. καὶ παρʼ Ἀντιφάνει δέ τίς φησιν· ὅστις ἄνθρωπος φὺς ἀσφαλές τι κτῆμα ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντα, ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο ἢ στρατηγήσας προσῶφλε, χορηγός θʼ αἱρεθεὶς ἱμάτια καὶ χρυσία παρασχὼν τῷ χωρῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατʼ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθʼ ὑπʼ οἰκετῶν. οὐ βέβαιον οὐθέν ἐστί, πλὴν ὅσʼ ἂν καθʼ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις ἀναλίσκειν τύχοι, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλʼ ὅταν τὴν ἔνθεσιν ἔντος ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτʼ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

Ὅτι ὁ φιλόσοφος Χρύσιππος μητρόπολιν εἶπεν εἶναι τῆς Ἐπικούρου φιλοσοφίας τὴν Ἀρχεστράτου γαστρολογίαν. φησί που Θέογνις· ἐπαρίστερʼ ἔμαθες, ὦ πονηρέ, γράμματα· ἀντέστρεφέ σοι τὸν βίον τὰ βιβλία. πεφιλοσόφηκας γῇ τε καὶ οὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν λόγων. παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις δὲ αὐτὸν κοινῶς φίλιχθύν φησι λέγων· τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στήσειν Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, ὡς αὐτὸν ὄντʼ αὐτοῖσι τῆς τέχνης μόνον σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν. πολλοῖς δὲ ἦν περισπούδαστος ἡ τοῦ καράβου βρῶσις, ὡς ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνης φησίν, ἔνθα καὶ πλατείας καρίδας λέγει τοὺς ἀστακούς, ὧν ἀστακῶν καὶ Ἀρχέστρατος μέμνηται· ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας, τοὺς πόδας μικρούς, βραδέως δʼ ἐπὶ γαῖαν ὀρούει. εἰσὶ δὲ πλεῖστοι καὶ ἀρετῇ κράτιστοι ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει. Ἐπίχαρμος δέ φησιν· ἐντὶ δʼ ἀστακοὶ κολύγδαιναί τε τὰ πόδιʼ ἔχουσαι μικρά, τὰς χείρας δὲ μακράς, κάραβος δὲ τὤνυμα. ἴδιον δέ ἐστι γένος καράβων καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. Ἀττικοὶ δὲ ὀστακὸν διὰ τοῦ ο φασι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ γαμψωνύχους φησὶ τοὺς ἀστακούς. Διοκλῆς ὁ Καρύστιός φησι· καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά. κολύβδαινα δὲ κατὰ μὲν Νίκανδρόν ἐστι τὸ θαλάσσιον αἰδοῖον, Ἡρακλείδης δὲ τὰς καρίδας. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μορίων φησί· τῶν μαλακοστράκων ὀχεύονται, φασί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὡς καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἐρχόμενα πρὸς τῇ γῇ, ἤδη γὰρ ὦπται ἡ ὀχεῖα πάντων τῶν τοιούτων, ἐνιαχοῦ δʼ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δʼ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δʼ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δʼ οἱ κάραβοι μακρόβιοι πάντες. Θεόφραστος δὲ ἀστακοὺς, καράβους, καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας. Ἔφορος δὲ ἱστορεῖ Καρίδας πόλιν εἶναι περὶ Χῖον τὴν νῆσον, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος. Ἀρχέστρατος δέ φησίν· ἢν δέ ποτʼ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι, καρῖδʼ εὐμεγέθη λήψῃ· σπανίαν δὲ πρίασθαι· ἐν Μακεδονίᾳ δὲ καὶ Ἀμβρακίᾳ μάλα πολλαί. ἐκτεταμένως δʼ εἴρηκε καρῖδα Ἀραρώς· αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος. Ἀναξανδρίδης· ἐρυθρότερον καρῖδος ὀπτῶν σε ἀποφανῶ. Εὔβουλος· ὠρχοῦντο ὥσπερ καρῖδες ἀνθράκων ἔπι πηδῶσαι κυρταί. Εὔπολις δὲ συστέλλει. ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ γὰρ πλεῖστον μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδας δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ τὸ κάρη γὰρ γέγονεν. ὡς οὖν παρὰ τὸ γραφὴ γραφίς βολὴ βολίς οὕτω κάρη κάρις. ταθείσης δὲ παρατελεύτης, ἐτάθη καὶ τὸ τέλος. καὶ ὁμοίως λέγεται τῷ ψηφίς, κρηπίς, τευθίς· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη τʼ ἄγκυρά τέ ἐστιν ἄντικρυς τοῦ σώματος φησί που Ἀναξανδρίδης· Δίφιλος δὲ ὁ Σίφνιος οὕτως γράφει· τῶν ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δʼ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ. οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται· τῶν καρκίνων δʼ εἰσὶ σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος, Μνησίθεος δʼ ὁ Ἀθηναῖος κάραβοι, φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια, δύσπεπτα μὲν ταῦτα, τῶν δὲ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δʼ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι. Σώφρων δὲ κουρίδας τὰς καρίδας εἴρηκεν. Ἐπίχαρμος δὲ κουρίδας τε φοινικέας καὶ κωρίδας καμπίλας. Ὅτι τὸν ἐπίπλουν Φιλέταιρος ἐπίπλοιον εἴρηκεν. ἀπέχεις ἤδη τὸν ἐπίπλουν, ἵνʼ ἤδη ποτʼ αὐτῷ ἐντυλιχθεὶς κατακαυθεὶς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. φησί που Ἄλεξις· κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκα ἐμοῦ ταῦτʼ οὐδὲ φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος, ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπʼ ἀκάνθης μηδὲν παθεῖν. ἐπὶ τὸ τάγηνόν τε φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβίον, πέρκην, σπάρον, ἐποίησά τʼ αὐτὸ ποικιλώτερον ταῶ. κρεᾴδια, ποδάρια, ῥύγχη, ὠτάρια, ὕειον ἡπάτιον ἐγκεκαλυμμένον· αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεισʼ, οὐκ ὄψεται. οἰμώξεται γὰρ νὴ Δίʼ. ἀλλʼ ἐγὼ σοφῶς ταῦτʼ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως. ὅτι Μετάνειρα ἡ ἑταίρα, ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις πνευμόνιον ἔλαβε καὶ περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν ἀστείως· ἀπόλωλα, πέπλων με ὤλεσαν περιπτυχαί. καί τις κωμικὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτον ἧπαρ. καὶ Ἄλεξις δὲ ὁμοίως. ὅτι δασυντέον τὸ ἧπαρ· ἡ γὰρ συναλοιφὴ διὰ δασέως εὕρηται παρʼ Ἀρχιλόχῳ. χολὴν οὐκ ἔχεις ἐφʼ ἥπατι. ἔστι δὲ καὶ ἰχθὺς ἥπατος. Εὔβουλος· οὐκ ᾤου με χολὴν ἔχειν, ὡς δʼ ἡπάτῳ μοι διελέγου; ὁ δὲ ἥπατος ἐν τῇ κεφαλῇ, φησὶν Ἡγήσανδρος, δύο λίθους ἔχει τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. φησί που Εὔβουλος· ὁμοῦ δὲ τευθὶς καὶ φαληρὶς ἡ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ὑπὸ ζυγοῦ. ῥιπὶς δʼ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴν δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον. ὅτι ἤσθιον καὶ ταγηνιστὰς σηπίας. Φιλέταιρος· οὔποτʼ αὖθις σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖς ἐχθρὸς Μυρτίλος φησί που Εὔβουλος. ὁ αὐτός· τρέφει με Θετταλός τις ἄνθρωπος βαρὺς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος ὀψωνῶν δὲ μέχρι τριωβόλου. φησί που Ἀντιφάνης· ὀβολοστάτης ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἶος μηδὲν εἰς τὴν οἰκίαν, μήδʼ ὧν Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρὶς μακαρίτης, εἰσφέρειν ἔξω θύμου. Ὅτι Ἄρτος βασιλεὺς ἦν Μεσσαπίων ἐν Ἰαπυγίᾳ. ὅτι παρὰ Συρακουσίοις τιμᾶται Δημήτηρ Σιτὼ καὶ Σιμαλία. ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου Δήμητρος ἵδρυται ἄγαλμα, ἱστορεῖ Πολέμων. φησὶν Ἄλεξις τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.

ὅτι Τρύφων ὁ Ἀλεξανδρεὺς ἄρτων γένη ἐκτίθεται, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν, τὸν καὶ διαχωρητικώτερον τοῦ καθαροῦ, τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται δέ, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, ὡς Τιμοκλῆς· θερμῶν ἰπνιτῶν ἤσθιον. ἐσχαρίτης· Ἀντίδοτος· θερμοὺς ἐσχαρίτας ἀνειλίττοντα βάπτειν εἰς γλυκύν. Λυγγεὺς δʼ ὁ Σάμιός φησι περὶ τοῦ Ἀθήνησιν ἢ ἐν Ῥόδῳ ἐσχαρίτου ὅτι οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος δαιτυμόσιν οὐδὲν λειπομένοις, ἀπειρηκόσι δὲ καὶ πεπληρωμένοις ἡδίστην ἐπεισάγει διατριβήν· καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα. Σώπατρος δὲ ταβυρίτην τινά φησι ἄρτον πλησίγναθον. ἔστι δὲ μέγας ἄρτος. καὶ ἑορτή τις καλεῖται τὰ Μεγαλάρτια. κριβανίτας δὲ λευκοὺς ἄρτους Ἀριστοφάνης που φησί. ἐγκρυφίαν δὲ ἄρτον Ἀρχέστρατος. Εὔβουλος δέ φησι· δίπυροι δʼ εἰσί τινες ἄρτοι τρυφῶντες. τὸ δὲ λάγανον ἔλαφρόν ἐστι καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μέμνηται δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις· λάγανα πέττεται. τῆς δὲ Διοκλῆς ὁ Καρύστιος· ἡ δʼ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλώτερα· ἔοικε δὲ καὶ οὗτος ἐπʼ ἀνθράκων γίνεσθαι, ὡς καὶ ὁ παρʼ Ἀττικοῖς ἐγκρυφίας, ὃν Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ. Ἐπίχαρμος δὲ ἐκτίθεταί που γένη ἄρτων, κριβανίτην, ὅμορον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὅτι Ἀττικοὶ διὰ τοῦ ρ στοιχείου φασὶ καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δὲ ἐν δευτέρῳ ἱστοριῶν ἔφη κλιβάνῳ διαφανεῖ. καὶ Σώφρων· σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει. ὁ αὐτὸς Σώφρων μνημονεύει καὶ πλακίτα ἄρτου καὶ τυρῶντος. Νίκανδρος δὲ ὁ Κολοφώνιος τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δʼ ὁ κωμῳδιοποιὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ Κιλικίους ὀνομάζει λέγων· κᾆτʼ ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους· ὁ αὐτὸς καὶ ἀγελαίους τινὰς ἄρτους καλεῖ. Ἄλεξις δὲ αὐτοπύρου ἄρτου μέμνηται, ὃν Φρύνιχος αὐτοπυρίτην καλεῖ λέγων· αὐτοπυρίταισί τʼ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. Ὀρνίδου δʼ ἄρτου μέμνηται Σοφοκλῆς, ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου, ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γινομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. κολλάβους δʼ ἄρτους Ἀριστοφάνης φησὶ λέγων· κολλάβων χλιερῶν. γίνονται δʼ οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος παρίστησιν· αὐτὸς ἔχων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας, κολλάβους θερμούς. Μακωνίδων δʼ ἄρτων μνημονεύει Ἀλκμάν· κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι μακωνίδων ἄρτων ἐπιστεφεῖς σελίνῳ τε σασάμῳ τε. ὅτι χρυσοκόλλα ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου. τῆς κολλύρας δὲ καλουμένου ἄρτου Ἀριστοφάνης μέμνηται ἐν Εἰρήνῃ. ὁ δὲ ὀβελίας ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης· εἴτʼ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν. ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης δέ φησι τὸν ὀβελίαν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατιαῖς. ἦν δὲ καὶ εὐνίτας τις ἄρτος ὁ προσαγορευόμενος λεκιθίτας φησὶν Εὐκράτης. πανὸς δέ τις ἄρτος οὕτω καλεῖται ὅτι Μεσσάππιοι τὴν πλησμονὴν πανίαν καὶ πάνα τὰ πλήσμιά φασι· καὶ Ῥωμαῖοι δὲ πάνα τὸν ἄρτον καλοῦσι. ναστὸς δὲ ἄρτος ζυμίτης μέγας, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος· ναστὸς τὸ μέγεθος τηλικοῦτος, δεσπότα, λευκός· τὸ γὰρ πάχος ὑπερέκυπτε τοῦ κανοῦ. ὀσμὴ δέ, τοὐπίβλημʼ ἐπεῖ περιῃρέθη, ἐβαδιζʼ ἄνω καὶ μέλιτι μεμιγμένη ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν. Κνηστὸς ἄρτος ποιός τις παρὰ Ἴωσιν, ὡς Ἀρτεμίδωρος. θρόνος ἄρτου ὄνομα, ὡς Νεάνθης ὁ Κυξικηνός. Βάκχυλος ἄρτος σποδίτης παρʼ Ἠλείοις, ὡς Δίφιλος. Ἄρτου δʼ εἶδος καὶ ὁ ἀποπυρίας καλούμενος, ἐπʼ ἀνθράκων δʼ ὀπτᾶται. καλεῖται δʼ οὗτος ὑπό τινων ζυμίτης. Ἀρχέστρατος δέ φησιν· ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ, λευκότερʼ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν ἔδουσιν ἄλφιτα, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει. ἔστι δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ κἀν Θάσῳ ἐν τʼ ἄλλαις πόλεσί τισιν, ἀλλὰ γίγαρτα φαίνονται πρὸς ἐκείνας. στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι κεῖνοι κριμματίαν, οἱ δʼ ἄλλοι χόνδρινον ἄρτον. εἶτα τὸν ἐν Τεγέαις σεμιδάλεος υἱὸν ἐπαινῶ ἐγκρυφίαν. τὸν δʼ εἰς ἀγορὰν ποιεύμενον ἄρτον αἱ κλειναὶ παρέχουσι βρότοις κάλλιστον Ἀθῆναι. ταῦτʼ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν. ἠγνόει γὰρ τοὺς ἀπὸ Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. ὅτι Πλάτων ἐν Γοργίᾳ μνημονεύει Θεαρίωνος ἀρτοποιοῦ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον λέγων· Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος· οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὃ μὲν ἄρτους θαυμάστους παρασκευάζων, ὃ δʼ ὄψον, ὃ δʼ οἶνον. Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος λέγων· δεινὸν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους. Μαγνῆτις γὰρ λίθος ὣς ἕλκει τοὺς πεινῶντας. τῶν δὲ κολλικίων ἄρτων, οἱ αὐτοὶ δʼ εἰσὶ τοῖς κολλάβοις, Ἔφιππος μνημονεύει. ὅτι ὁ ἀρτοπτίνικος ἄρτος καλούμενος κλιβανικίου καὶ φουρνικίου διαφέρει. ἐὰν δὲ καὶ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν· εἰ δʼ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνίκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ἁπαλὸς ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. καλεῖται δὲ Καππαδόκιος. ἐκεῖ γὰρ κατὰ πλεῖστον γίνεται. τὸν δὲ τοιοῦτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι. καί ἐστιν ἄνθει παραπλήσιος. ὁ δὲ βωλήτινος καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφʼ ᾗ ἐπιτίθεται ἡ ματέρια, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δὲ βληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότε ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον. ὁ δὲ στρεπτίκιος ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον. εἰ δὲ μὴ, στέαρ. εἰς δὲ τὸ καλούμενον ἀρτολάγανον ἐμβάλλεται οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ καπυρίδια τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἄρτον. ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι περὶ τῶν φιλοσόφων φησὶν Εὔβουλος. ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, οὐχ ὁ προπάτωρ ὑμῶν Διογένης πλακοῦντα ποτʼ ἐσθίων ἐν δείπνῳ λάβρως ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὅτι καὶ κύβοι ἄρτοι τετραγώνοι εἰσίν, ἡδυσμένοι ἀνήθῳ τυρῷ καὶ ἐλαίῳ. ἔστι δὲ καὶ θάργυλος ὁ καὶ θαλύσιος ὁ ἐκ τῆς συγκομιδῆς πρῶτος γινόμενος ἄρτος. καὶ σαμίτης καὶ πυραμοῦς διὰ σησάμων πεττόμενος ὁ αὐτὸς τάχα τῷ σησαμίνῳ. καὶ θιαγόνες δὲ ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ἔστι δὲ καὶ παρὰ Μακεδόσιν ἄρτος δράμις καλούμενος. λεκιθίτης δὲ καὶ ἐρικίτης. καλεῖται δʼ ἐξ ἐρρηγμένου καὶ ἀσήστου πυροῦ καὶ χονδρώδους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντα ἄρτον κύλλαστιν καλοῦσιν, ὡς δὲ Νίκανδρός φησι τὸν ἐκ κριθῶν. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς Ἄλεξις καλεῖ. βλῆμα δὲ καλεῖται ὁ ἐντεθρυμμένος ἄρτος καὶ θερμός, πύρνον δὲ ὁ ἐκ πυρῶν ἀσήστων ἄρτος καὶ πάντα ἐν ἑαυτῷ ἔχων, ὥς φησι Φιλήμων. βωμίλιοι δὲ ἄρτοι οἱ ἔχοντες ἐντομὰς, οὓς Ῥωμαῖοι κοδράτους φασίν. σπολεὺς δὲ ἄρτος τις παρὰ Φιλήτᾳ, ὃς ὑπὸ συγγενῶν μόνων καταναλίσκεται. καὶ μάζαι δὲ ἀναγεγράφαται. φύστη τε ἡ μὴ ἄγαν τετριμμένη. καὶ καρδαμύλη καὶ βήρηξ. καὶ τολύπη καὶ ἀχίλλιον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ ἀχιλλείων κριθῶν πεποιημένη. ἡ θριδακίνα τε ἡ καὶ θριδακίσκα ὡς Ἄλκμαν· θριδασκίσκα τε καὶ κριβανωτὸς καὶ οἰνοῦττα καὶ μελιτοῦττα καὶ κρίνον. καλεῖται δὲ κρίνον καὶ σχῆμα τι χορικῆς ὀρχήσεως. καλεῖται δὲ καὶ ἡ ὑγεία μάζα τις ἡ διδομένη ἐν θυσίαις, ἵνα ἀπογεύσωνται. μάζα δʼ ἀμολγαία παρʼ Ἡσιόδῳ ἡ ποιμενικὴ καὶ ἀκμαία· ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. Δίφιλος δὲ ὁ Σίφνιος φησίν· ἄρτοι οἱ ἐκ πυρῶν κριθίνων πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείσσονες, εἶθʼ οἱ σεμιδαλῖται, μεθʼ οὕς οἱ ἀλευρίται, εἶθʼ οἱ συγκομιστοί, ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροί εἰσι. Φιλιστίων δὲ τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθʼ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. πάντες δὲ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι. ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δʼ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δὲ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητος τε διὰ τὸ ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτος καὶ δυσοικονόμητος. ὁ δʼ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπιμιξίαν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισσὸν κακοστομαχώτερος. ὁ δὲ κριβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ, εὐστόμαχος, εὔπεπτος, πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινὰς ἐν Συρίᾳ φησὶ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φάγοντας τριχορεύειν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν· πέττεσθαι γὰρ οὐ μετὰ πολλοῦ πόνου. τὸν δʼ ἐκ ζειῶν ἄρτον ἄδην φασὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον· διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τρυφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.

ὅτι Εὐθύδημος ὁ Ἀθηναῖος παρατίθεται Ἡσίοδον λέγοντα ἄλλα τε καὶ ὅτι θύννων ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων καὶ Πάριον κολιῶν κύδρη τρόφος ἔσκε πολίχνη. οὗτος δὲ ὁ ῥήτωρ φησὶν ὅτι μαγείρου ταῦτα τὰ ἔπη μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, φησὶν ὁ Σολεὺς Κλέαρχος. Διοκλῆς ὁ Καρύστιος τῶν ἀπιμέλων ταρίχων φησὶ κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θυννεῖα. Ἱκέσιος δʼ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα. Ἀρχέστρατος δʼ ὁ περιπλεύσας τὴν οἰκουμένην τῆς γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί· καὶ Σικελοῦ θύννου τέμμαχος τμηθὲν ὅτʼ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δʼ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γάρ τʼ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν κενέον τε ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἡμιτάριχον. ἂν δʼ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνὴν, ὡραίου φάγε μοι τέμαχος· πάνυ γάρ ἐστιν ἐσθλὸν καὶ μαλακόν. παρέλιπε δὲ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι ἐλεφάντινον τάριχος, διαβόητον ὄν· σκυτίνῃ ποτʼ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντία χελώνη πευκίνοισι κύμασι. Ἄλεξις δὲ ὠμοτάριχον τινα κέκληκε παρʼ ᾧ καὶ μάγειρός τίς φησι· λογίσασθαι βούλομαι τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρώτιστον οἰστέον ἡδυντέον τε πῶς ἕκαστον ἐστί μοι. τάριχος πρῶτον ὡραῖον τοδί· ὀβολοῦ τοῦτʼ ἐστι. πλυτέον εὖ μάλα. εἶτʼ εἰς τὸ λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπεσκέδασα τοὔλαιον· εἶθʼ ἕψων ποῶ μυελὸν ἀφεῖλον τʼ ἐπιγανώσας σιλφίῳ. Ἱκέσιος δὲ πηλαμύδας κύβια εἶναι μεγάλα φησίν. Εὐθύδημος δελκανόν φησιν ἰχθὺν καλεῖσθαι ἀπὸ Δέλκωνος ποταμοῦ, ἀφʼ οὗ καὶ ἁλίσκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι, ᾧ τὸν αὐτόν φασιν εἶναι τὸν λεβιανὸν καλούμενον. τὸν κορακῖνον δὲ οἱ πολλοὶ σαπερδήν φασιν καὶ εἶναι λέγουσιν ἄριστον τῶν ἐκ τῆς Μαιώτιδος λίμνης. θαυμαστοὶ δὲ καὶ οἱ Ἀβδηρίται κέστρεις, μεθʼ οὓς οἱ περὶ Σινώπην, καὶ ταριχευόμενοι εὐστόμαχοι εἰσιν. ὅτι μύλλοι καὶ ἀγνωτίδια καὶ πλατίστακοι τὰ αὐτά εἰσιν, ὡς καὶ ὁ χελλάρης εἷς ὢν ἰχθὺς πολλῶν ὀνομασιῶν ἔτυχε· καλεῖται γὰρ βάκχος καὶ ὀνίσκος καὶ χελλαρίας. Ἀντιφάνης δέ πού φησι· τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν. καὶ πάλιν· τάριχος ἀντακαῖον εἴ τις βούλετʼ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος ὀσμαῖσι χαίρει· καὶ Σώματρος· ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος. εἰσὶ δὲ καὶ παρʼ Ἀλεξανδρεῦσιν οἱ Μενδήσιοι. Σώπατρος· Μενδήσιος ὡραῖος ἀκρόπαστος εὐξανθέσιν ὀπτὸς κέφαλος ἀκτῖσι πυρός. ὅτι καὶ ἀρσενικῶς ὁ τάριχος· Κρατῖνος· ἐν σαργανοίσιν ἄξω ταρίχους Ποντικούς· Ἀριστοφάνης· οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων εἰπεῖν ἅπασιν ὅσα σύνοιδʼ αὐτῷ κακά. Σοφοκλῆς· νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος. Ἀριστοφάνης δὲ ἐν Εἰρήνῃ φησὶν ὑποκοριστικῶς· ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. Ἡρόδοτος ἐν θ· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον. καὶ αἱ παροιμίαι δὲ ἀρσενικῶς οἴδασιν αὐτό· τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. Ἀττικοὶ δὲ οὐδετέρως, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιονίδης· ἆρʼ ἂν φάγοιτʼ ἂν καὶ ταρίχους, ὦ θεοί; καί· ἐπὶ τῷ ταρίχει τοίνυν τῷδε κόπτετον. Μένανδρος. ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἂν οὕτω τύχῃ. τοσαύτην δʼ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος, ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἵους, ὥς φησιν Ἄλεξις. ἦν δὲ καὶ Φείδιππος ταριχωπώλης. Ἄλεξις· Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος. ὅτι οἴονται τινες εὐθετεῖν εἰς στόμαχον τὰ πολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν· ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον, ἀσπάραγος, τεῦτλον τὸ λευκὸν, — τὸ γὰρ μέλαν καθεκτικὸν ἐκκρίσεων — κόγχαι, σωλῆνες, μύες θαλάσσιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δʼ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τεύτλιον, ἔτι δὲ τάριχος, τὰς δὲ ἀθρόας ἐν ἀρχῇ πόσεις ἐκκλιτέον· δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν. Μακεδόνες δέ, ὥς φησιν ὁ Ὀλύνθιος Ἔφιππος, οὐκ ᾔδεσαν πίνειν εὐτάκτως, ἀλλʼ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν. Δίφιλος δέ φησιν ὁ Σίφνιος· τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα, τῶν δὲ πιόνων θυνναῖα καὶ κορδύλη. τὰ δὲ παλαιὰ κρείττω καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θυννεῖον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κοῦφος καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου, ὁ κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος, κακοχυλώτερος, τρόφιμος. Στράβων δέ φησι πρὸς ταῖς Ἡρακλέους νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Ἀξιτανίαν, ἐξ ἧς καὶ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβρογαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸν ἄριστον γάρον σκευάζεσθαι. μέλανδρυς δὲ μεγίστων θύννων εἶδος καὶ ἔστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα. τὸ δὲ ὠμοτάριχος, βαρὺ καὶ γλοιῶδες καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος, ὅν οἱ ἀπὸ Νείλου πέλτην καλοῦσιν, οἱ δὲ κατὰ Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκωδὴς, τρόφιμος, εὔπεπτος, εὐανάδοτος κατὰ πάντα, τοῦ μύλλου κρείσσων· τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα, δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων· σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ εὔστομα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ δεῖ τοὺς ταρίχους πλύνειν, ἕως ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δʼ ἐκ θαλάσσης ἐψόμενος τάριχος γλυκὺς γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονές εἰσι. Μνησίθεος δὲ ὁ Ἀθηναῖός φησιν· οἱ ἁλυκοὶ καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὴν κοιλίαν, οἱ δʼ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μέν εἰσιν οὐρητικοί, λύουσι δʼ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας. ὅτι Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι περὶ τῶν ποικίλων ἐδεσμάτων καὶ ὀξέων καὶ δριμέων καὶ στρυφνῶν φησιν, ὅτι κακῆς εἰσι καὶ ἀσθενοῦς ψυχῆς ἐπιθυμήματα, ἐπεὶ οἵ γε ἡδέως ἕψοντες οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.

Ἐπὶ τούτοις ὁ Κύνουλκος, φησί, πιεῖν ᾔτησεν δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασιν. πρὸς ὅν Οὐλπιανὸς τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη· μέχρι πότε βαρβαρίζοντες οὐ παύεσθε, ἢ ἕως. ἂν καταλιπὼν τὸ συμπόσιον οἴχομαι πέττειν ὑμῶν τοὺς λόγους οὐ δυνάμενος; καὶ ὅς· ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίοις κέχρημαι κατὰ συνήθειαν φωναῖς. καὶ γὰρ παρὰ τοῖς σφόδρα ἑλληνίζουσι ποιηταῖς καὶ συγγραφεῦσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον· μέτρον δέ ἐστι τοῦτο ὁδοῦ μέχρι νῦν οὕτω παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντας τʼ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. Κηφισόδωρος δὲ ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητής φησιν ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷον παρὰ Ἀρχιλόχῳ μὲν τὸ πάντʼ ἀνδρʼ ἀποσκολόπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ δὲ τὸ τὴν γλῶσσαν ὁμωμοκέναι φάναι, Σοφοκλῆς δὲ τὸ σὺ δʼ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν δίκαιʼ ἐπαίνει τοῦ δὲ κερδαίνειν ἔχου. καὶ μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν, Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι Διὶ καὶ τὸν Ἄρην μοιχεύειν· ἐφʼ οἷς πάντες κατηγοροῦσιν αὐτῶν. εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον οὐκ ἀείδω τὰ παλαιά· καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς βασιλεύει, τὸ παλαιὸν δʼ ἦν Κρόνος ἄρχων. ἀπίτω Μοῦσα παλαιά. καὶ Ἀντιφάνης· ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον.

ὅτι Ταύριον ὕδωρ φησι Σοφοκλῆς ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ ταύρου, παρʼ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται. τοιούτων φωνῶν ἐγὼ διψῶ, τοιαύτην μοι φιλοτησίαν πρόπινε. θύη τινὰ πέττειν, ἵνα σπλάγχνοισι συγγενώμεθα φησιν Εὔπολις· Σήλιος ὁ Δήλιός φησιν ἐν Κιμώλῳ τῇ νήσῳ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτὰ, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες, κομίζονται χιόνος οὐδὲν διάφορα. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν. Σόφιλος· αἱ δὲ παῖδες παρέχεον ἣ μὲν τὸ θερμόν, ἣ δʼ ἑτέρα μετάκερας. ὅτι ᾔδεισαν οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν· καὶ χιόνας δὲ ἔπινον· Ἄλεξις· εἶτʼ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιώτατον τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς ἔχοντες. πάλιν γλιχόμεθα μὲν τὴν μάζαν, ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλὸν δὲ χρῶμα τῷ δευσοποιῷ χρῴζομεν. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δʼ ὅλον, ἐὰν μὴ θερμὸν ᾖ, διασύρομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστʼ ἀεί, ἐπὰν γένηται δʼ, ὡς τάχιστʼ ἔχειν τέλος. Χάρης δʼ ὁ Μιτυληναῖος, διηγούμενος περὶ πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, φησὶν ὀρύξαι τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα συχνὰ, ἃ πλήσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμενεῖν πλείω χρόνον τὴν χιόνα.

ἔψυχον δὲ καὶ τὸν οἶνον οἱ ἀρχαῖοι. Λύσιππος· ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ μοι δοκεῖ ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεικέναι. Δίφιλος· ψῦξον τὸν οἶνον, Δωρίων.

Πρωταγορίδης περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων λέγει οὕτως· τὴν ἡμέραν ἀνηλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμείαις ἐπὶ τῶν μετεωροτέρων μερῶν τῆς οἰκήσεως, διʼ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγείαν οἷον ἄριστον, ἐν ἀχύροις τιθέασι τὰς ὑδρίας, εἶθʼ οὕτως χρῶνται χιόνος οὐδʼ ἡντινοῦν χρείαν ἔχοντες. Λακκαῖον δὲ ὕδωρ λέγει Ἀναξίλας· ἴσως τὸ λακκαῖόν γε ὕδωρ ἀπόλωλεν.

ἐγὼ δʼ ὢν φιλοτάριχος χιόνος πιεῖν βούλομαι. Ἱπποκλῆς δέ τις ζωμοτάριχος λέγεται παρὰ Ἀλέξιδι. ὅτι ἐστιώμενος παρά τινι Σιμωνίδης ὁ ποιητὴς κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα· τὴν ῥά ποτʼ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης· ἀνδρῶν δʼ ἀχλαίνων ἔδακε φρένας, ἐμοὶ δὲ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ προπόσιν. φησί που Ἄσιος· χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθε κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει βορβόρου ἐξαναδύς. Σόφιλός φησί που· ὀψοφάγος εἶ καὶ κνισσολοιχός. ἐστὶ δὲ καὶ ἡ κνισσολοιχία παρὰ τῷ αὐτῷ κειμένη.

ὅτι τὸν ἐξ ἰτρίων τε καὶ γάλακτος καὶ μέλιτος πλακοῦντα Ῥωμαῖοι λίβον καλοῦσι. ἡδέως ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων καὶ τῶν κοκκάλων ἀφθόνως ἔχοντος. τὸν Κολοφώνιον Νίκανδρον τὸν ἐποποιὸν τεθαύμακας ὡς φιλάρχαιον καὶ πολυμαθῆ, ὃς ὑπογράφων τὴν χρείαν τοῦ χόνδρου καὶ τῆς ἐπτισμένης κρίθης φησί που· ἀλλʼ ὁπότʼ ἢ ἐρίφοιο νεοσφαγέος ἠὲ κὲν ἀρνὸς ἢ αὐτοῦ ὄρνιθος ἐφοπλίζεαι ἐδωδήν, χίδρα μὲν ἐκτρίψειας ὑποστρώσας δʼ ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει ἅμα φῦρσον ἐλαίῳ. ζωμὸν δὲ βρομέοντα κατάντλας αὐτὸν ἀπʼ αὐτοῦ ἀρυόμενος ἵνα μηδὲν ὑπερζέσῃ τοῦ πιμελώδους. πνῖγε δὲ πῶμα ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον. ἠρέμα δὲ χλιαρὸν, κοίλοις ἐξαίρεο μύστροις. κύστρος δὲ λέγεται ἡ καὶ μυστίλη. καὶ Ἱππόλοχος δὲ ἐν δείπνῳ τινὶ πολυτελεστάτῳ Μακεδονικῷ μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν. καὶ Νικοφῶν, ὁ τῆς ἀρχαίας κωμωδίας ποιητής· μεμβραδοπώλαις, ἀκρατοπώλαις, ἰσχαδοπώλαις, διφθεροπώλαις, ἀλφιτοπώλαις, μυστριοπώλαις, κοσκινοπώλαις, βιβλιοπώλαις, ἐγκριδοπώλαις. ὅτι ὀνομαστοὶ χόνδροι ὁ Μεγαρικὸς, καὶ ὁ Θετταλικός. Ἀριστοφάνης δὲ ἐν Δαιταλεῦσι τὸ ῥόφημα χόνδρον ἔφη. ὅτι παρὰ Στράττιδι εὕρηται τοῦ σεμιδάλου ἡ γενικὴ σεμιδάλιδος. ἐδέσματα δὲ κεῖται παρὰ Ἀντιφάνει, ὦ καλέ μου συραττικέ· φησὶ γάρ· ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέσσαρας ἐστρηνίων πως, καταβεβρωκὼς σιτία ἴσως ἐλεφάντων τεσσάρων.

Ἱππόλοχος ὁ Μακεδὼν τοῖς χρόνοις γέγονε κατὰ Λυγγέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐφεσίου μαθητάς, συνθήκας εἶχε ταύτας πρὸς τὸν Λυγγέα πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγγέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος Ἀθήνησι γενόμενον δεῖπνον Δημητρίῳ τῷ Πολιορκητῇ, οὗ ἦν ἐρωμένη, ἐμφανίζοντος. Ἱππολόχου δὲ τοὺς Καράνου τοῦ Μακεδόνος γάμους ἐμφανίζοντος. τῆς δὲ Ἱππολόχου ἐπιστολῆς ἐπιδραμοῦμαί σοι τινὰ διατριβῆς χάριν καὶ ψυχαγωγίας. Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἦσαν εἴκοσι, οἷς καὶ κατακλιθεῖσι εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά. προεστεφανώθη δὲ καὶ ἕκαστος πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε δʼ ἦν χρυσῶν ἑκάστῃ τὸ τίμημα. ἐπεὶ δʼ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἰσόπλατυς ἐδόθη καὶ νῆσσαι καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν αὐτῷ πίνακι τοῖς κατόπιν ἐδίδου. ἄλλα δʼ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα· μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφʼ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι, καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν. ἐπεδώκαμεν οὖν καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν, ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσενέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσι τε χρυσαὶ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ. ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλαγμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ μουσουργοὶ καὶ σαμβυκίστριαι τινες Ῥοδίαι, ἐμοὶ μὲν δοκῶ γυμναὶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας· ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτʼ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου. πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη πολλῶν ἀγαθῶν· ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι καὶ μῆτραι καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι καὶ ὄστρεα καὶ κτένες· καὶ ἑκάστῳ πεπυρωμένα αὐτοῖς πίναξϊν ἐδόθη. εἶτα πιόντες, ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφʼ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. εἶτα σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα διʼ ἱμάντων ἐλεφαντίνων πεπλεγμένα δοθῆναι κελεύει ὁ Κάρανος ἰδὼν τὴν δυσχωρίαν, ἐφʼ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. εἶτα ἐπεισβάλλουσι ἰθύφαλλοι καὶ σκληροπέκται καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί. ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, θερμός τις καὶ ζωρότερος πότος ἐκλαμβάνει πάλιν ἡμᾶς, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν παντὰ γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπιδεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιρράνας ὕδατος ἐξέπιεν εἰπών· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. καὶ ὁ Κάρανος ἔφη· ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον· τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας. οἱ δʼ ἐννέα πάντες ἀνέσταν ἁρπάζοντες κἄλλος ἄλλος φθάνοντες. εἷς δʼ ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα.

ἐπὶ τούτοις χόρος ἐπεισῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων, μεθʼ οὓς ὀρχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἳ δὲ Νυμφῶν. τοῦ πότου προϊόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης ἀναπεταννύουσι τὸν οἶκον, ἐν ᾧ κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς· καὶ ἐφάνησαν δᾷδες λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι. θαυμαζόντων δʼ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων περιεφέροντο ἑκάστῳ σιβύναις ἀργυραῖς διαπεπερονημένοι. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι. ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον. καὶ οἱ παῖδες μικροῖς ποτηρίοις περιεσοβοῦν. ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες. ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου τοῦ Ἀττικοῦ Στράτωνος ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῶν γέλωτας. εἶτα καὶ περὶ τραγημάτων πολλῶν εἰπὼν ἐπάγει· μετὰ δὲ ταῦτα ἐξαναστάντες ἀπηλλαττόμεθα νήφοντες διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν, πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες. καὶ νῦν ζητοῦμεν οἳ μὲν οἰκίας, οἳ δὲ ἄγρους, οἳ δʼ ἀνδράποδʼ ὠνήσασθαι.

σὺ δʼ ἐν Ἀθήναις μένων εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων θύμον καὶ εὔζωμον καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. φησὶν Ἀντιφάνης· τί δʼ ἂν Ἕλληνες μικροτράπεζοι φυλλοτρῶγες δράσειαν, ὅπου τέτταρα λήψῃ κρέα μικρὰ ὀβολοῦ; παρὰ δʼ ἡμετέροις προγόνοις ὅλους βοῦς ὀπτῶσιν, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δʼ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον. Ἀριστοφάνης δὲ Ἀχαρνεῦσιν ἐπαινῶν τὸ βαρβαρικὸν δεῖπνόν φησιν· παρετίθει θʼ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ. Ἀναξανδρίδης δὲ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κόττυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί· οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ, ἐν οἷς φασι κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώματα ἁλουργὰ μέχρι τῆς ἄρκτου· δειπνεῖν δʼ ἄνδρας βουτυροφάγους, αὐχμηροκόμας μυριοπλήθεις· τοὺς δὲ λέβητας εἶναι μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κόττυν περιεζῶσθαι ζωμόν τε φέρειν ἐν χοῒ χρυσῇ καὶ γευόμενον τῶν κρατήρων πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δʼ αὐτοῖς Ἀντιγενίδαν, Ἀργᾶν δʼ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν· μέλπειν δʼ ᾠδαῖς ποτὲ μὲν Σπάρτην τὴν εὐρύχωρον, πότε δʼ αὖ πύλας τὰς ἑπταπύλους, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τʼ ἀγέλην χρυσοῦν τε σάκος φιάλην τε λεπαστὴν χιόνος τε πρόχουν κέγχρων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πολυπόδων ἑκατόμβην. τούτων δʼ ἔσται πολὺ σεμνότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης Συρίας ὀδμαὶ λιβάνου τε ποῖαι, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πολυποδίων, κολλίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων, σκορόδων, ἀφύης, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, θυννίδες ἑφθαί, σχαδόνες, βότρυες, σῦκα, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆμος ἐλᾶαι, στέμφυλα, ἄμητες, πράσα, γήτεια, κρόμυα, καυλοί, φακῆ, τέττιγες ὀπτοί, κάρδαμα, σήσαμα, κήρυκες, ἅλες· καὶ πρὸς τούτοις ὀρνιθαρίων ἀφάτων πλῆθος, νηττῶν, φαττῶν· χῆνες, κίτται, κύκνοι, πελεκάν, κίγκλοι, γέρανος. τουτουὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειε τὸ μέτωπον· οἶνος δέ σοι γλυκύς, λευκός, αὐθιγενής, ἡδύς, καπνίας.

Λυγγεὺς δὲ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι· μάγειρε, οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους, ἐν ᾧ τούτων ὃ μὲν ἔχει σκόροδον, ὃ δʼ ἐχίνους δύο, ὃ δὲ θρυμματίδα γλυκεῖαν, ὃ δὲ κόγχας δέκα, ὃ δʼ ἀντακαίου μικρόν. ἐν ὅσῳ δʼ ἐσθίω, ἕτερος ἐκεῖνο, ἐν ὅσῳ δʼ ἐκεῖνος, τοῦτʼ ἐγὼ ἠφάνισα. βούλομαι δʼ ἐγὼ, βέλτιστε, συγκαμεῖν καὶ τοῦτο, ἀλλʼ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χείλη πέντʼ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλʼ οὐθέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπλησε γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις; ὄστρεα πολλά. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφʼ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; ἕτερος ἔσται σοι πίναξ. ἵνα πάντες, μὴ τὸ μὲν ἐγὼ τὸ δʼ ἕτερος. Δρομέας δʼ ὁ παράσιτος τὸν ἐρωτήσαντα πότερον ἐν ἄστει βελτίω γίνεται δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει διασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου. Δίφιλος δὲ παράγει μάγειρόν τινα ἐρωτῶντα· πόσοι τὸ πλῆθος οἱ κεκλημένοι καὶ οἱ Ἀττικοὶ πάντες. εἰπόντος δέ τινος, τί τοῦτο πρὸς σὲ τὸν μάγειρον, λέγει ὁ μάγειρος τῆς τέχνης ἡγεμονία τοῦτο τίς ἐστι τῶν ἐδουμένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας, εἰσιοῦσι δοὺς αὐτοῖς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφʼ ᾧ χαρίῃ πολὺ μᾶλλον ἢ μυρρίνην προσεγχέας. ἀστεῖον ὁ σιλουρισμός. ἂν Βυζαντίους, ἀψινθίῳ δεῦσον ὅσα γʼ ἂν παρατίθῃς, κάθαλα ποίησον πάντα καὶ ἐσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.

ὅτι ἐχρῶντο οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὡς ταῖς ἅλμασιν ἐλαίαις, ἃς κολυμβάδας καλοῦσιν. Ἀριστοφάνης γοῦν φησιν· ὦ πρεσβῦτα, πότερον φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας ἢ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλαίας στιφράς; ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης· πρὸς θεῶν, ἐρᾷς τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. ἔστι δὲ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τρυγονίῳ. Ἄλεξις· σοῦ δʼ ἐγὼ λαλιστέραν οὐπώποτʼ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνα, οὐ τρυγόνα, οὐ τέττιγα. ἤσθιον διʼ ἀναστόμωσιν καὶ τὰς διʼ ὄξους καὶ νάπυος γογγυλίδας, διʼ ὧν, ὥς φησι Δίφιλος, τῶν πρεσβυτέρων ἀναστομοῦται τάχιστα ταἰσθητήρια τό τε νωκαρῶδες καὶ κατημβλυμμένον ἐσκέδασται καὶ γίνεται ἡδέως φαγεῖν.

Ἄλεξις δὲ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαί φησιν ὑποπίνοντας· τοῦτο γὰρ νῦν ἔστι σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὄρχουντʼ εὐθύς, ἂν οἴνου μόνον ὀσμὴν ἴδωσι· συμφορὰν λέγεις· καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλʼ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον ἢ τόν· ἴδω τὸν ἀνόσιον ἀναπήξαιμι ἂν αὐτὸν ἐπὶ τοῦ ξύλου λαβών. Ἀντιφάνης δέ φησιν· οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδʼ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. καὶ Ἔριφος ὁ κωμικός· λόγος γάρ ἐστʼ ἀρχαῖος οὐ κακῶς ἔχων· οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας. Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίστως διαγράφει Μάτρων ὁ παρῳδὸς λέγων· δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς. ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους, λευκοτέρους χιόνος, ἐσθίειν δʼ ἀμύλοισιν ὁμοίους, τάων καὶ Βορέης ἠράσατο πεσσομενάων· αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, νῆστις, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὔρανος ὀπτανιάων ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδʼ ἀναμεῖναι. ἐνθʼ ἄλλοι μὲν πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον, ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθιον εἴδατα πάντα, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις· οἳ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε· πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθʼ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα. τοὺς δʼ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει, πίννας ἦλθε φέρων καὶ ἄμυλα ἠχήεντα, ἃς κατὰ φυγότριχος πέτρης λευκὸν τρέφει ὕδωρ. ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος. τῇ δʼ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα, οὐδʼ ἔφθην τρώγειν, εἴασε Φοῖβος Ἀπόλλων. ὡς ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἣ μόνη ἰχθὺς ἐοῦσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν εἶδον, λίμνης ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδι· ὃ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας· τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κοιτῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκος γενέσθην ἐνεόργυιοι. πολλὰ δʼ ἄναντα κάταντα κατὰ στέγας ἦλθʼ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δʼ ἅμα τεσσεράκοντα μέλαιναι χύτραι ἕποντο, αὐτὰρ ἐπʼ Εὔβοιαν λοπάδες τόσαι ἐστιχόωντο. Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς, πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν. οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι ῥίνην τὴν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖʼ ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὐ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότης κεστρεὺς οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο. κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς, καρῖδές θʼ αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γὰρ ἰδεῖν φυὴν ἔσαν, χρησταὶ δὲ πάσασθαι· χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χεῖρʼ ἐφέντες ἐν στόμασιν ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν εἶναι, ἣν δαίονται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δʼ ἐπέθηκε φέρων τὸ κάλυμμα τραπέζης, ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἥνικʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθάνατα, ὧν βούγλωσσος ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας δʼ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας θυάδας θʼ ὑδατινούς. ἐν δʼ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος ἄντα δʼ ἦν, μεγάλη, σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσσωσε δὲ δῶμα. τῶν δʼ ἔλεγε δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματʼ ἔδοξʼ ἐπὶ δʼ ὥρμαινον ἐπʼ ἄλλα. κεῖτο δέ τις βάτις, ἧς οὐδεὶς ἥπτετο δείπνω, ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος. ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δʼ εἴσιδον πῶς ἔτρεμεν· ἐν δὲ σίναπυ κεῖτʼ ἀγχοῦ γλυκὺ πλείονα χρυσὸς ὢν ἀπερύκων. γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ ... νηλὴς δʼ οὐχ ὑπέμεινε, βιάζετο γὰρ ῥαδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγε τρισκαίδεκα νήσσας, λίμνας ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσω καὶ ὀπίσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος αὐτοῦ, ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη. χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων, Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας. αὔταρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπʼ ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἠρινὸν ἡδύ, ἄλλος δʼ αὖ στεφάνους ἐπιδέξια πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δʼ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατος ἥν θʼ ἁμάμυξυν ἐπίκλησιν καλέουσι. τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν ἔγκυκλον, ἄνδρες, Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν, γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δʼ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί, ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς. Ἄλεξις δέ πού φησιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνα· οὐκ Ἀττικηρῶς οὐδʼ ἀπηκριβωμένως ἕκαστον αὐτοῖς παρατιθέντα μεγαλείως δέ.

ὅτι εὐτράπεζοι οἱ Θετταλοί· Ἔριφος· τάδʼ οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε, οὐδʼ εὐτραπέζων Θετταλῶν χείρ. ἄλλος δέ τίς φησιν τοὺς Ἀθηναίους, ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν τραπεζῶν τιθέναι τυρὸν καὶ φυστὴν δρυπεπεῖς τʼ ἐλάας καὶ πράσα, ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνονα, φύρετο δʼ ἄλφιτα, φησίν. Χρύσιππος δέ φησιν· ἐν Ἀθήναις ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημίᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδημίαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν, τὸν κέραμον κατᾶξαι πάντας τοὺς ἱεροποίους ὡς μακρόθεν οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων μακρόθεν· τὸν δʼ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς. Πλάτων δʼ ἐν δευτέρῳ Πολιτείας οὕτως ἑστίᾳ τοὺς αὐτοῦ νεοπολίτας, γράφων· ἄνευ ὄψου, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις· ἐπελαθόμην, ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρὸν καὶ βολβοὺς καὶ λάχανά γε οἷα ἐν ἀγροῖς ἑψήματα ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ μετρίως ὑποπίνοντες. καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσι.

ὅτι Παυσανίας ἰδὼν τὴν Μαρδονίου παρασκευὴν ἣν αὐτῷ Ξέρξης φεύγων κατέλιπε χρυσῷ καὶ ἀργύρῳ καὶ πετάσμασι ποικίλοις κατεσκευασμένην ἐκέλευε τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα, ὁ Παυσανίας ἰδὼν κλίνας χρυσῷ καὶ ἀργύρῳ ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρασκευὴν μεγαλοπρεπῆ δείπνου ἐκπλαγεὶς ἐκέλευσεν ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας ὁ Πανσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν· ἄνδρες Ἕλληνες, ὁρᾶτε τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας. ἱστορεῖ Ἡρόδοτος. φασὶ δέ ποτε καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φειδιτίοις εἰπεῖν· εἰκότως ἀνδρειότατοι πάντων εἰσὶ Λακεδαιμόνιοι. ἕλοιτο γάρ τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν ἢ οὕτως εὐτελοῦς διαίτης μεταλαβεῖν. Κρατῖνος δὲ περὶ τούτων φησίν· ἐν ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται τοῖς πρεσβύταισιν ἀποδάκνειν ὀδάξ.

ὅτι ἡ κοπὶς ἑορτή ἐστι παρὰ Λακεδαιμονίοις ἐν ᾗ θύουσιν αἶγας, ἄλλο δʼ οὐδὲν ἱερεῖον· καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τοῖς ἐπιδημήσασι ξένοις καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστι ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος τὴν ἰδέαν. καὶ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς. κοπίζει δὲ τῶν Σπαρτιατῶν ὁ βουλόμενος. ἑορτάζουσι δὲ καὶ τὰ καλούμενα τιθήνια ὑπὲρ τῶν παίδων· κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγορὰν παρὰ τὴν Κορυθαλίαν Ἄρτεμιν. θύουσι δὲ καὶ γαλαθηνοὺς ὀρθραγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. ὅτι ἄικλον ὑπὸ τῶν Δωριέων καλεῖται τὸ δεῖπνον.

ὅτι τὸν γραμματικὸν Δίδυμον Δημήτριος ὁ Τροιζήνιος καλεῖ βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων· ἔστι γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοις. ὅτι τὴν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν, ἀλλὰ πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσι καὶ μετʼ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται. τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος· παῖδες τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοι καὶ πρὸς αὐλὸν ᾄδοντες καὶ πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετʼ ὀξέος δὲ τόνου τὸν θεὸν ᾄδουσιν· ἄλλοι δʼ ἐφʼ ἵππων κεκοσμημένοι τὸ θέατρον διεξέρχονται· χόροι τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, τῶν δὲ παρθένων αἳ μὲν ἐπὶ κανάθρων καμαρωτῶν ξυλίνων ἁρμάτων φέρονται πολυτελῶς κατεσκευασμένων, αἳ δʼ ἐφʼ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δʼ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. ἱερεία δὲ παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολίται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους· οὐδεὶς δʼ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θεάν. ὅτι βάρακες παρὰ Φιλυλλίῳ σημαίνουσι τὰς ἐν τοῖς κοπίσι μάζας καὶ οὐ τολύπας, ὡς Λυκόφρων νοεῖ, οὐδὲ προφυράματα μαζῶν ὡς Ἐρατοσθένης· ἔστι δὲ ἡ κοπὶς ἡ Λακωνική, ὥς φησι Μόλπις, δεῖπνον, μάζα, ἄρτος, κρέας, λάχανον ὠμόν, ζωμός, σῦκον, θερμός. ἀλλὰ μὴν οὐδʼ ὀρθαγορίσκοι λέγονται, ὥς φησι Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλʼ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται.

ὅτι ἐπάικλα ἐλέγετο τὰ ἐπὶ τοῖς φειδιτίοις ἐπιχορηγήματα ἢ γοῦν μετὰ τὸ δεῖπνον τραγήματα. ἦσαν δὲ ἄλφιτα ἐλαίῳ δεδευμένα καὶ ψαιστὰ ἐν φύλλοις δάφνης παρʼ ὃ καὶ καμματίδες μὲν αὐτὰ τὰ φύλλα, τὰ δὲ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας λέγει ἢ Διοκλῆς. Μόλπις δὲ καὶ ματτύην φησὶ τὰ ἐπάικλα καλεῖσθαι. ὅτι ἐν τῷ φειδιτίῳ δείπνῳ ὄψον ἀεί ποτε πάρεστι τὸ αὐτὸ πᾶσιν, ὕειον κρέας ἑφθόν, καὶ παρὰ τοῦτο πλέον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτου ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σύκον, κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν. εἶτʼ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται τὰ ἐπάικλα καλούμενα. ἱστορεῖ Δικαίαρχος· συμφέρει δʼ ἕκαστος εἰς τὸ φειδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς. Σφαῖρος δέ φησι· φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φειδίται καὶ τῶν ἀγρευομένων ὑπʼ αὐτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλʼ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν. Μόλπις δέ φησι· μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ κατʼ οἶκον ἠρτυμένην ματτύην, ὃ καλοῦσιν ἐπάικλον. οὐδεὶς δὲ οὐδὲν ἀγοράσας φέρει· οὔτε γὰρ ἡδονῆς οὐτʼ ἀκρασίας γαστρὸς ἕνεκα κομίζουσι, ἀλλὰ τῆς αὐτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ θήραν ποιούμενοι. πολλοὶ δὲ καὶ ποίμνια τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἔστι δʼ ἡ ματτύα φάτται, χῆνες, τρύγονες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν. Δημήτριος δʼ ὁ Σκήψιος τὴν τῶν Καρνίων παρὰ Λακεδαιμονίοις ἑορτὴν μίμημά φησιν εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι ἐννέα τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται, σκηναῖς ἔχοντές τι παραπλήσιον· καὶ ἐννέα καθʼ ἕκαστον ἄνδρες δειπνοῦσι πάντα τε ἀπὸ προστάγματος κηρύσσεται καὶ γίνεται ἡ ἑορτὴ ἐφʼ ἡμέρας ἐννέα. τὴν δὲ τῆς διαίτης σκληρότητα ὕστερον οἱ Λάκωνες καταλύσαντες ἐξώκειλαν εἰς τρυφήν, οὔτε θέλοντες ἥκειν εἰς τὰ φειδίτια κατὰ τὸ πάτριον ἔθος, καὶ εἰ ἔλθοιεν ἐν στρωμναῖς πολυτελῶς ἠσκημέναις ἀνακείμενοι οὕτως τῇ ποικιλίᾳ διαφόρως ὡς τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διεκαρτέρουν τῆς κλίνης παρʼ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν. ἦρξαν δὲ τῆς τοιαύτης βλακείας οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῇ πολυτελείᾳ, ὡς δοκεῖν τὸν Ἄρεα καὶ Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβηκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον. Κλεομένης δὲ πολὺ διενέγκας τῷ συνιδεῖν πράγματα καίτοι νέος ὢν ἀφελὴς τὴν δίαιταν γέγονε. πρεσβειῶν οὖν πολλῶν πρὸς αὐτὸν ἀφικομένων οὐδέποτε πλεῖον πεντακλίνου διεστρώννυτο· ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο τίς κατακλιθήσεται πρῶτος, ἀλλʼ ὁ πρεσβύτερος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή τινʼ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. πιεῖν δὲ οὐ προσεφέρετο, εἰ μή τις αἰτήσει. ᾔτουν δὲ, ὅτε προσνεύσειεν ἐκεῖνος. τὰ δὲ παρατιθέμενα ἐπὶ τραπεζίου ἦν τοῦ τύχοντος, τὰ δὲ λοιπὰ ὥστε μὴ ὑπεραίρειν μήτε λείπειν· οὔτε γὰρ ὡς ἐν τοῖς φειδιτίοις ᾤετο δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν ὑπερτείνειν ὡς εἰς τὸ μηδὲν δαπανᾶν. τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δʼ ὑπερήφανον. ὁ δʼ οἶνος ἦν μικρῷ βελτίων, ὅτε παρείησάν τινες. ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεφέρετο, διετέλει δʼ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.

περὶ δὲ Κρητικῶν συμποσίων Δωσιάδης φησίν· ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὰς ἑταιρίας, αἳ καλοῦνται ἀνδρεῖα, καθʼ ἃς διῄρηντο οἱ πολῖται. τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. τὴν δὲ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ τρεῖς ἢ τέσσαρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. ἑκάστῳ δʼ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι, οὓς καλοῦσι καλοφόρους. εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δʼ ἄλλον, ἐν ᾧ τοὺς ξένους κοιμίζουσι, κοιμητήριον. κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι ξενικαὶ καλούμεναι, αἷς προσκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δʼ εἰσὶν αἱ τῶν ἄλλων. παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ, τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δʼ ἄλλων οὐδενὸς ἅπτονται. εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαρῶς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν, καὶ δειπνήσασιν ἄλλο παρατίθεται. τοῖς δὲ πᾶσι κοινὸς κέκραται κρατήρ. τοῖς δὲ πρεσβυτέροις, ἐὰν βούλωνται πλεῖον πιεῖν, ἐξουσία δίδοται. ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα παρατίθησι τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις. ἀπὸ δὲ τοῦ δείπνου εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. Πυργίων δέ φησι καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες. καὶ ὅτι μετʼ εὐφημίας σπείσαντες μερίζουσι τὰ παρατιθέμενα· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. τοὺς δʼ ὀρφανοὺς ἰσομερεῖς εἶναι. Ἡρόδοτος δὲ συγκρίνων τὰ Περσικὰ πρὸς τὰ τῶν Ἑλλήνων συμπόσιά φησιν· ἡμέρην Πέρσαι ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο. ἐν τῇ οἱ εὐδαίμονες βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις· οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται. σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι τε πολλοῖσι. διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφέρεται οὐδὲν λόγου ἄξιον. εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται· καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἄντιον ἄλλου. μεθυσκόμενοι δὲ εἰώθασι βουλεύεσθαι τὰ σπουδαιότατα· τὸ δʼ ἂν ἅδῃ σφίσι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίᾳ νήφουσι προτιθεῖ ὁ στεγέαρχος. καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι, χρέονται αὐτῷ, εἰ δὲ μὴ, μετίησιν. τὰ δʼ ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιγινώσκουσι.

ὅτι τῷ μὲν Πέρσῃ πάσαν γῆν περιέρχονταί, φησι Ξενοφῶν, μαστεύοντες τί ἂν ἡδέως πίοι, μύριοι δὲ τεχνῶνται τί ἂν ἡδέως φάγοι· ὅπως γε μὴν καταδάρθοι οὐδʼ ἂν εἴποι τις ὅσα πραγματεύονται. Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν. εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ. καὶ ἐν Ἱέρωνι δὲ ὁ Ξενοφῶν φησιν· οἶδα, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πιεῖν καὶ ἐσθίειν τῶν ἰδιωτῶν ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τούτοις. τὸ γὰρ τὰ εἰωθότα ὑπερβάλλειν, τοῦτο παρέχει τὰς ἡδονάς. διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς, ἀλλʼ οὐχ οἱ τύραννοι. ἔκπλεῳ γὰρ αὐτοῖς αἰεὶ παρεσκευασμένοι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἐπίδοσιν ἔχουσιν αἱ τράπεζαι· ὥστε πρῶτον ταύτῃ τῇ εὐφροσύνῃ τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν. ἔπειτα ὅσῳ ἂν πλείω τις παραθῆται τῶν ἱκανῶν τὰ περιττά, τοσούτῳ καὶ θᾶσσον μᾶλλον κόρος ἐμπίπτει τῆς ἐδωδῆς. ὥστε καὶ τῷ χρόνῳ τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. Θεόφραστος δέ φησι τοὺς Περσῶν βασιλεῖς τοῖς ἐφευρίσκουσι καινήν τινα ἡδονὴν προκηρύττειν ἀργυρίου πλῆθος. Θεόφραστος δέ φησι βασιλέα Παφλαγόνων τινα ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον εἰς βασιλέα καὶ ἐν φυλακῇ ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν, ὅτι οὕτως αὐτῷ δοκεῖ ζῆν ὡς ταχέως ἀπολούμενος. φησὶ δὲ καὶ ὅτι ὅταν εἰς τινας ἀφίκηται τῶν ἀρχομένων ὁ βασιλεύς, δαπανᾷ εἰς τὸ δεῖπνον αὐτοῦ εἴκοσι τάλαντα, πότε δὲ καὶ τριάκοντα· οἳ δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαίου τεταγμένον ἐστίν. Ἡρακλείδης δʼ ὁ Κυμαῖός φησιν· οἱ θεραπεύοντες τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας λελουμένοι διακονοῦσιν ἐσθῆτας λευκὰς ἔχοντες. τῶν δὲ συνδείπνων αὐτοῦ οἳ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι τῷ βουλομένῳ, οἳ δὲ εἴσω μετὰ βασιλέως. καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλʼ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν ᾧ οἱ σύνδειπνοι· καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ θύρᾳ, ἐκεῖνοι δʼ αὐτὸν οὐχ ὁρῶσιν. ποτὲ δὲ ἐν ἑορταῖς ἐν τῷ μεγάλῳ οἴκῳ πάντες συνδειπνοῦσι τῷ βασιλεῖ, ὅταν δὲ πότον ποίῃ, ποιεῖται δὲ πολλάκις, συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα πρὸς τῶν εὐνούχων καλούμενοι. καὶ οἳ μὲν κάθηνται χαμαί, ὃ δʼ ἐπὶ κλίνης χρυσόποδος κατάκειται. καὶ ὑπερμεθυσθέντες ἀπέρχονται. τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ καὶ τῶν υἱῶν ἔνιοι. καὶ παρὰ τὸ δεῖπνον ᾄδουσι καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἁθρόως ᾄδουσι. τὸ δὲ δεῖπνον αὐτῷ οἰκονομικῶς καὶ ἀκριβῶς συντέτακται, εἰ καὶ ἀκούσαντι μεγαλοπρεπὲς εἶναι δόξει. ἔστι μὲν γὰρ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα· τούτων δʼ εἰσὶ καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα. πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται καὶ στρουθοὶ Ἀράβιοι, ἔστι δὲ τὸ ζῷον μέγα, καὶ χῆνες καὶ ἀλεκτρύονες. καὶ μέτρια μὲν τοῖς συνδείπνοις παρατίθεται, ἃ καὶ ἀποφέρεται ἕκαστος. τὰ δὲ πλεῖστα τοῖς δορυφόροις καὶ πελτασταῖς ἐκφέρεται εἰς τὴν αὐλήν· ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ τὰ ἀπὸ τῆς τραπέζης παραλειπόμενα ὁ τῆς τραπέζης ἐπιμελόμενος δίδωσι καὶ ἑκάστῳ τῶν οἰκετῶν· καὶ ταῦτα λαβὼν τὴν καθʼ ἡμέραν ἔχει τροφήν. Ἡρόδοτος δέ φησιν ὡς οἱ ὑποδεχόμενοι τὸν βασιλέα Ἕλληνες Ξέρξην καὶ δειπνίζοντες εἰς πᾶν κακοῦ ἀφίκοντο ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγένοντο· ὅκου Θασίοισιν τετρακόσια τάλαντα ἐδαπανήθησαν τὴν Ξέρξου στρατίαν δειπνίσασιν. εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο, μεταλαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις. ὁ δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων. ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας, ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων καὶ ἀνήλισκεν εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια. γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυρίασι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστʼ εἰς ἴσον καθίστασθαι τῷ Ἀλεξάνδρου ἀναλώματι· ἑκατὸν γὰρ μνᾶς ἀνήλισκεν, ὡς Ἔφιππος ἱστορεῖ. Μένανδρος δὲ τοῦ μεγίστου δείπνου τάλαντον δαπάνημα τίθησι λέγων· θεοῖς μὲν ἠγορασμένον δραχμῆς ἄγω προβάτιον, αὐλητρίδας δὲ καὶ μύρον καὶ τὰ καὶ τά· μικροῦ τάλαντον γίνεται τὸ κατὰ λόγον. ὁ αὐτός πού φησιν ὅτι τοῖς θεοῖς τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολὴν ἐπιθέντες τὸ λοιπὸν ἅπαν αὐτοὶ κατεσθίουσι. Φιλόξενος δὲ ὁ Κυθήριός φησί που· εἰς δʼ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν ἄμμι, ἑτέραν δʼ ἑτέροι, ἄλλοι δʼ ἑτέραν, μέχρις οὗ πλήρωσαν οἶκον. ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγάς· ἐν οἷς φησι καὶ ὅτι παρέφερον ἐν κανέοισι μάζας χιονοχρόας, καὶ ὅτι θερμὸς παρῆλθε μετʼ αὐτῶν ἰσοτράπεζος συνόδων καὶ ξανθαὶ μελικαρίδες καὶ ἄλλα τοιαῦτα ληρεῖ.

Σωκράτης δὲ ἀναγράφων τὸ Κλεοπάτρας συμπόσιον τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δʼ Ἀντωνίῳ τῷ Ῥωμαίων βασιλεῖ ἐν Κιλικίᾳ, φησίν· ἀπαντήσασα Ἀντωνίῳ ἐν Κιλικίᾳ παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δὲ καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. καὶ δώδεκα τρίκλινα διαστρώσασα ἐκάλεσε τὸν Ἀντώνιον μεθʼ ὧν ἐβούλετο ἡ Κλεοπάτρα. τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος ὑπομειδιάσασα ταῦτʼ ἔφη πάντα δωρεῖσθαι αὐτῷ καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων· καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον, καὶ ταῦτα ἐδωρήσατο. τῶν δʼ ἡγεμόνων ἐφʼ ᾗ ἕκαστος κατέκειτο κλίνῃ καὶ τὰ κυλίκια καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε. καὶ κατὰ τὴν ἄφοδον τοῖς ἐν ἀξιώμασι φορεῖα σῦν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καὶ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπροφόρους παῖδας Αἰθίοπας παρέστησε. μετὰ ταῦτα δὲ ἐν Ἀθήναις διατρίψας Ἀντώνιος περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσας σχεδίαν χλωρᾷ πεπυκασμένην ὕλῃ, ὡς ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδαπὰ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσας μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενος ἐμεθύσκετο, συνηθροισμένων ἐπὶ τὴν θεὰν τῶν Πανελλήνων. μετέβαινε δʼ ἐνίοτε καὶ ἐπὶ τὴν ἀκρόπολιν ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς Ἀθηναίων πόλεως. καὶ ἔκτοτε ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ πόλεις ἁπάσας· καὶ Γάιος δὲ αὐτοκράτωρ ὁ Καλλίκολα προσαγορευθεὶς διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι οὐ μόνον ὠνομάζετο νέος Διόνυσος, ἀλλὰ καὶ τὴν Διονυσιακὴν πᾶσαν ἐνδύνων στολὴν προῄει καὶ οὕτως ἐσκευασμένος ἐδίκαζεν. ἀγαπητέον οὖν τὴν Ἑλλήνων πενίαν εἰς ταῦτα ἀποβλέποντας, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος διηγούμενος ὅτι ὁ πᾶς αὐτῶν πλοῦτος εὑρέθη μετὰ τὴν ὑπʼ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησὶν ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος. Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων ὁ Ἑκαταῖος ὁ Μιλήσιος μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. ἐν Φιγαλεῦσι δέ, ὥς φησιν Ἁρμόδιος, ἐν τοῖς καλουμένοις μαζῶσι δείπνοις, ἦν δὲ Διονυσιακὴ σύνοδος, μᾶζα τε ἐπὶ χαλκῶν κανῶν νόμου χάριν ἐκομίζετο τῶν καλουμένων μαζονόμων καὶ κρέα ὀλίγα καὶ ἄλλα τινα πάντῃ εὐτελῆ. καὶ τοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμὸς ἐνεχεῖτο πλείων καὶ μάζαι καὶ ἄρτοι παρεβάλλοντο. γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης. θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρʼ αὐτοῖς ἡ πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλʼ ἀπομαξάμενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν τοῖς ἀμφόδοις γινομένων νυκτερίνων φόβων. ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾄδεται. ὅταν δὲ τοῖς ἥρωσι θύσωσι, μεγάλη βουθυσία γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων· οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν. Θεόπομπος δέ φησιν ὅτι οἱ Ἀρκάδες ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.

ὅτι παρὰ Ναυκρατίταις ἔν τινι πανηγύρει λευκὰς οἱ ἐγχώριοι ἐνδεδυμένοι στολάς, ἃς καλοῦσι πρυτανικάς, εὐτελῶς καὶ αὐτοὶ ἔνδον εὐωχοῦνται τοῦ πρυτανείου, εἰς ὃ οὐδὲ ἔστι γυναικὶ εἰσιέναι ἢ μόνῃ τῇ αὐλητρίδι· οὐκ εἰσφέρεται δὲ οὐδʼ ἀμὶς εἰς τὸ πρυτανεῖον. ἐὰν δέ τις Ναυκρατιτῶν γάμους ἑστιᾷ, ἀπείρηται ᾠὰ καὶ μελίπηκτα δίδοσθαι. Λυγκεὺς δέ φησιν, ὅτι Αἰγυπτίων ἐπιστρατευσάντων ἐπὶ Ὦχον τὸν βασιλέα Περσῶν καὶ ἡττηθέντων, ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἐδείπνισεν ὁ Ὦχος αὐτόν. τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλεῖς, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον. καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ, κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὃς δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης εὐτελεστέρας. ἔστι δὲ καὶ ἰδέα τις δείπνων Αἰγυπτιακή, τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ παραφερομένων. Παρὰ δὲ Γαλάταις, φησὶ Φύλαρχος, ἐν τραπέζαις ἄρτοι πολλοὶ κατακεκλασμένοι παρατίθενται χύδην καὶ κρέατα ἐκ τῶν λεβήτων, ὧν οὐδεὶς γεύεται, εἰ μὴ πρότερον ἴδῃ τὸν βασιλέα, εἰ ἥψατο τῶν παρακειμένων. φασὶ δὲ καὶ Ἀριάμνην τὸν Γαλάτην πλουσιώτατον ὄντα ἐπαγγείλασθαι ἑστιᾶσαι Γαλάτας πάντας ἐνιαυτὸν καὶ τοῦτο συντελέσαι ποιήσαντα οὕτως. κατὰ τόπους τῆς χώρας τὰς ἐπικαιροτάτας τῶν ὁδῶν διέλαβε σταθμοῖς, ἐπί τε τούτοις ἐκ χαράκων, καὶ τῶν καλάμων τῶν τε οἰσυΐνων ἐπεβάλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας καὶ πλείους ἔτι, καθὼς ἂν ἐκποιῶσιν οἱ τόποι τό τʼ ἀπὸ τῶν πόλεων δέξασθαι καὶ τῶν κωμῶν μέλλον ἐπιρρεῖν πλῆθος. ἐνταῦθα δὲ λέβητας ἐπέστησε κρεῶν παντοδαπῶν μεγάλους, οὓς πρὸ ἐνιαυτοῦ καὶ πρὸ τοῦ μέλλειν μεταπεμψάμενος τεχνίτας ἐξ ἄλλων πόλεων ἐχαλκεύσατο. θύματα δὲ καταβάλλεσθαι ταύρων καὶ συῶν καὶ προβάτων καὶ λοιπῶν κτηνῶν ἑκάστης ἡμέρας πολλά, πίθους τε οἴνου παρεσκεύασθαι καὶ πλῆθος ἀλφίτων πεφυραμένων. καὶ οὐ μόνον, φησίν, οἱ παραγινόμενοι τῶν Γαλατῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν πόλεων ἀπέλαυον, ἀλλὰ καὶ οἱ παρίοντες ξένοι ὑπὸ τῶν ἐφεστηκότων παίδων οὐκ ἠφίεντο ἕως ἂν μεταλάβωσι τῶν παρασκευασθέντων.

Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ἓξ Ἀναβάσεως καί φησι τοὺς Θρᾷκας δειπνεῖν κύκλῳ καθημένους, τραπέζας δὲ τίθεσθαι κατὰ τοὺς ξένους. νόμος γὰρ ἦν καὶ κλᾶν καὶ διαρριπτεῖν ἀλλήλοις τὰ κρέα. καί τινα τοιαῦτα ἐν ᾧ καὶ ὅτι, ἐπεὶ περὶ τὸν Ἀρύσταν ἔχων τὸ κέρας ὁ οἰνοχόος ἦν, Ἀρύστας ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα, ἐκείνῳ, ἔφη, δός· σχολάζει γὰρ ἤδη, ἐγὼ δʼ οὔπω. ἐνταῦθα ἤδη καὶ γέλως ἐγένετο. καὶ ὅτι ἄλλων ἄλλο τι προπινόντων τῷ Σεύθῃ Γνήσιππος Ἀθηναῖος ἀναστὰς εἶπεν, ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς φησι· Κελτοὶ τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ ἐπὶ τῶν τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ γῆς ἠρμένων. ἡ τροφὴ δέ ἐστιν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπʼ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἔαν δέ τι ᾖ δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου· τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δὲ οὐ χρῶνται. διὰ γὰρ σπάνιν καὶ τὸ ἄηθες ἀηδὲς αὐτοῖς φαίνεται. ὅταν δὲ πλείους συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον· ὁ δʼ ὑποδεχόμενος παρʼ αὐτόν, ἐφεξῆς δʼ ἑκατέρωθε κατʼ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς. καὶ οἱ μὲν θυρεαφόροι ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ πινόμενον παρὰ μὲν τοῖς πλουτοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν παρακομιζόμενος, ἄκρατος δʼ οὗτος· ἐνίοτε δὲ καὶ ὀλίγον ὕδωρ παραμίγνυται· παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθʼ αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου· πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. καὶ θεοὺς προσκυνοῦσιν ἐπὶ δεξιὰ στρεφόμενοι. ὁ αὐτός φησι καὶ Λουέρνιον τὸν ὑπὸ Ῥωμαίων καθαιρεθέντα δημαγωγοῦντα τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ σπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυρίασι φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν ληνοὺς πολυτελοῦς πώματος, παρασκευάζειν τε τοσοῦτον βρωμάτων πλῆθος ὡς ἐφʼ ἡμέρας πλείους ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευασθέντων ἀπολαβεῖν. ἀφορίσαντος δʼ αὐτοῦ προθεσμίαν τινα τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δʼ ἀποθρηνεῖν ὅτι ὑστέρηκεν, τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δʼ ἐκεῖνον πάλιν ὑμνῆσαι λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφʼ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δʼ ὑποκαθήμενος ἐφʼ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν κυνιστὶ σιτεῖται καὶ πολλάκις διὰ τὴν τυχοῦσαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυτρος τὸν τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πεσὼν προσκυνεῖ. ὅτι Σέλευκος ὁ βασιλεὺς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ᾐχμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ πολὺν χρόνον παρὰ τῷ Ἀρσάκει διέτριβεν ἀγόμενος βασιλικῶς. ὅτι παρὰ Πάρθαις ὁ βασιλεὺς τήν τε κλίνην ἐφʼ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τράπεζαν μόνῳ καθάπερ ἥρῳ πλήρη βαρβαρικῶν θοινημάτων παρακειμένην. Ἡρακλέων δὲ ὁ Βερροαῖος, ὃς ὑπὸ τοῦ Γρυποῦ Ἀντιόχου τοῦ βασιλέως ἐπαρθεὶς μικροῦ τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, ἐποιεῖτο τῶν στρατιωτῶν τὰς κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρῳ ἀνὰ χιλίους δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκράμενος οἶνος οἷος δήποτε ὕδατι ψυχρῷ. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι καὶ σιωπὴ ἦν εὔτακτος. ἐν δὲ τῇ Ῥωμαίων πόλει, ὅταν εὐωχῶνται ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύοντος, καὶ ἡ παρασκευὴ τῆς εὐωχίας Ἡρακλεωτική ἐστιν. οἰνοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώματα ἄρτοι μεγάλοι καὶ καπνιστὰ ἑφθὰ κρέα καὶ τῶν προσφάτων καθιερωθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς κατασκευάζονται ἄνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων. ἱστορεῖ ταῦτα Ποσειδώνιος. Τίμαιος δέ φησι καὶ τὰς θεραπαίνας παρʼ αὐτοῖς ἕως ἂν αὐξηθῶσι, γυμνὰς διακονεῖσθαι. Ἰνδοῖς δέ, ὡς Μεγασθένης φησιν, ἐν τῷ δείπνῳ παρατίθεται ἑκάστῳ τράπεζα, καὶ ἐπιτίθεται ἐπʼ αὐτῇ τρύβλιον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχειρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις. Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος, ἄριστα προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι.

ἐκάλουν οὖν τινες καὶ Ῥωμαίων, ὥς φησι Νικόλαος ὁ Δαμασκηνὸς εἷς τῶν ἀπὸ περιπάτου, πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους, ἐπί τε ἄλλοις καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους. καὶ ὃ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δʼ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφε γυναῖκας μονομαχῆσαι εὐπρεπεστάτας ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους αὐτοῦ. ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλʼ ἄκυρον τὴν διαθήκην ἐποίησεν. Ἐρατοσθένης δέ φησι Τυρρηνοὺς πρὸς αὐλὸν πυκτεύειν. Ποσειδώνιος δέ φησι· Κελτοὶ παρὰ τὸ δεῖπνον ἐνίοτε μονομαχοῦσιν· ἐν γὰρ τοῖς ὅπλοις ἐγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύματος προΐασι καὶ ἐκ τούτου ἐρεθεσθέντες, ἐὰν μὴ ἐπίσχωσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρχονται. τὸ παλαιὸν, φησίν, παρατεθέντων τῶν κωλήνων τὸ μήριον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου. ἄλλοι δʼ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρύσιον, οἳ δὲ οἴνου κεραμείων ἀριθμόν τινα, καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησάμενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει. Εὐφορίων δὲ ὁ Χαλκιδεύς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει, ὥστε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον· καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι καθʼ ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. Ἕρμιππος δέ φησι τῶν μονομαχούντων εὑρετὰς γενέσθαι Μαντινεῖς, ζηλωτὰς δὲ τούτων γενέσθαι Κυρηναίους. ἤσκουν τε τὰ πολεμικά, φησιν Ἔφορος, Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν καὶ τὴν ὅπλισιν εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν καλοῦσι. καὶ ὁπλομαχίας δέ, φησί, μαθήσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος. πεποίηται δὲ τὸ μονόμαχος ὄνομα οὐκ ἐκ τοῦ μάχη, ὃ συντιθέμενον προπαροξύνει τὸ τέλος ὡς σύμμαχος, πρωτόμαχος, ἀντίμαχος, ἐπίμαχος, φιλόμαχον γένος. τὰ δὲ τοιαῦτα ῥήματα, ὅτε παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, πυγμάχος, ναυμάχος, ὁπλομάχος, τειχομάχος, πυργομάχος. Ποσείδιππος δὲ ὁ κωμικός φησι· τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. ἐμονομάχουν δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες καὶ ἐκ προκλήσεως τοῦτο ἐποίουν. Δημήτριος δʼ ὁ Σκήψιός φησιν ὅτι παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν ἱστορικὸν ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενον ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα ἀκροάσασθαι; κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστʼ ἐράνου ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι. Δοῦρις δέ φησι Πολυσπέρχοντα εἰ μεθυσθείη καίτοι πρεσβύτερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δέ φησιν ὅτι οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν· ὅτε δὲ θέλοι ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δὲ οἰκέται κύριοι. Φίλιππος δὲ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος ἐλάμβανε τοῦτο κοιμώμενος ἀεὶ καὶ πρὸς τὴν κεφαλὴν αὐτοῦ κατετίθετο. Σέλευκος δέ φησι Θρᾳκῶν τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους στρογγύλου, πρὸς ὃν κατὰ καθέτον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσιν. εἶτα διαλαγχάνειν αὐτοὺς καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι· παρερχόμενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον· καὶ ὁ κρεμάμενος ἐπιτρέχοντος τοῦ λίθου, εἰ μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι παιδίαν ἔχοντες τὸν ἐκείνου θάνατον.

κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας· φησὶν ὁ κωμικὸς Δίφιλος. πολλῷ ἂν ἦν ἄμεινον τὸ ἢ τὸ παθεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν. ῥοφεῖν φακῆν ἐσθʼ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα φησὶν ὁ ἡδὺς Ἀντιφάνης. Παρμενίσκος Μόλπιδι χαίρειν· πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρός σε περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου. Διονυσίων γὰρ ὄντων παρελήφθην πρὸς αὐτόν. κατέλαβον δὲ κυνικοὺς ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δὲ δείπνου χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστον. καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε τὸ κατὰ χειρῶν. εἶτʼ ἐδειπνοῦμεν καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἣ δʼ ἐπεισρέει. εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη· Ζεῦ μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος φακῶν. καὶ ἄλλος ἑξῆς ἀνεβόησε· φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι. ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον δειπνάριον ἦν ἀνθηρόν, γλαφυρὸν σφόδρα· φακῆς κατʼ ἄνδρα τρύβλιον μεστὸν μέγα. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης. παρῆν δὲ καὶ ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον, οὐκ ἄσημοι ἑταιρίδες. ἀποβλεψάσαι οὖν εἰς τὰ παρακείμενα ἐγέλων. καὶ ἡ Νίκιον ἔφη· οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν ἐσθίει; ἢ καθάπερ ὁ Γαδαρεὺς Μελέαγρος ἔφη τὸν Ὅμηρον Σύρον ὄντα κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς ἀρχαίους δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον, ἢ μόνον ἀνέγνωτε σύγγραμμα αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν; ὁρῶ γὰρ πολλὴν παρʼ ὑμῖν τῆς φακῆς τὴν σκευήν. εἰς ἣν ὁρῶσα συμβουλεύσαιμʼ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους. καὶ ὁ Καρνεῖος ἔφη· Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ τῇδε βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλέοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας φοβεῖσθαι τοῦ ζῆν ἕκοντας ἐκστῆναι εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάστασιν, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς κατὰ τὸν ἐν γήρᾳ θάνατον μετὰ τῆς τῶν κυρίων γίνεσθαι γνώμης. αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν ἑαυτῷ εἶναι. Θεόπομπος οὖν φησι· τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμῶν διψῶντα πιεῖν. Σωκράτης δὲ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους τί τηνικάδε; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον.

ὅτι μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν ἐπιτελοῦντος συμπαρελήφθη καὶ αὐτὸς καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δʼ Ἡρακλεῖ ταπεινότεραν παραθέντων, Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παιδῶν Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον. ἱστορεῖ Ἀντικλείδης. οὐ τοιοῦτοι δὲ τὸν θυμὸν ἡμεῖς οἱ κυνικοί, εἰ καὶ πάντα Ἡρακλέους ζηλωταί. τραγικὸν γὰρ ἡ φακῆ ἐστιν, Ἀρχάγαθος ἔφη, ἧς καὶ ῥοφεῖν Ὀρέστην τῆς νόσου πεπαυμένον φησὶ Σόφιλος ὁ κωμικός. στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονιμῶς ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη· Ζηνώνειόν τε φακῆν ἕψειν. ἔστι δὲ ἡ Ζηνώνειος ἐπὶ τῇ φάκῃ ὑφήγησις τοιαύτη· εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου. καὶ Κράτης ὁ Θηβαῖος ἔλεγε· μὴ πρὸ φακῆς λοπάδʼ αὔξων εἰς στάσιν ἄμμε βάλῃς. Χρύσιππός τέ φησι· μήποτʼ ἐλαίαν ἔσθιε, ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί. βολβοφακῆ δʼ οἷον ἀμβροσίη ψύχους κρυόεντος. καὶ Ἀριστοφάνης δέ πού φησι· πτισάνην διδάσκειν αὑτὸν ἕψειν ἢ φακῆν. καὶ πάλιν· ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς. Ἐπίχαρμος· χύτρα δὲ φακέας ἥψετο. οἶδα δὲ καὶ τὴν Ὀδυσσέως ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι Καλλιστὼ καλοῦσι. Σώπατρος δέ φησι· οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. καίτοι τί δεῖ κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, πλὴν δυεῖν μόνον, Δήμητρος ἀκτῆς πόματός θʼ ὑδριχόους; ἥπερ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν. κἂν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος· ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης. καὶ ὁ Σωκράτης δὲ ἔλεγε διαφέρειν τῶν ἄλλων ἀνθρώπων καθʼ ὅσον οἳ μὲν ζῶσιν ἵνα ἐσθίωσιν, ὃ δὲ ἐσθίει ἵνα ζῇ. Διογένης δὲ πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν· εἴθʼ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι. Εὐριπίδης δὲ περὶ Καπανέως φησίν· Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν, φρόνημα δʼ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ψέγων τραπέζαις εἴτις ἐξογκοῖτʼ ἄγαν, τἀρκοῦν ἐπαινῶν· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη. οὐκ ἦν γὰρ τοιοῦτος ὡς ἔοικεν ὁ Καπανεὺς, οἵους Χρύσιππος λέγει τοσοῦτον ἐκπεσεῖν πρὸς τὸ ἀργύριον, ὡς ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δʼ ἑτέρον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας. οἱ γὰρ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνήσκουσιν· ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδʼ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι. εἰ δʼ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμʼ Ἔρωτας μυρίους αὐτὴν ἔχειν. τοιαύτη τις ἦν τοῖς τότε φιλοχρηματία· περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ, εἶπε πρὸς τὸ ἀριθμεῖν. Διογένης δʼ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. καλῶς δὲ καὶ ταῦτʼ Εὐριπίδης εἶπε· μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεὸν, ὃν καὶ ὁ κάκιστος ῥᾳδίως ἐκτήσατο. Χρύσιππος δέ φησι νεανίσκον τινα σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανοπένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν, ἀποκρίνασθαι ὅτι πλούσιος. καὶ Ἄλεξις δέ· ποδαπὸς τὸ γένος οὗτος; πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητας δʼ εὐπάτριδας οὐδὲ εἷς ὁρᾷ. φησί που Φερεκράτης· ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. μή μοι φακούς, μὰ τὸν Δίʼ· οὐ γὰρ ἥδομαι. ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν. Τίμων ὁ σιλλογραφός φησιν· ἐνὶ κόγχῳ Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀϊζύς. Σώπατρος τὴν Ἐρετρίαν λευκάλφιτόν φησι. διάφοραι γὰρ αἱ ἐκ ταύτης μάζαι ὡς καὶ ἐκ Τέω. Στράττις ὁ κωμικὸς φησίν· παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν φακῆν ἕψητε, μὴ ʼπιχεῖν μύρον. ἤδη δὲ καὶ εἰς παροιμίαν ἀναγράφεται τὸ ἐπὶ τῇ φακῇ μύρον. ὅτι Γαλάταις ἔθος, ἡνίκʼ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους.

εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ζηλοῖς, περὶ ὧν Ἀντιφάνης φησίν· Πυθαγορικοὶ ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα. καὶ πάλιν· πρῶτα μὲν ὥσπερ πυθαγορίζων ἐμψύχου ἐσθίει οὐδέν, ἀλλὰ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. Ἄλεξις· οἱ πυθαγορίζοντες, ὡς ἀκούομεν, οὔτʼ ὄψον ἐσθίουσιν, οὔτʼ ἀλλʼ οὐδὲ ἓν ἔμψυχον, οἶνον τε οὐχὶ πίνουσι μόνοι. ἔστι δʼ αὐτοῖς ἄρτος καὶ ποτήριον ὕδατος, δεσμωτηρίου λέγεις δίαιταν πάντες οὗτοι οἱ σοφοὶ διάγουσι. καὶ μετʼ ὀλίγα· ἤδει δʼ ὑπομεῖναι ἀσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητʼ, ἀλουσίαν. Ἀντιφάνης πού φησι· κατεφάγετε πάμπολλα ἐξὸν ὠνήσασθαι τὰς προσφόρους ὑμῖν τροφάς, σκόροδα, τυρόν, κρόμμυα, κάππαριν, πάντα ταῦτʼ ἐστι δραχμῆς. Ἀριστοφάνης δέ φησι· τί ποτε οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς ῥυπᾶν ἕκοντας ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὗρον καλήν· ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖς ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις. ὅτι ἀρχαῖον ἐπίγραμμα εἰς φιλοσόφους πεποίηται· ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειότροφοι, λοπαδαρπαγίδαι, νυκτιλαθραιοφάγοι, μειρακιεξαπάται, συλλαβοπευσιλαληταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι. Ἀρχέστρατος ὁ Γελῷός φησί που, ἣν μόνην ὑμεῖς ῥαψωδίαν οἱ σοφοὶ ἀσπάζεσθε, μόνον τοῦτο πυθαγορίζοντες τὸ σιωπᾶν, διʼ ἀσθένειαν λόγων τοῦτο ποιοῦντες. ὅτι Σφοδρίας ὁ κυνικὸς τέχνην ἔγραψεν ἐρωτικήν, καὶ Πρωταγορίδης ἀκροάσεις ἐρωτικάς, Περσαῖος τε διαλόγους συμποτικούς, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ συμπόται, καὶ πῶς ταῖς ἐπιχύσεσι χρηστέον, καὶ πότε εἰσακτέον τὰ ὡραῖα σώματα εἰς τὸ συμπόσιον, περιεργότερόν τε περὶ φιλημάτων εἴρηκεν ὁ Σωφρονίσκου φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπʼ Ἀντιγόνου τὸν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσε καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος, ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός. Κτησίβιος ὁ Χαλκιδεὺς ἐρωτηθεὶς τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ; ἔφη ἀσυμβόλως δειπνεῖν, περὶ οὗ Τίμων πού φησι· δειπνόμανες, νεκροῦ ὄμματʼ ἔχων, κραδίην δʼ ἀκύλιστον. ἦν δʼ εὔστοχος ὁ Κτησίβοιος καὶ χαρίεις περὶ τὸ γελοῖον· διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν· οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισι, ἀλλʼ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ἐν ἐπιγράμμασιν· ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρείσσων ἐμοῦ κέκριται. Βάτων ὁ κωμικός φησι· τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον ἀδικεῖς. ὅτι πρῶτος Διόδωρος ὁ Ἀσπένδιος ὁ Πυθαγοριστὴς κομῶν ἔζη καὶ ῥυπῶν καὶ ἀνυποδητῶν βαθεῖ πώγωνι χρώμενος, ἀνέλαβε δὲ τρίβωνα καὶ κομὴν ἐφόρει κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγών, τῶν δὲ πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρῶς ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων. μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι· φησὶ Σοφοκλῆς.

ὅτι Ἄλεξις ὑποτίθεται τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν Ὀρφέως, Ἡσιόδου, Χοιρίλου, Ἐπιχάρμου, Ὁμήρου ὡς ἂν δηλώσῃ τὴν φύσιν ἐπὶ τί ὥρμησε, ἐκεῖνος δʼ ὀψαρτυτικὸν βιβλίον λαβὼν ἐν χεροῖν περισπουδάστως ἐκράτει. Σίμου μὲν καταμωκώμενος τοῦ εὐφυοῦς τραγῳδίας ὑποκρίτου, λέγων δὲ τῶν ὑποκριτῶν πολὺ κράτιστον εἶναι τὸν ὀψοποιὸν, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δʼ ὀψοποιῶν ὑποκριτής. βούλιμός ἐστʼ ἄνθρωπος. ὅτι βούλει λέγε· πεινῶ γάρ, εὖ τοῦτʼ ἴσθι. οὐ παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλεῖν Κρατῖνός φησιν. ἀεί γʼ ὁ Χαιρεφῶν τινʼ εὑρίσκει τέχνην, φησὶν Ἄλεξις, καὶ νῦν πορίζεται γε τὰ δεῖπνʼ ἀσύβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος τοῖς μαγείροις, εὐθέως ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. καὶ πάλιν ἐπὶ δεῖπνον ἐλθῶν εἰς Κόρινθον Χαιρεφῶν ἄκλητος· οὕτω γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότριʼ ἐσθίειν ἐστὶ γλυκύ. ὑπὸ τῆς ἐμφύτου, φησί, γαστριμαργίας καὶ ἡδυλογίας ἀναγινώσκει μέλη πάραυλα· τοῖς ἡδονικοῖς, φησίν, ἁμαρτολόγοις, ὦ χοιρίδιον εὐάρτυτον· ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις μισάνθρωπον, Φρύνιχός φησιν ὁ κωμῳδιοποιός. ὅτι τὸ χαριτογλωσσεῖν παρʼ Αἰσχύλῳ κεῖται. ὅτι ἀσώτου διαβοήτου μέμνηται Ἄλεξις λέγων· Διόδωρος οὑπίτριπτος ἐν ἔτεσι δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἱκανῶς ἅπαντα κατεμασήσατο. πάλιν· Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθʼ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν· οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. καὶ Κτήσιππος δʼ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. περὶ οὗ Μένανδρός φησι· καίτοι νέος ποτʼ ἐγενόμην κἀγώ, γύναι· ἀλλʼ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότʼ, ἀλλὰ νῦν· οὐδὲ χλανίδʼ εἶχον, ἀλλὰ νῦν· οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθʼ ὡς ἐκεῖνος κατέδομαι τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. τάχʼ οὖν διὰ τὴν αὐτοῦ τὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. ὁ δʼ αὐτὸς Μένανδρος καὶ τοιαύτην κόλασιν ὁρίζει τοῖς τὰ πατρῷα καταδεδηκόσιν· ὦ φιλτάτη γοῦν μῆτερ, ὡς σεμνὸν σφόδρʼ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τʼ ἄξιον. ὡς δῆτʼ ἐχρῆν εἴ τις πατρῷαν γῆν παραλαβὼν κατάφαγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδέποτε ἐπιβαίνειν γῆς, ἵνʼ οὕτως ᾔσθεθʼ οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο. Πυθοδήλου δὲ ἀσώτου Ἀξιόμαχος μνημονεύει, ὃν καὶ ἀσώτατον ἄνθρωπον καλεῖ. Πολυεύκτου δʼ Ἀναξανδρίδης λέγων· ὄρνις κεκλήσῃ. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν πατρῷαν οὐσίαν, ὥσπερ Πολύευκτος ὁ καλός; οὐ δῆτʼ, ἀλλʼ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης. Θεόπομπος δὲ Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. Καλλίστρατον τέ φησι τὸν Καλλικράτους δημαγωγὸν πρὸς μὲν τὰς ἡδονὰς εἶναι ἀκρατῆ, τῆς δὲ πολιτικῆς ἐπιμελῆ. τὸν Εὔβουλον δὲ καὶ συγκρίνει τοῖς Ταραντίνοις λέγων· τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τῶν Ταραντίνων ὅσον ὃ μὲν περὶ τὰς ἑστιάσεις εἶχεν ἀκρατῶς, ὃ δὲ Ἀθηναίων καὶ τὰς προσόδους διατετέλεκε καταμισθοφορῶν. τῶν Ταραντίνων δέ, φησίν, ἡ πόλις σχεδὸν καθʼ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίᾳ ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος ἀεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλʼ ἤδη βιῶναι.

καὶ περὶ Φιλίππου δέ φησιν ὅτι, ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο πραγμάτων, οὐκ ἀνάλωσεν αὐτὰ τάχεως, ἀλλʼ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ οἱ περὶ αὐτόν. ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν· τοῦ δʼ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. ἔπειτα δʼ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλʼ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἁθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ἐληλύθει, ὑπὸ τῆς διαίτης τῆς Μακεδονικῆς τάχεως ἐκείνοις ὅμοιος ἐγίνετο. οἱ γὰρ πόλεμοι καὶ αἱ στρατεῖαι καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλʼ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως.

Δοῦρις ἱστορεῖ Πασίκυπρον τὸν βασιλέα Κύπρου πεντήκοντα ταλάντων ἀποδόσθαι Πυμάτωνι τῷ Κιττιεῖ χωρίον τι λαμπρὸν καὶ τὴν βασιλείαν αὐτοῦ καὶ λαβόντα τὰ χρήματα καταγηρᾶσαι ἐν Ἀμαθοῦντι. Αἰθίοψ δʼ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, ὑπὸ φιληδονίας καὶ ἀκρασίας μετὰ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτʼ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης, ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. καὶ Δημήτριος δὲ ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος Ἀρισταγόραν μὲν εἶχε τὴν Κορινθίαν ἑταῖραν, ἔζη δὲ πολυτελῶς. ἀνακαλεσαμένων δὲ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην καὶ ἀδικῶ οὐδένα καὶ πίνω Χῖον οἶνον καὶ τἄλλʼ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μοι προσόδων εἰς ταῦτα ἐκποιουσῶν, οὐ καθάπερ ὑμῶν ἔνιοι δεκαζόμενος ζῶ καὶ μοιχεύων. καὶ κατέλεξέ τινας ἐπʼ ὀνόματος τῶν ταῦτα πραττόντων. ταῦτα δʼ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς θεσμοθέτην αὐτὸν κατέστησεν. τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρας μετεωρότερον τῶν Ἑρμῶν, Ἐλευσῖνι τε μυστηρίων ὄντων ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας. ἐξῆν δὲ τοῖς Ἀρεοπαγίταις τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας ἀνακαλεῖσθαι καὶ κολάζειν. Μενέδημον οὖν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι ἠρώτησαν πῶς τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ μηδέν, εὐεκτοῦσιν οὕτω τοῖς σώμασι· καὶ οἳ ἐκέλευσαν μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. ἐλθόντος δὲ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης κατιόντες εἰς τὸν μυλῶνα καὶ ἀλοῦντες δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες διακοσίαις δραχμαῖς ἐτίμησαν αὐτούς. καὶ Δημόκριτον δὲ Ἀβδηρίται δημοσίᾳ κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῷα, ἐπεὶ ἀναγνοὺς αὐτοῖς τὸν μέγαν διάκοσμον καὶ τὰ περὶ τῶν ἐν ᾍδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη. οἱ δὲ μὴ οὕτως ἄσωτοι πίνουσʼ ἑκάστης ἡμέρας δύο ἡμέρας, ὥς φησιν Ἄμφις, διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον κεφαλὰς ἔχοντες τρεῖς ὥσπερ Ἀρτεμίσιον, πολέμιοι τῆς οὐσίας ὄντες, ὥς φησι Σάτυρος κατατρέχοντες τὸν ἀγρόν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται ἀλλὰ τί οὐ περιέσται, ἐν νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις. Σπαρτιάται δὲ Γνώσιππον ἄσωτον γενόμενον ἐκώλυον συναναστρέφεσθαι τοῖς νέοις. παρὰ δὲ Ῥωμαίοις ἐπὶ ἀσωτίᾳ Ἀπίκιός τις πάντας ἀνθρώπους ὑπερηκόντικεν, ὁ καὶ τῆς φύγης γενόμενος αἴτιος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαϊκὴν ἱστορίαν Ἑλλήνων φωνῇ ἐκδεδωκότι. Φῶκον δὲ τὸν Φωκίωνος υἱὸν οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων, καὶ ὁπότε ἀπαντήσει τις αὐτῷ, ἔλεγεν· ὦ καταισχύνας τὸ γένος. πάντα γὰρ ἀνάλωσε τὰ πατρῷα εἰς ἀσωτίαν. ἐπιδόσεων δέ ποτε γινομένων παρελθὼν εἰς τὴν ἐκκλησίαν ἔφη· ἐπιδίδωμι κἀγώ, καὶ οἱ Ἀθηναῖοι ὁμοθυμαδὸν ἀνεβόησαν εἰς ἀκολασίαν. ἦν δʼ ὁ Φῶκος καὶ φιλοπότης.

ὅτι μαγειρικὰ σκεύη καταριθμεῖται Ἀνάξιππος ζωμήρυσιν, ὀβελίσκους κρεάγραν, θυΐαν, τυροκνῆστιν, στελεόν, κοπίδας, κύβηλιν ἀγωνιστηρίαν. Ἀριστοφάνης δὲ τὴν χύτραν κακκάβην που εἴρηκε. καὶ Ἀντιφάνης· Βοιωτία ἔγχελυς μιχθεῖσα κοίλοις ἐν μυχοῖσι κακκάβης χλιαίνετʼ, αἴρεθʼ, ἕψεται, παφλάζεται. σκεῦος δέ τι καὶ τὸ ἀσώτιον παρὰ Στράττιδι. βατάνειον δὲ λέγεται μέν, οὐκ ἐμφαίνεται δὲ ἐνταῦθα τί σημαίνει. Ἄλεξις· ὀψοποιεῖν εὐφυῶς περὶ Σικελίαν ἔμαθον ὥστε τοὺς δειπνοῦντας εἰς βατάνειον ἐκβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. Ἀντιφάνης· πουλύπους τετμημένος ἐν βατάνοισιν ἑφθὸς ἐν τετμημένοις. ἀλλαχοῦ δὲ πατάνειον διὰ τοῦ π φησὶν πατάνεια, σεῦτλον, σίλφιον. ὁ αὐτὸς ἀλλαχοῦ φησιν περὶ κακκάβων· ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής. τίνα λέγεις; Καρύστου θρέμμα, γηγενής, ζέων. εἶτʼ οὐκ ἂν εἴποις; ὕπαγε. κάκκαβον λέγω· σὺ δʼ ἴσως ἂν εἴποις λοπάδα. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβον τινες ὀνομάζουσιν εἴτε σίττυβον; πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα. Ἄλεξις δὲ ἡδυσμάτων ποιούμενος κατάλογον λέγει· ἄνηθον, μάραθον, ἀσταφίδα κεκομμένην, νᾶπυ, σέσελι, θύμον καὶ σίραιον καὶ ἄλλα. καὶ ἀλλαχοῦ· τρίμμα ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ πυκνῷ πατάξας. ὅτι καὶ τὸ ἐπεσθίειν εἴρηται παρὰ τοῖς ἀρχαίοις· πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπαντʼ ἐπέσθιον. καὶ τὸ ἐπιφαγεῖν. Εὔπολις· ἐπιφαγεῖν μηδὲν ἀλλʼ ἢ κρόμυον βλέποντα καὶ τρεῖς ἁλμάδας. ὅτι Ἰόβας ὁ βασιλεὺς τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα. ἐκαλεῖτο δὲ τραπεζοποιὸς ὁ τραπεζῶν ἐπιμελητὴς καὶ τῆς ἄλλης εὐκοσμίας. σκεύη πλύνων, λύχνους ἑτοιμάζων, σπονδὰς ποιῶν, τἄλλʼ ὅσα προσήκει, ὥς φησιν Ἀντιφάνης. ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν νῦν ὀψωνάτορα. Μένανδρος· φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. Ἀριστοφάνης· ὡς οὑψώνης διατρίβειν ἡμῖν τὸ ἄριστον ἔοικε. κεῖται δὲ καὶ τὸ παροψωνεῖν ἐν Κρατίνῳ καὶ τὸ παραγοράζειν ἐν Ἀλέξιδι. ἐλέατροι δὲ καλοῦνται οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν, οἱ δειπνοκλήτορες, παρὰ τὸ ἐλεόν. ἐκάλουν δὲ καὶ τοὺς προγεύστας ἐλεάτρους, ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν. ἦν δʼ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία. Πτολεμαῖος γοῦν ὁ Σωτὴρ ἐλέατρος ἀπεδείχθη Ἀλεξάνδρου. μήποτε δὲ ὃν νῦν καλοῦσι Ῥωμαῖοι προγεύστην τότε Ἕλληνες προτένθην ὠνόμαζον. Ἀριστοφάνης Νεφέλαις· ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσι μοι παθεῖν· καὶ ἐφεξῆς· διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. Ἀθήνησι δὲ ὥσπερ τι σύστημα οἱ προτένθαι ἦσαν, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι. ὅτι δʼ ἦσαν παρὰ τοῖς ἀρχαίοις οἱ προγεύσται καλούμενοι Ξενοφῶν ἐν τυραννικῷ δηλοῖ λέγων· ὁ τύραννος οὔτε τοῖς ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν. ὅτι οἱ τὰ πέμματα καὶ τοὺς πλακοῦντας ποιοῦντες δημιουργοὶ πρότερον ἐκαλοῦντο, καὶ προνοοῦντο πεμμάτων μὲν αἱ δημιουργῶν γυναῖκες, ὀψαρτυτικῆς δὲ οἱ μάγειροι, ὡς Ἀντιφάνης· μάγειροι δώδεκα καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. Μένανδρος· τί τοῦτο, παῖ; διακονικῶς γὰρ προελήλυθας. ναί· πλάττομεν γὰρ πλάσματα τὴν νυκτʼ ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι ἀποίητα πάμπολλʼ ἐστὶν ἡμῖν. πολλὰ μὲν ἐπιθεῖναι πέμματα, πολλὰς δὲ νοσσάδας ὄρνις, λέγει που Σέλευκος, ὃς καί φησι πεμμάτων πρῶτον μνημονεῦσαι Πανύασσιν. ὅτι Δήλιοι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μάγασις καὶ Γόγγυλος, ἐπεὶ τὰς μάζας, φησὶν Ἀριστοτέλης, ἐν ταῖς θοίναις διʼ ἡμέρας τρίβοντες παρεῖχον γογγύλας. ἐκαλοῦντο δέ τινες αὐτῶν καὶ Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Ἰχθυβόλοι, καὶ γυναῖκες Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς θοίναις· ἐλεὸς δὲ ἡ μαγειρικὴ τράπεζα. Κρίτων δʼ ὁ κωμικὸς παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους. Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς καρυκκοποιοὺς καλεῖ τοὺς Δελφοὺς, παρόσον τὰ ἱερεῖα περιτέμνοντες δῆλον ὡς ἐμαγείρευον αὐτὰ καὶ ἐκαρύκκευον. διὸ καὶ Ἀριστοφάνης φησί· ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας, καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. Σῆμος δέ φησι· Δελφοῖς παραγινομένοις εἰς Δῆλον οἱ Δήλιοι παρεῖχον ἅλας, ὄξος, ἔλαιον, ξύλα καὶ στρώματα. Ἀριστοφάνης δέ φησι περὶ Μαγνήτων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι, οἳ παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας, ἔλαιον, ὄξος, ἐπίλυχνον, κλίνας, στρώματα, τραπέζας. Δημήτριος δʼ ὁ Σκήψιός φησιν ἐν τῇ Λακωνικῇ ἐπὶ τῆς Ὑακινθίδος ὅδου ἱδρύσθαι ἥρωας Δαίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων. καὶ παρὰ Τρωσὶ δὲ Δαίτην ἥρωα τιμᾶσθαι καὶ ἐν Κύπρῳ δέ φησιν Ἡγήσανδρος τιμᾶσθαι Δία εἰλαπιναστὴν καὶ σπλαγχνοτόμον.

ὅτι τὸ ὄργανον ἡ ὕδραυλις, Ἀλεξανδρέως εὕρεμα κουρέως τὴν τέχνην, Κτησιβίου τοὔνομα. ζητεῖται δὲ πότερον τῶν ἐμπνευστῶν ἐστιν ὀργάνων ἢ τῶν ἐντατῶν. λέγεται δὲ Πλάτωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ οἷον κλεψύδραν μεγάλην λίαν. καὶ τὸ ὑδραυλικὸν δὲ ὄργανον δοκεῖ κλεψύδρα εἶναι. ἐντατὸν οὖν καὶ καθαπτὸν οὐκ ἂν νομισθείη. ἐμπνευστὸν δʼ ἂν ἴσως ῥηθείη διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. κατεστραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ καὶ ἀρασσομένου τοῦ ὕδατος ὑπό τινος νεανίσκου, ἔτι δὲ διικνουμένων ἀξινῶν διὰ τοῦ ὀργάνου ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι προσηνῆ. ἔοικε δὲ τὸ ὄργανον βωμῷ στρογγύλῳ. εὑρὼν δὲ ταύτην Κτησίβιος ἐπὶ τοῦ δευτέρου Εὐεργέτου διέπρεψέ τε μεγάλως καὶ τὴν αὐτοῦ γυναῖκα Θαΐδα ἐδίδαξεν. Ἀριστόξενος δὲ προκρίνει τὰ ἐντατὰ καὶ καθαπτὰ τῶν ὀργάνων τῶν ἐμπνευστῶν, ῥᾴω εἶναι φάσκων τὰ ἐμπνευστά· πολλοὺς γὰρ μὴ διδαχθέντας αὐλεῖν τε καὶ συρίζειν, ὡς τοὺς ποιμένας.

ὅτι οἱ Φοίνικες, ὥς φησι Ξενοφῶν, γιγγραίνοις αὐλοῖς ἐχρῶντο σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. οἷς καὶ Κᾶρες ἐχρῶντο ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ εἴρηται. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγριν καλοῦσιν οἱ Φοίνικες. ὅτι ἐστὶν ὄργανον καλούμενον νάβλα, ὡς Σώπατρος· νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται. τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Σύρων εὕρημά φησιν Ἰόβας εἶναι ὡς καὶ τὸν καλούμενον λυροφοίνικα σαμβύκην. Νεάνθης τοῦτο τὸ ὄργανον εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ὁ δὲ μόναυλος ὁ παρʼ Ἀλεξανδρεῦσι πολὺς Ὀσίριδός ἐστιν εὕρημα, φησὶν Ἰόβας, ὡς καὶ ὁ καλούμενος φῶτιγξ πλαγίαυλος. μέμνηται δὲ αὐτοῦ Ἀραρώς· ἁρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο. Σοφοκλῆς· οἴχωκε κροτητὰ πηκτίδων μέλη, λύραι μόναυλοί τε. Ἀναξανδρίδης· τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. ποῖον μόναυλον; τὸν κάλαμον. Ποσειδώνιος δʼ ὁ στωικὸς φιλόσοφος φωτίγγιά φησι καὶ μοναύλια κώμων οὐ πολέμων ὄργανα. Ἀμερίας δʼ ὁ Μακεδὼν ἐν Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον. ἦν δὲ μόναυλος ὁ νῦν καλούμενος καλαμαύλης ὁ καὶ ῥαππαύλης, ὥς φησιν ὁ αὐτὸς Ἀμερίας. ὅτι Ἀλεξανδρέων μουσικώτεροι οὐχ ἱστόρηνται ἄλλοι γενέσθαι, καὶ οὐ λέγω περὶ κιθαρωδίαν μόνην ἧς καὶ ὁ εὐτελέστατος ἰδιώτης καὶ ἀναλφάβητος οὕτως ἐστὶ συνήθης ὡς τάχιστα ἐλέγχειν τὰ περὶ τὰς κρούσεις ἁμαρτήματα γινόμενα, ἀλλὰ καὶ περὶ αὐλούς εἰσι μουσικώτατοι τούς τε παρθενίους καὶ παιδικοὺς καὶ τοὺς ἀνδρείους, οἳ καλοῦνται τέλειοι καὶ ὑπερτέλειοι, καὶ τοὺς κιθαριστηρίους καὶ τοὺς δακτυλικοὺς καὶ τοὺς ἐλύμους ἤτοι Φρυγίους καὶ τοὺς διόπους καὶ μεσοκόπους καὶ ὑποτρήτους. ὅτι ἐδίδαξεν Ὅμηρος οὓς οὐ δεῖ καλεῖν ἐν συμποσίῳ, ἀλλʼ αὐτομάτους ἰέναι· αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος. δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας κλητέον οὔτε γυναῖκα οὔτʼ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο, ὥσπερ δέον ὂν εἰπεῖν αἰτίαν διʼ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον. καὶ Δημήτριος δὲ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν μικρολογίαν ἐμβάλλει τοῖς ἤθεσιν. οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας. Πλάτων δʼ ἐν τῷ συμποσίῳ φησίν· ἵνα καὶ τὴν παροιμίαν διαφθείρωμεν μεταβαλόντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολέμια, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν. αἱ δὲ παροιμίαι, ἣ μέν φησιν· αὐτόματοι δʼ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν, ἣ δὲ, αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. οὐ δεόντως δὲ Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφʼ οὗ μόνου εἴρηκεν· ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς. εἰ δὲ ὅτι ὁ αἰσχρὸς βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητήν, τοιοῦτον αὐτὸν οἴεται, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο. οὐ γὰρ, εἴ τι λέγεται παρʼ Ὁμήρῳ, τοῦθʼ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς ὁ τὴν βοὴν ἀγαθὸς, ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας καὶ σκυλεύσας ἐν μέσοις Τρωσί; πάντα δʼ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. Ὀδυσσέα γοῦν παρὰ Φαίαξι πρὸ τῆς θοίνης ἡ ταμίη λούει. καὶ οἱ περὶ τὸν Τηλέμαχον· ἐς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθʼ Ἡράκλειτον. δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν, ὡς Τηλέμαχος καὶ Πεισίστρατος τὴν Μενελάου. καὶ παρὰ Ἀριστοφάνει δὲ ἐν Σφηξὶν ὁ παῖς τὸν ἄγριον γέροντα εἰς βίον ἥμερον ῥυθμίζων διδάξας τε ὡς δεῖ κατακλίνεσθαί φησιν· ἔπειτα ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι. ὅτι τὸ μὲν τῶν μνηστήρων παρὰ τῷ ποιητῇ συμπόσιόν ἐστιν οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. τούτοις δʼ ἀντέθηκε ὁ ποιητὴς τὰ ἐπὶ στρατίας τε τὸ τὰ πολιτικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλε· τὰ μὲν δημοθοινίαν ἔχοντα τὰ δʼ οἰκείαν σύνοδον. ὅτι πρὸ τοῦ θοινᾶσθαι ἄλλα τε δεῖν ποιεῖν διδάσκει Ὅμηρος καὶ σπένδειν καὶ παιωνίζειν. καὶ φυλάσσει τοῦτο Πλάτων κατὰ τὸ συμπόσιον καὶ Ξενοφῶν. παρὰ δʼ Ἐπικούρῳ οὐκ ἀπαρχὴ θεοῖς, οὐ σπονδή, ἀλλʼ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός, ἄθυτα δὲ ἱερὰ πολλάκις κατεσθίει. τὴν δὲ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντός φασι διδαχθῆναι Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν ὀρθοῦ Διονύσου ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται. τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτε εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεπόμενον· οὐχ οὕτως ἄγροικος οὐδʼ ἐπαρίστερός ἐστιν, ἀλλʼ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς τὸν πολύφρονα ὁ οἶνος ποιεῖ ἀεῖσαι, ἀλλὰ μαλʼ ἀεῖσαι οὐδέ τι γελάσαι μὰ Δία οὐδʼ ὀρχήσασθαι· κοινὸν δʼ ἐπʼ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει· καί θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκεν. παρὰ δὲ Πλάτωνι πίνουσιν οὐχ ὅσον ἤθελε θυμός, ἀλλʼ ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. καὶ τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι, προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης. τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὡς ἀναθήμασι τισι δαιτὸς καθʼ Ὅμηρον. τὸ δὲ ὅλον πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλʼ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· οὗ ἐν τῇ γαμοποίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διὰ τῶν τὸ ὁ Μενέλαος καὶ ἡ Ἑλένη ἀλλʼ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου στίχου· τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, προσσυνῆψαν τοιαῦτα ἔπη· ὥς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα καὶ τὰ ἑξῆς ἕως τοῦ· δοιὼ δὲ κυβιστητῆρες κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον παρεγγράψαντες ταῦτα ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλίαδι Ὁπλοποιίας σὺν αὐτῷ τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλʼ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος ἐν Ἀσπίδι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι. καὶ Ἀρχίλοχος· ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα. καλεῖ δὲ Στησίχορος τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δὲ ἀγησίχορα τὰ προοίμια. Διόδωρος δὲ ὁ Ἀριστοφάνειος ὅλον τε τὸν γάμον περιγράφει καὶ κελεύει γράφειν· δοιὼ δὲ κυβιστητῆρες καθʼ αὑτούς, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατʼ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον. ὅτι τοῖς Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. Ὅμηρος· Μηριόνη, τάχα σε καὶ ὀρχηστήν περ ἔοντα ἔγχος ἐμὸν κατέπαυσεν. ὅθεν καὶ τὰ Κρητικὰ ὑπορχήματα· Κρήταν τε καλέουσι τὸν τρόπον καὶ τὸ ὄργανον Μολοσσόν. οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶ Τίμαιος, ἐν τετραγώνοις χοροῖς ᾖδον, προετίμων δὲ Ἀθηναῖοι μὲν τοὺς Διονυσιακοὺς καὶ κυκλίους χορούς, Συρακόσιοι δὲ τοὺς ἰαμβιστάς. ὅτι ἐν τοῖς φθάσασι ῥηθῆναι Ὁμηρικοῖς ἔπεσιν ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι· κεῖται δὲ κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ· πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος. ὅτι Ὅμηρος ὡς ἀγαθὸς ζωγράφος, πάντῃ ὅμοιον ποιῶν τῷ πατρὶ τὸν Τηλέμαχον πεποίηκεν ἀμφοτέρους τὸν μὲν Ἀλκινόῳ τὸν δὲ Μενελάῳ διὰ δακρύων γνωριζομένους. ὅτι ἐν τῷ Ἐπικούρου συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστι μυκτηριστῶν ἀλλήλους τωθαζόντων. παρὰ δʼ Ὁμήρῳ κεκρότηται τὰ σώφρονα συμπόσια. καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς Μενέλαον ὡς οὐ τολμᾷ λέγειν ἄντα σέθεν. ὃ δʼ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γινομένων· οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος· καί· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

ὅτι εἰσὶ γένη αὐλῶν λυσιῳδῶν, τραγικῶν, κιθαριστηρίων. ὁ δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν. ὁ δὲ μάγαδις αὐλὸς ὁ καὶ παλαιομάγαδις ὀξὺν ἐν ταυτῷ καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, οἱ δὲ λώτινοι αὐλοὶ κατασκευάζονται ἐκ τοῦ καλουμένου λωτοῦ· ξύλον δʼ ἐστιν ἐν Λιβύῃ γινόμενον, καλοῦνται δʼ ὑπʼ Ἀλεξανδρέων φώτιγγες. Ἰόβας δέ φησι τὸν ἐκ νεβροῦ κώλων αὐλὸν Θηβαίων εἶναι εὕρημα, τοὺς δʼ ἐλεφαντίνους αὐλοὺς Τρύφων φησὶ παρὰ Φοίνιξιν ἀνατρηθῆναι. ἔστι δὲ καὶ ἐντατὸν ὄργανον μάγαδις ὡς κιθάρα, λύρα, βάρβιτον. Εὐφορίων δέ φησι ναβλιστὰς καὶ πανδουριστὰς καὶ σαμβυκιστάς. Ἀριστόξενος δὲ ἔκφυλα ὄργανα καλεῖ φοινικιάς, πηκτίδας, μαγαδίδας, σαμβύκας, τρίγωνα, κλεψιάμβους, σκινδαψοὺς καὶ τὸ ἐννεάχορδον καλούμενον. ἔστι δʼ ὁ σκινδαψὸς τετράχορδον ὄργανον ὡς Μάτρων ὁ παρῳδός φησι, βάρβιτος δὲ τρίχορδος κατὰ Ἀναξίλαν, πηκτὶς δὲ δίχορδος κατὰ Σώπατρον. τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκεν ἐν Ἀρτέμιδος. μέμνηται δὲ καὶ λυροφοίνικος καὶ τοῦ ἐπιγονίου, ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δʼ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δʼ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. Εὔπολις δὲ περὶ τοῦ τριγώνου φησίν· ὃς καλῶς μὲν τυμπανίζει καὶ διαψάλλει τριγώνοις. Πυθαγόρας δὲ ὁ γράψας περὶ ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δʼ εὕρημα κέρατα καὶ σάλπιγγες. σύριγγα δʼ εὗρε Μαρσύας καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δʼ ὁ ἐποποιὸς ὁ καὶ τῆς πανδούρας μνησθείς φησι τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, καίτοι τινες Σεύθην καὶ Ῥωνάκην τοὺς Μήδους φασίν, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.

ὅτι Ἀλεξανδρεῖς ἐπαίδευσαν πάντας Ἕλληνας καὶ βαρβάρους ἐκλιπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον Αἰγύπτου βασιλέα Πτολεμαίου, τοῦ κυρίως ὑπʼ Ἀλεξανδρέων καλουμένου Κακεργάτην, ὃς πολλοὺς ἀποσφάξας οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας ἐποίησε πλήρεις τὰς νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδοτριβῶν, ἰατρῶν, ἄλλων τεχνιτῶν, οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκευάσαν ἄνδρας ἐλλογίμους. ἔμελε δὲ τοῖς πάλαι πᾶσι μουσικῆς διὸ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. Λακεδαιμόνιοι γοῦν καὶ Θηβαῖοι πάντες αὐλεῖν ἐμάνθανον Ἡρακλεῶται τε οἱ ἐν Πόντῳ καὶ Ἀθηναίων οἱ περιφενέστατοι, Καλλίας ὁ Ἱππονίκου, Κριτέας ὁ Καλαίσχρου, Ἀλκιβιάδης παρὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενός τε καὶ Ἐπαμεινώνδας παρὰ Οὐλπιοδώρῳ καὶ Ὀρθάγορᾳ, Εὐφράνωρ τε καὶ Ἀρχύτας οἱ Πυθαγορικοὶ οἳ καὶ συγγράμματα περὶ αὐλῶν κατέλιπον. Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐπαυλῆσαι τοῖς Διοσκούροις τὸν ἐνόπλιον· Ἴων δὲ ἀλέκτορα τὸν αὐλὸν καλεῖ, ἀλλαχοῦ δὲ τὸν ἀλεκτρυόνα Ἰδαῖον σύριγγα καλεῖ· ὁ αὐτὸς καὶ ῥυθμὸν τρέχοντα τὸν Φρύγιον καλεῖ καὶ βαρὺν αὐλὸν τὸν Φρύγιον. βαρὺς γὰρ οὗτος τῷ ὄντι παρʼ ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.

Τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δʼ ἔργον ὡς πάρεγρον ἐκπονούμεθα, φησὶν ὁ καλὸς Ἀγαθών. ὅτι δοκεῖ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ οἶνος ἑλκυστικὸν παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλʼ ὕστερον, ὡς δῆλον ἐκ τοῦ Βελλεροφόντου ξενομένου τῷ Ἰοβάτῃ ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλʼ οὐ τοὺς ἐν μέρει καὶ καθʼ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ ὀργεωνικὰ λεγόμενα. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι Διογενιστῶν, Ἀντιπατριστῶν, Παναιτιστῶν, κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, οὐχ ἵνʼ ἀκολασταίνωσι συνιόντες, ἀλλʼ ἵνα τοὺς κατὰ τὸ συμπόσιον λόγους σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δʼ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τὸ τοιοῦτον συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν· ἐσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετʼ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. Ξενοκράτους γοῦν ἐν Ἀκαδημίᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι. τὰ δʼ ἐν Σπάρτῃ φειδίτια καὶ τὰ παρὰ Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. Ἀντίπατρος δὲ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσι. Ζήνων δʼ ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθῦν ἀπέσυρεν ἐπιλέγων· Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο. Σωκράτης δʼ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον, ὦ πάροντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δʼ ὄψῳ ὡς ἄρτῳ; ὅτι Ὁμῆρος ἀφορίζει ἐν τοῖς αὐτοῦ συμποσίοις χρόνους, πρόσωπα, αἰτίας. τοῦτο δʼ ὀρθῶς ἀπεμάξατο Ξενοφῶν καὶ Πλάτων, οἳ κατʼ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφορίζει, οὐ προλέγει οὐδέν. ἔπειθʼ ὁ μὲν ποιητὴς διδάσκει τίνας κλητέον, εἰπὼν ὡς τοὺς ἀρίστους καὶ ἐντίμους χρῆ καλεῖν καὶ ἀριστῆας Παναχαίων. οὐχ ὃν τρόπον Ἡσίοδος· οὗτος γὰρ ἀξιοῖ τοὺς γείτονας μάλιστα καλεῖν· τοῦτο γὰρ ὡς ἀληθῶς ἀροτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισανθρωποτάτῃ τῶν προοιμιῶν ἁρμόττον· τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶ φίλοι. πῶς γὰρ οὐκ ἄτοπον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρʼ Ὁμήρῳ μετὰ τὸ πιεῖν· τοῖς δʼ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν, παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι· τοῖς δʼ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρξατο μῶκον. ἔτι ὁ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ προαιρέσεσι τοὺς κεκλημένους καὶ τὸ μὲν καθόλου σύμπαντας ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας εἰς αὐτήν. ὁ δʼ Ἐπίκουρος ἅπαντας εἰσάγει προφήτας ἀτόμων καὶ ταῦτʼ ἔχων παραδείγματα τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνος καὶ τὴν Ξενοφῶντος χάριν. πάλιν ἐν τῷ συμποσίῳ Ἐπίκουρος ζητεῖ περὶ δυσπεψίας, ὥστʼ οἰωνίσασθαι, εἴθʼ ἑξῆς περὶ πυρετοῦ. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲ, τὸν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευομένον ἀνακογχυλιασμοῖς ὕδατος ἐν δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους, ἵνα κινήσας τὴν ῥίνα πτάρῃ, παρίημι· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν, χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα καὶ τὸν Ἀλκιβιάδη παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλʼ ὅμως τοιαῦτα λέγοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλʼ οὔτʼ ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτʼ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δʼ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν Πίνδαρος Ἑλλάδος ἔρεισμα ἔφη, Θουκυδίδης δʼ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι Ἑλλάδος Ἑλλάδα, ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων.

διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι νοεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. Ἀλκιβιάδην μὲν γάρ φησιν ἐν τῷ ὁμωνύμῳ παρακμάσαντα Σωκράτει λαλεῖν, ὅτε πάντες αὐτὸν ἀπέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. τὰ δʼ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτώκοτα λέοντος ἀλκῇ ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ. ἔχει δὲ καὶ τὸ Ξενοφῶντος συμπόσιον ἐπιλήψεις. Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπεὶ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος παγκράτιον ἐστεφανώθη καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ πατρὸς παρακαθημένου. ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφʼ ἑαυτό. ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπʼ ἐκείνου. ἀλλʼ οὐχ Ὅμηρος τοιοῦτόν τι ἐπεχείρησε εἰπεῖν, καίπερ τῆς Ἑλένης παρούσης, περὶ τοῦ κάλλους τις τῶν ἐναντίων εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος· οὐ νέμεσις καὶ τὰ ἑξῆς. εἶτα τίς φησιν· ἀλλὰ καὶ τοίηπερ ἐοῦσα νεέσθω. τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα ἐν οἴνῳ ὄντες καὶ γαμικῷ συμποσίῳ καὶ τῆς Ἑλένης παρακαθημένης, ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγουσι πρὸς τὸ περιβόητον ἐκκεκωφωμένοι κάλλος. ὁ δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος καὶ τῆς κυβιστώσης ἀπρεπῶς τὸ μύρον ἀπείπατο; οὐδεὶς ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο. Κριτόβουλος δὲ μειράκιον ἀστεῖον, γέροντα καὶ διδάσκαλον αὐτοῦ τὸν Σωκράτην σκώπτει, πολὺ τῶν Σιλήνων αἰσχίονα εἶναι λέγων· ὁ δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν. τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν προαχθείη.

παρὰ δʼ Ὁμήρῳ ἐν τῷ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. ὁ μὲν οὖν Μενέλαος ἐκ τοῦ λουτρῶνος παραγενομένους παρακαλεῖ τῶν παρατεθέντων μεταλαμβάνειν, ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος. φαγόντες δʼ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσι ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων ἢ θεραπαινῶν ὑφʼ ὦν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου· Ζηνός που τοῖα δόμοις ἐν κτήματα κεῖται. βέλτιον γὰρ οὕτω φησὶ Σέλευκος γράφεσθαι ἢ ὡς Ἀρίσταρχος· Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή. οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκαμεν ὥς ἐστιν ἠχήεντα. τοιαῦτα γὰρ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. οἷς εἰκότως ἐπιφέρεται· Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται, ὅσσα τάδʼ ἄσπετα πολλά. οὐκ ἐστὶ δʼ ἀκόλουθον τῷ Ζηνός που τοίη αὐλὴ ἐπιφέρειν ὅσσα τάδʼ ἄσπετα, σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως, ἀλλʼ οὐδʼ ἡ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χώριον. ἔτι δὲ αὐλὸς τὸ ὄργανον ᾧ διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος· αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥίνας παχὺς ἤλθε, καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δέ τινες ἱεροὶ αὐλῶνες Ἀθήνησιν. ἀρσενικῶς δὲ ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην συγγραφεῦσι, παρὰ δὲ ποιηταῖς θηλυκῶς. ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει βαθὺς αὐλῶν θηλυκῶς εἰρῆσθαι, ὡς θῆλυς ἐέρσα. πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλών. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς· Δίφιλος· αὐλὰς θεραπεύειν ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου, ἢ διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ ἐπὶ τῶν ὑπαίθρων τάττει τόπων.

ὅτι δὲ ὁμοῦ τὰ κτήματα καὶ τὸν οἶκον ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει Μενέλαος· τέκνα φιλʼ, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν. ὃς καὶ ἐπεὶ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον πολλὰ γάρ, φησι, παθὼν ἔχειν αὐτόν. οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν ἀθανάτοις θνητὸν ὄντα. ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετʼ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον· ὧν ὄφελον τριτάτην ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δʼ ἄνδρες σόοι εἶναι οἳ ὤλοντο ἐν Τροίῃ. τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου θανόντων οὐκ ἂν ἀνταξίαν δώσειε τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς εὐχαρίστῳ γνώμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεικνυμένους ἐπήγαγε· τῶν παντῶν οὐ τόσσον ὀδύρομαι ὡς ἑνός. ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατʼ ὄνομα· ὀδύρονται νύ που αὐτὸν Λαέρτης καὶ Πηνελόπη καὶ Τηλέμαχος. τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὃ μὲν ἐφίστησι κἂν τοσούτῳ Ἑλένης ἐπεισόδιον κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένης, πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι, παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου, χρὴ γὰρ καὶ τοῦτον παρεῖναι δορυφορήματος τρόπον, καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει ὁ Μενέλαος περὶ τῆς Ὀδύσσεως φιλίας ὅτι καταγηράναι ἤθελε μετʼ ἐκείνου. κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, ἡ δʼ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον καὶ διηγεῖται περὶ Ὀδύσσεως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ διʼ ἀρεσκείαν, ἀλλʼ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. ἡ γοῦν Ἀφροδίτη μετὰ τὸ μονομάχιον γρηὶ εἰκυῖα εἰροκόμῳ οὔσῃ ἐν Λακεδαίμονι προσεῖπεν αὐτήν. ἐμφανίζεται δʼ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τοῦ ταλάρου ὃν Φυλὼ φέρει καὶ τῆς ἠλακάτης καὶ τοῦ ἐρίου. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, καὶ ἑξῆς. αὐτὴ δʼ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει· εὑρίσκεται γοῦν περὶ ἵστον ὑφαίνουσα καὶ ποικίλλουσα τὴν δίπλακα. διδάσκει δʼ ἡμᾶς Ὅμηρος δεῖν τοὺς κεκλημένους ἐφʼ ἑστίασιν παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον καὶ Ἀθηνᾶ προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδʼ ὅσιον εἶναι πλείω χρόνον παραμένειν γνωμικῶς Ἀθηνᾶ εἰσηγεῖται. καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος ἀπιέναι. καὶ παρʼ Αἰγυπτίοις δὲ τὸ παλαῖον σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος. καθήμενοι γὰρ ἐδείπνουν τροφῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν ὁ Πίνδαρος αἰτεῖται παρὰ Διός· τί ἔρδων φίλος σοί τε, καρτεροβρόντα Κρονίδα, φίλος δὲ Μοίσαις Εὐθυμίᾳ τε μέλων εἴην, τοῦτʼ αἴτημί σε. τὸ δὲ Πλάτωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, βουλευτήριον, οὐ λέσχη φιλοσόφων. Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλʼ ἐγρηγόρε μετʼ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατος, καλῶς γάρ τις τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε, πίνει δʼ ἐκ τῆς φιάλης ἐπιδεξία εἶτά φησι τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνην, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγαθῶνα· καὶ τὸν Σωκράτην κατακοιμήσαντα ἐκείνους, ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἔξον, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας, ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεοὺς ἀνέφερε, καὶ δοῦλος οὐδεὶς ἦν ὁ διακονήσων, ἀλλʼ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς ὁ τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὢν καὶ ἐν αὐτοῖς τοῖς γάμοις. παρὰ δὲ τῇ καλῇ Σαπφοῖ καὶ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. καὶ ταῦτα δὲ παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. καὶ οἱ δειπνήσαντες ἀπελύοντο φωτὸς ὄντος. τὸ δὲ Ἀλκινόου συμπόσιον ξένου ὑποδοχὴν ἔχει, ὄντων καὶ αὐτῶν Φαιακῶν τρυφηλῶν. ὃ συμβάλλων τις πρὸς τὰ τῶν φιλοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχει καὶ ἱλαρότητα καὶ παιδίαν εὐσχήμονα. μετὰ γὰρ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς ἀμφʼ Ἄρεος φιλότητα μῦθόν τινα χλεύῃ κεκραμένον, καὶ εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων Ὀδυσσεῖ, ὡς τοῦ Κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρην καταγωνισαμένου. ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες κατὰ κλισμούς τε θρόνους τε. ὁ γὰρ θρόνος αὐτὸς μόνον ἐλευθέριός ἐστι καθέδρα σὺν ὑποποδίῳ, ὃ θρῆνυν ἐπικαλοῦντες, ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθίζεσθαι τάττουσιν, ὡς Φιλήτας· θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο. ὁ δὲ κλισμὸς περισσοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δʼ εὐτελέστερος ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε τραπέζα. οἱ δὲ κρατῆρες αὐτοῖς, ὡς ἔχει καὶ τοὔνομα, κεκραμένοι παρειστήκεισαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον· σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηκε. τοῖς δʼ ἄλλοις ἐξ ἴσου διένεμον. προέπινον δʼ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς, τοῦτο γὰρ ἐκπιεῖν ἐστιν, ἀλλὰ πλησάμενος οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα. τροφὰς δʼ ἐλάμβανον τρεῖς διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γὰρ οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον, ἐπεὶ ὁ ποιητὴς φάσκει· σὺ δʼ ἔρχεο δειελιήσας, οὐ νοήσαντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὁμῶς δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. ἁμαρτάνουσι δὲ οἱ ἐφεξῆς τιθέντες τοὺς τρεῖς τούτους στίχους· σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πολλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. εἰ γὰρ εἴδατα παρέθηκεν ἡ ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζους Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας.

ὅτι Ἀρκεσίλαος εἰς συμπόσιον παρακληθεὶς καὶ συγκατακλιθεὶς ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸς μηδενὸς ἀπολαῦσαι δυνάμενος, ἐπεί τις αὐτὸν τῶν παρόντων ἐξέτεινεν, ἔφη· εὖ σοι γένοιτο, Τηλέφῳ δʼ ἃ ʼγὼ νοῶ· ἔτυχεν ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος.

ὅτι Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δʼ ἐκ τῶν πράξεων ὀνομασθείς, βασιλεὺς ἦν τῶν Συριακῶν τῶν ἀπὸ Σελεύκου εἷς. οὗτος, ὥς φησι Πολύβιος, ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως ἐφαίνετο καὶ μάλιστα πρὸς τοῖς ἀργυροκοπείοις καὶ χρυσοχοείοις εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας. ἔπειτα καὶ μετὰ τῶν δημοσίων συγκαταβαίνων ὡμίλει ὃ τύχοι καὶ συνέπινε τοῖς εὐτελεστάτοις, καὶ τοῖς νέοις συνεπεκώμαζε εὐωχουμένων που ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν, πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὐτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας. ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἳ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν ᾤοντο, οἳ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντήσεώς τισι συντυγχάνων οὕς μὴ ἑωράκει ποτε, ἐδίδου δωρεὰς ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τὸ θεῖον τιμαῖς πάντας ὑπερέβαλε τοὺς βεβασιλεύκοτας, τοῦτο δʼ ἄν τις τεκμήραιτο ἐκ τε τοῦ Ἀθήνησιν Ὀλυμπιείου καὶ τῶν ἐν Δήλῳ ἀνδριάντων. ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις ὅτε δημοτῶν ἦν πεπληρωμένα, κεραμείων εἰσφερομένων αὐτῷ μύρων πολυτελεστάτων. ὅτε καί τινος εἰπόντος μακάριοί ἐστε ὑμεῖς, ὦ βασιλεῦ, τοιούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ, μηδὲν τὸν ἄνθρωπον προσειπὼν ὅπου ἐκεῖνος τῇ ἑξῆς ἐλούετο ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμειον πολυτελεστάτου μύρου τῆς στακτῆς καλουμένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλων παρέχειν, ὡς καὶ αὐτὸν τὸν βασιλέα. ἀκούσας δὲ τοὺς ἐν Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοεργίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπʼ αὐτοῦ ἐπὶ Δάφνης· ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δʼ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντο Ῥωμαῖοι ἐν θώραξιν ἀλυσειδωτοῖς, ἄνδρες ἀκμαῖοι πεντακισχίλιοι· μεθʼ οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς Κίλικες τε εὔζωνοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐφʼ οἷς Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, οἷς ἐπηκολούθουν μονομάχων ζεύγη διακόσια τεσσεράκοντα, τούτων κατόπιν ἱππεῖς Πισαῖοι χίλιοι, πολιτικοὶ τρισχίλιοι χρυσοφάλαροι καὶ ἀργυροφάλαροι καὶ χρυσοστέφανοι. μετὰ δὲ τούτους οἱ ἑταῖροι ἱππεῖς εἰς χιλίους χρυσοφάλαροι. τούτοις συνεχὲς τὸ τῶν φίλων σύνταγμα. ἐπὶ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κρατιστὸν εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ χιλίους. τελευταῖα δʼ ἦν ἡ κατάφρακτος ἵππος οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι. πάντες δʼ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ τούτοις ἕξιππα ἦν ἑκατόν, τέθριππα δὲ τεσσαράκοντα. ἔπειτα ἐλεφάντων ἅρμα καὶ ξυνωρίς· καθʼ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ. ἡ δʼ ἄλλη πομπὴ δυσέφικτος, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι ἐπόμπευσαν εἰς ὀκτακοσίους χρυσοῦς ἔχοντες στεφάνους, βόες εὐτρεφεῖς περὶ χιλίους, θεωρία δὲ βραχὺ λείπουσαι τριακόσιοι, ἐλεφάντων ὀδόντες ὀκτακοσίοι. τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ δαιμόνων εἴδωλα διήγετο μετὰ τῶν προσηκόντων τούτοις μύθων κατὰ τὰς παραδεδομένας ἱστορίας. εἵπετο δὲ καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ καὶ Ἠοῦς καὶ Μεσημβρίας. τὰ δὲ λοιπὰ τῆς πομπῆς καὶ τὰ κιναμώμινα καὶ νάρδινα καὶ τήλινα καὶ ἀμαράκινα μύρα καὶ ἴρινα καὶ τὰ μετὰ γυναικῶν χρυσόποδα καὶ ἀργυρόποδα φορεῖα καὶ τὰ ἄλλα περιττὸν λέγειν. ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν.

ὅτι ἡ Αἴγυπτος διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθʼ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ παντός, καὶ οὔτε ῥόδον οὔτε λευκόιον οὔτʼ ἄλλο ῥᾳδίως ἄνθος ἐκλείπειν οὐδὲν οὐδέποτε εἴωθεν.

ὅτι Καλλίξεινος ὁ Ῥόδιος πομπὴν λαμπρὰν διηγεῖται ὑπὸ Πτολεμαίου τοῦ Φιλαδέλφου γενομένην ἐν Ἀλεξανδρείᾳ. ὅτι καὶ σκηνὴ κατεσκευάσθη χάριν ὑποδοχῆς στρατιωτῶν καὶ τεχνιτῶν καὶ παρεπιδήμων ἀξία λόγου· μέγεθος μὲν οὖν αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ὑποδεχόμενον κύκλῳ. στύλοι δʼ αὐτῇ πεντηκονταπήχεις τὸ ὕψος, ἔχοντες ἐπιστυλία τετράγωνα. ἐνεπετάσθη δὲ αὐτὴ κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ περιλευκῷ, τῶν δὲ κιόνων οἱ μὲν ὡμοίωντο φοίνιξιν, οἳ δὲ θύρσων εἶχον φαντασίαν, τὸ δὲ τῆς σκηνῆς ἔδαφος θείου λειμῶνος ἀπετέλει πρόσοψιν ἄνθεσι χύδην καταπασθέν. εἰκόνες τε ἐν αὐτῇ ἀνέκειντο Σικυωνικῶν ζωγράφων, ἄντρα τε ἐν αὐτῇ κατεσκεύαστο καὶ ἐν τοῖς ἄντροις νύμφαι. κατὰ δὲ τὸ ὑψηλότατον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέγεθος. ἔκειντο δὲ καὶ κλίναι χρυσαῖ σφιγγόποδες· ταύταις δʼ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα διαπρεπῆ ταῖς τέχναις ἐπῆν. ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκαλύπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. παρετέθησαν δὲ καὶ τρίποδες χρυσοῖ διακόσιοι ἐπʼ ἀργυρῶν δένδρων. τῶν δὲ κυλίκων τὴν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν διεφαίνετό μοι δηλοῦν. τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντα ἀργυρίου εἶχε κατασκεύην. ἡ δὲ πομπὴ ἤγετο διὰ τοῦ κατὰ πόλιν σταδίου. πρώτη δʼ ἐβάδιζεν Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθʼ ὃν ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. ἔπειθʼ ἡ τοῖς τῶν βασιλέων γονεῦσιν ἐπωνομασμένη. τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συναγούσης τὸν καιρόν. τὰ δὲ κατὰ μέρος αὐτῶν αἱ τῶν πενταετηρίδων δηλοῦσι γραφαί. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτον μὲν προῄσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλανίδας ἢ φοινικίδας ἠμφιεσμένοι. τούτοις ἐπηκολούθουν λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθʼ οὓς Νῖκαι χρυσᾶς ἔχουσαι πτέρυγας, φέρουσαι θυμιατήρια ἑξαπήχη, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτώνας, μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον μεσολεύκοις μίτραις κατειλημμένον. ἐπηκολούθουν δὲ παῖδες ἐν χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν καὶ κρόκον ἐν χρυσοῖς μαζονόμοις φέροντες ἑκατὸν εἴκοσι. μεθʼ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσέοις στεφάνοις. καὶ τὰ σώματα οἳ μὲν ἐκέχριντο ὀστρείῳ, οἳ δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. μεθʼ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς χλανίσι καὶ κρηπῖσι λευκαῖς. εἶχε δʼ αὐτῶν ὃ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὃ δὲ σάλπιγγα. μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσωπείῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας. ὃς προσηγορεύετο Ἐνιαυτός. ᾧ γυνὴ περικαλλὴς εἵπετο, φέρουσα τῇ μὲν μίᾳ τῶν χειρῶν στέφανον περσέας, τῇ δʼ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ Πεντετηρίς. ταύτῃ ἐπηκολούθουν ὧραι τέσσαρες, διεσκευασμέναι, ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. μετὰ δὲ τούτους τετράκυκλος μῆκος πηχῶν τεσσερεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὁγδοήκοντα καὶ ἑκατόν, ἐφʼ ἧς ἐπῆν ἄγαλμα Διονυσίου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, ἱμάτιον ἔχον πορφυροῦν διάπεζον καὶ ἐπʼ αὐτοῦ κροκωτόν. περιέκειτο δʼ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ λοιπῆς ὀπώρας κεκοσμημένη. μετὰ ταῦτα Μακέται αἱ καλούμεναι Μιμαλλόνες καὶ Βασσάραι καὶ Λυδαὶ, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἳ δὲ μίλαξι καὶ ἀμπέλῳ καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερσὶν αἳ μὲν ἐγχειρίδια, αἳ δʼ ὄφεις. μετὰ ταῦτα ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ πλάτος ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφʼ ἧς ἄγαλμα Νύσσης ὀκτάπηχυ ἐνδεδυκὸς θάψινον χίτωνα χρυσοποίκιλον ὃ ἀνίστατο μηχανικῶς οὐδενὸς τὰς χείρας προσάγοντος καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα ἐκάθητο. ἑξῆς εἵλκετο τετράκυκλος ἄλλη πηχῶν εἴκοσι μῆκος, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν· ἐφʼ ἧς κατεσκεύαστο ληνὸς πηχῶν τεσσαρεσκαίδεκα, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δʼ αὐτοῖς Σιληνός. καὶ διʼ ὅλης τῆς ὁδοῦ ἔρρει τὸ γλεῦκος. ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δʼ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφʼ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλέων δερμάτων ἐρραμένος· ἔρρει δὲ καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. ἠκολούθουν δὲ Σάτυροι καὶ Σιληνοὶ ἑκατὸν εἴκοσι φέροντες οἰνοχόας, φιάλας, θηρικλείους, πάντα χρυσᾶ. εἶτα πάλιν τετράκυκλος καὶ κυλικία καὶ λουτῆρες καὶ κρατῆρες καὶ λέβητες καὶ τρίποδες καὶ τράπεζαι καὶ χόεις καὶ ψυκτήρια μάλα πολλὰ ὑλῶν διαφόρων, ἐν τούτοις καὶ ὁ τῆς Σεμέλης θάλαμος τετράκυκλος πηχῶν εἴκοσι δύο ὑπὸ ἀνδρῶν ἑλκόμενος πεντακοσίων· ἐφʼ ἧς ἄντρον βαθὺ κισσῷ καὶ μίλῳ. ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθʼ ὅλην ἐξίπταντο τὴν ὅδον, λινίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὃ μὲν γάλακτος, ὃ δὲ οἴνου. περὶ δὲ ταύτην Νύμφαι χρυσοστέφανοι. ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς ἐπʼ ἐλέφαντος κατακειμένος χρυσοῦς, ἠμφιεσμένος πορφυρίδα καὶ στέφανον χρυσοῦν ἔχων· εἶχεν ἐν χερσὶ χρυσοῦν θυρσόλογχον, ὑποδεδεμένος ἐμβάδας χρυσογραφεῖς· παρεκάθητο δʼ αὐτῷ ἐπὶ τοῦ τραχήλου τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος. ἠκολούθουν δὲ παιδίσκοι πεντακόσιοι κεκοσμημένοι καὶ Σάτυροι ἑκατὸν εἴκοσι, ὡπλισμένοι ἀργυραῖς καὶ χρυσαῖς πανοπλίαις καὶ χαλκαῖς. εἶτα ὄνων ἶλαι πέντε ἐφʼ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι. εἶτʼ ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέτταρα καὶ συνωπίδες τράγων ἑξήκοντα, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ἐλάφων ἑπτά, ὄνων ἀγρίων ἅρματα τέσσαρα· ἐπὶ δὲ πάντων τούτων ἀναβεβήκει παιδία χιτώνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. παραναβεβήκει δὲ καὶ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ χρυσολόγχαις. ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυϊ, τὰ δὲ παιδισκάρια κισσῷ. ἐπῆσαν δὲ καὶ συνωρίδες καμήλων φέρουσαι λιβανωτόν, μνᾶς τριακοσίας, κρόκου, κασίας, κιναμώμου, ἴριδος, λοιπῶν ἀρωμάτων. ἐχόμενοι τούτων Αἰθίοπες δωροφόροι ὧν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι ἐβένου κορμοὺς διακοσίους, ἄλλοι χρυσέους καὶ ἀργυρέους κρατῆρας ἑξήκοντα. μεθʼ οὓς ἐπόμπευσαν κυνηγοὶ δύο ἔχοντες σιβύνας ἐπιχρύσους. ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι Ἰνδοί, Ὑρκανοί, Μολοσσοί, καὶ ἑτέρων γένων. ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. εἶτʼ ἐφέροντο ἐν ἀγγείοις ψιττακοί, ταοί, μελεαγρίδες, φασιανοί. εἵποντο δὲ καὶ πρόβατα Αἰθιοπικά, Ἀράβια, Εὐβοϊκά, ἄρκτος λευκὴ μεγάλη μία, παρδάλεις, πάνθηρες, λυγκία. εἶτα μετὰ πολλὰ ἐπιφέρει ὁ Καλλίξεινος ὅτι παρῄει Ἀρετῆς ἄγαλμα, παρεστὸς Πτολεμαίῳ, στέφανον ἔχον ἐλαίας χρυσοῦν. Κόρινθος δὲ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστεφάνωτο διαδήματι χρυσῷ. παρηκολούθουν δὲ καὶ γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· προσηγορεύοντο δὲ πόλεις, αἵ τε ἀπʼ Ἰωνίας καὶ λοιπαὶ Ἑλληνίδες, ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν. ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. μεθʼ ἃ χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων, ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι. εἶτα ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσοκέρῳ. ἐπὶ πᾶσιν Ἀλεξάνδρου ἤγετο πομπή, ὃς ἐφʼ ἅρματος ἐλέφαντος ἀληθινοῦ ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοί, ὧν ἐφʼ ἑνὸς μὲν ἔκειτο στεφάνη χρυσῆ, ἐπʼ ἄλλου κέρας χρυσοῦν, ἐπʼ ἄλλου στέφανος χρυσοῦς. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐκ μυρίων κατεσκευασμένος χρυσῶν. ἐπόμπευσαν δὲ καὶ θυμιατήρια χρυσᾶ καὶ ἐσχάραι ἐπίχρυσοι καὶ Δελφικοὶ τρίποδες καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσεράκοντα καὶ ναὸς ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν τεσσεράκοντα καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσιν. εἶτα διηνέχθησαν ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι. ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ ἱππικαὶ δυνάμεις καὶ πεζικαὶ, πᾶσαι καθωπλισμέναι θαυμασίως, πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι μετὰ τῆς προσηκούσης πανοπλίας. ἀπέκειντο δὲ καὶ ἄλλαι πανοπλίαι, ὧν οὐδὲ ἀναγράψαι ῥᾴδιον τὸν ἀριθμόν. ὁ δὲ Καλλίξεινος κατέλεξε καὶ αὐτόν.

ποία οὖν βασίλεια οὕτω πολύχρυσος; μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσορρόας καλούμενος Νεῖλος μετὰ τροφῶν ἀφθόνων καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον εἰς πᾶσαν γῆν. διόπερ αὐτὸν καὶ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος Αἰγύπτιε Ζεῦ, φησί, Νεῖλε. πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλε. τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρʼ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις δεκατέσσαρες, ἐννήρεις τριάκοντα, ἑπτήρεις τριάκοντα ἑπτά, ἑξήρεις πέντε, πεντήρεις δεκαεπτά. τὰ δʼ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων. τὰ δʼ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις ὧν ἦρχε καὶ τὴν Λιβύην πλείω ἦν τῶν τετρακισχιλίων. περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ μουσεῖον συναγωγῆς τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην;

ὅτι ὁ Φιλοπάτωρ βασιλεύς, ὥς φησι Καλλίξεινος, τεσσαρακοντήρη κατεσκεύασε μῆκος ἔχουσαν διακοσίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, ὕψος δὲ ἕως ἀκροστολίου πηχῶν τεσσαράκοντα ὀκτώ, ἀπὸ δὲ τῶν πρυμνητικῶν ἀφλάστων ἐπὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς τοῖς πεντήκοντα πήχεις. πηδάλια δʼ εἶχε τέσσαρα τριακονταπήχη, κώπας δὲ θρανιτικὰς ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ διὰ τὸ μόλιβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν εὐήρεις ἦσαν ἐπὶ τῆς χρείας. δίπρῳρος δʼ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά· εὔρυθμος δʼ ἦν καθʼ ὑπερβολήν. θαυμαστὸς δʼ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νέως· ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν, καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο· πολὺς δʼ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος· γενομένης δʼ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους, εἰς δὲ τὸ κατάστρωμα ἐπιβάτας τρισχιλίους ἀποδέοντας ἑκατὸν καὶ πεντήκοντα. καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ὑπὸ ἐσχαρίου τινός, ὅ φασι παγῆναι πεντήκοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκήν, τάφρον ὑποστησάμενος ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε. ταύτῃ δὲ θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς τετράπηχυν εἰς βάθος τόπον ἀπολειπούσας. καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν τὸ ἀνοιχθὲν κατʼ ἀρχὰς ἐμφράξαντας μετεξήντλησε τε πάλιν τὴν θάλασσαν ὀργάνοις. τούτου δὲ γενομένου ἡδράσθη τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων. κατεσκεύασε δὲ ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον δίπρῳρον καὶ δίπρυμνον, τὴν θαλαμηγὸν καλουμένην, μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δὲ εὖρος ᾗ πλατύτατον τριάκοντα πηχῶν, τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν. εἶχε δὲ συμπόσια καὶ κοιτῶνας καὶ περιπάτους καὶ οἶκον περίπτερον εἴκοσι κλίνας ἐπιδεχόμενον, οὗ τὰ μὲν πλεῖστα κατεσκεύαστο ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας. αἱ δὲ θύραι τὸν ἀριθμὸν εἴκοσι οὖσαι ἐλεφαντίνους εἶχον τοὺς κόσμους, τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον. εἶχε δὲ καὶ γυναικωνῖτιν ἐν ᾗ συμπόσιον ἐννεάκλινον, καὶ ἑτέρους οἴκους πολυκλίνους καὶ ἄλλα τὰ ἀξιαφήγητα. ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον ἁλουργεῖ παρασείρῳ κεκοσμημένος. πᾶς δὲ ὁ τοῦ Φιλαδέλφου πλοῦτος φυλαχθεὶς κατελύθη ὑπὸ τοῦ τελευταίου Πτολεμαίου τοῦ καὶ τὸν Γαβινικὸν συστησαμένου πόλεμον, οὐκ ἀνδρὸς γενομένου ἀλλʼ αὐλητοῦ καὶ μάγου.

ὅτι Διοκλείδης μὲν ὁ Ἀβδηρίτης θαυμάζεται ἐπὶ τῇ πρὸς τὴν Ῥοδίων πόλιν ὑπὸ Δημητρίου προσαχθείσῃ τοῖς τείχεσιν ἑλεπόλει, Τίμαιος δὲ ἐπὶ τῇ πυρᾷ τῇ κατασκευασθείσῃ Διονύσῳ τῷ Σικελίας τυράννῳ, Ἱερώνυμος δὲ ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμαμάξης ᾗ κατεκομίσθη τὸ Ἀλεξάνδρου σῶμα, Πολύκλειτος δὲ ἐπὶ τῷ λυχνίῳ τῷ κατασκευασθέντι τῷ Πέρσῃ, Ἱέρων δὲ ὁ Συρακούσιος βασιλεὺς ἐσπουδάκει μὲν καὶ περὶ ἱερῶν καὶ γυμνασίων κατασκευὰς, ἦν δὲ καὶ περὶ ναυπηγίας φιλότιμος, φησὶ Μοσχίων, πλοῖα σιτηγὰ κατασκευαζόμενος, ὧν ἑνός, φησί, τῆς κατασκευῆς μνησθήσομαι, οὗ καὶ Ἀρχιμήδης ἦν ὁ γεωμέτρης ἐπόπτης. εἰς ὕλην μὲν ξύλων ἐκ τῆς Αἴτνης παρεσκεύαστο ἑξήκοντα τριηρικῶν σκαφῶν πλῆθος ἐξεργάσασθαι δυναμένην. γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας καὶ τὴν εἰς τὴν ἄλλην ὕλην χρείαν τὴν μὲν ἐξ Ἰταλίας, τὴν δὲ ἐκ Σικελίας, εἰς δὲ σχοινία λευκέαν μὲν ἐξ Ἰβηρίας, κάνναβιν δὲ ἐκ τοῦ Ῥοδανοῦ ποταμοῦ καὶ τἄλλα πάντα τὰ χρειώδη πολλάχοθεν. συνήγαγε δὲ καὶ τοὺς ἄλλους τεχνίτας, καὶ καταστήσας ἐκ πάντων Ἀρχίαν τὸν Κορίνθιον ἀρχιτέκτονα παρεκάλεσε προθύμως ἐπιλαβέσθαι τῆς κατασκευῆς, προσκαρτερῶν καὶ αὐτός. τὸ μὲν ἥμισυ τῆς νεὼς ἐν μησὶν ἓξ εἰργάσατο, καὶ ταῖς ἐκ μολίβου ποιηθείσαις κεράμεσιν ἀεὶ καθʼ ὃ ναυπηγηθείη μέρος προσελαμβάνετο, ὡς ἂν τριακοσίων ὄντων τῶν τὴν ὕλην ἐργαζομένων τεχνιτῶν χωρὶς τῶν ὑπηρετούντων. τοῦτο μὲν οὖν τὸ μέρος εἰς τὴν θάλασσαν καθέλκειν προσετέτακτο, τὴν λοιπὴν κατασκευὴν ἱνʼ ἐκεῖ λαμβάνῃ. ὡς δὲ πολλὴ περὶ τούτου ζήτησις ἦν, Ἀρχιμήδης μόνος αὐτὸ κατήγαγε διʼ ὀλίγων σωμάτων. κατασκευάσας γὰρ τότε πρῶτος ἕλικα τὸ τηλικοῦτον σκάφος εἰς τὴν θάλασσαν κατήγαγεν. ὡς δὲ καὶ τὰ λοιπὰ μέρη τῆς νεὼς ἐν μησὶ ἓξ κατεσκευάσθη καὶ τοῖς χαλκοῖς ἥλοις πᾶσα περιελήφθη, ὧν οἱ πολλοὶ δεκάμνοοι ἦσαν, οἱ δʼ ἄλλοι τούτων ἡμιόλιοι, διὰ τρυπάνων δʼ ἦσαν οὗτοι ἡρμοσμένοι τοὺς σταμῖνας συνέχοντες· μολυβδίναις δὲ κεραμίσιν ἀπεστεγανοῦντο πρὸς τὸ ξῦλον, ὑποτιθεμένων ὀθονίων μετὰ πίττης, ἦν δὲ ἡ ναῦς τῇ κατασκεύῃ εἰκόσορος, τριπάροδος δὲ τὴν μὲν κατωτάτω ἔχουσα ἐπὶ τὸν γόμον, ἐφʼ ἣν διὰ κλιμάκων πυκνῶν ἡ κατάβασις ἐγένετο, ἡ δʼ ἑτέρα τοῖς εἰς τὰς διαίτας εἰσιέναι βουλομένοις ἐμεμηχάνητο. μεθʼ ἣν ἡ τελευταῖα τοῖς ἐν τοῖς ὅπλοις τεταγμένοις. ἦσαν δὲ τῆς μέσης παρόδου παρʼ ἑκάτερον τοῖχον δίαιται τετράκλινοι τριάκοντα τὸ πλῆθος. ἡ δὲ ναυκληρικὴ δίαιτα κλινῶν ἦν πεντεκαίδεκα, ὧν ἦν τὸ κατὰ πρύμναν ὀπτανεῖον. ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκειμένον ἐκ παντοίων λίθων, ἐν οἷς ἦν κατεσκευασμένος πᾶς ὁ τὴν Ἰλιάδα μῦθος θαυμασίως, κατὰ δὲ τὴν ἀνωτάτω πάροδον γυμνάσιον ἦν καὶ περίπατοι σύμμετροι τῷ τοῦ πλοίου μεγέθει, ἐν οἷς κῆποι παντοῖοι καὶ σκηναὶ κίττου λευκοῦ καὶ ἀμπέλων ῥίζαι τὴν τροφὴν ἐν πίθοις εἶχον γῆς πεπληρωμένοις. αἱ σκηναὶ κατεσκίαζον τοὺς περιπάτους. ἦν δὲ καὶ σχολαστήριον πεντάκλινον ἐκ πύξου τοὺς τοίχους ἔχον καὶ βιβλιοθήκη ἐν αὐτῷ, κατὰ ὀροφὴν τούτῳ πόλος ἐκ τοῦ κατὰ τὴν Ἀχραδίνην ἀπομεμιμημένος ἡλιοτροπίου. ἦν δὲ καὶ βαλανεῖον τρίκλινον πυρίας χαλκᾶς ἔχον τρεῖς καὶ λουτῆρα μετρητὰς πέντε δεχόμενον ποικίλον τοῦ Ταυρομενείτου λίθου. κατεσκεύαστο δὲ καὶ οἰκήματα πλείω τοῖς ἐπιβάταις καὶ τοῖς τὰς ἀντλίας φυλάττουσιν. ἱππῶνες δὲ ἦσαν ἑκατέρωθεν τῶν τοίχων δέκα. ἐνταῦθα ἡ τροφὴ τοῖς ἵπποις ἔκειτο καὶ τῶν ἀναβατῶν καὶ τῶν παίδων τὰ σκεύη. ἦν δὲ καὶ ὑδροθήκη κατὰ τὴν πρῴραν κλειστή, δισχιλίους μετρητὰς δεχομένη, ἐκ σανίδων καὶ πίττης καὶ ὀθονίων κατεσκευασμένη. περὶ δὲ ταύτην κατεκεύαστο διὰ μολιβδώματος καὶ σανίδων κλειστῶν ἰχθυοτροφεῖον· τοῦτο δʼ ἦν πλῆρες θαλάσσης, ἐν ᾧ πολλοὶ ἰχθύες εὖ ἐτρέφοντο. ἑκατέρωθεν δὲ τῶν τοιχῶν τόποι προεωσμένοι, ἐν οἷς ἦσαν ξυλοθῆκαι, κρίβανοι, ὀπτανεῖα, μύλοι καὶ πολλαὶ ἑτέραι διακονίαι ἄτλαντές τε περιέτρεχον τὴν ναῦν ἐκτὸς ἑξαπηχεῖς. ἡ δὲ ναῦς πᾶσα οἰκείαις γραφαῖς ἐπεπόνητο. πυργοί τε ἦσαν ἐν αὐτῇ ὀκτὼ, δύο μὲν κατὰ πρύμνην, οἱ δʼ ἴσοι κατὰ πρῴραν, οἱ δὲ λοιποὶ κατὰ μέσην ναῦν. τούτων ἑκάστῳ παρεδέδεντο κεραῖαι δύο, ἐφʼ ὧν κατεσκεύαστο φατνώματα διʼ ὧν ἠφίεντο λίθοι πρὸς τοὺς ὑποπλέοντας τῶν πολεμίων. ἐπὶ δὲ πύργον ἕκαστον ἀνέβαινον τέσσαρες μὲν καθωπλισμένοι νεανίσκοι, δύο δὲ τοξόται, πᾶν δὲ τὸ ἐντὸς τῶν πύργων λίθων καὶ βέλων πλῆρες ἦν· λιθοβόλος τε ἐφειστήκει τριτάλαντον λίθον ἀφιεὶς καὶ δωδεκάπηχυ βέλος. τοῦτο δὲ τὸ μηχάνημα κατεσκευάσεν Ἀρχιμήδης. ἑκάτερον δὲ τῶν βελῶν ἔβαλλεν ἐπὶ στάδιον. τριῶν δὲ ἱστῶν ὑπαρχόντων ἐξ ἑκάστου κεραῖαι λιθοφόροι ἐξήρτηντο δύο, ἐξ ὧν ἅρπαγές τε καὶ πλίνθοι μολίβδου πρὸς τοὺς ἐπιτιθεμένους ἠφίεντο. ἦν δὲ καὶ χάραξ κύκλῳ τῆς νέως σιδήρεος πρὸς τοὺς ἐπιχειροῦντας ἀναβαίνειν κόρακές τε σιδηροῖ κύκλῳ τῆς νέως, οἳ διʼ ὀργάνων ἀφιέμενοι τὰ τῶν ἐναντίων ἐκράτουν σκάφη καὶ παρέβαλλον εἰς πληγήν. ἑκατέρῳ δὲ τῶν τοίχων ἑξήκοντα νεανίσκοι πανοπλίας ἔχοντες ἐφειστήκεσαν καὶ τούτοις ἴσοι περὶ τοὺς ἱστοὺς καὶ τὰς λιθοφόρους κεραίας. ἦσαν δὲ καὶ κατὰ τοὺς ἱστοὺς ἐν τοῖς καρχησίοις οὖσι χαλκοῖς ἐπὶ μὲν τοῦ πρώτου τρεῖς ἄνδρες, εἴθʼ ἑξῆς καθʼ ἕνα λειπόμενοι· τούτοις δʼ ἐν πλεκτοῖς γυργάθοις διὰ τροχιλίων εἰς τὰ θωρακία λίθοι παρεβάλοντο καὶ βέλη διὰ τῶν παίδων. ἄγκυραι δʼ ἦσαν ξύλιναι μὲν τέσσαρες, σιδηραῖ δʼ ὀκτώ. τῶν δὲ ἱστῶν ὁ μὲν δεύτερος καὶ τρίτος εὑρέθησαν, δυσχερῶς δὲ ὁ πρῶτος εὑρέθη ἐν τοῖς ὄρεσι τῆς Βρεττανίας ὑπὸ συβώτου ἀνδρός· κατήγαγε δʼ αὐτὸν ἐπὶ θάλασσαν Φιλέας ὁ Ταυρομενείτης μηχανικός. ἡ δὲ ἀντλία καίπερ βάθος ὑπερβάλλον ἔχουσα διʼ ἑνὸς ἐξηντλεῖτο διὰ κοχλίου, Ἀρχιμήδους ἐξευρόντος. ὄνομα δʼ ἦν τῇ νηὶ Συρακοσία· ὅτε δʼ αὐτὴν ἐξέπεμπεν Ἱέρων, Ἀλεξανδρείαν αὐτὴν μετωνόμασεν. ἐφόλκια δʼ ἦσαν αὐτῇ κέρκουρος τρισχίλια τάλαντα δέχεσθαι δυνάμενος ἐπίκωπος. ἁλιάδες τε καὶ σκάφαι πλείους. τῶν δὲ κατὰ ναῦν ἀδικημάτων δικαστήριον καθειστήκει ναύκληρος, κυβερνήτης καὶ πρῳρεύς, οἳπερ ἐδίκαζον κατὰ τοὺς Συρακοσίων νόμους. σίτου δʼ ἐνεβάλλοντο εἰς τὴν ναῦν μυριάδες ἕξ, ταρίχων Σικελικῶν κεράμεια μύρια καὶ ἕτερα φορτία. χωρὶς δὲ τούτων ὁ ἐπισιτισμὸς ἦν τῶν ἐμπλεόντων. ὁ δʼ Ἱέρων, ἐπεὶ πάντας τοὺς λίμενας ἤκουε τοὺς μὲν ὡς οὐ δύνατοί εἴσι τὴν ναῦν δέχεσθαι, τοὺς δὲ καὶ ἐπικινδύνους ὑπάρχειν, διέγνω δῶρον αὐτὴν ἀποστεῖλαι Πτολεμαίῳ τῷ βασιλεῖ εἰς Ἀλεξάνδρειαν. καὶ γὰρ ἦν σπάνις σίτου κατὰ τὴν Αἴγυπτον. καὶ οὕτως ἐποίησε καὶ ἡ ναῦς κατήχθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ ἐνεωλκήθη. ὁ δʼ Ἱερῶν καὶ Ἀρχίμηλον τὸν τῶν ἐπιγραμμάτων ποιητὴν γράψαντα εἰς τὴν ναῦν ἐπίγραμμα χιλίοις πυρῶν μεδίμναις, οὓς καὶ παρέπεμψεν ἰδίοις δαπανήμασι εἰς τὸν Πειραιᾶ, ἐτίμησεν. ἔχει δʼ οὕτως τὸ ἐπίγραμμα· τίς τόδε σέλμα πελώριον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο; πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτʼ ἔκαμον τὸ κύτος, ἢ κορυφαῖς Αἴτνης παρισούμενον ἢ τίνι νάσων ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται, τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές. ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίους ἔξεσαν ἀτραπιτούς. ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων πείσμασι δʼ ἀγκύρας ἀπηωρήσατο οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον. μανύει στιβαρᾶς κατʼ ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τήνδʼ ἐκύλισε τρόπιν. φησὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ καὶ νάσοις καρπῶν πίονα δωροφορῶν, Σικελίας σκαπτοῦχος ὁ Δωρικός. ἀλλά, Πόσειδον, σῶζε κατὰ γλαυκῶν τόδε σέλμα ῥοθίων. ἡ δὲ Ἀντιγόνου ἱερὰ τριήρης ᾗ ἐνίκησε τοὺς Πτολεμαίου στρατηγοὺς περὶ Λεύκολλαν τῆς Κῴας, ἣν καὶ τῷ Ἀπόλλωνι ἀνέθηκεν, οὐδὲ τὸ τρίτον, τάχα δὲ οὐδὲ τὸ τέταρτον εἶχε τῆς Συρακουσίας ἢ Ἀλεξανδρίδος ταύτης νέως.

ὅτι ἡ παρὰ Καλλιξείνῳ ἐν τῇ διηγήσει τῆς Διονυσιακῆς πομπῆς ἐγγυθήκη λέγοντος, εἶτα λέβητες ἐπʼ ἐγγυθήκαις, λεβήτων ὑπόθημα ἦν χαλκοῦν, καὶ Πολέμων ἐγγυθήκη καὶ ἐπʼ αὐτῆς κύπελλον ἣν καὶ ὑποκρητηριδίον τινὲς καλοῦσι. δύνανται γὰρ ἐπιτίθεσθαι ἐπʼ αὐτὸ καὶ κρατῆρες καὶ ἄλλα σκεύη, ἡ δὲ ὑπʼ Ἀλεξανδρέων καλουμένη ἐγγυθήκη τρίγωνός ἐστι, κατὰ μέσον κοίλη, δυναμένη ἐντιθέμενον κεράμειον δέχεσθαι. ἔχουσι δὲ ταύτην οἱ πένητες ξυλίνην, οἱ δὲ πλούσιοι χρυσᾶν ἢ ἀργυρᾶν.

ὅτι Ἀντίοχος ὁ Δημητρίου υἱὸς ὑποδοχὰς ὀχλικὰς καθʼ ἡμέραν ποιούμενος χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ τῶν ἑστιατόρων ἐδίδου ἀποφέρειν ὁλομελῆ κρέα χερσαίων, πτηνῶν, θαλασσίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα. καὶ ἄλλος δʼ Ἀντίοχος ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς πάνυ λαμπράς, πρὸς τοῖς ὁλομέλεσι καὶ ζῶντας ἀναδιδοὺς χῆνας, λαγώους, δορκάδας, καὶ χρυσοῦς στεφάνους καὶ ἀργυρώματα καὶ ἵππους καὶ καμήλους, φησὶ Ποσειδώνιος. καὶ οἱ κατὰ Συρίαν δὲ πάντες, ὁ αὐτός φησι, διὰ τὴν τῆς χώρας εὐβοσίαν εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δʼ ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις, οὕτω γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων, ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι καὶ τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι καὶ καταυλούμενοι πρὸς χελιδόνος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι. μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. εἰ μὲν φράσω τἀληθές, οὐχί σʼ εὐφρανῶ· εἰ δʼ εὐφρανῶ τί σε, οὐχὶ τἀληθὲς φράσω, φησὶν Ἀγάθων.

ὅτι ἐν τῇ Ἐρυμνέως τοῦ περιπατητικοῦ σχολῇ, φησὶ Ποσειδώνιος, Ἀθηνίων διέτριβέ τις λόγοις προσκαρτερῶν· ὃς Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. ταύτης οὖν εἴτʼ ἐξ αὐτοῦ τεκούσης, εἴτʼ ἐξ ἄλλου, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο. γράμματα δὲ μαθὼν πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραχώγει καὶ ἀποθανόντος κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας τε παιδισκάριον εὔμορφον πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. καὶ σοφιστεύσας ἐν Μεσήνῃ καὶ Λαρίσῃ τῇ Θεσσαλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα, ἐπανῆλθεν εἰς Ἀθήνας, καὶ χειροτονηθεὶς ὑπὸ Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς. διὸ μετεώριζε τοὺς Ἀθηναίους διʼ ἐπιστολῶν, ὡς μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὡς καὶ τὴν δημοκρατίαν ἀνακτήσασθαι καὶ δωρεῶν αὐτοὺς ποιῆσαι τυχεῖν ἰδίᾳ τε καὶ δημοσίᾳ. ἐπεὶ δʼ ἐπανῆγεν εἰς Ἀθήνας ὑπὸ χειμῶνος ὀχληθεὶς εἰς Καρυστίαν κατηνέχθη. οἱ δὲ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυροποῦν. καὶ ἡ πόλις ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπʼ ἀργυρόποδος κομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοσαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον δὲ καὶ γυναῖκες καὶ παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς πόλεως καὶ τῆς χώρας πομπεύει. συνήντησαν δʼ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται χλαμύδα τε φοροῦντι καὶ δακτύλιον χρυσίον ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδάτου εἰκόνα. θυσίαι τʼ ἐπετελοῦντο ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ καὶ σπονδή. καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον· πλήρης δʼ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ ξένων. ὃ δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος καὶ προσάψασθαι τῆς ἐσθῆτος. ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ὠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, λέγω ὑμῖν, ἔφη, τὰ μηδέποτε μηδʼ ἐν ὀνείρῳ φαντασθέντα, ὦ Ἀθηναῖοι. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας καὶ τῆς συνεχοῦς Ἀσίας ἁπάσης. καὶ βασιλεῖς αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ Μαιῶτιν καὶ τὸν ὅλον Πόντον ᾠκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος ἀκολουθεῖ δέσμιος, Μάλλιος δὲ Ἀκύλλιος ὁ ὑπατευκὼς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται. τῶν δʼ ἄλλων οἳ μὲν ἀγάλμασι προσπεπτώκασιν, οἳ δὲ μετεμφιασάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας ὀνομάζουσι. χρησμοὶ δὲ πανταχόθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ Μακεδονίαν μεγάλα πέμπεται στρατεύματα, καὶ τὰ Εὐρώπης πάντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. πάρεισι δὲ καὶ Καρχηδονίων πρέσβεις συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν Ῥώμης ἀναίρεσιν. μικρὸν δʼ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας συλλαλῆσαι τὸ πλῆθος περὶ τῶν παραδόξως προηγγελμένων, τρίψας τὸ μέτωπον, τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας, ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ὑμᾶς πολιτεύεσθαι δεῖ. μὴ περιίδωμεν ἱερὰ κεκλεισμένα, αὐχμῶντα γυμνάσια, θέατρον ἀνεκκλησίαστον, ἄφωνα τὰ δικαστήρια, τὸ τοῖν θεοῖν ἀνάκτορον κεκλεισμένον. καὶ πολλῶν τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν εἰπόντα· νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε καὶ ἂν συνεπισχύσητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς. ταῦτʼ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας, ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα. καὶ μετʼ οὐ πολλὰς ἡμέρας τύραννον ἑαυτὸν ἀναδείξας ὁ φιλόσοφος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν — παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν μὴ παιδὶ μαχαίραν — ἐκποδὼν ἐποιήσατο, φύλακας δʼ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς διὰ τῶν τειχῶν αὐτοὺς καθιμήσαντας φεύγειν. ὁ δὲ ἱππέας ἀποστείλας οὓς μὲν ἐφόνευεν, οὓς δὲ καὶ δεδεμένους κατῆγε, δορυφόρους ἔχων τῶν φρακτικῶν καλουμένων. προσεποιεῖτο δὲ καὶ τὰ Ῥωμαίων πολλάκις φρονεῖν, πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγε, ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσι. καὶ κατεδίκαζεν αὐτὸς τὰς ψήφους φέρων. ἐνειργάσατο δὲ τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. τῶν δʼ ἀναχωρούντων τὸν ληφθέντα ἀπετυμπάνιζεν ἐκήρυσσέ τε δύνοντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν. ἤδη δὲ τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον ἐκτείνας χρήματα, ἐξέπεμψεν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην Ἀθηναίων ποικιλώτατον καὶ ἁψίκορον ζήσαντα βίον· ὃς εἰς Δῆλον ἐξορμήσας πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος καὶ ἀφυλάκτως κοιμώμενος, Ὀροβίου τοῦ Ῥωμαίων στρατηγοῦ ἐπιθεμένου ἐν ἀσελήνῳ νυκτὶ ἡττήθη, κατακοπέντων Ἀθηναίων ἑξακοσίων τὸν ἀριθμόν, ζωγρηθέντων δὲ περὶ τετρακοσίους. χοίνικα δὲ κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει Ἀθηνίων τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. τοιοῦτοι οἱ ἀπὸ φιλοσοφίας στρατηγοί. περὶ ὧν Δημοχάρης ἔλεγεν· ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην οὐδʼ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον.

ὅτι Πλάτων φησὶ τρεῖς στρατείας στρατεύσασθαι Σωκράτην, τὴν εἰς Ποτίδαιαν, τὴν εἰς Ἀμφίπολιν, τὴν εἰς Βοιώτους, ὅτε καὶ ἡ ἐπὶ Δηλίῳ μάχη ἐγένετο· μηδενὸς τοῦτο ἱστορήσαντος ἑτέρου ὁ δὲ καὶ ἀριστείων αὐτὸν τυχεῖν φησὶ, πάντων Ἀθηναίων φυγόντων, καίτοι ἡ ἐπʼ Ἀμφίπολιν στρατεία Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, φησὶ Θουκυδίδης, γέγονεν. ὧν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. ποῦ γὰρ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην ἢ ἰστοριόγραφος ἢ ποιητής; τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ; ποίας δὲ μάχης ἀριστεῖα Σωκράτης λαβὼν ἐν Ποτιδαίᾳ Ἀλκιβιάδῃ παρεχώρησεν, ὥς φησι Πλάτων; καὶ τί πράξας ἐπιφανὲς καθόλου μάχης μηδεμίας ἐμπεσούσης, ὡς ἱστόρηκε Θουκυδίδης, ἐν δὲ τῇ ἐν Δηλίω μάχῃ πάντων φυγόντων τῶν μὲν ἐπὶ θάλασσαν, ἄλλων ἐπὶ Ὠρωπόν, τῶν δὲ εἰς Πάρνηθα τὸ ὄρος, Βοιωτῶν δʼ ἐφεπομένων καὶ Λοκρῶν καὶ κτεινόντων καὶ τοιούτου κυδοιμοῦ καταλαβόντος τοὺς Ἀθηναίους, πῶς Σωκράτης οὐκ ἀσχημόνως ἅμα τοῖς πολλοῖς ἔφευγε; πῶς δὲ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδείς; πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρεχώρει, τῷ μηδʼ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείς; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαί ποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν πορείας εἴρηκε. ὅλως δὲ ὁ σοφιστὴς οὗτος ἐν πολλοῖς ἐλέγχει τὸν Πλάτωνα περὶ τοὺς χρόνους διαμαρτάνοντα. Ὅτι γελοίως ὁ Ξενοφῶν ἐν τῷ συμποσίῳ ποιεῖ τὸν Σωκράτη λέγοντα ὡς στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν καὶ ἐραστῶν. τούτους γὰρ οἴεσθαι μάλιστʼ ἂν αἰδεῖσθαι ἀλλήλους ἀπολιπεῖν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου ἀφροντιστεῖν καὶ ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθιζόμενοι, οὗτοι μάλιστα αἰσχύνονται αἰσχρόν τι ποιεῖν.

ὅτι τῆς ἐπὶ Δήλιον στρατείας προτερεῖ ἡ περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει.

ὅτι ὀγδοήκοντα δύο ἔτη Πλάτων βιώσας μετήλλαξεν. ὅττι κεν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἔλθοι, μὴ τοῦτο διακρίνας γράφει, φησί τις ποιητής.

Ὅτι Περικλῆς κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἀπέθανεν ἄρχοντος Ἐπαμείνονος, ἐφʼ οὗ τελευτᾷ Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται.

Ὅτι Ξενοφῶν ἐν Ἑλληνικοῖς περὶ τῶν Ἐρασινίδου στρατηγῶν, οἳ τοὺς ἐν Ἀργινούσαις ἀπολομένους οὐκ ἀνείλοντο ἐν τῇ ναυμαχίᾳ τῇ γενομένῃ ἐπὶ ἄρχοντος Καλλίου εἴκοσι τέσσαρσιν ἔτεσιν ὕστερον τῆς Περικλέους τελευτῆς, φησὶ τάδε· τῶν δὲ πρυτάνεων τινῶν οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, αὖθις Καλλίξεινος ἀναβὰς κατηγορεῖ αὐτῶν. οἳ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας, οἳ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν.

ὅτι Πλάτων φησὶ Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος· καὶ τὴν ἀνελεῖν μηδένα. πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. τίς δὲ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ ἑαυτοῦ λέγων ὡς οὐκ ἐστι σοφός. βλὰξ γὰρ ἦν τοιαῦτʼ ἐρωτῶν τὸν θεόν, ὡσανεὶ καὶ τοιαῦτά τινα, τῶν Ἀττικῶν ἐρίων ἄλλʼ ἐστὶ μαλακώτερα, ἢ τῶν ἐν Βάκτροις καὶ Μήδοις εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμώτερος. τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτʼ Αἴσωπός ἐστιν ὁ λογοποιὸς εἴτε ἄλλος τις, πῶς ἂν πλουτήσαιμι Διὸς καὶ Λητοῦς υἱέ; χλευάζων ἀπεκρίνατο· εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος. ὅτι οὐδὲν ὧν ὁ Πλάτων εἶπε περὶ Σωκράτους οὐδὲ κωμικός τις εἴρηκε, οὐθʼ ὅτι μαίας βλοσυρᾶς ἦν υἱός, οὔθʼ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ὡς καὶ νιπτῆρας αὐτοῦ τῆς κεφαλῆς καταχεῖν, οὔθʼ ὡς Ἀλκιβιάδης συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν. καίτοι Ἀριστοφάνης ἐξεκωδώνισεν ἂν ταῦτα καὶ οὐκ ἐσίγησεν. ὅτι Ἀσπασία σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἔφη ποτὲ πρὸς Σωκράτη ἰδοῦσα αὐτοῦ τὸ κατάστημα, ὅτε ἐθηρεύετο, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπʼ Ἀλκιβιάδου· τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σʼ ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι.

ὅτι οἱ πλείστοι τῶν φιλοσόφων κακήγοροι μᾶλλον τῶν κωμικῶν. Αἰσχίνης οὖν ὁ Σωκρατικὸς Κριτόβουλον τὸν Κρίτωνος ἐπʼ ἀμαθίᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην ἱματίου φορήσεως καθʼ ἡμέραν ἡμιωβόλιόν φησι κναφεῖ τελεῖν μισθόν, ἐνῆφθαι δὲ τὰ ὑποδήματα σπαρτίοις σαπροῖς. Ἱππόνικον δὲ τὸν Καλλίου κοάλεμον προσαγορεύει, τὰς δʼ ἐξ Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας. Ἀλκιβιάδου δὲ κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναίκας σπουδάζοντος. Ἀντισθένης δὲ τὸν αὐτὸν Ἀλκιβιάδην παρανόμον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν· συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ, ὡς τοὺς Πέρσας. Πλάτων δὲ Σωκράτη ἐρᾶν Ἀκλιβιάδου φησὶ μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἔτων καὶ πώγωνος ὑποπιμπλαμένου· τούτοις τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγός, οὐ μῖμος, οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος, ἀλλὰ Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων διατρίβων καὶ Θεοδότην τὴν ἑταίραν διδάσκων ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλʼ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασι πόθων θέλγητρα. ἐπιλίποι δʼ ἄν με ὁ χρόνος, εἰ ἐκτίθεσθαι βουληθείην τὰς σεμνὰς τῶν φιλοσόφων μέμψεις. κατὰ γὰρ τὸν Πλάτωνα ἐπιρρεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθει τε καὶ ἀτοπίᾳ τερατολογιῶν τινῶν φύσεως. ἀνὴρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος Σκυθιστὶ φωνεῖ, οὐδὲ κάππα γιγνώσκων, κεῖται δʼ ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος ὡς μήκωνα φάρμακον πίνων, φησὶν ὁ Βυζάντιος Παρμένων.

περὶ Γοργόνων Ἀλέξανδρος ὁ Μύνδιος τάδε ἱστορεῖ. τὴν γοργόνα τὸ ζῷον καλοῦσι οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κάτω βλέπα. ἐστὶ δὲ προβάτῳ ἀγρίῳ ὅμοιον ὡς ἐκ τῆς δορᾶς σημειώσασθαι, ὡς δʼ ἔνιοί φασι, μόσχῳ. ἔχει δʼ ἀναπνοὴν τοιαύτην ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζώῳ διαφθείρειν, φέρει δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλμούς, ἥν, ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα ἐμβλέψῃ, κτείνει τὸν θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ καὶ νεκρὸν ποιεῖ. ἐγνώσθη δʼ οὕτως. τῶν μετὰ Μαρίου τινὲς ἐπὶ Ἰογόρθαν στρατευσαμένων ἰδόντες τὴν γοργόνα δόξαντές τε ἄγριον εἶναι πρόβατον ὥρμησαν ἐπʼ αὐτήν. τὸ δὲ πτοηθὲν διασεισάμενόν τε τὴν ἐν τοῖς ὄμμασι χαίτην ἐποίησε τούτους νεκρούς. πάλιν δὲ καὶ πάλιν τὸ αὐτὸ ποιησάντων ἑτέρων καὶ τὰ αὐτὰ τοῖς προτέροις παθόντες, ἱστορήσαντές τινες παρὰ τῶν ἐπιχωρίων τὴν τοῦ ζῴου φύσιν, μακρόθεν ἐνεδρεύσαντες κατηκόντισαν ἧκον τε φέροντες πρὸς τὸν στρατηγὸν τὸ θηρίον. καὶ ὁ Μάριος εἰς Ῥώμην τὴν δορὰν ἀναπέπομφεν.

Ὅτι τὰ περὶ τῶν ὀπισθονόμων βοῶν ἱστορούμενα οὐκ ἀληθῆ. τί δὲ περὶ τούτων ἱστόρηται, ζήτει εἰς τὸ περὶ ζῴων ἰδιότητος Αἰλιάνου· φησὶν Ἡρόδικος ὁ Βαβυλώνιος· φεύγετʼ Ἀριστάρχειοι ἐπʼ εὐρέα νῶτα θαλάσσης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβικες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφῖν καὶ τὸ μὶν ἠδὲ τὸ νίν. τοῦθʼ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβύλων. ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δʼ αὐτοῖσι σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κρίτην, εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθʼ ὅσʼ ἄν τις καινότητʼ ἔχειν δοκῇ, Ἀναξανδρίδης φησίν.

Μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντα, φησὶν Ἀντιφάνης, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καί τινα εἰπεῖν· ὡσθʼ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ, τὰ δʼ ἄλλα πάντʼ ἴσασιν· ὁ πατὴρ Λάιος, μήτηρ Ἰοκάστη, θυγάτερες, παῖδες τίνες, τί πείσεθʼ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμαίωνα, τὰ παιδία πάντʼ εὐθὺς εἴρηκεν, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρα· ἡμῖν δὲ ταῦτʼ οὐκ ἔστι, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, κἄπειτα τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις ἐκσυρίττεται. Δίφιλος δέ φησιν· ὦ τόνδʼ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοὶ φασίν, οἷς ἐξουσία ἐστὶ λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις. Τιμοκλῆς δὲ ὁ κωμικός φησιν· ἄνθρωπος δὲ ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπηρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει παραψυχὰς γοῦν φροντίδων ἀνεύρατο ταύτας ὁ ... τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ ψυχαγωγηθεὶς πάθει, μεθʼ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης πτωχότερον αὐτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν δὲ μανικῶς Ἀλκμαίωνʼ ἐσκεψάτο· ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε. χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὅρᾳ. γέρων τις ἀτυχεῖ, κατέμαθε τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζονʼ ἢ πέπονθέ τις ἀτυχήματʼ ἄλλοις γεγονότʼ ἐννοούμενος τὰς αὐτὰς αὐτοῦ συμφορὰς ῥᾷον φέρει.

Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε Δημοσθένης μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης παιδιὰν θέμενος, ἐρεσχελεῖ τόνδε τὸν τρόπον· ὁ δεσπότης δὲ πάντα τὰ τοῦ πατρὸς ἀπέλαβεν, ὥσπερ ἔλαβεν. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. καὶ Ἄλεξις· ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι. οὐκ, ἀλλʼ ἀποδέδωκας ἐνέχυρον δήπου λαβών. Τιμοκλῆς πού φησι· πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. ὁ ποῖος; ὁ Βριάρεως; ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλʼ Ἄρη βλέπων.

ἐπεισῆλθον ἡμῖν, φησὶν οὗτος, ἰχθύες πολυτελεῖς· μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. ἐγὼ τέως μὲν ᾤμην, φησὶν Ἀντιφάνης, τὰς Γοργόνας εἶναί τι λογοποίημα. πρὸς ἀγορὰν δʼ ὅταν ἔλθω, πεπίστευκʼ εὐθύς· ἐμβλέπων γὰρ τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι· ὡστʼ ἐξ ἀνάγκης ἔστʼ ἀποστρέφοντί μοι λαλεῖν πρὸς αὐτούς. ἐὰν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς. Ἄμφις δέ φησι· πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντʼ ἀξιωθῆναι λόγου ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. Ἄλεξις· τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν ἡγοῦμαι ποεῖν οὐ πάνυ τι, τοὺς δὲ ἰχθυοπώλας τοὺς κάκιστʼ ἀπολουμένους, ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δʼ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν ἐρωτήσῃς πόσου τοὺς κηστρέας πωλεῖς δυʼ ὄντας, δέκʼ ὀβολῶν, φησίν. ὀκτὼ λάβοις ἄν; εἴπερ ὠνῇ τὸν ἕτερον. ὦτάν, λαβὲ καὶ μὴ παῖζε τοῦ σοι δεῖ. παράτρεχε. ταῦτʼ οὐχὶ πικρότερα ἐστὶν αὐτῆς τῆς χολῆς; Δίφιλος· ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας εἶναι πονηροὺς τοὺς Ἀθήνησι μόνους. τόδʼ, ὡς ἔοικε, τὸ γένος ὥσπερ θήριον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστι τις ὑπερηκοντικώς, κόμην τρέφων ἱερὰν τοῦ θεοῦ, ὅς, φασίν, οὐ διὰ τοῦτο γε, ἀλλʼ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμα αὐτὴν ἔχει. οὗτος ἀποκρίνετʼ, ἂν ἐρωτήσῃς πόσου ὁ λάβραξ, δέκʼ ὀβολῶν, οὐχὶ προσθείς σοι ποταπῶν. ἔπειτʼ ἂν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατʼ Αἰγιναῖον. Ξέναρχος· οἱ ποιηταὶ — φησίν — λῆρός εἰσιν. οὐδὲ ἓν γὰρ καινὸν εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταῦτʼ, ἄνω τε καὶ κάτω. τῶν δὲ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδέν. οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκ ἐτʼ ἔστʼ ἐξουσία, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, θεοῖς τις ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινόμενος ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησεν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δʼ εἰληφέναι δόξας καταπίπτει καὶ λειποψύχειν δοκῶν. ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις ὕδωρ· ὃ δʼ εὐθὺς ἐξαράξας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρεὶ παντελῶς κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἅπαξ ἐπάνω. εἴποις γʼ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι. Ἀντιφάνης· οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τῷ γὰρ μὴ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις σήπονθʼ, ἕωλοι κείμενοι δύʼ ἡμέρας ἢ τρεῖς. μόλις δʼ ἄν ποτʼ ὠνητὴν τυφλὸν λάβωσʼ, ἔδωκε τῶν νεκρῶν ἀναίρεσιν. κομίσας δʼ ἐξεβάλεν οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών. πάλιν· οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συνάγοντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντα θʼ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς καὶ κομιδῇ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δʼ ἕτερον οἰμώζειν μάκραν. Ἄλεξις· ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτʼ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους. μονονουχί· δεκατεύουσι τὰς οὐσίας· ἐν ταῖς πόλεσι καθήμενοι. πάλιν· οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τʼ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ νυνί τε καινὸν εἰσφέρει νόμον τινα χρυσοῦν, τὸ μὴ πωλεῖν ἔτι καθημένους τοὺς ἰχθυοπώλας, διὰ τέλους δʼ ἑστηκότας· εἶτα εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί. πάλιν· Ἀριστόνικος τίθησι νόμον, ἰχθυοπώλης ὅστις ἂν πωλῶν ἰχθῦν ὑποτιμήσας ἀποδῶτʼ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν εἶτʼ εἰς ἑσπέραν σαπροὺς ἅπαντες ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πεμφθεὶς ἅπαντες ἀγοράσωσι κατὰ τρόπον. Ἀριστοφάνης· εἰτʼ οὐ σοφοὶ δῆτʼ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διαδιδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; οὐχὶ μὰ Δία τίτθας εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις. πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτʼ ἐστίν. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν μετά γε τοὺς τραπεζίτας· ἔθνος τούτου γὰρ οὐδέν ἐστι ἐξωλέστερον. Δίφιλος· οὐ πώποτʼ ἰχθῦς οἶδα τιμιωτέρους. Πόσειδον, εἰ δεκάτην αὐτῶν ἐλάμβανες ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτερος. ὅμως δὲ τούτων εἴ μοι προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσε τοσοῦτον καταθεὶς ἐπριάμην. Ἄλεξις· αἰεὶ δὲ καὶ ζῶντʼ ἐστὶ καὶ τεθνηκότα ἐν τῇ θαλάττῃ πολέμιʼ ἡμῖν θηρία, ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἰθʼ, ὡς γένηται, ληφθῇ νέων τις, καταπεπώκασʼ εὐθέως. αὐτοί τʼ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὠνίοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει. μέμνηται δʼ Ἄρχιππος ἰχθυοπώλου Ἑρμαίου. Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος.

Ἄλεξις δὲ Μικίωνος· ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτʼ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ γυμνοὺς ἅπαντας. εἶτʼ ἐπάν τις ἐκδύθῃ, τηρεῖ ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν δʼ ἂν ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγει λαβόμενος εἰς τὸ δεσμωτήριον. παρὰ δʼ Ἀναξανδρίδῃ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε τίς φησι· τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται· αὐτὴ δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τʼ εὐθέως ἀφανίζεται. ἐπὶ τίνα δʼ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νέων κατακάεται, ἢ ὠθισμός ἐστι δακτύλων τοιοῦτος ἢ πνιγμός, ἐὰν μὴ ταχὺ δύνηται καταπιεῖν; ὅτι Κορινθίοις νόμιμον ἦν, φησὶ Δίφιλος, ἱνʼ ἐὰν τίνʼ ὀψωνοῦντʼ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνωμεν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ, ἧς αἱ πρόσοδοι λύουσι τὰ ἀναλώματα, ἐᾶν ἀπολαύειν ἤδη τοῦτον τὸν βίον· ἐὰν δὲ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ἂν δὲ μὴ πείθηται, ἐπέβαλον ζημίαν. ἂν δὲ μηδʼ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. οὐ γὰρ ἐνδέχεται ζῆν ἄνευ κακοῦ τινος τοῦτον, ἀλλʼ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν ἢ συκοφαντεῖν κατʼ ἀγορὰν ἢ μαρτυρεῖν ψευδῆ. εἶτʼ ἐπάγει· περὶ τῶν σελίνων μαχόμεθα, ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθʼ· εὐθὺς ἥρπακας. πέρδικα δʼ ἢ κίχλην γε νὴ Δίʼ οὐκ ἔστι διʼ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. καὶ Σόφιλος δὲ ἀξιοῖ Ἀθήνησιν ὀψονόμους αἱρεῖσθʼ ὑπὸ τῆς βουλῆς δύʼ ἢ καὶ τρεῖς. Λυγγεὺς δʼ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέγραψε πρός τινα δυσώνην διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλοιτο.

ὅτι Ἑλληνικὸν ὄνομα ὁ πίναξ· Ὅμηρος· κρειῶν πίνακας παρέθηκεν. ὅτι καὶ τήγανον εἴρηται καὶ οὐ μόνον τάγηνον παρὰ τοῖς ἀρχαίοις, ἀπὸ τηγάνου τʼ ἔφασκεν ἀφύας φαγεῖν, φησὶ Φερεκράτης. Εὔβουλος· ῥιπὶς δʼ ἐγείρει φλόγας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. πάλιν· προσγελῶσα τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δʼ ἰχθῦς ἐν μέσοισι τηγάνοις· Φρύνιχος· ἡδὺ δʼ ἀποτηγανίζειν ἄνευ συμβολῶν. Ἡγήσανδρος δὲ ὁ Δελφός φησι Συρακοσίους τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον, χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανόν φασιν· Ἀνακρέων· χεῖρα τʼ ἐν ἠγάνῳ βαλεῖν.

ὅτι μέχρι τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, φησὶν Ἰόβας, μεταβαλόντων δʼ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα ἡ Κλεοπάτρα, ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν, τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κεράμειον αὐτό· εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δʼ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μανάσου τοῦ Λιβύων βασιλέως φησί· δεῖπνα Ῥωμαϊκῶς ἦν κατεσκευασμένα κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ· τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγόνοτα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς τε ἐχρῆτο Ἑλληνικοῖς.

ὅτι Ἀριστοφάνη τὸν κωμικὸν Ναυκρατίτην φησὶν ὁ Ἀθηναῖος Ἡλιόδωρος. ἔλεος ἐμπέπτωκε μοί τις, φησὶ Φιλιππίδης, ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δὲ ἐπʼ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ, πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἔργωδες ἀμέλει. τοῦτο μὲν καὶ νῦν ἔτι. ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν. οἶδά τινα, φησὶν Ἄλεξις, πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν. παρὰ δὲ Νικοστράτῳ ἀλαζών τις στρατιώτης λέγει. λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον, τῆς εὐπαρύφου λεπτότερον. ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότʼ εἰς ὑμένος ἰδέαν. σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων; Σώπατρός φησιν ὁ παρῳδός, ἀλλʼ ἀμφὶ δείπνοις ὀξίδʼ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασι, οἵαν ποτʼ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸς ταλάντοις ἐκτανταλωθεὶς ἀνήρ. φησὶν ὁ αὐτός. Θεόπομπος ὁ Χῖος περὶ Θεοκρίτου τοῦ συμπολίτου. ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλʼ οὐδὲ χαλκῶν, ἀλλʼ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολαβῶν. λοπάδων παρατεταγμένη φάλαγξ, φησὶ Δίφιλος.

ὅτι οἱ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματά φασιν, ἀλλʼ ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον. ὅτι σπάνιος ἦν παρʼ Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος. διὸ Φίλιππος ὁ τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατὴρ φιάλιον χρυσοῦν ἔχων, ὥς φησι Δοῦρις, ἀεὶ τοῦτʼ εἶχε κείμενον πρὸς τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ ἔτι τε τῆς τραγωδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. καὶ ὁ Ἐριφύλης ὅρμος διαβόητος γέγονε, φησὶν ὁ Λαμψακηνὸς Ἀναξιμένης, διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρʼ Ἕλλησι· καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναί φησι δοθῆναι φιάλας ἀργυρᾶς· Ψαμμίτιχον οὖν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων φησὶ χαλκῇ φιάλῃ σπεῖσαι. συληθέντος οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησι ὁ χρυσός. εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. καὶ τὰ ἐν Δελφοῖς δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἀναθήματα ὑπὸ τοῦ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη. καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος. ἀνέθετο δὲ καὶ Γέλων ἐν Δελφοῖς τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα, ὅτε Ξέρξης ἐπεστράτευσε τῇ Ἑλλάδι καὶ Ἱέρων δὲ τὰ ὅμοια. ὅτι Λακεδαιμόνιοι χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἠρώτων παρʼ οὗ χρύσιον πρίαιντο. ὁ δὲ ἄνειλεν αὐτοῖς παρὰ Κροίσου τοῦ Λύδου πορευθέντας ὠνεῖσθαι. καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. ἐκοσμήθη δὲ καὶ ὑπὸ Κροίσου τὸ Πυθικὸν ἱερόν. Ἱέρων δʼ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τρίποδα καὶ Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺ ἀπορῶν χρυσίου ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα· οἳ μόλις ποτʼ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρὰ Ἀρχιτέλει, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο οὖν τοῖς παρὰ τοῦ Ἱέρωνος ὃν ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθʼ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας. πάλαι δὲ χαλκᾶ ἦσαν τὰ ἀναθήματα τρίποδες τε καὶ λέβητες καὶ ἐγχειρίδια, ὧν ἐφʼ ἑνὸς ἐπεγέγραπτο· θάησαί μʼ· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν, ὅτε καλλικόμῳ μαρνάμεθʼ ἀμφʼ Ἑλένῃ· καί μʼ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων· νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος ἑνός· χάλκεός εἰμι τρίπους, Πυθοῖ δʼ ἀνάκειται ἄγαλμα· καί μʼ ἐπὶ Πατρόκλῳ θῆκε πόδας ὠκὺς Ἀχιλλεύς· Τυδείδης δʼ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον. ὅτι Ἀλκμαίωνι πυνθανομένῳ, φησὶν Ἔφορος, πῶς ἂν τῆς μανίας ἀπαλλαγείη, χρᾷ Ἀπόλλων· τιμῆέν μʼ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψʼ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις· Μενελάῳ δὲ ἐρομένῳ πῶς ἂν Ἀλέξανδρον τιμωρήσαιτο ἔφη· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχʼ Ἑλένῃ μέγα χάρμα· ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. ἀνέθηκαν οὖν ἄμφω. ἐπεὶ δὲ Ὀνόμαρχος καὶ Φάυλος καὶ Φάλαικος ἅπαντα τὰ τοῦ νάου ἐξεκόμισαν, τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον καὶ τὸν τῆς Ἑλένης ὅρμον. καὶ ἔριν δὲ ταῖς γυναιξὶν ἐνέπεσε περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται καὶ διακληρουμένων ἣ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἣ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης εἴληφε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἣ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.

ὅτι Πλάτων ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδʼ εἴων ἐνεπιδημῆσαι ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλʼ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες ἐκεῖνα δʼ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. ἡ φύσις ἐποίησεν ὑπογείους χρυσοῦ καὶ ἀργυροῦ φλέβας πολύπονον ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνον, ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. ὅτι ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν τοῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύνοντες ἄγουσιν ἐπὶ τὴν χώνην. καὶ τὰ πάλαι μὲν Ῥιπαῖα, φησι Ποσειδώνιος, καλούμενα ὄρη, εἶθʼ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια, ἔστι δὲ τῆς Γαλατίας, αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. χαριεντιζόμενος οὖν φησιν ὅτι πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα, ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δʼ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες. Λακεδαιμόνιοι δʼ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, κατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπολλῶνι τὸν πρότερον ἐν Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον οὖν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τῶν δὲ Γαλατῶν οἱ Κορδισταὶ καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὐτῶν χώραν, ληιζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες οὐ παραλείπουσι. τὸ δʼ ἔθνος αὐτῶν ἐστι λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Ἀθανάτιος δέ τις ἡγεμὼν διῴκισεν αὐτοὺς ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους, οὗ καὶ τοὺς ἀπογόνους Βατανάτους καλοῦσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, διʼ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον. ἀργυρίῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσι. καίτοι ἐχρῆν οὐ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ τοῦτʼ ἦν παρʼ αὐτοῖς, περὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.

τοῦ παρασίτου

ὄνομά φησιν Ἡρόδικος νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. καὶ Κλέαρχος ὁ Σολεύς· παράσιτον καλοῦμεν νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. Κλείδημος· παράσιτοι δʼ ᾑρέθησαν τῷ Ἡρακλεῖ. καὶ ἐν τῷ Ἀνακείῳ δὲ ἐπὶ στήλης γέγραπται· τὰ δὲ δύο μέρη τοῖν βοοῖν τὸ μὲν ἕτερον τῷ ἱερεῖ, τὸ δὲ τοῖς παρασίτοις. Κράτης· πρότερον ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. γέγραπται οὖν ἐν τῷ νόμῳ· εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ τοῦ ἀρχείου καὶ τοῦ παρασιτείου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι ἀργύριον. καὶ ἦν παρασίτειον, ἐν ᾧ τὰς ἀπαρχὰς τοῦ ἱεροῦ σίτου ἐτίθεσαν οἱ παράσιτοι. Ἀριστοτέλης δὲ ἐν τῇ Μοθωναίων πολιτείᾳ παράσιτοι, φησί, τοῖς μὲν ἄρχουσι δύο καθʼ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς. τεταγμένον δʼ ἐλάμβανον παρά τε ἄλλων τινῶν καὶ τῶν ἁλιέων ὄψον. ὁ δὲ νῦν παράσιτος τοιαῦτα παρὰ Διφίλῳ φησί που· ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφʼ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγειρείου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω καὶ πτερύσσομαι· ἐὰν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλʼ οὐδʼ αἷμʼ ἔχει. πρῶτος δʼ Ὅμηρος, φασί τινες, εἰσήγαγε παράσιτον τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶ δʼ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ γλώσσης. τιτρώσκει δʼ αὐτὸν Σπαρτιάτης ἄνθρωπος αὐτάρκειαν ἐζηλωκώς.

οἱ δʼ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν. Εὔπολις· ἀλλὰ δίαιταν ἣν ἔχουσʼ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλʼ ἀκούσαθʼ, ὡς ἐσμὲν ἅπαντες κομψοὶ ἄνδρες· τοῖσι μὲν ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά. ἱματίω δέ μοι δύʼ ἐστὸν χαρίεντε· τούτοιν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δʼ ἐπειδὰν κατίδω τίνʼ ἄνδρʼ ἠλίθιον, πλουτοῦντα δʼ, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχοι λέγων ὁ πλούταξ, τοῦτʼ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτʼ ἐπὶ δεῖπνον ἐρχόμεθʼ ἄλλυδις ἄλλος. Ἄλεξις δὲ δύο γένη εἶναι παρασίτων φησί· ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον. θάτερον δὲ σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς, οὓς καὶ σεμνοπαρασίτους φησί. Τιμοκλῆς δὲ χαρακτηρίζων τὸν παράσιτόν φησιν· ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται. πράσσεις τι, πράξει συμπαρὼν ὅ, τι ἂν δέῃ, δίκαια ταῦτα τῷ τρέφοντι νενομίκως, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων. χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δʼ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα δὲ μὴ πολλὰ μακρολογῶ διʼ ἡμέρας, γέρα αὐτοῖς ταὐτὰ τοῖς τὰ Ὀλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται. Ἀντιφάνης δέ φησιν· ὅρα γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχεται ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶ πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετʼ αὐτῷ συμπάρων. κἀστὶ φίλος γενναῖος ἀσφαλής θʼ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ· πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ δεῖπνον εὐτρεπές. Ἀριστοφῶν δέ φησι· βούλομαι δʼ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους· ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὡστʼ ἤδη παλαὶ ζωμὸς καλοῦμαι. δεῖ τινʼ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργεῖον μʼ ὁρᾶν. προσβαίνειν πρὸς οἰκίαν δεῖ κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων· κονδύλοις πλάττειν Τελαμών, τοὺς καλοὺς πειρᾶν καπνός. ὁ αὐτός· πρὸς μὲν τὸ πίνειν ἐσθίειν τε μηδὲ ἓν νόμιζʼ ὅραν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε καμπή, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήτε ὁρᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μίκρον νυκτερίς. Ἀντιφάνης δέ φησι· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστι, ἀλλὰ τοῖς φίλοις τοιοῦτός εἰμι δή τις τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦντά τινα ἀστραπή, φέρειν τινὰ ἄραντʼ ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρὶς, δειπνεῖν ἀκλήτως μυῖα, μὴ ἐξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσʼ ἂν τύχῃ τις εἰπών, ταῦτʼ ἀπροσκέπτως ποιεῖν ἅπαντα. καὶ καλοῦσι μʼ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν. ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει ἢ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει ἢ διαφθείρῃ ὕδωρ, ἢ δειπνεῖν μέλλοντα κωλύσει τινά, ὁ παρὰ Διφίλῳ φησὶ παράσιτος. Εὔβουλος δέ φησιν· ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δʼ ἐπὶ δεῖπνον ἢ φίλον τινʼ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών. Διόδωρος δὲ ὁ Σινωπεύς φησι· τὸ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν. οὗ δʼ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τράπεζαν πάνθʼ ἃ δεῖ ἔχουσαν, ἤδη κατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, ἐμπιὼν ἀπέρχετʼ οἰκάδε οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦθʼ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. εἶτʼ ἐπάγει· ἐπειδὰν τῶν εὐπόρων τις προσερύγοι ῥαφανῖδας καὶ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα οἱ παράσιτοι ἔφασαν αὐτὸν ἠριστηκέναι. ἐπειδὰν δʼ ἀποπάρδοι μετά τινος κατακείμενος, τούτῳ προσάγων τὴν ῥῖνα δεῖτʼ αὐτῷ φράσαι· πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νυνί. ὅτι παράσιτοι ἐπʼ ὀνόματος ἐγένοντο Τιθύμαλλος. Δρόμων οὖν φησι· τὸν Τιθύμαλλον ἀεὶ ἐρυθρότερον κόκκου περιπατοῦντʼ ἔσθʼ ὁρᾶν· οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς. καὶ Τιμοκλῆς δέ φησιν· οἴμοι κακοδαίμων, ὡς ἐρῶ· μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτʼ ἠράσθη φαγεῖν. ἦν δὲ καὶ ὁ Κόρυδος τῶν διʼ ὀνόματος παρασίτων. Τιμοκλῆς· ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δʼ ἀπορῇ τις, ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὀψωνεῖ παρʼ αὐτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέσσαρας χαλκοῦς ἔχων ἄνθρωπος ἐγχέλεις ὁρῶν, θυννεῖα, νάρκας, καράβους καὶ ταῦτα πάντα περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δὲ ἀποτρέχει εἰς τὰς μεμβράδας. Ἄλεξις· αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δʼ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἐὰν καλῇ τις. πάλιν· ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖα εἰθισμένος λέγειν, Βλεπαῖος εἶναι βούλεται. νοῦν γʼ ἔχων· πλουτεῖ γὰρ ὁ Βλεπαῖος. Κρατῖνος ὁ νέος· Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο, ἔχει γὰρ χεῖρα καρταίαν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. ὅτι δὲ γελοῖα ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν Ἄλεξίς φησι· πάνυ τι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοια ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστʼ Ἀθηναίων πολύ. πίνων οὖν ποτε παρά τινι σαπρᾶς οὔσης τῆς οἰκίας ἐνταῦθα, φησί, δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀρίστεραν χεῖρα ὥσπερ αἱ Καρυάτιδες. Φιλόξενος δʼ ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ἀλλʼ ἐγώ, ἔφη, μνημονεύω ὅτε ὁ Κόρυδος ὀβολοῦ ἤν. ἦν δὲ καὶ ὁ Φιλόξενος τῶν παρασίτων ὃν Μένανδρος πτερνοκοπίδα καλεῖ. Μάχων τε ὁ κωμικὸς μέμνηται Κορύδου λέγων· τὸν Κόρυδον ἠρώτησεν Εὐκράτης πῶς κέχρηται αὐτῷ Πτολεμαῖος. οὐκ οἶδʼ, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μʼ, ἔφη, ἃ δεῖ· φαγεῖν δὲ σιτίʼ οὐ δέδωκέ πω. Σικυώνιος δὲ ἢ Κορίνθιος ἦν ὁ Μάχων ὁ κωμικός, ἐν Ἀλεξανδρείᾳ δὲ κατεγήρα, οὗ καὶ τῷ μνήματι ἐπιγέγραπται· ἄλλα τε καὶ ὅτι ἐρεῖ τις Κέκροπος πόλει καὶ παρὰ Νείλῳ ἔστιν ὅτʼ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν. Λυγγεὺς δέ φησιν· ἐπὶ γελοίοις δόξαν εἰλήφασιν ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς· ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀξία βιβλίου καὶ μνήμης ἐν τοῖς ὅλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅ, τι λαλήσειεν ἢ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. Μοσχίωνα δὲ τὸν παράσιτον παραμασήτην Ἄλεξίς φησιν· ἀλλαχοῦ δʼ ὁ αὐτὸς τρεχεδείπνους καταλέγων φησίν· πρῶτος μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβιός Κυρηβίων θʼ ὁ Σκόμβρος, ἢ Σεμίδαλις. Ἡρακλεῖς ἀγοράσματʼ, οὐ συμπόσιον εἴρηκας. Κυρηβίων δʼ ἐπεκαλεῖτο Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, τῶν δὲ τοιούτων ἐπιθέτων ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον μνημονεύει Ἀναξανδρίδης. ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετε οἶδʼ ἀκριβῶς. ἐὰν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν· λαμπρός τις ἐξελήλυθʼ ὄλολυς οὗτός ἐστι· λιπαρὸς περιπάτει Δημοκλῆς, ζωμὸς κατωνομάσται· χαίρει τίς αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν· ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πολλʼ ἄδειπνος περιπάτει, κεστρῖνός ἐστι νῆστις· εἰς τοὺς καλοὺς δʼ ὅταν βλέπῃ, καινὸς θεατροποιός· ὑφείλετʼ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος, ἐὰν δὲ κωδάριον Ἰάσων. Χαιρεφῶντος δὲ παρασίτου μέμνηται Μένανδρος λέγων· διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἄνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιάν τʼ ἰδὼν ὡς ὑστερίζων παρῆν ἁμʼ ἡμέρᾳ. Τιμόθεος εἰς ἑπτάκλινον ἐστίν, ὡς ἔφραζέ μοι, ἐὰν μὴ παράβυστός που γένηται Χαιρεφῶν. Ἀπολλόδωρος· καλῶ δʼ Ἄρην Νίκην τʼ ἐπʼ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δʼ ὁ κωμικός φησιν· ὁδὸν μακρὰν ἐλθόντος ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον· εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ τέσσαρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς. καὶ πάλιν· Χαιρεφῶν εἰς ὀστῶδες προσκόψας κρέας εἶπε· μάγειρε, μὴ προσίστα τοῦτο μοι τοὐστοῦν. ὁ δʼ εἶπεν· ἀλλὰ μήν ἐστι γλυκὺ τὸ πρὸς ὁστοῦν κρέας. ὁ Χαιρεφῶν δὲ καὶ μάλιστʼ, ὦ βέλτιστʼ, ἔφη γλυκὺ μὲν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ· καὶ περὶ Ἀρχεφῶντος δέ φησιν ὅτι κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ Πτολεμαίου, ἥνικα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τʼ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τʼ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμμαχίσκοι τρεῖς ἐνῆσαν κωβιοὶ, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θʼ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς τʼ ἀφύης διασεσαγμένος, τῶν κωβιῶν δʼ ἀπέσχετʼ ἐγκρατέστατα. πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου μὴ παρεώρακεν Ἀρχεφῶν τοὺς κωβιούς; ὁ κυρτὸς εἶπε, πάνυ μὲν οὖν τοὐναντίον, Πτολεμαῖε, ἑώρακε πρῶτος ἀλλʼ οὐχ ἅπτεται, τοὖψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως. παρʼ Ἀλέξιδι δὲ δυσχεραίνων παράσιτος τῷ τρέφοντι λέγει τάδε· ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶσσον τούτων ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετʼ ὀλίγα. Στράτιε, φιλεῖς δήπου με. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. εὔχῃ τʼ ἀεί με ζῆν; ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι πῶς ἐγὼ βιώσομαι; Ἀριστόδημος δὲ παρασίτους ἀναγράφει Ἀντιόχου τοῦ βασιλέως Σώστρατον, Δημητρίου τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κύρτον, Σελεύκου Φορμίωνα. Λυγκεὺς δʼ ὁ Σάμιός φησιν ὅτι Σιλανὸς ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ παρὰ εὐπαρύφου τε περιπατοῦντος μετὰ θεραπείας, ἐρωτηθεὶς τίς οὗτος, Μενάνδρου, ἔφησεν, ἀξία γνάθος.

Χαιρεφῶν δὲ ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ἀριθμεῖτε δή, ἔφη, πάλιν ἀπʼ ἐμοῦ ἀρξάμενοι. ἔθος δὲ ἦν, ὥς φησι Τιμοκλῆς, τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστίν. φησὶ δὲ καὶ Φιλόχορος· οἱ γυναικονόμοι μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις. τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδʼ ἀναγράφει Λυγκεύς. Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα Γνώμη καὶ τοῦ οἴνου ὑπολίποντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβαλέσθαι ὅτι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου, ὦ ταλαίπωρε, ἔφη, καὶ ἡ φακῆ σε βάλλει. λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὐτοῦ γυναικὸς ἐνίοτε καὶ τράχηλον καὶ τιτθοὺς καὶ ὀμφαλὸν φιλεῖ πονηρόν, ἔφη, τοῦτʼ ἤδη· καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.

Φυρομάχου δʼ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος ζημιωθῆναι αὐτόν, ἔφη, δίκαιον ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο. παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατʼ ἐκεῖνον ἀεὶ λειπούσης, Πτολεμαῖε, ἔφη, πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι; Χαιρεφῶντος δὲ φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος, ὦ Χαιρεφῶν, ἔφη, ὥσπερ γὰρ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ. καθʼ ὃν δὲ καιρὸν Δημοσθένης παρʼ Ἁρπάλου τὴν κύλικα εἰλήφει, οὗτος ἔφη, τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν. εἰωθότος δʼ αὐτοῦ ῥυπαροὺς ἄρτους φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκίας. Φιλόξενος δὲ ὁ παράσιτος, ἡ Πτερνοκοπὶς, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν εἶτʼ εἰσενεχθείσης λοπάδος ἰχθύων, πατάξας τὸ τρίβλυον ἔφη· μάστιξε δʼ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παραθέντος, μὴ πολλούς, εἶπε, παρατίθει, μὴ σκότος ποιήσῃς.

τὸν δʼ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγε τοὐναντίον πάσχειν τῇ γράᾳ συνόντα· αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως· τὸν ὑδροπότην Μοσχίωνα λεγόμενον ἰδόντα φασί τινα παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας εἰπεῖν ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμα, ὅτι ἡ γραῦς ποιεῖ σε ἐν γαστρὶ λαμβάνειν ἀεί. ὁ δʼ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγιγνόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας· νῦν πάντα, φησὶ, καινά· ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δʼ οὗτος λαμβάνει καθʼ ἡμέραν.

Πτολεμαῖος δʼ ὁ Μεγαλοπολίτης συμπότας φησὶ τῷ βασιλεῖ τῷ Φιλοπάτρι ἐξ ἁπάσης συνάγεσθαι πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς. Ποσειδώνιος δʼ ὁ Ἀπαμεύς φησι· Κελτοὶ περιάγονται μεθʼ ἑαυτῶν καὶ πολεμοῦντες συμβιώτας, οὓς παρασίτους καλοῦσι. οὗτοι δʼ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δʼ οὗτοι μετʼ ᾠδῆς ἐπαίνους λέγοντες. ὁ αὐτὸς συγγραφεύς φησι Ἀπολλώνιόν τινα παράσιτον Ἀντιόχου Συρίας βασιλέως τοῦ ἐπικαλουμένου Γρυποῦ. Ἀριστόδημος δέ φησι Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παρασίτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον, κἀγώ σε φάναι, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. ἦν δʼ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀνθεμόκριτος δὲ ὁ παγκρατιαστὴς παράσιτος ἦν Ἀριστομάχου τοῦ Ἀργείων τυράννου, φησὶν Ἀγαθαρχίδης ὁ Κνίδιος. Τιμοκλῆς δὲ ἐπισιτίους τοὺς παρασίτους καλεῖ. τῶν ἐπισιτίων φησὶ τούτων τινάς, οἳ δειπνοῦσι τἀλλότρια, ἑαυτοὺς ἀντὶ κωρύκων παρέχοντες. ὅτι κύβος τις Εὐριπίδης ἐκαλεῖτο· Δίφιλος οὖν ἐν Συνωρίδι, ἔστι δʼ ἑταίρα ἡ Συνωρίς, φησί· πῶς ἂν βάλοιμʼ Εὐριπίδην; οὐκ ἄν ποτʼ Εὐριπίδης γυναῖκα σώσειεν. οὐχ ὁρᾷς ἐν ταῖς τραγωδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι· ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο. ὁ αὐτὸς Δίφιλος ἀλλαχοῦ περὶ παρασίτου φησίν· ὀργίζεται; παράσιτος ὦν ὀργίζεται; οὐκ ἀλλʼ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδίʼ αὐτὸν ἀπογαλακτίει. καὶ ἀλλαχοῦ· οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

ὅτι οἰκόσιτος λέγεται ὁ μὴ μισθοῦ ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν· Μένανδρος· οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. οὗτος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρόν που εἶπεν· ὀκνηρός, πάντα μέλλων σιτόκουρος. καὶ πάλιν· σιτόκουρον, ἄθλιον εἰς τὴν οἰκίαν εἰλήφαμεν. αὐτόσιτος δὲ κεῖται παρὰ Κρωβύλῳ· παράσιτον αὐτόσιτον. αὐτὸν οὖν τρέφων τὰ πλεῖστα συνερανιστὴς εἶ τῷ δεσπότῃ. τὸ δὲ κακόσιτος παρʼ Εὐβούλῳ· ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει. ὀλιγόσιτος δὲ παρὰ Στράττιδι· ὀλιγόσιτος ἦσθʼ ἄρα, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία. πράττει πάντων ὁ κόλαξ ἄριστα, ὁ καλὸς εἶπε Μένανδρος.

ὅτι Κλείσοφος ὁ Φιλίππου παράσιτος, φησὶ Λυγκεύς, Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστίν, ἐκ τοῦ τραύματος, ἔφη, κείνου πέπραται. ἐπιτιμῶντος δʼ αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἴτει, ἔφη, ἐπιλανθάνομαι. ὅτε δὲ Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνώδευε τῷ βασιλεῖ. καὶ εἴ ποτε δριμὺ προσφέροιτο ἔδεσμα ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς συνδαινύμενος. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτο ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθάνοντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους. Νικόλαος δʼ ὁ Δαμασκηνός, εἷς τῶν ἐκ τοῦ περιπάτου, φησὶ τὸν Σωτιανῶν βασιλέα, ἔθνος δὲ τοῦτο Κελτικόν, ἑξακοσίους ἔχειν λογάδας περὶ αὐτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίᾳ γλώσσῃ σιλοδούρους· τοῦτο δʼ ἐστὶν Ἑλληνιστὶ εὐχωλιμαῖοι. τούτους οἱ βασιλεῖς ἔχουσι σύζωντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων· ἀνθʼ ὧν συνδυναστεύουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἶτʼ ἐν νόσῳ τελευτήσει βασιλεὺς εἶτʼ ἐν πολέμῳ εἴτʼ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον, ὅταν ἥκῃ βασιλεῖ, ἢ διεκδύντα. ὁ τε Φίλιππος Θρασυδαῖον τὸν Θεσσαλὸν τῶν ὁμοεθνῶν κατέστησε τύραννον μικρὸν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον, φησὶ Θεόπομπος. Ἀρκαδιὼν δὲ ὁ Ἀχαιὸς μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φύγην ἔφυγε. ἦν δʼ εὐφυέστατος· ἔτυχε δέ ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα, ὃν ἰδὼν ὁ Μακεδὼν προσκαλεσάμενος εἶπε, μέχρι τίνος φεύξῃ Ἀρκαδίων; ἐστʼ ἄν, φησί, τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. γελάσας δὲ Φίλιππος ἐπὶ τούτῳ ἐκάλεσέ τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδιῶνα καὶ οὕτω τὴν ἔχθραν διελύσατο. Ἀλεξάνδρου δὲ δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ σοβοῦντος αὐτὰς Κινησίας εἷς τῶν κολάκων παρὼν ἔφη· ἦ που τῶν ἄλλων μυιῶν αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος. ἱστορεῖ Ἡγήσανδρος. ὁ αὐτός φησι Χειρίσοφον ἰδόντα Διονύσιον γελῶντα μετὰ τινῶν γνωρίμων, ἀπεῖχε δὲ πλείω τόπον ὡς μὴ συνακούειν, συγγελᾶν. ἐπεὶ δʼ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τί οὐ συνακούων τῶν λεγομένων γελᾷ, ὑμῖν, φησί, πιστεύω διότι τὸ ῥηθὲν γελοῖον ἐστί. πλείστους δʼ εἶχε καὶ ὁ υἱὸς αὐτοῦ Διονύσιος τοὺς κολακεύοντας, οὓς καὶ προσηγόρευον οἱ πολλοὶ Διονυσιοκόλακας. οὗτοι προσεποιοῦντο μήτʼ ὀξὺ ὁρᾶν παρὰ τὸ δεῖπνον, ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης ἔψαυόν τε τῶν παρακειμένων ὡς οὐχ ὁρῶντες ἕως αὐτῶν τὰς χεῖρας ὁ Διονύσιος πρὸς τὰ λεκάνια προσῆγε. ἀποπτύοντος δὲ τοῦ Διονυσίου πολλάκις παρεῖχον τὰ πρόσωπα καταπτύεσθαι καὶ ἀπολείχοντες τὸν σίαλον, ἔτι δὲ τὸν ἔμετον αὐτοῦ μέλιτος ἔλεγον εἶναι γλυκύτερον. θυσίας δʼ ἐν Σικελίᾳ ταῖς Νύμφαις κατʼ ἔθος γενομένης ἐν ᾗ ἔδει ὀρχεῖσθαι, Δημοκλῆς ὁ τοῦ νέου Διονυσίου κόλαξ ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς ὠρχεῖτο ἐλθὼν πρὸς τὸν Διονύσιον. κατηγορούμενος δὲ μετὰ πρεσβείαν τινὰ ὑπὸ τῶν συμπρεσβέων ὅτι στασιάζοι ὁ Δημοκλῆς κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι τοῦ Διονυσίου τὰς κοινὰς πράξεις καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος ἔφη τὴν διαφορὰν αὐτοῖς γίνεσθαι ὅτι μετὰ τὸ δεῖπνον τὸν Φρυνίχου καὶ Στησιχόρου καὶ Πινδάρου παιᾶνα ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς αὐτοῦ Διονυσίου διεπεραίνετο καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο· τοὺς μὲν γὰρ αὐτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν κατέχειν τῶν ᾀσμάτων, αὐτὸς δʼ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾄδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου, πάλιν ὁ Δημοκλῆς ἔφη· χαρίσαιο δʼ ἄν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς Ἀσκλήπιον παιᾶνα· ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον. παρακεκλημένων δέ ποτε φίλων ὑπὸ Διονυσίου ἐπὶ δεῖπνον εἰσιὼν Διονύσιος εἶπε· γράμματα ἡμῖν ἐπέμφθη, ἄνδρες φίλοι, παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων. καὶ ὁ Δημοκλῆς ὑπολαβὼν ἔφη· εὖ γε νὴ τοὺς θεοὺς ἐποίησαν. κἀκεῖνος προσβλέψας αὐτῷ· τί δʼ οἶδας, ἔφη, πότερον κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον γεγράφασι; καὶ ὁ Δημοκλῆς· εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ὦ Διονύσιε. τὸ δʼ αὐτὸ καὶ περὶ Κλεισόφου λέγεται τοῦ Φιλίππου κόλακος. εἰπόντος γὰρ διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως, Κλείσοφος παρὼν ἔφη· εὖ γε νὴ τοὺς θεούς· τοῦ δʼ εἰπόντος, τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται; νὴ τὸν Δία τὸν μέγιστον, εἶπεν, ἄκρως γέ μοι ἐπετίμησας. καὶ Σάτυρον δέ τινα ἀναγράφει Τιμαῖος ἀμφοτέρων τῶν Διονυσίων κόλακα. καὶ Ἱέρων δὲ ἀμβλύτερος τὰς ὄψεις γέγονεν. ἱστορεῖ Ἡγήσανδρος. καὶ οἱ σύνδειπνοι ἐπίτηδες διημάρτανον τῶν ἐδεσμάτων, ἵνα ὑπʼ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος. Εὐκλείδης δὲ παράσιτος, ὁ Σεῦτλος ἐπικαλούμενος, παραθέντος αὐτῷ τινὸς πλείους ὄγκους ἐν δείπνῳ, ἔφη· ὁ παρʼ Εὐρυπίδῃ ἐν Ἱκέτισιν Καπανεὺς ὑπεράστειος ἦν μισῶν τραπέζας ὅστις ἐξογκοῖτʼ ἄγαν. ἱστορεῖ ὁ αὐτός. φησὶ δὲ καὶ ὅτι οἱ δημαγωγοῦντες Ἀθηναίους κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δʼ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Ἀνάξαρχος δὲ ὁ εὐδαιμονικὸς φιλόσοφος, ὡς ἱστορεῖ Σάτυρος, εἷς τῶν Ἀλεξάνδρου κολάκων γενόμενος συνοδεύων τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἶπε· μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός; ὁ δὲ γελάσας εἶπε· οὐ γὰρ φοβερὸς βούλομαι εἶναι καθάπερ σὺ μὲ διδάσκεις, ὁ τὰς σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς. Διώξιππος δὲ ὁ Ἀθηναῖος παγκρατιαστὴς τρωθέντος ποτε τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἶπε· ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν. ἱστορεῖ Ἀριστόβουλος ὁ Κασσανδρεύς. Ἐπικράτης δʼ ὁ Ἀθηναῖος εἰς βασιλέα πρεσβεύσας καὶ πολλὰ δῶρα παρʼ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτω φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς λέγειν, δεῖν κατʼ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλὰ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα. Ἀθηναῖοι δὲ τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι θεὸν εἰσηγήσατο Ἀλέξανδρον. καὶ Εὐαγόραν ἀπέκτεινον ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. ὅτι Ἀρίστων ὁ Χῖος ὁ Ζηνῶνος τοῦ Κιττιέως γνώριμος κόλαξ ἦν Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δέ φησι Νικητᾶν τὸν Ἀλεξάνδρου κόλακα ἰδόντα τὸν βασιλέα σπαρασσόμενον ὑφʼ οὗ εἰλήφει φαρμάκου εἰπεῖν· ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε; καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ποιοῖ θεοί; φῆσαι, φοβοῦμαι μὴ τοῖς θεοῖς ἐχθροί. φησὶ δὲ καὶ ὅτι Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος Ἀπολλοφάνης ὁ κόλαξ εἶπε τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν. Φιλίππου δὲ τοῦ καταλυθέντος ὑπὸ Ῥωμαίων κόλαξ ἦν Προκλείδης Ταραντῖνος, ὃς καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνέτρεψεν. ἱστορεῖ Πολύβιος. φασὶ δὲ καὶ τοῦ Φιλοπάτορος βασιλέως κόλακα, Φίλωνα, Ἱερωνύμου δὲ τοῦ Συρακουσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον. τοῦτον δὲ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ Ἱερωνύμου ἕτερος κόλαξ Ὦσις ὄνομα. ἱστορεῖ Βάτων ὁ Σινωπεύς. Εὔφαντος δὲ ὁ Πτολεμαίου τοῦ τρίτου βασιλέως Αἰγύπτου κόλαξ οὕτως ἦν δεινός, ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγίδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Αἱρήσιππος ὁ Σπαρτιάτης, φησὶν Ἀγαθαρχίδης, ἄνθρωπος ἦν οὐ μετρίως φαῦλος οὔτε δοκῶν χρηστὸς εἶναι, πιθανὸν δʼ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός. τοιοῦτος καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾴκων βασιλέως κόλαξ, οὗ Κύρος μέμνηται ἐν ζʹ Ἀναβάσεως. Νικόστρατος δὲ ὁ Ἀργεῖος, ὥς φησι Θεόπομπος, προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων πάντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ ταῖς θεραπείαις. πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ βαρβάρου τιμήν, ὥστε ἀνεκόμισε πρὸς τὸν βασιλέα τὸν υἱόν· ὃ τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθʼ ἑκάστην ἡμέραν, ὅτε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῷ δαίμονι τοῦ βασιλέως, ἐμπλήσας τῶν ἐπιτηδείων. τοῦτο δὲ ποιεῖν ἀκούω καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας. ἦν δὲ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκ οἶδʼ εἴ τις ἕτερος ἥττων. Ἀττάλου δὲ κόλαξ καὶ διδάσκαλος Λυσίμαχος ὁ Θεοδώρειος ἢ Θεοφράστειος, ὃς περὶ τῆς Ἀττάλου παιδείας γέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Καύαρος δὲ ὁ Γαλάτης τἆλλα ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ τοῦ κόλακος Σωστράτου τοῦ Χαλκηδονίου διεστρέφετο. Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλαξ γέγονεν Ἀνδρόμαχος ὁ Καρρηνός, ᾧ Κράσσος πάντα ἀνακοινούμενος προεδόθη Πάρθοις ὑπʼ αὐτοῦ καὶ ἀπώλετο· αὐτὸς δʼ οὐκ ἀτιμώρητος παρείθη ὑπὸ τοῦ θείου· μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος, διὰ τὴν ὠμότητα καὶ βίαν πανοικίᾳ ἐνεπρήσθη. Ἱέραξ δʼ ὁ Ἀντιοχεὺς πρότερον λυσιῳδοῖς ὑπαυλῶν ὕστερον ἐγένετο κόλαξ δεινὸς Πτολεμαίου τοῦ ἑβδόμου τοῦ καὶ Εὐεργέτου καὶ τὰ μέγιστα δυνηθεὶς παρʼ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπʼ αὐτοῦ διεφθάρη, φησὶ Ποσειδώνιος ὁ Ἀπαμεύς, ὁ ὕστερον Ῥόδιος χρηματίσας. Μιθριδάτου δὲ κόλαξ Σωσίπατρος ἄνθρωπος γόης.

διαβόητος δὲ γέγονεν ἐπὶ κολακείᾳ καὶ ὁ Ἀθηναίων δῆμος. Δημοχάρης οὖν ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς διηγούμενος περὶ ἧς ἐποιοῦντο Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκήτην Δημήτριον καὶ ὅτι τοῦτʼ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτόν, ὡς ἔοικεν, οὐ μὴν καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά, Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερά, ἐρωμέναι δʼ ἦσαν αὗται Δημητρίου, Βουρίχου δὲ καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος βωμοὶ καὶ ἡρῷα καὶ σπονδαὶ καὶ παιᾶνες. καὶ ἦσαν οὗτοι κόλακες κολάκων ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γενομένοις καὶ λέγειν ὅτι οὐδεὶς ἐπʼ αὐτοῦ Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν· ἐπανιόντα οὖν ἀπὸ Λευκάδος καὶ Κερκύρας οὐ μόνον θυμιῶντες Ἀθηναῖοι καὶ στεφανοῦντες ἐδέχοντο, ἀλλὰ καὶ προσόδια καὶ χοροὶ καὶ ἰθύφαλλοι ἀπήντων αὐτῷ καί τινες προσᾳδόντες ὡς εἴη μόνος θεὸς ἀληθινός, οἱ δʼ ἄλλοι καθεύδουσιν ἢ ἀποδημοῦσιν ἢ οὐκ εἰσί, γεγονὼς δʼ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης. ἔλεγον δὲ καί, ὡς Δοῦρις ὁ Σάμιός φησιν, ὅτι ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι καὶ οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δʼ αὐτός, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δʼ ἐκεῖνος. ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε καὶ Ἀφροδίτης. ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσι θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσʼ ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόντα ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον ἀλλʼ ἀληθινόν. εὐχόμεθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. τὴν δʼ οὐχὶ Θηβᾶν, ἀλλʼ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλίδʼ ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ πάλαι, τὰ σώμαθʼ ἡμῶν πάντʼ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι. Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω· μάλιστα ἤδη σχόλασον αὐτός· εἰ δὲ μὴ Οἰδίπουν τινʼ εὑρέ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ ἢ πεινῆν ποιήσει. ταῦτʼ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατʼ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀνηρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες. καὶ Θηβαῖοι δὲ κολακεύοντες Δημήτριον, ὥς φησι Πολέμων, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας· ἐρωμένη δὲ Δημητρίου ἡ Λαμία ὡς καὶ ἡ Λέαινα. ὅτι τὰς Ἀθήνας πρυτανεῖον τῆς Ἑλλάδος εἶπεν ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητόρων, οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν.

ὅτι Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ εἰς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. καὶ Ἀναξίλας δέ φησιν· οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθʼ ὃ μὲν λέμμʼ ἐστίν, ὃ δʼ ἑτεροδακνεῖ. Πλάτων δʼ ἐν Φαίδρῳ φησί· κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον. Θεόφραστος δέ φησιν ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν· οὐ χορεύσεις ἐνθάδε οὐδʼ ἁμῶν ἀκούσῃ. Δίφιλος δέ φησιν· ὁ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ τοὺς φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. διὸ καὶ Θέτταλοι καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο. κόλακες δʼ ἦσαν, ὥς φησιν Φύλαρχος, καὶ οἱ ἐν Λήμνῳ κατοικοῦντες Ἀθηναῖοι. χάριν γὰρ ἀποδιδόντες τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι ναούς τε Σελεύκου κατεσκεύασαν καὶ τοῦ υἱοῦ Ἀντιόχου· καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου Σωτῆρος καλοῦσι. ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα ἀρέσκειαν προσαγορεύουσιν, ὡς Ἀναξανδρίδης· τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειαν ὄνομʼ ἔχει. ἔστι δὲ καὶ ἡ κολακικὴ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις οὖν φησι· κολάκων δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. Κλέαρχος δέ φησι· κόλαξ μὲν οὐδεὶς ἀρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δʼ ἐραστὴς κόλαξ ἐστὶ φιλίας διʼ ὥραν ἢ κάλλος. Κλέαρχος δὲ ὁ Σολεύς φησι τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς, σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότες οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσομένων τῇ κολακείᾳ, χαύνους καὶ κενοὺς ποιοῦντα, πάντων ἐν ὑπεροχῇ παρʼ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. Ὁ αὐτὸς Κλέαρχος διηγεῖται περί τινος μειρακίου Παφίου τὸ γένος, βασιλέως τὴν τύχην. τοῦτο, φάσκων τὸ μειράκιον, οὐ λέγων αὐτοῦ τοὔνομα, κατέκειτο διʼ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτελῶν. ἐπεβέβλητο δʼ αὐτῷ πορφυροῦν ἀμφίταπον ἀμοργίνῳ καλύμματι περιειλημμένον. προσκεφάλαια δὲ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, διʼ ὧν ἠμύνετο τὸ κάλυμμα, δύο δʼ ὑπὸ τοῖς ποσὶν ὑσγινοβαφῆ Δωρικά. παραδεδεγμένοι δʼ εἰσὶ πάντες οἱ κατὰ Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ τῶν ἐν τῇ Σαλαμῖνι κολάκων κατὰ συγγένειαν, ἀφʼ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμαλάγγους προσαγορεύουσι· ὧν οἱ μὲν Γεργῖνοι συγγινόμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅ τι δʼ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἀντὶ τῶν ὑπὸ τῶν Γεργίνων προσαναχθέντων ὅ τι ἂν ἄξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις ὥστʼ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρʼ ἐκείνων εἰς τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων. καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων τίς, ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετʼ ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκήσειε περὶ τὴν Τρωικὴν Ἴδην, συμπαραλαβών τινας τῶν Μυσῶν· ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους Γέργινα, νῦν δὲ Γέργιθα κέκληται. τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τὸ γένος ὄντες, ἀλλʼ οὐκ ἐκ τῆς Θεσσαλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδʼ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι.

γεγόνασι δὲ καὶ γυναῖκες αἱ προσαγορευθεῖσαι κολακίδες, ὧν τινες κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ἀρεσκευόμεναι γὰρ ταῖς μεταπεμψαμέναις αὐτὰς Ἀρταβάζου καὶ Μέντορος γυναιξὶ κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστʼ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τέχνης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἳ δὲ κατῆραν εἰς Μακεδονίαν ἐκπεσοῦσαι τῆς ἐξουσίας καὶ τὰς τῶν ἐκεῖ κυρίας καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι καὶ τρίοδοί τινες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων.

Ὅτι περὶ τοῦ Παφίου μειρακίου καὶ τάδε προστίθησι Κλέαρχος· παῖδες μικρὸν ἄποθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν· τριῶν δʼ ὄντων ἀνδρῶν, διʼ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρʼ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς γόνασιν ἑαυτοῦ λεπτῷ λῃδίῳ συνημφιακώς· ὃ δὲ ἐπόει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον· καλεῖται δʼ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν εἰς τὰς ὁμιλίας. ἁτέρος δʼ ἦν ἐπί τινος δίφρου κειμένου παρʼ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν· ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστοχῶς εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς· καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαϊκὸν ψῆγμά τε διακινῶν ὡς αἰωρῶν ἡδὺς ἦν, ἀλλʼ οὐκ ἀποσοβῶν. διό μοι δοκεῖ ἂν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφεῖναι τῷ μειρακίῳ μυῖαν, οὐκ ἄλλην ἢ κείνην, ὡς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος· οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἄνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς ἑαυτόν. ἀλλʼ οὐ Λεύκων τοιοῦτος ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένος ὑπὸ τῶν περὶ αὐτὸν κολάκων, συνιδὼν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ἀπέκτεινα ἄν, εἶπε, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο. ὅτι Ἀντιφάνης ὁ κωμῳδιοποιὸς τοιαῦτά φησι περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; τὸν πάνθʼ ἕως ἦν ὁ πόλεμος. ἐν τίνι τόπῳ μάλιστα; ἐν Πάφῳ· οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν ἄλλως γʼ ἄπιστον. ποῖον; ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπʼ ἄλλου δʼ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. πῶς; ἐάσας τἀμὰ γὰρ ἐρήσομαί σε τοῦτο, πῶς; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ, καρποῦ σύχνου ὅν φασι τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμῆν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τʼ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθημένοι ἐσόβουν. ἐπαίρουσαι δὲ μικρόν, οὐ πολὺ τοῦ μήτʼ ἐκεῖσε μήτε δεῦρο παντελῶς οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περισκληρὸν ποιεῖν.

εἴη ἂν οὖν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησι Κλέαρχος· πρὸς γὰρ τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἳ μὲν παραγκωνιστήν, οἳ δὲ σχηματοθήκην καλοῦσι. κατʼ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους· οὕτω ποικιλόφωνός ἐστιν. Ἀνδροκύδης δʼ ὁ ἰατρὸς ἔλεγε τὴν κολοκείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις· ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν. Οὐκ ἂν διαμάρτανοι δέ τις τὸν τοῦ μειρακίου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων· οὗ πολλοὺς διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις· πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου ἴσως τριάκοντʼ ἀφʼ ἑνὸς ἐργαστηρίου. Ἀντιφάνης δὲ τέχνην τινὰ ὑποτίθεται τὴν κολακείαν εἶναι λέγων· εἶτʼ ἔστιν ἢ γένοιτʼ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος ποιεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἐστὶν κινδύνοις· πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαί τινʼ, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. ὅτι Μένανδρος ἐν ὁμωνύμῳ δράματι τὸν κόλακα κεχαρακτήρικεν ὡς ἔνι μάλιστα, ὡς καὶ Δίφιλος τὸν παράσιτον. ὅτι Ἄλεξις παρεισάγει κόλακα λέγοντα· εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλʼ ὅτι διαρραγήσομʼ, ἂν θεὸς θέλῃ· τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. δοκεῖ δέ μοι ὁ καλὸς οὗτος γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος· ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν λέγειν. οἷον καθημερινήν. φησὶν Ἱππίας ὁ Ἐρυθραῖος περὶ Κνωποῦ, οὗ ἡ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη, ὅτι μαντευομένῳ περὶ σωτηρίας ἔχρησεν ὁ θεὸς θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασίλειαν αὐτοῦ καταλύειν βουλόμενοι, ἵνʼ ὀλιγαρχία γένηται· ἦσαν δʼ οὗτοι Ὀρτύγης, Ἶρος, Ἔχαρος, οἳ διὰ τὸ περὶ τὰς θεραπείας τῶν ἐπιφανῶν εἶναι ἐκαλοῦντο πρόσκυνες καὶ κόλακες, οὗτοι οὖν συμπλέοντες τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων λαβόντες νυκτὸς κατέπλευσαν εἰς Ἐρυθράς. κατὰ τὸ αὐτὸ δὲ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη ταῖς Ἐρυθραῖς κατὰ τὴν ἀκτήν. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ περὶ τὴν κηδείαν ἀσχολουμένης, ἦν δὲ ἐορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφέᾳ, ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα. οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασιν διέφθειραν καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν πολιτῶν. ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς. εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγειλον. εἰ δέ τις τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι συναγάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστήκοτος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος τὴν πατρίδα ἠλευθέρωσεν.

φησὶ Θεόπομπος ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν μέγα δύνασθαι παρὰ Φιλίππῳ διὰ κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζε, ἀποστεῖλαι διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δʼ εἶχεν ἀεὶ περὶ αὐτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος. ὃς, ὡς ἱστορεῖ Ἡγήσανδρος ὁ Δελφός, καὶ τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἁθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπʼ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. φησὶ Θεόπομπος ὅτι τοὺς Θεσσαλοὺς εἰδὼς ὁ Φίλιππος ἀκολάστους καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο ὀρχούμενος, κωμάζων, πᾶσαν ἀκολασίαν ὑπομένων. ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθʼ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς. τὰ παραπλήσια ἐποίει καὶ ὁ Διονύσιος ὁ Σικελιώτης. φησὶ γοῦν Εὔβουλος ὁ κωμῳδοποιός· ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος καὶ τοῖς κόλαξι πᾶσι τοῖς σκώπτουσί τε αὐτὸν ἀόργητος· ἡγεῖται δὴ τούτους μόνους ἐλευθέρους κἂν δοῦλος ᾖ. ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος. φησὶ γοῦν καὶ ὁ Θεόπομπος· Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτʼ ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἳ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἳ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο ἢ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλʼ ἑταίρας ὑπέλαβεν, οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν, πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὐτῶν ἐνόμιζον, τὸ δʼ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τῷ σεμνοτάτῳ ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατʼ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν ἢ μυρίους τῶν Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους. ὁ δʼ αὐτὸς καὶ περὶ Διονυσίου τοῦ Σικελίας τυράννου φησὶν ὅτι τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν εὖ περιεῖπεν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους. καὶ Δημήτριος δὲ ὁ Πολιορκητὴς φιλογέλως ἦν, ὡς ἱστορεῖ Φύλαρχος· περὶ οὗ καὶ ταῦτα γράφει· ἑώρα Δημήτριος τοὺς κολακεύοντας αὐτὸν καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ μόνου ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δʼ ἐλεφαντάρχου. καὶ ταῦτα οὕτως οὐ τὸ τύχον συνῆγε μῖσος. Ἡρόδοτος δέ φησιν Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἔοντα σκώπτειν τοὺς συμπότας, καὶ ὅτε δὲ ἰδιώτης, φησίν, ἦν, φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ. Νικόλαος δὲ Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας. ἐμφανίζουσι δʼ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπʼ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.

Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμωδίας φιλογέλως ὄντας, ἀχρείους πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλασσαν, παύσεσθαι. οἳ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, τί δῆτʼ; ἔφη· δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω; γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι. ὅτι Σωσικράτης φησὶν ἴδιόν τι περὶ τοὺς Φαιστίους ὑπάρχειν. ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον. ἀλαζών· τοῦτʼ ἐπιτιμᾷς; ὑπερτείνει αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει. φησὶν Ἀναξανδρίδης ὁ κωμικός. ὅτι ψωμοκόλαξ κεῖται παρὰ Ἀντιφάνει· ψίθυρός τʼ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων· ποῖ φθείρεσθʼ ἐπίτριπτοι ψωμοκόλακες. Φιλιππίδης· ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δʼ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη. ψωμοκόλαφον δὲ δραπέτην εἴρηκε Δίφιλος. καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους, αἱ κρίσεις θʼ ἡμῶν νοσοῦσι καὶ τὸ πρὸς χάριν πολύ, Δίφιλός φησιν. ὅρα τὸ «ἀεί ποτε ἄνδρες τεθαύμακα» ὅμοιον τῷ «ἀεὶ παῖ Λαρτίου δέδορκά σε». φησὶ Μακαρεύς· ὅταν Ἥρᾳ θύωσιν οἱ ἐν Κῷ, οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων. ὅτι Ἐπικράτης ἀγανακτοῦντα ποιεῖ οἰκέτην τινὰ καὶ λέγοντα· τί γὰρ ἔχθιον ἢ παῖ παῖ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτʼ ἀγενείῳ μειρακυλλίῳ τινί, τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. μετήνεγκε δὲ τὰ ἰαμβεῖα ταῦτα ἐξ Ἀντιφάνους ἀπὸ τοῦ· ὁρᾶν τε κείμενα καὶ ἑξῆς. καί ἐστι, φησὶν ὁ παρὰ τούτῳ Οὐλπίανος, θαυμαστόν, ὅπως τὸ τῶν δούλων γένος ἐστὶν οὕτως ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον, ἀλλὰ καὶ κατὰ διδασκαλίαν ἐθισθέντες. ὅτι γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον, οἳ μὲν μετὰ Θορβάντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου, ὃς καὶ κατηράσατο τῷ Φόρβαντι, ὅθεν καὶ Ἀραιαὶ αἱ νήσοι ἐκλήθησαν, τὴν Καμιρίδα κατέσχον. ναυαγήσας δὲ Φόρβας καὶ Παρθενία ἡ Φόρβαντος καὶ Περιέργου ἀδελφὴ διενήξατο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεὺς κυνηγέτης ἦγεν ὡς ξενίσων εἰς τὸν οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος τοὺς ξένους· ἐλθὼν δʼ εἰς οἶκον, ὡς οὐδὲν εὗρε παρεσκευασμένον, αὐτὸς ἐπιβαλὼν τὸν σίτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἆλλα τἀκόλουθα, ἔπειτʼ ἀλέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις διʼ ἐλευθέρων τοὺς ἐναγισμοὺς τελεῖν αὐτῷ· καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γὰρ οἱ διακονοῦντες, δούλῳ δὲ οὐδὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον. ἀναπεμπασάμενοι αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. ἤλων ὄρθριαι τὰ σιτία ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας, φησὶ Φερεκράτης. οὐκ ἔστι δούλων, ὦγαθʼ, οὐδαμοῦ πόλις· τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτʼ εἰς τρίτην ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ, φησὶν Ἀναξανδρίδης. Ποσειδώνιος ὁ ἀπὸ τῆς στοᾶς φησι πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προΐστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρʼ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδίδωσιν ἐκείνοις διʼ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. τούτῳ τῷ τρόπῳ Μαρυανδυνοὶ Ἡρακλεώταις ὑπετάγησαν διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλʼ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ. ταχʼ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαρυανδυνοὺς δωροφόρους ὑποφρίσσοντας ἄνακτας καλεῖ. λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος ὅτι τοὺς Μαρυανδυνοὺς ὠνόμαζον δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς τῶν εἱλώτων προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δʼ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δʼ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατʼ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας ἤτοι ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου ὥς φησιν Ἔφορος. τούτοις δʼ εἰσὶ νενομισμέναι τινὲς ἐν Κυδωνίᾳ ἑορταί, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλʼ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσὶ τοὺς ἐλευθέρους. Σωσικράτης δέ φησι ὅτι τὴν μὲν κοινὴν δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ περιοίκους ὑπηκόους. Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους, διὰ πολέμου δʼ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἐπὶ τοῦ ἁπλῶς δούλου τίθησι. Φιλοκράτης δὲ καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλοικέτας. Βοιωτῶν τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς Βοιωτίαν, ἀλλʼ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθʼ ὁμολογίαν, ἐφʼ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξις ἀποδώσουσιν· οὗτοι οὖν κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι. Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτρις αὐτοὺς ὀνομάζει· λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων. Τίμαιος δʼ ὁ Ταυριμενίτης γράφει· καθόλου ᾐτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς ὁμοίως οὐδὲ Φωκεῦσιν οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνων, ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκίαις διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις. Πλάτων δʼ ἐν ἕκτῳ Νόμων φησί· τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν ὑγιὲς πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν· ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι. χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει. πρὸς ἅ τις ἅπαντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθαι μηχανάς, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα εἰς δύναμιν, τρέφειν δʼ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δʼ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτʼ οὖν θηλείαις μήτʼ ἄρρεσιν· ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν. ὅτι πρῶτοι Ἑλλήνων Χῖοι ἀργυρωνήτοις ἐχρήσαντο δούλοις μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους, ὥς φησι Θεόπομπος. Λακεδαιμόνιοι μὲν καὶ Θεταλλοὶ κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαίων, Θετταλοὶ δὲ Περαιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες. ἐγὼ δέ, φησὶν ὁ ῥήτωρ οὗτος, ἡγοῦμαι Χίοις διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον. χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν τάδʼ ἱστορεῖ περὶ αὐτῶν· τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας ἑαυτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσος αὐτοῖς ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ μυθολογοῦσιν οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι. ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπʼ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων, ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλομένους ὁ Δριμακός, τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ, λέγει πρὸς αὐτοὺς τάδε· ὑμῖν, ὦ Χῖοι τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γάρ, ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλʼ ἐὰν ἐμοὶ πεισθήσεσθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός. σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε δίοτι λήψομαι ὅταν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ στάθμοις, καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμεία σφραγισάμενος καταλείψω. τοὺς δʼ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν, ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετʼ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας. ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν· καὶ οἱ ὄντες δὲ μετʼ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὐτῶν δεσπότας καὶ πάντʼ αὐτῷ τὰ δέοντʼ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐδενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδʼ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὐτοῦ γνώμης, ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα δʼ ἂν αὐτοῖς δοίησαν οἱ κύριοι καὶ εἴ τινα αἴσθοιτο ἑαυτῷ ἐπιβουλεύοντα — ἐκήρυξε γὰρ ἡ πόλις χρήματα πολλὰ δώσειν τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι — ἐτιμωρεῖτο οὗτος. πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ λέγει αὐτῷ ὅτι ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα· ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστίν; ἄνδρα σε δεῖ γενέσθαι καλόν τε καὶ ἀγαθόν· ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑποσχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν. ἀντιλέγοντος δὲ τοῦ νεανίου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτήκοτος ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς. καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ὑφέλωνται. φασὶ δὲ καὶ καθʼ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς· καὶ οἷς ἂν ἐπεφάνη οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ. Νικόλαος δʼ ὁ περιπατητικὸς καὶ Ποσειδώνιος ὁ στωικός φασι τοὺς Χίους ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵνʼ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτʼ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία Χῖος δεσπότην ὠνήσατο παρʼ Εὐπόλιδι. Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομηθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερίδης γοῦν ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησίν· ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ, γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος. τὰ ὁμοῖα εἴρηκε καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Μάλακος ἱστορεῖ ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκησαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις καὶ ἁθρόοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον. καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο. ὅτι διαφέρειν φησὶ Χρύσιππος δοῦλον οἰκέτου τῷ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κατατεταγμένος κτήσει. καλοῦνται δʼ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχος ἐν γλώσσαις φησίν, ἄζοι, θεράποντες, ἀκόλουθοι, ὑπηρέται, πάλμονες, λάτρις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώσσαις μνώτας τοὺς εὐγενεῖς οἰκέτας. Σέλευκος δʼ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. Πρόξενος δὲ χαλκίδας παρὰ Λάκωσι τὰς θεραπαίνας. Ἴων δʼ ὁ Χῖος τὸν οἰκέτην ἐπὶ δούλου τέθεικε εἰπών· δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος μή τις ἔλθῃ βροτῶν. Ἀχαῖος δέ φησιν· ὡς εὔοικος ἦν, ἰδίως λέγων ὡς χρηστὸς εἰς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας· ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ, κοινόν.

Κρατῖνός φησι περὶ τοῦ ἀρχαίου βίου ὅτε οὐκ ἦν δούλων χρεία· οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μάζαι δʼ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. παρὰ δὲ Κράτητι εἰπών τις δοῦλον οὐδὲ εἷς κεκτήσεται οὐδὲ δούλην, ἀλλʼ αὐτὸς αὐτῷ δῆτʼ ἀνὴρ γέρων διακονήσει, ἐπάγει· τράπεζα αὐτὴ παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθʼ ἡ κύλιξ; νίζε σεαυτήν. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρὴ ἐξᾶραι τὰ τεῦτλα. ἰχθὺ βάδιζε. ἀλλʼ οὐδέπω τἀπὶ θάτερʼ ὀπτός εἰμί. οὐκοῦν μεταστρέψας σεαυτὸν ἄλειφε. εἶτʼ ἐπάγει ὅτι τὰ θερμὰ λουτρὰ ἑκάστῳ ῥεύσετʼ εἰς τὴν πυελόν, ἐρεῖ δέ θʼ ὕδωρ ἀνάχαιτε. ἐπειτʼ ἀλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος ὁ σπόγγος τε καὶ τὰ σάνδαλα. βέλτιον δὲ τούτων Τηλεκλείδης φησί· λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ τοῖς θνητοῖσι παρεῖχον· εἰρήνη μὲν πρῶτον ἦν ἁπάντων ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δʼ ἔφερʼ οὐ δέος οὐδὲ νόσους, ἀλλʼ αὐτόματʼ ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασʼ ἔρρει χαράδρα, μᾶζαι δʼ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασι τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκότατας. οἱ δʼ ἰχθύες οἴκαδʼ ἴοντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντʼ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δʼ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων· ὑποτριμματίων δʼ ὀχετοὶ τούτων τοῖς βουλομένοις παρῆσαν, ὥστʼ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθʼ ἁπαλὴν καταπίνειν. ὀπταὶ δὲ κίχλαι μετʼ ἀμητίσκων εἰς τὸν φάρυγγʼ εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἐστραγάλιζον. οἱ δʼ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων. ὁ δὲ Ἀττικώτατος Φερεκράτης αὐτουργοὺς ἡμᾶς εἶναι καὶ αὐτὸς ἐθίζων καὶ λόγοις εὐωχῶν φησι· πλούτῳ δʼ ἐκεῖνʼ ἦν πάντα συμπεφύρμενα, ποταμοὶ μὲν ἀθάρης καὶ μελάνος ζωμοῦ πλέοι διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἐρρέον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη, ὥστε τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φυσκαὶ δὲ καὶ ζέοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποτάμοις σίζοντες ἐκέχυντʼ ἀντʼ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖς εὐτρεπῆ· σχελίδες δʼ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθʼ ἀκροκωλία ἥδιστον ἀτμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκεια ἐπεξανθισμένα χναυρότατα παρέκειτʼ ἐπʼ ἀμύλοις καθήμενα. παρῆν δὲ χόνδρος γαλακτὶ κατανενιμμένος ἐν καταχύτλοις λεκάναισιν. ὀπταὶ δὲ κίχλαι ἀνάβραστοι ἠρτυμέναι περὶ τὸ στόμʼ ἐπέτοντο ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλʼ ἐκρέμαντο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα· κόραι δʼ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοισι πιεῖν. καὶ τῶνδʼ ἕκαστος εἰ φάγοι τις ἢ πίοι, διπλάσιʼ ἐγίνετʼ εὐθὺς ἐξ ἀρχῆς πάλιν. καὶ ἑξῆς. αὐτόματοι διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται σφῶν αὐτῶν ἀρύτεσθαι. ὁ Ζεὺς δʼ ὕων οἰνῷ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει, ἀπὸ δὲ τῶν τεγῶν ὀχετοὶ βοτρύων μετʼ ἀμητίσκων καὶ ναστίσκων πολυτύρων ὀχετεύσονται θερμοὶ σὺν ἔτνει· τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖς κίχλαις τʼ ἀναβράστοις. Νικοφῶν δέ που φησὶν ἐν ἀδιδάκτῳ δράματι αὐτοῦ Σειρῆσι τάδε· νειφέτω μὲν ἀλφίτοισι, ψακαζέτω δὲ ἄρτοισιν, ὑέτω δʼ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. καὶ Μεταγένης ἐν Θουριοπέρσαις ἀδιδάκτῳ καὶ αὐτῷ· ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δʼ ἕτερός γε, ὁ Σύβαρις καλούμενος ποταμός, ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων. τὰ δὲ μικρὰ ταυτὶ ποτάμια ἓν μὲν ἐντεῦθεν ῥέει τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δʼ ἀλλᾶσι καὶ περικόμμασιν. δαιταλεῖς καλοῦσι τοὺς δαιτυμόνας. ποταμούς, φησί, διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος πιναλέος γεγένημαι λόγους αὐτὸ μόνον καταβροχθίσας. παυσάμενοί ποτε τῆς ἀπεραντολογίας κατὰ τὸν Παιανιέα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτʼ ἰσχὺν ἐντίθησι μήτʼ ἀποθνῄσκειν ἐᾷ· ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσι γὰρ ἡ Κύπρις πικρά, φησὶν Ἀχαιός, παρʼ οὗ ὁ σοφὸς Εὐριπίδης φησίν· ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δʼ οὔ. τροφὴ ψυχῆς λόγοι καλοί. ἂν ἐκφατνισματά τινα ἀρτῶν ἔχῃς, δὸς τοῖς κύσιν. ὅτι τῶν σοφιστῶν τις πληθύουσαν ἀγορὰν τὴν τῶν δειξέων ὥραν ἐκάλει καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον. εἰ λογαρία δειπνοῦμεν, μικρὰς τίθημι ξυμβολὰς ἀκροώμενος, κατὰ τὸν Μένανδρον. πεινῶντι ἀνδρὶ μᾶζα τιμιωτέρα χρύσου τε καὶ ἐλέφαντος, φησὶν ὁ Ἐρετριεὺς Ἀχαιός. ἐπιστραφείς φησιν ὁ Κύνουλμος καὶ θεασάμενος πλῆθος ἰχθύων τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγε· τέτλαθι δὴ πενίη, καὶ ἀνάσχεο μωρολογούντων· ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλʼ ἤδη καὶ ἔπη· λιμῶδες γὰρ ὄντως ἡ ῥαψωδία. οὐδεὶς σοὐστὶ τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν, φησὶν Ἀμειψίας. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ δείπνου, φησὶ Μεταγένης ὁ κωμικός.

συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτά σοι. καὶ Κάρες τοῖς Λέλεξι δούλοις ἐχρήσαντο. ὡς δὲ Φύλαρχός φησι· καὶ Βυζάντιοι οὕτω Βιθυνῶν ἐδέσποσαν ὡς Λακεδαιμόνιοι εἱλώτων. ἱστορεῖ Θεόπομπος ὅτι ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφʼ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας. ἱστορεῖ δὲ καὶ παρὰ Συκυωνίοις αὐτός τε καὶ Μέναιχμος κατανακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. ἱστορεῖ δὲ Θεόπομπος καὶ Ἀρκάδας κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. Φύλαρχός φησιν· εἰσὶν οἱ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις σύντροφοι τῶν Λακεδαιμονίων. ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων, ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν, οἳ μὲν ἕνα, οἳ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὐτῶν. εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μέν, οὐ μὴν Λακεδαιμόνιοι, μετέχουσι δὲ τῆς παιδείας πάσης. τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον διʼ ἀνδραγαθίαν. Μύρων δὲ ὁ Πριηνεὺς πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτήρας, δεσποσιοναύτας δʼ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις ἑτέρους ὄντας τῶν εἱλώτων. Θεόπομπος δέ φησι· τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἳ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἳ δʼ Ἐλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς. Τιμαῖος δʼ ὁ Ταυρομενείτης, ὃν ὁ Καλλιμάχειος Ἴστρος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς εἰπὼν ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων, καὶ αὖθις οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· διʼ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν κεκληκέναι αὐτοὺς χοινοκομέτρας. ἐκλαθόμενος ἑαυτοῦ οὐκ εἶναι ἔφη που σύνηθες τοῖς Ἕλλησιν δούλους κτᾶσθαι. ὅτι Κτησικλῆς φησιν ἐν τρίτῃ καὶ δεκάτῃ πρὸς ταῖς ἑκατὸν Ὀλυμπιάδι Ἀθήνησιν ἐξέτασμον γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μʹ. Νικίας ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πορῶν, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργύρεια Σωσίᾳ τῷ Θρᾳκὶ ἐφʼ ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δὲ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δʼ ὁ Κνίδιος Δαρδανεῖς φησι δούλους κεκτῆσθαι τὸν μὲν χιλίους, τὸν δὲ καὶ πλείους· τούτων δʼ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην. ὅτι Ῥωμαίων ἕκαστος πλείστους ὅσους κεκτημένος οἰκέτας· καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις, ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλʼ οἱ πλείους τῶν Ῥωμαίων συμπροϊόντας ἔχουσι τοὺς πλείστους. καὶ αἱ πολλαὶ δὲ Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα· Ποσειδώνιος γοῦν καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δʼ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο· πολλαὶ δὲ αὐταὶ ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας. ὅτι Σπάρτακος ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλίας ἀποδρὰς πολὺ πλῆθος ἀποστήσας οἰκετῶν, ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾷξ τὸ γένος, κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθʼ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτόν· καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει οὐ τὸν τυχόντα ἄν, φησίν, ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει. ὅτι περὶ τῶν δουλικῶν πολέμων σύγγραμμα ἐκδέδωκε Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς. σώφρονες ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι· Σκηπίων γοῦν ὁ Ἀφρικανὸς ἐπικλῆν ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους ἐπήγετο οἰκέτας καὶ ἑνὸς ἀποθάνοντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντʼ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι, ὃ τῇ πατρίῳ, φησίν, ἡμῶν γέγραπται φωνῇ· ἀλλʼ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρόστης τῆς Κλεισθένους θυγατρὸς γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους. οὗτος ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς, τὸ δʼ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται, οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτʼ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτʼ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν. οὗτος, ὡς ἔοικε, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δʼ ἀνίστατο, κατʼ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενον ποτὲ τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ. τί οὖν, οὐκ εἶχε καὶ Σκηπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχον, ἀλλʼ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη, συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν, διʼ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρʼ ἐκείνοις εἰς μίμησιν εἴ τι λείψανον καλῆς ἀσκήσεως, τὰ δʼ ἄχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδʼ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσιν. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων. τούτοις αὐτοὺς κατεναυμάχησαν. ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρʼ ἄλλων μαθόντες ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πᾶν τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι· νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα. πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὥς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια περὶ τὸ δαιμόνιον δικαιοσύνη τε καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς τοὺς ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δὲ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὸ σῶμα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, αὐτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα· καίτοι τὰ μὲν εἰς ἡμᾶς δαπανούμενα τῇ χρείᾳ μετρεῖται, τὰ δʼ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσιν. Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον ὃς ἐκέλευε τριῶν πλείονας τὸν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν καὶ τῶν πέντε, τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείους τῶν δύο δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν. κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρίων ἑψήματα. μικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὤνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· Τουβέρων μὲν γὰρ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, Ῥουτίλιος δὲ παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυριανοῦ καλουμένου· μέρος δέ ἐστι τοῦτο θαλασσίου κυνὸς οὕτω καλουμένον. Μούκιός τε παρὰ τῶν εὐχρηστουμένων αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο· οὗτοι δʼ ἄλλοις ἐδίδοσαν.

τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος· ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν Μιθριδάτου καὶ Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέμου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δύειν βασιλέων τῶν προειρημένων πλοῦτον· Κάτων δʼ ἐκεῖνος ἐδυσχέραινε καὶ ἐκεκράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια εὔμορφα ὑπερβαλλούσης τιμῆς. πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ὥστε καὶ καθʼ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δʼ ὅτι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἤρωτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ, οὐδείς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων, ὃς οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθʼ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἐορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.

Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς τὸ γένος, φησί που· φαγήσια, οἳ δὲ φαγησιποσίαν προσαγορεύουσι τὴν ἑορτήν· κρατῶ γάρ, φησί, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλητὸν Κλέαρχον. ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον καὶ ἡ τῶν Διονυσίων ἐν ᾗ παρόντες ἑκάστοις τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν. ὁ αὐτὸς ἱστορεῖ καὶ τὸν Ἀθηναῖον γραμματικὸν Καλλίαν συνθεῖναι τραγῳδίαν, ἀφʼ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν. Ἐρατοσθένης φησὶν ἐν Ἀλεξανδρείᾳ Λαγυνοφορίαν ἑορτήν τινα τῷ Διονύσῳ ἄγεσθαι ἐν ᾗ τὰ κομισθέντα δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρʼ αὐτῶν φέροντες πίνουσι. συνοίκιά γε ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμίγους ὄχλου θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων. διὸ οὐδὲ ἤρεσεν Ἀρσινόῃ ἡ ἑορτὴ τῇ βασιλείᾳ. ὅτι τὸ διὰ νυκτὸς ἴσον τῷ διʼ ὅλης νυκτός. Ὅμηρος· τανυσάμενος διὰ μήλων ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων τὸ μέγεθος αὐτοῦ ἐμφανίζων. ὅτι ὠφελιμώτερα τῷ πάντι σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς νυκτερινὰς ἁρμόττει πέψεις σηπτικὸν ὄν· κατὰ σῆψιν δʼ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται. ὅτι πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτω καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν, φησί τις παρὰ τῷ ῥήτορι τούτῳ δαιταλεὺς Μυρτίλος. λέγομεν οὖν ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά, οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος, ὅς φησιν ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους. φιλόμηλοι δʼ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὥς φησι Δωρόθεος. Χάρης δʼ ὁ Μιτυληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο ὡς τὴν θέαν ἡδίστην γενέσθαι. οὐκ ἀγνοῶ, φησίν, ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδήν· ἤτοι γὰρ ἑψόν ἐστιν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται. χόρος δʼ ἀναύδων ἰχθύων ἐπερροθεῖ σαίνουσιν οὐραίοισι, φησὶ Σοφοκλῆς. πάντες συνεισήνεγκαν τὰς ἐκ βιβλίων συμβολάς. ὅστις ἀγοράζων ὄψον ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι μαίνεται· φησὶν Ἄμφις. ὅτι καὶ πρὸ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι ἑλλοὺς τοὺς ἰχθῦς ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἰτʼ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις ποτε χαίρει ὀνομαζόμενος, πλωτοί, φησί, χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι διʼ ὕδατος ἀμβροσίοιο. ὀψοφαγίστατος καὶ βλακίστατός ἐστιν, φησὶ Σοφοκλῆς. Ἀριστοτέλης ἱστορεῖ τὰς ἀμίας τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὀρμίαν ἐκφεύγουσιν. πρωὶ μέν γε ἀπʼ ἀοῦς ἀφύας ἀποπυρίζομεν στρογγύλας· φησὶν Ἐπίχαρμος. ὅτι Ἀριστοτέλης παρετυμολογῶν τὸ τῆς ἀμίας ὄνομά φησιν ὠνόμασθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δὲ εὐχύλους μὲν αὐτὰς εἶναί φησι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ φησί· τὴν ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μή σε διαφθείρῃ γʼ οὐδʼ ἂν ἐπιθυμῇς. εἰ δʼ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρὸν μὴ λῆρον· ἁπλῶς δʼ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἰθʼ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γινώσκων ὁπότʼ ἐστʼ ὀπτὴ καὶ μὴ κατακαύσῃς. ἔστω δʼ αὐτή σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, ὡς εἴγε ἑτέρωθεν εἴη, φησί, καταισχύνει τὸν πρόσθεν ἔπαινον. Οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐξετάσαι βουληθείς. καὶ ὥσπερ οἱ τοὺς Περίπλους καὶ τὰς Περιηγήσεις ποιησάμενοι μετʼ ἀκριβείας ἐθέλει ἐκτίθεσθαι ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν. τοῦτο γὰρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων ὑποθηκῶν Μόσχῳ τε καὶ Κλεάνδρῳ τοῖς ἑταίροις, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα, ἄνδρας δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.

Χρύσιππος δʼ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντʼ ἀνὴρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι τῆς πάντα διαλυμηναμένης ἡδονῆς· καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει μεγάλῃ τῇ φωνῇ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν διʼ ἀφροδισίων ἡδονήν. οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν τῶν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων, διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσι. Πλάτων μὲν δυσχεραίνοντά τινα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα· ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον ἑαυτοῦ, καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. εἶτʼ εἰ μεμάθηκε, δεσπότα, ζῆν ἐγκαλεῖς; ζῆν δʼ ἐστὶ τὸ τοιοῦτον; ὡς λέγουσιν οἱ σοφοί· ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δʼ ἔχειν ταύτην ἑτέρωθεν· ἐκ δὲ τοῦ ζῆν παγκάλως· ἑώρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντα ἐπὶ τούτοις θʼ οἷς λέγεις κηλούμενον; πάντας, οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸ φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότες οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν, ὥστʼ ἐκπεπλῆχθαι πάντας. καὶ πάλιν· ἐξὸν γυναῖκα ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδας λαμβάνειν δύο· τοῦτο τʼ ἀγαθὸν Ἐπίκουρος ἔλεγε ταῦθʼ ἃ νῦν ἐγὼ λέγω. εἰ τοῦτον ἔζων ἅπαντες ὃν ἐγὼ ζῶ βίον οὐτʼ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς. καὶ Ἡγήσιππος. Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτʼ ἐστὶ τἀγαθόν, ὃ διὰ τέλους ζητοῦσιν, εἰπεῖν ἡδονήν. εὖ γʼ, ὦ κράτιστε ἄνθρωπε καὶ σοφώτατε· τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐδὲν ἔστιν ἀγαθόν· προσέστιν ἡδονῇ γὰρ τἀγαθόν. ἀσπάζονται δʼ ἡδονὴν καὶ οἱ Κυρηναϊκοὶ καὶ Μνησιστράτειοι καλούμενοι, οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής· Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τὰ τῆς φιληδονίας καὶ φιλαργυρίας αὐτοῦ διεξερχόμενος ἀρνίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Σαρδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσί τε λέγει τάδε· σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς. γαστρὶ χαριζόμενος τῆς λαμυρώτερον οὐδὲν Τίμων περὶ Ἐπικούρου φησίν· περὶ γαστέρα, ὦ φυσιολόγε Τιμοκράτες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. Μητρόδωρος τὰς καλὰς ταύτας θέσεις φησίν· Ἐπίκουρος γὰρ αὐτῷ διδάσκαλος ὃν γαστρὸς ἕνεκα καὶ τῆς ἄλλης κατὰ σάρκα ἡδονῆς ἐκολάκευε καὶ μὴν καὶ Ἰδομενέα, ὁ λέγων ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν. καὶ ὅτι οὐ δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονὰς, ἀφαιρῶν δὲ τὰς διʼ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς διʼ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατʼ ὄψιν ἡδείας κινήσεις. καὶ ὅτι τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ, ἐὰν δὲ μὴ παρασκευάζῃ χαίρειν ἐατέον. ὅτι πρότερος Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκε· τὰς ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατʼ οἶκον. καὶ τὰ ἑξῆς. καὶ Φιλεταῖρος δέ φησι· δεῖ ὄντα θνητὸν ἡδέως ζῆν τὸν βίον καθʼ ἡμέραν, ἐὰν ἔχῃ τις ὅποθεν· εἰς αὔριον δὲ φροντίζειν εἴ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον ἀργύριον. καὶ πάλιν· θνητῶν δʼ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις οὐδʼ ἐν νεκροῖσι πέττεται γαμήλιος. καὶ Ἀπολλόδωρος ὁ Καρύστιος· ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλοις; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, ἢ τί τὸ κακὸν ἢ τί ποτε τἀγαθὸν ἔστʼ ἀγνοοῦσα παντελῶς, εἰκῇ τέ πως ἡμᾶς κυλίνδουσα ὅντινʼ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφʼ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμένους. εἶτα ἐπάγει· ἀπαιδεύτῳ τύχῃ δουλεύομεν. φιλήδονον δʼ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γίνεσθαι Τάνταλον· ἀφικόμενον γὰρ εἰς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφʼ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἐπιτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον διʼ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. Ὅτι Ἐρατοσθένης ὁ Κυρηναῖος Ἀρίστωνα τὸν Χῖον τὸν ἀπὸ τῆς στοᾶς τὸν διδάσκαλον παρεμφαίνει ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τὴν τρυφὴν λέγων· ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸ τῆς ἀρετῆς καὶ ἡδονῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραῖος ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας. περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη· ἡνίκʼ ἔχρην δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι.

ἀλφησταί

ἰχθύες κιρροειδεῖς, πορφυρίζοντες κατά τινα μέρη. φασὶ δʼ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τῷ ἑτέρῳ κατʼ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ κατωφερεῖς οὕτω καλοῦσιν, ὡς Ἀπολλόδωρος καταπυγοτέραν ἀλφηστῶν. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μονάκανθον εἶναι καὶ κιρρόν φησι τὸν ἀλφηστικόν. μνημονεύει δʼ αὐτοῦ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ· φυκίδας ἀλφηστήν τε καὶ χροιῇσιν ἐρυθρὸν σκορπίον.

ἀνθίας

Ἀνάνιος· ἔαρι δὲ χρόμιος ἀρίστος, ἀνθίας δὲ χειμῶνι· οἷς ἐπάγει· κρέας δέλφακος ὅταν τραπέωσιν ἐσθίειν. εἶτα δʼ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ. βοῦς δὲ πιανθείς, δοκέω, καὶ μέσων νυκτῶν ἡδὺς κἠμέρης· τοιαῦτας ὑποθήκας τοῖς λάγνοις Ἀνάνιος ἐκτίθεται. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων ἠθῶν ὅπου ἐὰν ἀνθίας ᾖ, φησίν, οὐκ ἔστι θηρίον. ᾧ σημείῳ χρώμενοι οἱ σπογγεῖς κατακολυμβῶσι, καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν. τὸν δʼ ἀνθίαν τινες καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλλοπα· ὡς δʼ Ἱκέσιός φησι καὶ λύκον. εἶναι δʼ αὐτόν φησι χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν, σαρκοφάγον τε καὶ συναγελαζόμενον. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων διαφέρειν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλλοπας. περὶ τοῦ τίς ὁ καλούμενος ἱερὸς ἰχθὺς ὁ τὴν Τελχινικὴν ἱστορίαν συνθείς, εἴτε Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτʼ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἔστι δʼ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Κράτης δʼ ὁ Ἀρκὰς εἰπών· πομπίλος, ὃν γαλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν, διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλὰ καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθῦι τούτῳ κόλασιν ὑποσχεῖν ἐπὶ τοῦ χρυσοῦ γένους κατʼ ἀνθρώπους ὄντος. ὄνομα δʼ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου. τοῦτον ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετʼ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας· κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δʼ ὁ Παγκράτης ὅτι καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδʼ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος οὖν γίνεται καὶ σφαδᾴζων, ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται ἀρπυίαις τε καὶ λάροις· ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. Τιμαχίδας δέ φησι· κωβίοι τʼ εἰνάλιοι καὶ πομπίλοι ἱεροὶ ἰχθῦς. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν Ναυκράτεως κτίσει φησὶ τὸν Πομπίλον ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα· τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον, τῷ ῥά ποτʼ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, Ὠκυρόην, ᾗ κάλλος ἀμήχανον ὤπασαν Ὧραι. ταύτης ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δʼ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε· πατρὸς ἐμεῖο φίλου συμφράδμονα θυμὸν ἀέξων, Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου, σῷζέ με· καὶ τὸν εἰς τὴν ἀκτὴν ἀγαγόντα αὐτὴν διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι. Θεόκριτος δʼ ὁ Συρακούσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ φησίν· ἱερὸν ἰχθύν, ὃν λευκὸν καλέουσιν, ὁ γάρ θʼ ἱερώτατος ἄλλων. Διονύσιος δʼ ὁ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει· ἀκήκοα ἁλίεως Ἐρετρικοῦ τὸν ἱερὸν ἰχθῦν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον· ἔστι δὲ πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλάμυδι, ποικίλος. τόνδʼ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει· ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν, εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς. Καλλίμαχος δʼ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν· χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν, ἢ πέρκας ὅσα τʼ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. ἄλλοι δʼ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον· οἱ δὲ τὸν μέγαν ὡς ἱερὸν μένος Ἀλκινόοιο, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν. Κλείταρχος δʼ ἐν Γλώσσαις φησίν· οἱ ναυτικοὶ πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα· διὸ καὶ πομπίλον καλεῖσθαι χρύσοφρυν ὄντα. καὶ Ἐρατοσθένης φησίν· ἠὲ γενειῆτιν τρίγλην ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν. ὅτι Ἀρχεστράτου ἐν ταῖς καλαῖς περὶ ὀψοφαγίας ὑποθήκαις εἰπόντος περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων· προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς καὶ Μαιώτιδι λίμνῃ ἰχθύος ἐναυξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν. τίς οὗτός ἐστι ζητητέον ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν.

ἀφίη εὕρηται καὶ ἑνικῶς καὶ πληθυντικῶς. Ἀριστοφάνης δʼ ἐν Ταγηνισταῖς τὰ μικρὰ τὰ Φαληρικὰ τάδε ἀφύδιά φησιν. ἐστὶ δὲ ἀφύης γένη πλείω καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλʼ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ, ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δʼ ἐστὶν ἀφύη κωβῖτις λεγομένη· γίνεται δʼ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων. καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἑτέραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων, καὶ ἄλλη ἐκ τῆς βεμβράδος καὶ ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δὲ κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης· ἰχθυδίου δὲ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἱκέσιος δέ φησι· τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ἣ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα· διαφέρει δʼ ἡ καθαρὰ καὶ λεπτή. Ἀρχέστρατος δὲ ὁ ὀψοδαίδαλός φησι· τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις· ἣν καί φησιν ἐν εὐκόλποις Φαλήρου ἀγκῶσι λαμβάνεσθαι. φησὶ δʼ ὅτι κἀν τῇ περικλύστῳ ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ τί που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τάς τʼ ἀμφικόμους ἀκαλήφας· εἰς ταὐτὸν μίξας δʼ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ. Κλέαρχος δʼ ὁ περιπατητικὸς περὶ τῆς ἀφύης φησί· διὰ τὸ μικρὸν δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβάλλοντες κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν. ἅμα δʼ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεται· εἶδε πῦρ ἀφύη. Χρύσιππος δʼ ὁ φιλόσοφός φησι· τὴν ἀφύην τὴν μὲν ἐν Ἀθήναις διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθʼ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρʼ ἡμῖν πολὺ ἐλάττους εἰσίν· ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε. ὅτι Λυγκεὺς ὁ Σάμιος ἐπαινεῖ τὰς Ῥοδιακὰς ἀφύας.

ὅτι ὁ τὴν ἡδυπάθειαν γράψας Ἀρχέστρατος παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι τὴν ὀψοφαγίαν. φησὶ γοῦν περὶ γαλεοῦ· ἐν Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα, κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν ἐθέλῃ, ἅρπασον αὐτόν· ὃν καλέουσι Συρακούσιοι κύνα πίονα· κᾆθʼ ὕστερον πάσχʼ ὅτι σοι πεπρωμένον ἐστίν.

ὅτι ἐν Ἐλευσῖνι ψῆτται καὶ σκόμβροι πολλοί.

βατίς. βάτραχος. βάτος

βατίδος καὶ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις· παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία, ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες. Ἐπίχαρμος· ἦν δὲ νάρκαι βατίδες, ἦν δὲ ζύγαιναι, ῥίναι τε τραχυδέρμονες. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον, τρυγόνα βοῦν, ἀμίαν, ἀετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ. περὶ δὲ βατράχου συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν γνώμαις τάδε· βάτραχον ἐνθʼ ἂν ἴδοις, ὀψώνει καὶ γαστρίον αὐτοῦ σκεύασον. περὶ δὲ βατίδος φησί· καὶ βατίδʼ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ. καὶ Ἔφιππος ὁ κωμικὸς ἐν Φιλύρᾳ, ἑταίρας δʼ ὄνομα ἡ Φιλύρα· πότερον ἐγὼ τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής; ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Σικελικῶς.

βῶκες

Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ. Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης· ἔχουσα γαστέρα μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε. ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαριν Ἀπόλλωνος. Φερεκράτης δʼ ἐν Μυρμηκανθρώποις εἰπών· ἄλλον φησὶν οὐκ ἔχειν ἰχθύν, ἐπιφέρει· νὴ τὼ θεώ, οὐκ ἔστιν ἄλλος ἰχθὺς οὐδὲ εἷς ἢ βόαξ. Ἀριστοφάνης δʼ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα, δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει· εἴη ἂν οὖν ὁ βόωψ, βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνον φαμὲν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δʼ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.

βεμβράδες Ἀττικῶς. Φρύνιχος· ὦ χρυσοκέφαλοι βεμβράδες θαλασσίαι. Ἐπίχαρμος δʼ ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ. Δωρίων δʼ ἔφη· βεμβράδα ἀποκεφαλίσας ἐὰν ᾖ ἁδρότερα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι ἕψει τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι. γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη. Ἀριστώνυμος Ἡλίῳ ῥιγοῦντι· οὔτʼ ἀφύη νῦν ἐστιν οὔτʼ αὖ βέμβρας κακοδαίμων. Ἀριστοφάνης· ταῖς πολιόχρωσι βεμβράσι τεθραμμένη. ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν εὕρηται καὶ διὰ τοῦ μ γραφόμενον. τίς ἐκεκράγει, φησὶν Ἀντιφάνης, μέγα μέλιτος γλυκυτέρας βεμβράδας φάσκων ἔχειν; εἰ τοῦτο τοιοῦτʼ ἐστιν, οὐδὲν κωλύει τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θʼ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων. καὶ Ἄλεξις δὲ διὰ τοῦ μ εἴρηκεν· ἐσθίων πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.

βλέννος· κωβίῳ τὴν ἰδέαν οὗτος παραπλήσιος. ὅτι Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαιόνας τινας ἰχθῦς καλεῖ· ἄγε δὲ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρʼ Ἀττικοῖς δὲ παροιμία ἐστί· μή μοι βαιών· κακὸς ἰχθύς.

βούγλωσσος. ὁ Πυθαγορικὸς διʼ ἐγκράτειαν Ἀρχέστρατός φησιν· εἶτα λαβεῖν ψῆτταν μεγάλην τήν θʼ ὑπότρηχυν βούγλωσσον. τῶν δὲ βουγλώσσων διαλλάττοντές εἰσιν οἱ κυνόγλωσσοι. Ἀττικοὶ δὲ ψῆτταν αὐτὸν καλοῦσι.

γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχελέων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους εὐστομάχους δέ. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δὲ γόγγρους φησὶ πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι· ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. ὧν μνημονεύων καὶ Φιλήμων ὁ κωμῳδίας ποιητής, ποιεῖ τινα μάγειρον ἐπὶ τῇ ἑαυτοῦ τέχνῃ σεμνυνόμενον καὶ λέγοντα τάδε· ὡς ἵμερός μʼ ὑπῆλθε γῇ τε καὶ οὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γʼ ἐστʼ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, τοῦτον παρατέθεικʼ οὐ πεφαρμαγμένον τυροῖσιν οὐδʼ ἄνωθεν ἐξηνθισμένον· ἀλλʼ οἷος ἦν ζῶν καὶ ὀπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι. ὅμοιον ἐγένετʼ, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δʼ ἐσπούδακεν ἕτερα διώκουσα ταύτην. ταυτὸν ἦν τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδʼ ἔχων, ἄλλοι δʼ ἐδίωκον κατὰ πόδας. εἶτα ἐπάγει· καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. ἢ δὲ λάβω σκάρον ἢ ʼκ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ʼξ Ἄργους κάπρον ἢ ʼκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον, νὴ τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντʼ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς, ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

τοιοῦτόν τι οὐκ ἂν ἐξωγκώσατο οὐδʼ ἂν Μενεκράτης ὁ Συρακούσιος ὁ Ζεὺς ἐπικαλούμενος ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις διὰ τῆς αὐτοῦ ἰατρικῆς. τοὺς οὖν θεραπευομένους ὑπʼ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν ὃ μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς, Νικόστρατος δʼ ἦν οὗτος ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς· ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοις πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας. Ἀστυκλέα δὲ θεραπευθέντα ὑπʼ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δʼ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. αὐτὸς δʼ ὁ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδας τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν· Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν, καὶ τοὺς εὐρώστους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, παρέχειν μέχρι γήρως ζῶντας. τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστειλεν ὁ Φίλιππος· Μενεκράτει ὑγιαίνειν. παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφε, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δὲ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθείς, ἐφʼ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἐπὶ γῆς πάντων ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος, ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου.

Πύθερμος δὲ ἱστορεῖ, ὅτι Θεμίσων ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικὰ, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο· Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς, ἀλλʼ ἔθυον αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες· Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθʼ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν· ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει.

ὅτι ἀλαζονικὸν πᾶν τὸ τῶν μαγείρων φῦλον. Ἡγήσανδρος οὖν παράγει μάγειρον λέγοντα· βέλτιστε πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημένα ἐστίν. ἔπειτα ἐπάγει ὡς ἐγὼ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα εἴδη λαχάνων ὅσʼ ἐστί, μεμβράδων τρόπους, φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν· τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ μεμβράδας; τὰ πάρεργά μου ταῦτʼ ἐστιν. ἢν δὲ λάβω τὰ δέοντα καὶ τοὐπτανεῖον ἁρμόσωμαι ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθεν Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτʼ ὄψει πάλιν. ὑπὸ τῆς ὀσμῆς γὰρ οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετʼ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖνʼ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. μέγας εἶ τεχνίτης. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρʼ οἶδα τῶν καθημένων, οἳ καταβεβρώκασʼ ἕνεκʼ ἐμοῦ τὰς οὐσίας. τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ, πρὸς τῶν θεῶν, τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι; παράγει δὲ καὶ Νικόμαχος μάγειρον λέγοντα πρὸς τὸν μισθωσάμενον· ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. πῶς; ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας, ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων· οὕτω τʼ ἐμισθώσω με; μὰ Διʼ, ἐγὼ μὲν οὐκ ᾤμην ἴσως ὅσον διαφέρει μαγείρου μάγειρος οὐκ οἶσθα; εἴσομαι γʼ ἢν λέγῃς. ἔπειτα αὐχήσας ὁ μάγειρος εἰδέναι τὸ ἠγορασμένον ὄψον σκευάζειν μουσικῶς, ληρεῖ ὅτι πρὸ τῆς μαγειρικῆς τέχνης πρότερον μαθεῖν δεῖ ἑτέρας τέχνας ἀστρολογικήν, ἰατρικήν, γεωμετρικήν, τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις, πότʼ ἄωρός ἐσθʼ ἕκαστος ἢ πόθʼ ὥριμος. τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θύννου βόαξ. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί; τοὐπτανεῖον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα· τοῦτο δεῖ διελέσθαι καὶ τόπον λαβόνθʼ ἕνα μερίσαι κατʼ εἶδος τέχνης ἐπιδέξια. ἐκεῖθεν ἐνταῦθʼ ἐστὶ μετενημεγμένα. οὗτος, πέπεισμαι καὶ τὰ λοιπὰ μὴ λαλῇς. πρὸς δὴ τοῦτο ἐπάγει ὁ μάγειρος ὅτι τῶν βρωμάτων τὰ πνευματικὰ καὶ δύσπεπτα τιμωρίαν ἔχοντʼ ἔστιν, οὐ τροφήν, καὶ ὅτι ἐπὶ τὰ ἀλλότρια δεῖπνα πᾶς γίνεται ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμαχʼ εὕρητʼ ἐκεῖθεν. μεταφορὰ δʼ ἐστὶ τέχνης, ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἐμόν· ἔπειτα δεικνύει ὁ μάγειρος ὅτι καὶ τακτικῆς ἐστι τὸ εἰδέναι ἕκαστα ποῦ τεθήσεται, τὸ ἀριθμεῖν τὸ πλῆθος, ἣν καὶ αὐτὴν δεῖ προειδέναι τὸν μάγειρον· παρὰ δὲ τῷ νεωτέρῳ Φιλήμονι διδασκαλικός τις μάγειρός φησι· τὸ πῦρ ποιεῖτε τοῖς ὀπτοῖς μήτʼ ἀνειμένον — τὸ γὰρ τοιοῦτʼ οὐκ ὀπτόν, ἀλλʼ ἑφθὸν ποεῖ — μήτʼ ὀξύ· κατακάει γὰρ ὅσʼ ἂν ἔξω λάβῃ τοῦτο πάλιν, εἰς τὴν σάρκα δʼ οὐκ ἐνδύεται. μάγειρος δʼ ἐστὶν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδʼ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, ἀλλʼ ἐστί τις φρόνησις ἐν τῷ πράγματι. παρὰ δὲ Διφίλῳ μάγειρός φησι· οὐ βαδίζω πρότερον ἐὰν μὴ δοκιμάσω τίς ἐσθʼ ὁ θύων ἢ πόθεν συνίσταται τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστι δʼ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλιόν τι συντρίψας νεώς, ἢ φόρτιʼ ἐξέρριψεν ὑπέραντλος γενόμενος, ἀφῆκα τὸν τοιοῦτον· οὐθὲν ἡδέως γὰρ ποιεῖ οὗτος, ἀλλʼ ὅσον νόμου χάριν· ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος. ἀλλʼ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς εἰς δέκʼ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δανεῖʼ ἐρυγγάνων, ἀφροδίσιʼ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν, ὑπὸ τοῦτον ὑπέμυξʼ εὐθὺς ἐκβεβηκότα, τὴν δεξίαν ἐνέβαλον, ἐμνήσθην Διὸς Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν· πάλιν μειράκιον ἐρῶν τᾶ πατρῷα βρύκει καὶ σπαθᾷ· πορεύομαι. καὶ ἄλλα τοιαῦτα. παρὰ δὲ Ἐκδίκῳ σοφιστὴς μαγειρίσκος ἐπὶ πολλοῖς ἄλλοις αὐχεῖ ὅτι δὲ ἦσαν καὶ φλόγα ῥᾳδίως ποιεῖ· φησὶ γάρ· πρῶτον ὤμων κειμένων τῶν ἰχθύων πάρεισιν οἱ δαιτυμόνες. δίδου κατὰ χειρός, τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ, τοὺς ἄνθρακας ἔρρανʼ ἐλαίῳ καὶ ποιῶ φλόγα. παρὰ τούτῳ κεῖται καὶ τὸ ἐλᾳδίου κοτύλη. ὅτι Θίμβρων ἔνδοξος μάγειρος παρὰ Φιλοστεφάνῳ. τευθὶς ὠνθυλευμένη Σωτάδης ὁ κωμικός φησιν, οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνείτης, παρʼ ᾧ κωμικῷ μάγειρός τις τάδε φησί· καρῖδας ἔλαβον πρῶτον, ἀπετηγάνισα πάντας ἁπάσας· γαλεὸς εἴληπται μέγας· ὤπτησα τὰ μέσα. γλαύκου φέρω κεφαλαῖα παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσάγω χλόην, κύμινον, ἅλας, ὕδωρ, ἔλαιον. λάβρακʼ ἐπριάμην καλὸν σφόδρα· ἔσται διʼ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς· ἔρριψα ταῦτα ἐπὶ τὸν ἄνθρακα ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημι. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα· κᾆτʼ ἔπνιξα ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ, κωβίδιʼ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυνʼ ἀλεύρῳ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην εἴλησʼ ἐλαδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐνέκρυψά θʼ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. εἶτα ἐπάγει· τοῦτʼ ἔσθʼ ἡ τέχνη, οὐκ ἐξ ἀπογραφῆς οὐδὲ διʼ ὑπομνημάτων.

ὅτι Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος τοῦ γόγγρου δεῖ συνωνεῖσθαι διηγεῖται. γόγγρου μὲν ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ. ἑξῆς τε περὶ τῶν κατʼ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ κάλος οὗτος περιηγητής φησιν· καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτον τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσονπερ θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων. παρὰ δὲ Ἀλέξιδι μάγειρος περὶ ὧν ὠψώνηκε λέγων φησίν· δραχμῶν τριῶν γλαυκίσκον, γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντʼ. ὦ ταλαιπώρου βίου. δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον, κἀμοὶ τράχηλον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν, πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρʼ ἀπηγξάμην.

γαλεοί· Ἱκέσιός φησι τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δέ φησι τὸν ἀλωπεκίαν μίαν ἔχειν λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδαμῶς. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν. Ἐπαίνετος δʼ ἐν ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δʼ εἶναι τὸν κεντρίνην καὶ δυσώδη· γνωρίζεσθαι δʼ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφίᾳ ἔχειν κέντρον, τῶν ὁμοειδῶν οὐκ ἐχόντων· οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δʼ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δʼ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν. μάλιστα δʼ ὁ ποικίλος καὶ ἀλωπεκίας. οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα. Ἀρχέστρατος δʼ ὁ τὸν αὐτὸν Σαρδαναπάλῳ ζήσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετʼ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλʼ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον· τούτων δʼ ὁ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δʼ ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον, γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται, φησὶ Τιμοκλῆς.

γλαῦκος. Νουμήνιος γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα. Ἀρχέστρατος· ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις. Ἀντιφάνης· τὸ μὲν γλαυκίδιον ἕψειν ἐν ἅλμῃ. τὸ δὲ λαβράκιον; ὀπτᾶν ὅλον· τὸν γαλεόν; ἐνυποτριμματίζεσθαι. τὸ δʼ ἐγχέλιον; ἅλες; ὀρίγανον, ὕδωρ. ὁ γόγγρος; ταὐτόν. ἡ βατίς; χλόη. πρόσεστι θύννου τέμαχος, ὀπτήσεις. κρέας ἐρίφειον; ὀπτόν. ὁ σπλήν; σεσάχθω. νῆστις; ὁ αὐτός· Βοιωτία μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι Μεγαρικοί, Καρύστιαι μαινίδες, φάγροι δʼ Ἐρετρικοί, Σκύριοι δὲ καράβοι. Ἀναξανδρίδης· ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον τοῦ τʼ ἀκύμονος δέμας θύννου Νηρεὺς κατοικεῖ πάντα τόνδε τὸν τόπον. Ἀντιφάνης δʼ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν· ἔστω ἡμῖν κεστρεὺς ὑμήττιος, ναρκὴ πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω. Ναυσικράτης· δύο μὲν — φασίν — ἁπαλοὶ καὶ καλοὶ τοῦ ναυτίλοισι πολλάκις ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις, ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη. γλαῦκον λέγεις; ἔγνωκας. τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθομναῖος ἐρασθέντα φησὶν Ἀριάδνης, ὅτʼ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα· Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἄντιον Εὐβοίης· ἔνθεν ἐγὼ γένος εἰμί. πατὴρ δέ με γείνατο Κωπεύς. Προμαθίδας δὲ Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον, Μνασέας δὲ Ἀνθηδόνος καὶ Ἀλκυόνης. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον πόντιον καλεῖσθαι· ἁρπάσαντα δὲ Σύμην ἀποπλεῦσαι εἰς Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικήσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δὲ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀριάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη. Ἀριστοτέλης δὲ ἐν τῇ Δηλίων πολιτείᾳ φησὶν ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δʼ ὁ Μάγνης τῆς Ἀργοῦς αὐτὸν δημιουργὸν γενέσθαι καὶ κυβερνῶντα αὐτήν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ φανῆναι καὶ οὕτω. δαίμονα γενέσθαι θαλάττιον ὑπὸ μόνου τε Ἰάσονος θεαθῆναι. Νικάνωρ δὲ τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι. ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ὅτι βοτάνης γευσάμενος κατεποντώθη. Αἰσχρίων δʼ ὁ Σάμιος Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος γέγονε· καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε. Νίκανδρος δὲ Νηρέως ἐρώμενον αὐτὸν ἱστορεῖ γενέσθαι, ὃς καὶ τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι· θηρῶντα δὲ περὶ τὴν Ὀρείην, ὄρος δὲ τοῦθʼ ὑψηλὸν ἐν Αἰτωλίᾳ, λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ὑπὸ κρήνῃ τινι καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ὑποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν ἑαυτὸν ἐκρῖψαι. Ἡδύλος δʼ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλασσαν. Ἡδύλη δʼ ἡ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων ποιητρίας, ἱστορεῖ τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον ἢ κόγχου δώρημα φέροντʼ Ἐρυθραίης ἀπὸ πέτρης, ἢ τοὺς ἀλκυόνων παῖδας ἔτʼ ἀπτερύγους, τῇ νύμφῃ ἀθύρματα. δάκρυ δʼ ἐκείνου καὶ Σειρὴν γείτων πάρθενος ᾠκτίσατο· ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς Αἴτνης.

γναφεύς, Δωρίων τὸ ἐκ τῆς ἑψήσεως τοῦ γναφέως ὑγρόν φησι πάντα σπῖλον καθαίρειν.

ἔγχελυς. θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος· Δωρίων δὲ τὰς Κωπαΐδας ἐπαινεῖ· γίνονται δʼ αὗται ὑπερμεγέθεις. φησὶ γοῦν Ἀγαθαρχίδης τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ κατευχομένους οὐλάς τε ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς· καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ γένους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυμάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος ὁ Καρύστιος τοὺς ἁλιέας λέγει θυσίαν ἐπιτελοῦντας τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον.

καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. φησὶ γοῦν Φιλοστέφανος Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὅν τινες Λίνδιον εἶναί φασιν, ἀδελφὸν Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετʼ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν νυκτὸς προσβαλόντων ἀγοράσαι τὴν γῆν οὗ ἡ Φάσηλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Καλάβρα τινος δύντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφʼ ὧν ἦγον. ὅθεν κατʼ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τιμῶντας ὥσπερ ἥρωα.

ὅτι περὶ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ὡς εὐχυλώτεραι πάντων εἰσὶν ἰχθύων, καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων· πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι. ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν· πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἂν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτʼ ἀφιᾶσι γλινῶδες ἐξ αὐτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται. λέγουσι δʼ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δʼ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσι τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν ἱστορεῖ Ἀριστοτέλης γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζῳοτοκούσας, ἀλλʼ οὐδὲ ἐξ ὀχείας, ἀλλʼ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης. καθάπερ καὶ ἐπὶ τῶν καλουμένων τῆς γῆς ἐντέρων λέγεται. διὸ καὶ Ὅμηρον τῆς τῶν ἰχθύων φύσεως χωρίζοντα τάδε εἰπεῖν· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας. φησί τις παρὰ τῷ ῥήτορι τούτῳ δειπνούντων, Ἐπικούρειός τις τῶν συνδειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσης εἰπών· πάρεστιν ἡ τῶν δείπνων Ἑλένη· ἐγὼ οὖν Πάρις ἔσομαι, καὶ πέρας μήπω τινὸς ἐκτετακότος ἐπʼ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλεῦρον ἀγαγὼν εἰς ἄκανθαν. ὁ δʼ αὐτὸς οὗτος πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας· τοῦδʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε, προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ ὁ Κύνουλκος ἔφη· ἀποφέρεται ἐκ τῆς βρογχοπαρατάξεως ὁ λάρος. Ἀρχέστρατος δὲ περὶ τῆς ἐγχέλυος οὕτως ἱστορεῖ· ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δʼ ἐστὶ κρατίστη Ῥηγίου ἀντιπέραν πορθμοῦ ληφθεῖσα θαλάσσης· οὐ μὴν ἀλλὰ κλέος γʼ ἀρετῆς μέγα κάρτα φέρουσι Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι καὶ τὸ πάχος θαυμασταί. ὁμῶς δʼ οἶμαι βασιλεύει πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει ἔγχελυς, ἣ φύσει ἀπύρηνος μόνος ἰχθύς. Τρύφων φησί, ὅτι οἱ Ἀττικοὶ τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ τὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. Ἀριστοφάνης οὖν ἐν μὲν Ἀχαρνεῦσί φησι· σκέψασθε, παῖδες, τὴν κρατίστην ἔγχελυν. καὶ ἀλλαχοῦ· λεῖος ὥσπερ ἔγχελυς. τὰς μέντοι πληθυντικὰς οὐκ ἔθʼ ὡς ὁ ποιητής· τείροντʼ ἐγχέλυες· ἀλλʼ Ἀριστοφάνης μὲν ἐν Ἱππεῦσιν· ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι· καὶ δευτέραις Νεφέλαις. τὰς εἰκοῦς τῶν ἐγχέλεων· καὶ ἀλλαχοῦ· οὐ χαίρω βατίσιν, οὐδʼ ἐγχέλεσιν· καὶ Στράττις ἐγχέλεων ἀνεψιός. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ὅταν δʼ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ· ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας· ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲ ἕν· καὶ τὰ ἑξῆς σαφῶς δηλοῖ ὅτι ἡ ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται. ὅθεν καὶ τοὔνομα εἰς υς ἐπερατώθη. καὶ ὁ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες. ἰδικώτερον δὲ καὶ κατʼ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ. ὅτι Ἀντιφάνης κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν· τά τʼ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τε ἰσόθεον τὴν ἔγχελυν· πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθʼ ἡμῖν τυχεῖν· τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρᾶσθαι μόνον· οὕτως ἐσθʼ ἅγιον παντελῶς τὸ θηρίον. Ἀναξανδρίδης τε πρὸς Αἰγυπτίους φησίν· οὐκ ἂν δυναίμην ξυμμαχεῖν ὑμῖν ἐγώ· οὔθʼ οἱ τρόποι γὰρ ὁμονοοῦσʼ οὐθʼ οἱ νόμοι ὑμῶν, ἀπʼ ἀλλήλων δὲ διέχουσι πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· τὴν ἔγχελυν μέγιστον ἡγῇ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ. οὐκ ἐσθίεις ὕεια, ἐγὼ δέ γʼ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δʼ ἐγώ, τοὔψον κατεσθίουσιν ἡνίκʼ ἂν λάβω. τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρʼ ὑμῖν δʼ ὡς ἔοικʼ, ἀπηργμένους. τὸν αἴλουρον κακὸν ἔχοντʼ ἐὰν ἴδῃς κλαίεις, ἐγὼ δʼ ἥδιστʼ ἀποκτείνας δέρω. δύναται παρʼ ὑμῖν μυγαλῆ, παρʼ ἐμοὶ δέ γʼ οὔ. καὶ Τιμοκλῆς· πῶς ἂν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίνʼ αἰλούρου βωμὸς ἐπιτρίψειεν ἄν; ὅτι ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες. Εὔβουλος· νύμφη ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως πάρεσται, ἔγχελυς. καὶ πάλιν· θύννων μεγαλόπλουτʼ ἐπὶ σὲ πλεῖ ὑπογάστριʼ ὀπτῶν αἵ τε λιμνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλʼ ἀμπεχόμεναι. καὶ πάλιν· παρθένου Βοιωτίας Κωπαΐδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν. ὅτι δὲ καὶ Στρυμόνιαι διʼ ὀνόματος ἦσαν, Ἀντιφάνης ἐν Θαμύρᾳ φησί· καὶ σοῦ γʼ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.

ἔλλοψ. Ἀρχέστρατος· τὸν δʼ ἔλλοπʼ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς. οὗτος γάρ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονὼς κἂν ἢ περὶ νήσους ἢ περὶ τὴν ἄλλην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.

ἐρυθρῖνος. Ἀριστοτέλης καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. Κυρηναῖοι δὲ δύκην τὸν ἐρυθρῖνον καλοῦσι, φησὶν ἐν γλώσσαις Κλείταρχος.

ἐγκρασίχολοι. καὶ τούτων Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν μέμνηται ὡς μικρῶν ἰχθυδίων.

ἑψητός. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἄρχιππος τὴν ἀφύην καταπέπωκεν ἑψητὸς ἐντυχών. Δωρίων· ἑψητοὺς εἶναι δεῖ ἐγκρασιχόλους ἢ ἀθερίνας ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια. Εὔβουλος· ὦ χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος· ἀγαπῶν κἂν ἕψητον ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις· ἕψητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. πληθυντικῶς δὲ λέγουσι ἑψητοὺς κατὰ τὸ πλεῖστον· τὸ παιδίον εἰσῆλθεν ἑψητοὺς φέρων, φησὶ Μένανδρος. ἐν δὲ τῇ ἐμῇ Ναυρκάτει, φησὶν οὗτος ὁ ῥήτωρ, ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.

ἥπατος ἢ λεβίας. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος ὅμοιον φάγρῳ. ἔστι δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος καρχαρόδους, τὴν χροιὰν μέλας, ὀφθαλμοὺς μείζονας ἢ καθʼ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δὲ ὁ τῶν δείπνων λοχαγός φησιν· καὶ λεβίαν λαβεῖν τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.

ἠλακατῆνες, κητώδεις οὗτοι, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος. κωβιός, ἠλακατῆνες καὶ κυνὸς οὐραῖον. Μνασέας ὁ Πατρεύς· Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.

θύννος. τοῦτόν φησιν Ἀριστοτέλης ἐκπλεῖν εἰς τὸν πόντον ἐχόμενον τῆς γῆς· ἐν τῷ δεξιῷ τε ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δʼ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον χαίρει δὲ ἀλέᾳ· διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδωδίμος, ὅταν τοῦ οἴστρου παύσηται· μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἔχει μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἶστρον ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν· ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψει θύννον ἀλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν ὄρκυνʼ, ἄλλοι δʼ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ ὀψωνεῖν. ἐστὶ δέ, φησί, γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν τε κλυτῇ νήσῳ. φησὶ δὲ καὶ ὅτι οἱ ἐν Ἰταλίᾳ πολὺ πάντων εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης. οἱ δʼ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου. ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφʼ οὗ φησιν Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως· οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα περὶ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δʼ ἡλίκον δραχμῆς. τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος. καὶ τοῖς πλοίοις γοῦν πολλάκις ἐμπίπτουσι. Πολύβιος δὲ ὁ Μεγαλοπολίτης φησὶν ἐν τῇ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας θαλάσσῃ βαλάνους εἶναι κατὰ βάθος, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶ γὰρ οἱ θύννοι οἷον ὕες ἀπὸ τῶν βαλάνων αὐξανόμενοι. ἐπαινεῖται δὲ τοῦ ἴχθυος τούτου τὰ ὑπογάστρια. Εὔβουλος· θύννων μεγαλόπλουτʼ εἰσέπλει ὑπογάστριʼ ὀπτῶν. Στράττις· ὑπογάστρια θʼ ἡδέα θύννων. Ἀριστοφάνης οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου ὑπογάστριον. Ἔριφος· πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος οὐδὲ κρανίον λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. ὅτι ὅταν Θεόπομπος λέγῃ· ἰχθύων δὲ δὴ ὑπογαστριʼ, ὦ Δάματερ, παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δὲ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων, ἄδηλον δʼ ἐπὶ ποίων ἔταξε τὸ ὑπογάστριον. καὶ Ἀντιφάνης· ὠψώνηκε μεγαλείως ταῖς κάκιστʼ ἀπολουμέναις ὑπογάστριʼ ἐλθών. Ἄλεξις δὲ καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησι· τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ· ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. οὗτος πρότερον κεφαλὴν εἰ λάβῃ θύννου ἐνόμιζεν ἐγχέλια καὶ θύννους ἔχειν. ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι· αἷς τὰς θύρας κλείουσι; θύννου μὲν οὖν. σεμνὸν βρῶμα. Ἀντιγόνος δʼ ὁ Καρύστιος Ποσειδῶνί φησι θύννον θύεσθαι ὡς προείρηται. Ἡρακλέων δὲ τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δὲ τὴν πηλαμύδα θυννίδα καλεῖσθαί φησι, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος. ὄμμα παραβαλὼν θύννου δίκην. φησὶν Αἰσχύλος, ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. φησὶ Σώφρων. οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.

θυννίς. τοῦ ἄρρενος ταύτῃ φησὶ διαφέρειν Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα. ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησὶ τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. ἐν δὲ τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θύννιδά φησιν. Ἀρχέλαος δʼ ὁ κίμβιξ φησί· καὶ θύννης οὐραῖον ἔχειν, ἣν θύννιδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστι. εἶτα τεμῶν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μοῦνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας. θερμά τʼ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην· κἂν ξηρὰν ἐθέλῃς ἐσθίειν, γενναῖαι πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὁμοῖαι. ἂν δʼ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. Ἀντιφάνης· τῆς βελτίστης μεσαῖον θυννίδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν. οὗτος καὶ τὸ οὐραῖον τῆς θυννίδος ἐπαινεῖ. ὁ μὲν ἀγρῷ τρεφόμενος θαλάττιον οὗτος οὐδὲν ἐσθίει, πλὴν τῶν παρὰ γῆν, γόγγρον τινʼ ἢ νάρκην τινʼ ἢ θύννης τὰ κάτωθεν. εἶτα ἐπάγει· τούτους φάγοις ἄν; τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. οἷς ἐπιφέρει· τὰ ἐγχέλια γράφομαι λειποταξίου· κομίδῃ γὰρ οὐκ ἦν οὐδαμῶς. Ἱππῶνάξ φησί που· θύννον τε καὶ μυττωτὸν ἡμέρας πάσας δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος, κατέφαγεν.

ἵππουροι. τούτους ᾠὰ τίκτειν Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων φησὶ καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δὲ κορύφαιναν τὸν ἵππουρον καλεῖσθαί φησιν. Ἱκέσιος δʼ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δʼ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν αὐτὸν καλεῖ. Ἀρχέστρατος δέ φησιν· ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος· ἄλλως τʼ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος

ἵππος. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος. Ἀντιφάνης· ἵππον ἢ ὃν κίχλην καλέουσι.

ἰουλίδες. Δωρίων ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δʼ ἐπὶ τηγάνου. Νουμήνιος· κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπῷτο καὶ ἰοβόρον σκολοπένδραν. ἰούλους δʼ αὐτὸς ὀνομάζει τὰ τῆς γῆς ἔντερα· καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρʼ ἄκρας δήεις αἰγιαλοῖο γεωλόφους· οἱ μὲν ἴουλοι κέκληνται, μέλανες γαιηφάγοι, ἔντερα γαίης. ἢ καὶ ἑρπηνὰς δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζονται ἐπʼ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τʼ εἰς ἄγγος ἀολλεῖς.

κίχλαι, κόσσυροι· διὰ τοῦ η Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ, ἕτερον λʼ ἔχει. Σκύλλα, κίλλα, κόλλα, βδέλλα ἅμιλλα, ἄμαλλα. τὰ δὲ εἰς λη, οὐκέτι· ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη. ὁμοίως οὖν καὶ τρίγλη. Διοκλῆς. οἱ πετραῖοι καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός. Νουμήνιος· γλαύκου ἢ ὀρφὼ ἔναλον γένος ἠὲ μελάγχρων κόσσυφον ἢ κίχλας ἁλιειδέας. Ἐπίχαρμος βαμβραδόνες τε κίχλαι τε καὶ λαγοὶ δράκοντές τʼ ἄλκιμοι. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν φησι· καὶ τὰ μὲν μελανόστικτα ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα ὥσπερ κίχλη. Παγκράτης δʼ ὁ Ἀρκὰς τὴν κίχλην ὀνόμασι πολλοῖς φησι καλεῖσθαι· κίχλην οἰνώδεα, τὴν καλαμῆες σαῦρον κικλῄσκουσι καὶ αἰολίην. Νίκανδρος· ἢ σκάρον ἢ κίχλην πολυώνυμον.

κάπρος καὶ κρέμυς. ἀνόδοντα καὶ λεῖα, Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησίν, ὡς ῥαφίς. καὶ τὰ μὲν λειοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύγραμμα καὶ ἐρυθρόγαμμα ὡς σάλπη. Ἀρχέστρατος· αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπʼ ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος. τοῦτʼ οὐδὲ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδʼ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἐλιοτρόφου κοίλου χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ. ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλειν.

κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης. φυκοφάγος, τὴν γλώσσαν ἀπολελυμένος καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν. Φερεκράτης· ὡς ἀγαθόν γε ὁ κίθαρος· καὶ πρὸς Ἀπόλλωνος πάνυ. ἐκεῖνο θράττει μʼ, ὅτι λέγουσιν ἔνεστιν ἐν κιθάρῳ τι κακόν. ἱερὸς δʼ ἐστὶν Ἀπόλλωνος διὰ τὸ ὄνομα, φησὶν Ἀπολλόδωρος. Ἐπίχαρμος· ὑαινίδες βούγλωσσοί τε καὶ κίθαρος. Ἀρχέστρατος ἐν τῇ ἡδυπαθείᾳ· κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα· ἂν δʼ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ. καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε· χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἔστι δʼ ἀκόλαστος.

κόρδυλος. Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ ἡλίου αὐανθέντα. Νουμήνιος δὲ κούρυλον αὐτὸν καλεῖ, μέμνηται δὲ καὶ κορδυλίδος.

κάμμοροι, καρίδων γένος ὑπὸ Ῥωμαίων οὕτω καλούμενον. κεῖται δὲ παρʼ Ἐπιχάρμῳ καὶ Σώφρονι ἡ λέξις.

καρχαρίαι. Νίκανδρος ὁ Κολοφώνιος ἐν Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαι καὶ λάμιαν καὶ σκύλλαν.

κεστρεύς. Ἱκέσιός φησι· τῶν καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἳ μὲν κέφαλοι, οἳ δὲ κεστρεῖς, ἄλλοι χελλῶνες, οἳ δὲ μυξῖνοι. ἄριστοι δʼ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δʼ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δʼ οἱ μυξῖνοι. καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες, οἱ λεγόμενοι βάκχοι. εὐχύλοι δέ εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι. Δωρίων δὲ τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει· εἴδη δὲ τοῦ θαλαττίου κέφαλος καὶ νῆστις. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει. διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ μορίων, ἄρχονται, φησί, κύειν τῶν κεστρέων οἱ μὲν χελλῶνες Ποσειδεῶνος μηνὸς καὶ ὁ σαργὸς καὶ ὁ μύξος καλούμενος καὶ ὁ κέφαλος· κύουσι δὲ τριάκοντα ἡμερῶν. ἔνιοι δὲ τῶν κεστρίων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου. ἐν δʼ ἄλλοις φησίν· ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδʼ ὅλως σαρκοφαγῶν. ἐστὶ δʼ ὃ μέν τις κέφαλος, ὃ δὲ χελλών, ὃ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ, καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφʼ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων. Εὐθύδημος δʼ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι σφηνέα καὶ δακτυλέα. καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι. τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δʼ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε, δεύτεροι δὲ οἱ ἐκ Σινώπης. καλοῦνται δʼ οἱ κεστρεῖς ὑπό τινων πλῶτες ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν. φησὶ δὲ καὶ Ἐπίχαρμος· αἰολίαι πλῶτες τε. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν, ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δʼ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία· κεστρεὺς νηστεύει ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπεὶ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων, ἐγὼ δʼ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι· κεστρέα δʼ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε. ὅτι δὲ εἶδος κεστρέων οἱ νήστις δῆλον. Ἀντιφάνης· κεστρεῖς ἔχων ἄλλους στρατιώτας τυγχάνεις νήστις. Ἄλεξις· ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδʼ ἀποτρέχω. Ἀριστοφάνης Γηρυτάδῃ· ἆρʼ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ εἰσι νήστιδες, γινώσκετε. Ἀναξανδρίδης· τὰ πόλλʼ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. Εὔβουλος· ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται νῆστιν πονηροῦ κεστρέως τρίβων βίον. Δίφιλος· οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. φησί τις παρὰ τούτῳ τῷ ῥήτορι· μὴ καὶ ἡμεῖς νηστείαν ἄγομεν Θεσμοφορίων τὴν μέσην, ὅτι δίκην κεστρέων νηστεύομεν; ἄλλου δʼ ἀπορήσαντος διὰ τί μόνος τῶν ἰχθύων ὁ κεστρεὺς νῆστις καλεῖται φησὶν ὧδε ὁ Οὐλπιανός· ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δʼ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτʼ ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ φάσκων ὅτι καὶ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλήν, ὡς τὸ πᾶν κρύπτων σῶμα. καὶ Πλάτων δὲ ἐν Ἑορταῖς φησιν· ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ τοὺς πονηροὺς ἦγέ μοι. οἷς ἐπάγει πρὸς τὸν ἀπορήσαντα ὁ Οὐλπιανός· σὺ δέ μοι εἶπε, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διότι οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται. καὶ ὅς· ἤτοι διὰ τὸ ἄφωνοι εἶναι· βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς, ἔστι γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὂψ φωνή. ἐγὼ δέ, κατὰ τὸν σοφὸν Ἐπίχαρμον, μηδὲν ἀποκριναμένου τοῦ κυνὸς τὰ πρὸ τοῦ δύο ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω, καὶ φημί· λέοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μή· προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινὰ καὶ θύοντες, ἰχθύων δὲ μόνων οὐ γεύονται τὸ παράπαν· ἢ διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δʼ οὔ, ἡμεῖς ἄλλως ἰχθυολογήσομεν. στῆτʼ ἐφεξῆς κεστρέων νῆστις χορός, λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι· Θεόπομπός φησιν.

κορακῖνος. οἱ θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ γε μέσοι. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων συμβαίνειν φησὶ σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, ἥκιστα δὲ κορακίνῳ. τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δάσεσι. Σπεύσιππος δὲ ἐμφερεῖς εἶναί φησι μελάνουρον καὶ κορακῖνον. Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ φησι· καὶ αἰολίην κορακῖνον. καὶ μήποτε καὶ οἱ παρʼ Ἐπιχάρμῳ αἰολίαι κορακῖνοί εἰσιν. φησὶ γάρ· αἰολίαι πλῶτές τε. καὶ μὴν ἐν ἄλλοις τῶν αἰολιῶν ὡς διαφόρων μνημονεύει κορακῖνοι κοριοειδέες αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε. Εὐθύδημος δέ φησι τὸν κορακῖνον ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι. ὅτι δὲ καὶ πλατιστακὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος, Παρμένων φησὶν ὁ Ῥόδιος. Ἀριστοφάνης δέ που, μελανοπτερύγων, ἔφη, κορακίνων. Ἄμφις δέ φησιν· ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας. οἱ δὲ Νειλῶται ὅτι γλυκεῖς καὶ εὔσαρκοι, ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παυέσθαι. καλοῦσι δʼ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος.

κυπρῖνος. τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ συναγελαστικῶν. τὴν δὲ γλῶσσαν οὐχ ὑπὸ τῷ στόματι ἀλλʼ ὑπὸ τὸ στόμα κέκτηται. Δωρίων δʼ αὐτὸν ἐν τοῖς λιμναίοις καὶ ποταμίοις καταλέγων γράφει οὕτως· λεπιδωτόν, ὃν καλοῦσί τινες κυπρῖνον.

κωβιοί. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι, κακόχυμοι. διαφέρουσι δʼ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων. ἡ δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶ καὶ ἀλιπεστέρα· καὶ χυλὸν ἐλάττονα καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροι δέ εἰσι διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δὲ κώθους αὐτοὺς καλεῖ. καὶ Σώφρων δὲ θυννοθήρα τινος υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δʼ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρος ὁ Κολοφώνιός φησιν ἐν Γλώσσαις καὶ Ἀπολλόδωρος. τρύγονες τʼ ὀπισθόκεντροι καὶ χαλάδριοι κωβιοί, φησὶν Ἐπίχαρμος. Ἀντιφάνης· ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖσι πάσαις, τοῖς δʼ ἥρωσι τὰ ψαῖστʼ ἀπονέμων. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς. ὡς προσβαλεῖν δʼ ἐκέλευσα τὸν ἰχθυοπώλην, προστίθημι, φησί, μοὶ τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί. ποταμίων δὲ κωβίων μνημονεύει Δωρίων.

κόκκυγες. κἀγλαοὶ κόκκυγες, φησὶν Ἐπίχαρμος, οὓς παρσχίζομες πάντες, ὀπτῶντες δὲ χἁδύνοντες αὐτοὺς χναύομες. Δωρίων δεῖν αὐτοὺς ὀπτᾶν παρσχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δὲ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος.

κύων καρχαρίας. Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις — ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν — φησίν· ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. εἶτα κυμίνῳ αὐτὰ πάσας ἁλὶ μὴ συχνῷ ὄπτα· ἄλλο δʼ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, εἰ μὴ γλαυκὸν ἔλαιον. ὅσσα δʼ ἂν ἐν λοπάδος κοίλης πληρώμασιν ἕψῃς, μηθʼ ὕδατος πηγήν, μήτʼ οἴνινον ὄξος συμμίξῃς, ἀλλʼ αὐτὸ μόνον κατάχευον ἔλαιον αὐχμηρόν τε κύμινον, ὁμοῦ δʼ εὐώδεα φύλλα. ἕψε δʼ ἐπʼ ἀνθρακίης φλόγα τούτοις μὴ προσενεγκών, καὶ κίνει πυκνῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλʼ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα, οὐδʼ ἔσθειν ἐθέλουσιν, ὅσοι κούφαν καὶ λεβώδη ψυχὴν κέκτηνται θνητῶν τʼ εἰσὶν ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ. τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος. ὅτι περὶ παῖδας ἄγριος ἦν ὁ Θέογνις, ὃς καὶ τοιοῦτον αἱρεῖται σοφίας ἔπαθλον· εἴ γε μέλλει τις αὐτῷ περὶ σοφίας δηριάασθαι, ἵνα γνοίης, φησίν, ὅσσον ὄνων κρέσσονες ἡμίονοι.

λάβραξ. Ἀριστοτέλης φησὶν ὅτι μονήρεις εἰσὶ καὶ σαρκοφάγοι. γλῶσσαν δʼ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον· ἐν δὲ πέμπτῳ ζῴων μορίων τίκτειν αὐτοὺς καθάπερ τοὺς κέστρεις καὶ χρυσόφρυας μάλισθʼ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς. Ἱκέσιος δέ φησιν ὅτι εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται. ὠνομάσθησαν δὲ παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασώζειν ἑαυτόν. Ἀριστοφάνης· λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος δʼ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι. ὁ δὲ σόφος Ἀρχέστρατος· λάμβανε δʼ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρ ἐνθάδʼ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος. πιότεροι δʼ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακία τʼ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τʼ ἐνὶ λίμνῃ· ἀλλʼ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφήν, οὐδʼ οὕτω δριμεῖαν. ἐκεῖνοι δʼ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί. ὅλους δʼ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε διʼ ἅλμης. μηδὲ προσέλθῃ σοι πρὸς τοὔψον τοῦτο ποιοῦντι μήτε Συρακόσιος μηδεὶς μήτε Ἰταλιώτης. οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευάζομεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν ἄριστοι ἐπιστήμονες διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων. καὶ Ἀριστοφάνης δʼ Ἱππεῦσιν ὡς διαφόρων γινομένων τῶν περὶ Μίλητον λαβράκων μνημονεύει· πολλαχοῦ δὲ καὶ κρανίου λάβρακος μέμνηται ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου ὡς καὶ τοῦ τῶν γλαύκων. ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὥς φησι Κλεάνθης ὁ Κυζικηνός, ὡς δʼ Ἔφορος ποταμὸς περὶ Πριήνην, ὃς εἰσρεῖ εἰς λίμνην. Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων.

λάτος. Ἀρχέστρατος· τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλῇ πολυδένδρῳ ὁ Κυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα. οἱ ἐν τῷ Νείλῳ δὲ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες. ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δὲ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ τούτων τὰ γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους. οἱ πολλοὶ περὶ τὸν Πόντον εἰσὶ φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Ἄρχιππος· μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας. Νειλῷοι δʼ εἰσὶν ἰχθύες ἄλλοι τε καὶ νάρκη ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, σίλουρος, εἴ γε τί, φησί, μνημονεύειν δύναμαι πολυτελῆ τὴν ἀποδημίαν ἔχων.

λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἔστι δὲ λευκόσαρκος.

μύραιναι. Θεόφραστος ἔγχελύν φησι καὶ μύραιναν πολὺν χρόνον δύνασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν. τροφίμους δʼ αὐτὰς εἶναί φησιν Ἱκέσιος οὐχ ἧττον τῶν ἐγχελέων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δʼ ἐν δευτέρῳ ζῴων μορίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Πλάτων δʼ ἢ Κάνθαρος σὺν τῷ σ· βατίς τε καὶ σμύραινα πρόσεστι, φησίν. Ἐπίχαρμος δὲ καὶ Σώφρων χωρὶς τοῦ σ μυραίνας αὐτὰς καλεῖ. Δωρίων φησὶ τὴν ποταμίαν μύραιναν ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησι δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δʼ αὐτὰς ἧττον περιφερεῖς καὶ ποικίλας. καὶ Νίκανδρος δʼ ἐν Θηριακῷ τοιοῦτόν τι περὶ αὐτῶν φησιν, καὶ ἀμφιβάλλει τὴν μετὰ τῶν ἔχεων μίξιν αὐτῶν εἰ ἔτυμον τοῦτο λέγων· κείνην σὺν οὐλοβόροις ἐχίεσσι θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον. Ἀνδρέας δʼ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγνῶδες. οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι, φιληδοῦντας λιμώδεσιν ἐρημίαις. Σώστρατος δʼ ἐν τοῖς περὶ ζῴων, δύο εἰσι βιβλία, συγκατατίθεται τῇ μίξει.

μῦρος. οὗτος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει μυραίνης. ἣ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὅλον τά τε ἔσω καὶ ἔξωθεν. Δωρίων δέ φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν τὸν μῦρον, ἀλλʼ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ. εἶναι δὲ αὐτῶν γένη δύο. οἳ μὲν γὰρ μέλανες, οἳ δὲ ὑποπυρρίζοντες, κρείσσονες δʼ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δʼ ὁ ἡδονικὸς φιλόσοφός φησιν· Ἰταλίας δὲ μεταξὺ κατὰ στενοκύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ ὠνοῦ· τοῦτο γάρ ἐστʼ ἐκεῖ θαυμαστὸν ἔδεσμα.

μαινίδες· εὐχυλωτέρας αὐτάς φησιν Ἱκέσιος τῶν κωβιῶν, λείπονται δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακα καὶ σμαρίδας. Ἐπαίνετος δʼ ἐν Ὀψαρτυτικῷ φησι· σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐνάν. τοὺς μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. φησὶν Ἀντιφάνης, τί φῄς, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς οὖν ἄνθρωπος φάγοι; δηλονότι ταῦτʼ ἐστὶν Ἑκάτης βρώματα, ἅ φησιν οὗτος μαινίδας καὶ τριγλίδας. καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσιν. Πολίοχός φησιν· ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν, τοὺς βόακας, ἄν ποτʼ ἔλθῃ, λευκομαινίδας καλεῖν.

μελάνουρος. φησὶν Ἱκέσιος· σαργῷ ἐστι παραπλήσιος καταδεέστερος τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφει καί ἐστι τρόφιμος. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῳικῶν γράφει· ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργός, πολύγραμμοί τε καὶ μελανόγραμμοι. ὅμοιον δὲ μελανούρῳ Σπεύσιππός φησι τὸν καλούμενον ψύρον, ὃν Νουμήνιος καλεῖ ψόρον.

μορμύρος· τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δὲ μυρμίας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. χελιδόνες μυρμίαι τοί τε κοιλίαν μείζονες ἐντί. Δωρίων δὲ μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ φησίν· οὐκ ἄχρηστον πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότας τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν, ἢ τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον· μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτʼ ἐσθλός. τὴν ἀμίαν ὠνοῦ φθινοπώρου, νῦν δʼ ἐστὶν ἔαρ. κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται, νῦν δʼ ἐστὶ θέρος. καὶ πολλὰ τῶν τοιούτων. ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων. τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.

νάρκη. Πλάτων ἢ Κάνθαρος· νάρκη βρῶμα χάριεν γίνεται. ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι· τῇ θαλαττίᾳ νάρκῃ. καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ. ἡ δὲ κλῆσις αὐτῆς καὶ παρʼ Ὁμήρῳ· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ. Μένανδρος δὲ διὰ τοῦ α ἔφη· ὑπελήλυθέν τέ μου νάρκα τις ὅλον τὸ δέρμα, μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι, ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δʼ ἐν τῷ περὶ τῶν φωλευόντων φησὶ διὰ τὸ ψῦχος τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ δακετῶν καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀπʼ αὐτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δέ, φησίν, τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δʼ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω. φησὶν Ἀριστοτέλης ὅτι ἔστιν ἡ νάρκη τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δʼ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δʼ ὁ Λαοδικεὺς μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι. Ἀρχέστρατος δέ φησι· νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ, καὶ χλόῃ εὐώδει καὶ βαίῳ ξύσματι τυροῦ. Ἄλεξις· νάρκην ἔλαβον ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἔτι φερούσης δακτύλους ἁπαλοὺς ὑπʼ ἀκάνθος μηδὲ ἓν τούτους παθεῖν.

ξιφίας. Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρὸν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὄδοντας δʼ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν· ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν, οὐραίου τε αὐτὸν τὸν σφόνδυλον. ἔστι δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραις Πελωριάδος προχοαῖσι. τίς οὕτω τακτικὸς ἀκριβὴς ἢ τίς οὕτω κρίτης ὄψων, ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας, οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτω διὰ λιχνείαν καὶ τὸν πορθμὸν διέπλευσε καὶ τῶν μέρων ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.

ὀρφώς. Κρατῖνος· τέμαχος ὀρφὼ χλιαρόν. καλεῖται δὲ καὶ ὀρφός. Πλάτων Κλεοφῶντι· σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται μέγας ταχέως. ἔστι δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ μονήρης. ἴδιον δʼ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἔστι δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις· χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δʼ οὐ πλέον δύο ἐτῶν. Νουμήνιος· σκορπίον ἢ ὀρφὼν περιτρηχέα. καὶ πάλιν· ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον. Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὼν ὑπʼ ἐνίων καλεῖσθαι ὀρφακίνην.

ὄρκυνος. τούτους Δωρίων φησὶν ἐκ τῆς περὶ Ἡρακλέους στήλας θαλάσσης περαιομένους εἰς τὴν καθʼ ἡμᾶς ἔρχεσθαι θάλασσαν· διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθʼ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανυδρίαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μέρων, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.

ὄνος καὶ ὄνισκος. Ἐπίχαρμος μεγαλοχάσμονας χάννας πελογάστορας ὄνους. φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν· ἔχει στόμα ὁ ὄνος ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς, οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. διαφέρει δὲ ὄνος ὀνίσκου. Δωρίων· ὄνος, ὃν καλοῦσί τινες γάδον. γαλλερίδας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μυξῖνον. Εὐθύδημος δʼ ἐν τῷ περὶ ταρίχων, οἳ μὲν βάκχον, φησί, καλοῦσιν, οἳ δὲ γαλλερίην, οἳ δὲ ὀνίσκον. Ἀρχέστρατος δέ φησιν ὅτι ὁ ὄνος σομφὴν τρέφει τινὰ σάρκα καλῶς οὐχ ἡδεῖαν ἐμοί γε, ἀλλʼ οἰδαίνουσαν· χαίρει γὰρ ὃ μὲν τούτοις, ὃ δʼ ἐκείνοις.

πολύπους, πολύποδος οὕτω φασὶν οἱ Ἀττικοί, ὡς καὶ Ὅμηρος. ὡς δʼ ὅτε πολύποδος θαλάμης ἐξελκομένοιο, ἀνάλογον· παρὰ τὸ ποὺς γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πολύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλος εἴρηκε ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικόν. Ἀττικοὶ γὰρ πολύπουν λέγουσιν. Ἀριστοφάνης· πηγαὶ λέγονται πολύπου πιλουμένου. Ἀλκαῖος· ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν καὶ πάλιν· ἔδω δʼ ἐμαυτὸν ὡς πολύπους. οἳ δὲ πολυπόδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Διοκλῆς δὲ ἐν αʹ Ὑγιεινῶν φησι· τὰ δὲ μαλάκια πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια, μάλιστα δʼ οἱ πολύποδες. ἱστορεῖ δʼ Ἀριστοτέλης τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δʼ ἐν μέσῳ μεγίστους· ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι. τοὺς δʼ ὀφθαλμοὺς ἐπάνω τῶν δύο ποδῶν· τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσίν. ἀναπτυχθεὶς δʼ ἐγκέφαλον ἔχει διμερῆ. ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία, ἀλλʼ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δʼ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων· ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι καὶ τίκτει ᾠὰ βοτρυδόν. λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς αὐτὸν κατεσθίειν. Δίφιλος· πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας. οὐ περιβεβρωκὼς ἑαυτόν ἐστι, φίλτατε. τοῦτο δʼ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενος τοὺς πόδας ἀδικεῖται. λέγεται δʼ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνις· πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσει, τοῖος ἰδεῖν ἐφάνη. καὶ Κλέαρχος· πουλύποδός μοι τέκνον ἔχων νόον, Ἀμφίλοχʼ ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κε δῆμον ἵκηαι. ὁ αὐτός φησι· περὶ Τροιζῆνα οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν νόμιμον ἦν θηρεύειν, ἀλλʼ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πολύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος· πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ. συντήκονται δʼ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται· διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων· φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν ταῖς ἐλαίαις. ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος. τοῦ δὲ ἥδεσθαι τῇ ἐλαίᾳ δεῖγμα καὶ τοῦτο· ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν καθʼ ἥν εἰσι πολύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει. ἔχουσι τὰ μὲν ἄλλα μέρη ἰσχυρότατα, τὸν δὲ τράχηλον ἀσθενῆ. λέγεται δʼ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης· πολύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας, ἔστι δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ. ἐπῳάζει δʼ ὅταν τέκῃ· διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον. ἀποτίκτει δʼ ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον. καὶ μεθʼ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πολυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά. Θεόφραστος δέ φησι τὸν πολύποδα τοῖς πετρωδέσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν. φησὶ δὲ μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δʼ ἀμφότερα πολέμια πολύποδι. ὁ δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναφέρει δὲ ἐκ τοῦ βυθοῦ ἐφʼ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλασσαν ἕλκῃ· ἐπαναστραφεὶς δʼ ἐπιπλεῖ, ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὐτῶν λεπτὸν ὑμένα ἔχουσι διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων. ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων, πολύπους, φησί, τις ὃ μὲν τρεψίχρως, ὃ δὲ ναυτίλος. εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι ἐπίγραμμα Καλλιμάχου τοῦ Κυρηναίου, ὅ, ἐπεὶ ἔσφαλται, οὐ μετέγραψα. φησὶν ὁ τραγικὸς Ἰών· τὸν πετραῖον πλεκτάναις ἀναίμοσι στυγῶ μεταλλακτῆρα πολύπουν χρόος. εἴδη δʼ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβοτίνη, ὀσμύλος, φησὶν Ἀριστοτέλης καὶ Σπεύσιππος. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ ζωικῶν μαλάκιά φησιν εἶναι πολύποδας ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα. Ἐπίχαρμος· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες. Ἀρχέστρατος δέ φησι· πώλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει πολλοὺς μεγάλους τε. Δωριεῖς δʼ αὐτὸν διὰ τοῦ ω καλοῦσιν, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δέ· πώλυπον διζήμενος. Ἀττικοὶ δὲ πολύπουν. ἔστι δὲ τῶν σελαχωδῶν· τὰ χονδρώδη δʼ οὕτω λέγεται· πολύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα.

πάγουροι. Τιμοκλῆς· ἐν παγούροις θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας.

πηλαμύς. Ἀριστοτέλης πέμπτῳ ζῴων μορίων· αἱ πηλαμύδες καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ. Σοφοκλῆς ποιμέσιν· ἐνθʼ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάροικος Ἑλλησποντίς, ὡραία θέρους.

πέρκαι. Σπεύσιππος παραπλησίας εἶναι λέγει πέρκην, χάννην, φυκίδα. Ἐπίχαρμος. πέρκας τʼ αἰόλας. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δέ ἐστιν· ἕπεται πέρκη μελανούρῳ.

ῥαφίδες. Ἐπίχαρμος· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δὲ καὶ Σπεύσιππος βελόνην αὐτὴν καλοῦσι. καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. ἐν δὲ τῷ περὶ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι.

ῥίνη. Δωρίων ἐν Σμύρνῃ φησὶ διαφόρους ῥίνας γίνεσθαι καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησι· καὶ σελάχη μέντοι καινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπʼ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.

σκάρος. σπάρος. τὸν σκάρον Ἀριστοτέλης φησὶ καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον, ἔχειν τε στόμα μικρὸν καὶ γλῶσσαν οὐ λείαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον παράλευκον τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ τῶν ἄλλων ἰχθύων μηρυκάζει. χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ· διὸ καὶ τούτοις θηρεύεται. ἀκμάζει δὲ θέρους. Ἐπίχαρμος· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Σέλευκος δʼ ὁ Ταρσεὺς ἐν Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον καθεύδειν· ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι. τοῦτο δʼ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δʼ ἐν τῇ Γαστρονομίᾳ· σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλαν ἔσθιʼ ἐνὶ ψαφαρῇ ληφθέντα Τειχιοέσσῃ Μιλήτου κώμῃ, Καρῶν πέλας ἀγκυλοκώλων. καὶ πάλιν· καὶ σκάρον ἐν παράλῳ Χαλκηδόνι τὸν μέγαν ὄπτα πλύνας, εὔχρηστον δὲ καὶ ἐν Βυζαντίῳ ὄψει, καὶ μέγεθος κυκλίας ἴσον ἀσπίδι νῶτα φοροῦντα. τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε λαβὼν νῦν, ἡνίκʼ ἂν ἐν τυρῷ τε καὶ ἐλαίῳ πάντα πυκασθῇ, κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα. πάσσειν δʼ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ, ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν. Νίκανδρος δʼ ὁ Θυατειρηνὸς δύο γένη εἶναί φησι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἴολον.

τὸν δὲ σπάρον Ἱκέσιος εὐχυλότερόν φησι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. σπάρον ἢ ὕκας ἤ.

σκόρπιος. Διοκλῆς ξηροτέρας εἶναι τὰς σάρκας φησὶ σκορπίους, κόκκυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξηροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροί εἰσιν. Ἱκέσιος δέ φησι· τῶν σκορπίων ὃ μέν ἐστι πελάγιος, ὃ δὲ τεναγώδης. καὶ ὁ μὲν πελάγιος πυρρός, ὃ δʼ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ ὁ πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι. χονδρώδεις γάρ εἰσι. τίκτει δʼ ὁ σκόρπιος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων. Ἐπίχαρμος δὲ ποικίλον αὐτόν φησι· σκορπίοι τε ποικίλοι. μονήρης δʼ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει. ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει. ὅτι δέ, φησὶν οὗτος, καὶ σκόρπαιναν καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. ὁ δʼ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι λέγει· ἐν δὲ Θάσῳ τὸν σκόρπιον ὠνοῦ, ἂν ᾗ μὴ μείων πυγόνος· μεγάλου δʼ ἀπὸ χεῖρας ἴαλλε.

σκόμβρος. Ἱκέσιος σκόμβρους φησὶν ἐλαχίστους μὲν εἶναι τὸ μέγεθος, τροφίμους δὲ καὶ εὐχύλους, οὐ μὴν εὐεκκριτωτέρους τῶν κολιῶν.

σάργοι. οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι. Νουμήνιος δὲ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ μορίων τίκτειν αὐτόν φησι δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος· αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε. ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει· ἦν δὲ σαργῖνοι μελάνουροί τε καὶ ταὶ φίλταται ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ. καὶ Δωρίων δὲ σαργίνους τινας καλεῖ. ὁ δὲ σόφος Ἀρχέστρατός φησιν· ἡνίκα δʼ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ, τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον, εὐμεγέθη, θερμόν, δριμεῖ δεδαϊγμένον ὄξει· σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν. τὸν δʼ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα ἁλσὶ μόνον λεπτοῖς πάσας καὶ ἐλαίῳ ἀλείψας· τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὐτῷ.

σάλπη. Ἐπίχαρμος λάβρακές τε καὶ ταὶ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δʼ ἐν τῷ θέρει. Ἀριστοτέλης ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν· σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου. λαβὲ δʼ ἐν Μιτυλήνῃ αὐτήν. Παγκράτης ἐν ἔργοις θαλασσίοις· σάλπαι τʼ ἰσομήκεες ἰχθῦς, ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν, οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέγουσιν ὀδοῦσιν. ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς. ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολωφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δʼ ὁ Συρακούσιος Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὰ παίγνια συνθεῖσαν. Ἄλκιμος δʼ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τῆς προσαγορευομένης Σάλπης. ὅτι Ἄρχιππος ἀρσενικῶς εἶπεν ὁ σάλπης· κῆρυξ μὲν ἐβόασε, σάλπης δʼ ἐσάλπιγξʼ, ἕπτα ὀβολοὺς μισθὸν φέρων. γίνεται δʼ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων διʼ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας· ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ.

συνόδοντες καὶ συναγρίς. Ἐπίχαρμος· συναγρίδας μαζούς τε συνόδοντάς τʼ ἐρυθροποικίλους. καὶ Νουμήνιος δʼ ἐν Ἁλιευτικῷ διὰ τοῦ υ· λευκὴν συνόδοντα βόηκάς τε. σινόδοντα δʼ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δʼ Ἀρχέστρατος ἐν τούτοις· αὐτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. Ἀντιφάνης· ἂν φάγοι ἢ κράνιον σινόδοντος.

σαῦρος· παρὰ Ἀλέξιδι μάγειρός τις λέγει· ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; ἐξελὼν τὰ βράγχια, πλύνας περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ, παράσχισον χρηστῶς, διαπτύξας θʼ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ γε καὶ καλῶς τυρῷ τε σάξον ἁλσί τʼ ἠδʼ ὀριγάνῳ. Ἔφιππος· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, σαῦρος, φυκία, φυκίς, βρίγκος, φάγρος, μύλος, λεβίας, αἰολίας, θρίττα, χελιδών, δρακαινίς, πουλυπόδιον.

σκεπινός. Δωρίων τοῦτον καλεῖσθαί φησιν ἀτταγῖνον.

σκίαινα. Ἐπίχαρμος· αἰολίαι πλῶτες κυνόγλωσσοι σκιαθίδες. Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ· ὅτε δʼ ἀγρόμενον σκιαδῆα.

συναγρίδες. τούτων μνημονεύει Ἐπίχαρμος.

σφύραιναι τροφιμωτέραι εἰσὶ τῶν γόγγρων φησὶν Ἱκέσιος, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἄστομοι, εὔχυλοι δὲ μέσως. Δωρίων δέ φησι· σφύραιναν, ἣν καλοῦσι κέστραν. Σπεύσιππος δʼ ἐν δευτέρῳ Ὁμοίων ὡς ὅμοια παρατίθεται, κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις· ἡ σφύραινα δʼ ἐστὶ τίς; κέστραν μὲν ὔμμες ὡττικοὶ κικλῄσκετε. Ἀντιφάνης· πάνυ συχνὴ σφύραινα, κέστραν ἀττικιστὶ δεῖ λέγειν.

σηπία. ἡ παραλήγουσα παροξύνεται ὡς ταινία, οἰκία. τὴν σηπίαν δʼ Ἀριστοτέλης φησὶ πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ στόμα. ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ· ἐν δὲ τῇ μύτιδι ὁ θολός ἐστιν· αὕτη δὲ κεῖται παρὰ τὸ στόμα αὐτὸ κύστεως τρόπον ἐπέχουσα. ἐστὶ δʼ ἡ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δὲ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμίας, καὶ ταύταις θηρεύουσαι. λέγεται δʼ ὡς ὅταν ὁ χειμὼν γένηται, τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε ἡ σηπία τὸν θόλον ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δʼ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν· ἂν δʼ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δʼ ἡ σηπία, καθάπερ οὐδʼ ὁ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων, αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες ναίουσιν ἅμα καὶ συνεπόμεναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις. ἐφαρμόττουσι δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσι πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ οὐ κύουσι πᾶσαν ὥραν καὶ κυΐσκονται πεντεκαίδεκα ἡμέραις. ὅταν δὲ τέκωσι τὰ ᾠά, ὁ ἄρρην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καὶ ἔστιν ὁ ἄρρην τῆς θηλείας ποικιλώτερος καὶ μελάντερος τὸν νῶτον. Ἐπίχαρμος· σηπίαι τε καὶ ποταναὶ τευθίδες. τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δὲ ἐν τοῖς ἰάμβοις εἰπόντος σηπίας ὑπόσφαγμα οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἔστι δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. φησὶ γάρ· ὑπόσφαγμα δʼ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλὶ, κυμίνῳ. καὶ Γλαῦκος δὲ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ· ὑπόσφαγμα δʼ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα, ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα. ὁ δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν· σηπίαι Ἀβδήροις τε Μαρωνίᾳ τʼ ἐνὶ μέσσῃ. Ἀριστοφάνης· ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια. Θεόπομπος· ἔντραγε τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ τὸ πολυπόδιον. φησί τις μάγειρος παρὰ Ἀλέξιδι περὶ ἑψήσεως σηπιῶν· τῶνδε τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰ ποῶ. τὸ δʼ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.

τρίγλη διὰ τοῦ η. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάμβδα, Σκύλλα, Τελέσιλλα· ὅσα δὲ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς η λήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους. μήποτε οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι διὰ τὸ μὴ κατὰ μίαν φέρεσθαι, ἀλλʼ ἀγεληδόν, καὶ σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν, καὶ χαρίς, ἀφύαι δὲ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς· θύω, θύννος ὁ ὁρμητικός, διὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν διὰ τὸ ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἐστὶ δὲ καρχαρόδους, συναγελαστικός, παντόστικτος, σαρκοφάγος. τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι· γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστεραίᾳ, ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφάς· τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. Σώφρων δὲ τριγόλας τινὰς ὀνομάζει. ὅτι Σώφρων τρίγλαν γενεᾶτιν καλεῖ ἐπεὶ αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Διοκλῆς δὲ σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δʼ ἐμφερῆ φησιν εἶναι κόκκυγα χελιδόνα, τρίγλαν. Τρύφων δέ φησι τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται ὁ Σώφρων λέγων· τρίγλας μέν γε πίονας, τριγόλα δʼ ὀπίσθια. ὅτι τῇ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα· τριοδῖτις γὰρ καὶ τρίγληνος· καὶ ταῖς τριακάσι δʼ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δʼ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττόν, Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι, κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ Ποσειδῶνί τινες οἰκειοῦσι. καὶ τὸν θαλάττιον, ὃν ἡμεῖς μὲν ἀφύην, ἄλλοι ἀφρῖτιν ὀνομάζουσιν, οἳ δὲ ἀφρόν· προσφιλέστατον εἶναι καὶ τοῦτον Ἀφροδίτῃ διὰ τὸ καὶ αὐτὴν ἐξ ἀφροῦ γεννηθῆναι. Ἀπολλόδωρος δέ φησιν τῇ Ἑκάτῃ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δὲ καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἡγήσανδρος δὲ ὁ Δελφός φησι τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις διὰ τὸ δοκεῖν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν. διόπερ ὡς ἐπʼ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα τῇ κυνηγετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται. Ἀθήνησι δὲ καὶ τόπος τις Τρίγλα καλεῖται καὶ αὐτόθι ἐστὶν ἀνάθημα Ἑκάτῃ Τριγλανθίνῃ. διὸ καὶ Χαρικλείδης φησί· δέσποινα Ἑκάτη τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευμένα. ἐὰν δʼ ἐναποπνιγῇ τρίγλα ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυΐσκεται ὁμοίως οὐδὲ ὄρνις. ὁ δὲ πολυΐστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα Μιλησίας τρίγλας ἑξῆς φησι· κἀν Θάσῳ ὀψώνει τρίγλην, κοὐ χείρονα λήψῃ ταύτης· ἐν δʼ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. Ναυσικράτης δʼ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας λέγων· μετʼ αὐτῶν δʼ εἰσὶν ἐκπρεπεῖς φύσιν αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.

ταινίαι. Ἐπίχαρμος. καὶ ταὶ φίνταται ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ. Μίθαικος ἐν Ὀψαρτυτικῷ ταινίαν ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον. πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δʼ Εὔπολις λέγῃ· μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις, τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς αἱ γυναῖκες περιδέονται.

τράχουροι. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς.

ταυλωπίας. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ· καὶ νεαροῦ μεγάλου ταυλωπία ἐν θέρει ὠνοῦ κράνιον, ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρῖμμα μετʼ αὐτοῦ. ὄπτα δʼ ἀμφʼ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.

τευθίς. Ἀριστοτέλης φησὶ καὶ ταύτην εἶναι τῶν συναγελαζομένων, ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δʼ ἄνω μείζους καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτι οὐ μέλανα ἀλλʼ ὠχρόν· καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες.

τεῦθος. ὁ δὲ τεῦθος μόνῳ διαφέρει τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος, καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δʼ ἄνω μείζονα, ἄμφω δὲ μελάνας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ πέμπτῳ μορίων βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν. Ἀρχέστρατος δʼ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθὼν καὶ περιπλεύσας φησί· τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει. παρὰ δὲ Ἀλέξιδι μάγειρός φησι περὶ τευθίδων· τὰ πτερύγια αὐτῶν τεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι λεπτοῖς χλωροῖς, ὠνθύλευσα. καὶ πέμμα δέ τι τευθίδα ὀνομάζει Ἰατροκλῆς ἐν Ἀρτοποιητικῷ.

ὕες. Ἐπίχαρμος· ἦν δʼ ὑαινίδες τε βούγλωσσοί τε. λέγει δὲ καὶ ὕας, χαλκιδεῖς τε ὕες τε ἱέρακές τε χὠπίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. καὶ Νουμήνιος δʼ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται· ὕαινάν τε τρίγλην τε. καὶ Διονύσιος ἐν Ὀψαρτυτικῷ. Ἀρχέστρατος δʼ ὁ ὀψοδαίδαλος· ἐν δʼ Αἴνῳ καὶ τῷ Πόντῳ ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψει μηδὲν προσενεγκὼν ἥδυσμʼ, ἀλλʼ ἐς μόνον ὕδωρ ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς. δριμὺ διεὶς ὄξος· κᾆτʼ ἔμβαπτε καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφίαν δʼ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτʼ οὖν καὶ ὁ Νουμήνιος τὴν ὗν ψαμμαθῖδα καλεῖ, ἐπὰν λέγῃ· ἄλλοτε καρχαρίην, ὅτε δʼ ὄρθιον ψαμμαθῖδα.

ὕκαι. τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ. Νουμήνιος· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλώμενον. Τίμαιος δὲ περὶ τοῦ Σικελικοῦ πολιχνίου τῶν Ὑκκάρων διαλεγόμενος προσαγορευθῆναι τοῦτό φησι διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· διʼ οὓς οἰωνισαμένους Ὕκκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δʼ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλήταν φάναι· οὐδʼ ὕκη ἰχθὺς ἔσχατος ἐξέφυγε.

φάγρος. Σπεύσιππος ἐν Ὁμοίοις παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἤπατον. Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν αὐτὸν εἶναι καὶ μονήρη, καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἱκέσιος δέ φησι· φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι, κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δʼ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι Σειρίου ἀντέλλοντος δεῖν τὸν φάγρον ἐσθίειν. Δήλῳ τʼ Εἰρετρίᾳ τε κατʼ εὐλιμένους ἁλὸς οἴκους. τὴν κεφαλὴν δʼ αὐτοῦ μόνον ὠνοῦ καὶ μετʼ ἐκείνης οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδʼ εἰσενέγκῃς. ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.

χάνναι. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ποικιλέρυθρον μέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γράμμαις πεποικίλθαι.

χρόμις. Νουμήνιος· ὕκκην ἢ κάλλιχθυν ἠὲ χρόμιν. Ἀρχέστρατος· τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν, ἐστὶ δὲ πίων ἂν θέρος ᾖ, καὶ ἐν Ἀμβρακίᾳ.

χρύσοφρυς. Ἄρχιππος· ἱερὸς Ἀφροδίτης χρύσοφρυς Κυθερείας. τοὺς δʼ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης, ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει· χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δʼ αὐτὸν θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθʼ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.

χαλκίδες καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. Ἱκέσιός φησιν· αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Δωρίων δὲ χαλκιδικὰς ὀνομάζει. Νουμήνιος· σὺ δʼ ἂν καὶ χαλκίδʼ ἐκείνην αὕτως ἀμπείραις καὶ ὀλίγην μαινίδα. διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὓς Εὐθύδημος ἐν τῷ περὶ ταρίχων φησι γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. — θρισσῶν δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ ἰχθύων. θρίσσα ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος. τριχίδων δὲ Εὔπολις· ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησʼ ἅπαξ, ὅτε τἀν Σάμῳ δʼ ἦν, ἡμιωβελίου κρέα. Δωρίων δʼ ἐν τῷ περὶ ἰχθύων καὶ ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Ἀριστοφάνης Ἱππεῦσι· τριχίδες ἑκατὸν τοὐβολοῦ. ὅτι πρημνάδας τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ· ἁλιευόμενός ποτʼ αὐτὸν εἶδον ἀνδραχθῆ μετὰ πρημνάδων κἄπειτʼ ἀφῆκεν ὅτι ἦν βόαξ. ὅτι λέγεται τὴν τριχίδα ἥδεσθαι ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασαν ἀναπηδᾶν ἐκ τῆς θαλάσσης. —τῶν δʼ ἐριτίμων μέμνηται Δωρίων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσι. καὶ Ἐπαίνετος· χαλκίδας τὰς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους. Καλλίμαχος ἐθνικαῖς ὀνομασίαις· ἐγκρασίχολος ἐρίτιμος. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη. ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν· ὄζαινα, ὀσμύλιον Θούριοι. ἴωπες, ἐρίτιμοι. ἰώπων δὲ μνημονεύει καὶ Νίκανδρος· ὡς δʼ ὁπότʼ ἀμφʼ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων. ὅτι τοὺς εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. Ἀριστοφάνης Σφηξίν· ἀνθρακίδων ἅλμην πιών. καὶ ἐν Ὅλκασιν· ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.

Ἀρχίππου ἐν Ἰχθύσιν εἰπόντος ὡς ἀπὸ τῶν ἰχθύων ἀποδοῦναι ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀνθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τόκον καὶ βάτραχον τὸν πάρεδρον τὸν Ὠρεοῦ. ἀπορεῖ τις παρὰ τῷ ῥήτορι τούτῳ δειπνῶν ποίας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ὁ δʼ αὐτὸς καὶ λύων λέγει ὅτι ἰχθύδιον ἀληθῶς ἡ θρᾷττα θαλάττιον. Μνησίμαχος ποιητὴς τῆς μέσης κωμῳδίας μύλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών. Δωρόθεος δὲ θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως οὐδʼ ἔστι τὸ τῆς θρᾴττης ὄνομα παρʼ οὐδενὶ τῶν Ἀττικῶν. Ἀναξανδρίδης· κορακινιδίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων. Ἀντιφάνης· θρᾷτταν ἢ ψῆττάν τινʼ ἢ μύραιναν.

ψῆτται. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δὲ παραπλήσιά φησιν εἶναι ψῆτταν βούγλωσσον ταινίαν. Ἀριστοτέλης δʼ ἐν πέμπτῳ ζῴων μορίων· ὁμοίως δὲ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα, ἐν δὲ τοῖς ζωικοῖς σελάχη, φησί, βοῦς τρύγων, νάρκη, βατίς, βάτραχος βούγλωττος, ψῆττα, μῦς. Δωρίων· τῶν δὲ πλατέων βούγλωσσον, ψῆτταν, ἔσχαρον ὃν καλοῦσι καὶ κόριν. βουγλώσσους δʼ ὀνομάζει καὶ Ἐπίχαρμος· βούγλωσσοί τε καὶ κίθαρος. Λυγκεὺς δʼ ὁ Σάμιος τὰς καλλίστας, φησί, γίνεσθαι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησι· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον περὶ Χαλκίδα κεδνήν. Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. φησί που Εὔβουλος· παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων χορδαί τʼ ἐρίφων ἧπαρ τε κάπρου κριοῦ τʼ ὄρχεις χόλικές τε βοὸς κρανία τʼ ἄρνων νῆστίς τʼ ἐρίφου. ἐμφορηθεὶς καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα σιτεῖσθαι.

Τὴν κατὰ Λυσιτανίαν, χώρα δʼ αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι, διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης φησὶν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάσσιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάσσῃ. καὶ ὁ μὲν τῶν κριθῶν σίκλος μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρηνῶν· τοῦ δʼ οἴνου δραχμῆς ὁ μετρητής, καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή, ὗς δείπνων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν, καὶ πρόβατον δύο, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε, καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων. ἡμῖν δὲ ὁ καλὸς Λαρίνσιος, φησὶν ὁ ῥήτωρ οὗτος, τὴν Ῥώμην Λυσιτατίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέως καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερόμενοις οἴκοθεν ἢ λογάρια.

ὅτι ἐν Ἡρακλείᾳ γίνονται οἱ ὀρυκτοὶ καλούμενοι ἰχθύες. ἱστορεῖ δὲ Θεόφραστος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνος τῷ κρυστάλλῳ, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. εὑρίσκονται δὲ καὶ ἐν Παφλαγονίᾳ ὀρυκτοὶ ἰχθῦς ζῶντες, κατὰ τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντες οὔτε θερμῶν ναμάτων τὸ καινότατον.

ὅτι Μνασέας ὁ Πατρεύς φησι τοὺς ἐν τῷ Κλείτορι ποταμῷ Ἀρκαδίας ἐν τῷ Λάδωνι ποταμῷ ἰχθῦς φθέγγεσθαι. καίτοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δʼ ὁ Κυρηναῖός φησιν ἐν Ἀόρνῳ ποταμῷ ἰχθῦς εἶναι φθεγγομένους ὡς κίχλας καὶ καλεῖσθαι ποικιλίας. Νυμφόδωρος δὲ ἐν Ἑλώρῳ ποταμῷ λάβρακας εἶναι καὶ ἐγχέλεις μεγάλας φησὶν οὕτω τιθάσους ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους. ἐγὼ δέ, φησὶν οὗτος, ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι κεστρεῖς χειροήθεις, καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ. λαμβανούσας τε καὶ λαμβάνοντας ἀπὸ τῶν προσφερόντων τροφάς. Σῆμος δέ φησιν Ἀθηναίοις θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε, κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης.

φησὶ Πολύβιος ἐν τῷ κατὰ Νάρβον ποταμὸν Κελτικῷ πεδίῳ λεπτογείῳ ὄντι καὶ διάμμῳ καὶ πολλὴν ἄγρωστιν ἔχοντι ὑπὸ δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ποτάμιον ὕδωρ· μεθʼ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς, φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ, πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους.

ὅτι ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν Ἄδωνιν, ὑπόπυρρός ἐστι καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον, ὥς φησι Κλέαρχος ὁ περιπατητικός. κρατῶ δʼ οἶμαι καὶ τῆς λέξεως αὐτοῦ, φησίν· ἤτοι μέμνηται οὕτως ἐχούσης. ἔστι δὲ στρογγύλος, ἴσος τὸ μέγεθος τοῖς παραιγιαλίταις κεστρινίσκοις· οὗτοι δʼ εἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος. ἐστὶ δὲ τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους· καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ, καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον· ὅταν δʼ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν. ὅταν δʼ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἑλώριος. οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται, φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυβιστήσῃ. Νικόλαος ὁ Δαμασκηνός, περὶ Ἀπάμειαν, φησί, τὴν Φρυγικὴν σεισμῶν ποτε γενομένων ἀναφανῆναι λίμνας πρότερον οὐκ οὔσας καὶ ποταμοὺς καὶ ἄλλας πηγὰς ὑπὸ τῆς κινήσεως ἀνοιχθείσας, πολλὰς δὲ καὶ ἀφανισθῆναι, τοσοῦτόν τε ἀναβλῦσαι πικρὸν καὶ γλαυκὸν ὕδωρ, ὥστε ὀστρέων πλησθῆναι τὸν πάντα τόπον καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει θάλασσα. οἶδα δέ, φησὶν οὗτος, πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσιν. Φαινίας γοῦν ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. τὸ δʼ αὐτὸ καὶ Φύλαρχος ἱστορεῖ. Ἠρακλείδης δὲ ὁ Λέμβος, περὶ Παιονίαν, φησί, καὶ Δαρδανίαν βατράχους ὗσεν ὁ θεός. καὶ τοσοῦτον αὐτῶν ἐγένετο πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. καὶ τὰς μὲν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν, ὡς δʼ οὐδὲν ἤνυον ἀλλὰ τά τε σκεύη ἐπληροῦντο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι, καὶ πρὸς τούτοις οὐτὲ τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς, ἔφυγον τὴν χώραν. φησὶ Ποσειδώνιος ὁ Στωικὸς κροτηθῆναι μὲν μάχην Τρύφωνι τῷ Ἀπαμεῖ καὶ Σαρπηδόνι τῷ Δημητρίου στρατηγῷ περὶ Πτολεμαΐδα λίμνην, ἐπεὶ δὲ οἱ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τὴν μάχην, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον, ἐπῆλθε τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσε διέφθειρέ τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασι ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο, καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.

ἱστορεῖ Πολύχαρμος ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας καί φησι παρʼ αὐτοῖς τὸν ἱερέα τοῖς μαντευομένοις χρησμοὺς διδόναι ὀρφῶν φαινομένων ἢ φαλαινῶν ἢ πρηστίδων πλήθει μὲν τοσούτων ὥστʼ ἐκπλήττεσθαι τὴν ὅρασιν, μεγέθει δὲ τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. αἳ φαίνονται ὀβελίσκων δύο ξυλίνων εἰς τὴν δίνην ἐμβαλλομένων ἐχόντων ἐφʼ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. ὅτι Δαρείῳ Σκῦθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρα ἔπεμψαν, ὥς φησιν Ἡρόδοτος, ὄρνιν καὶ οἰστὸν καὶ βάτραχον αἰνιττόμενοι. Πάτροκλος δὲ ὁ Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ αἰνιττόμενος ἔπεμψεν ἰχθῦς τε μεγάλους καὶ σῦκα χλωρά. ἐτύγχανε δὲ κωθωνιζόμενος ὁ βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, ὁ Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· ἢ γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος ἢ τῶν σύκων τρώγειν. ὅτι ὁ φυσικὸς Ἐμπεδοκλῆς κοινῶς πάντας τοὺς ἰχθῦς καμασῆνάς φησι λέγων δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες.

ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην, ἣ Διοσκούρους καὶ Ἑλένην ἔτεκε.

φησί που Φερεκράτης· μηδέ ποτʼ ἰχθύν, ὦ Δευκαλίων, μηδʼ ἂν αἰτῶ, παραθῇς μοι.

φησὶ Σῆμος ὁ Δήλιος τὰς Δηλιάδας, ὅταν θύωσι τῇ Βριζοῖ — αὕτη δʼ ἐστὶν ἡ ἐν ὕπνῳ μάντις· βρίζειν δὲ τὸ καθεύδειν καθʼ Ὅμηρον καὶ τοὺς ἀρχαίους — προσφέρειν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.

σημείωσαι ὅτι εὕρηται αἰτιατικὴ τὸν Ζεῦν ἀπὸ εὐθείας τῆς Ζεῦς παρὰ Πολυκράτει τῷ σοφιστῇ.

Ὅτι Ἀρχέστρατος ἐπὶ ὀψολογίᾳ πολυθρύλλητος, ἦν δὲ ἐποποιὸς μηδὲν τῶν ἐπιτρῖψαι δυναμένων παραλιπὼν καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλου τοῦ Ἀνακυνδαράξεω βίον, οὗ Σαρδαναπάλου τῷ τάφῳ ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἀέξαι, τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. κεῖνʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπνʼ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτʼ αὐτῆς λήσομαι· ἐκτήσθω δʼ ὁ θέλων τὸν ἀπείρονα χρυσόν. κρεῖττον δʼ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἀέξαι, τερπόμενος μύθοισι· φαγόντι τοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ κακὸς εἰμὶ φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλʼ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. Κλέαρχος δέ φησιν Ἀρχεστράτου διδάσκαλον γενέσθαι Τερψίωνα, ὃν καὶ πρῶτον γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ὅτι Βακχίδας τὸν αὐτὸν Σαρδαναπάλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιὲν φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δῶμεν· κἀγὼ γὰρ ἕστακʼ ἀντὶ Βακχίδα λίθος. καὶ ἄλλος δὲ τὰ ὅμοια ληρεῖ τις. πῖνε καὶ παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· θάνατος δʼ ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. καὶ δοῦλος δὲ παρὰ τινὶ κωμικῷ πεποίηται προτρεπόμενος ἐπὶ ἠδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγων· τί ταῦτα ληρεῖς φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδημίαν, ᾨδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. γαστρὸς οὐδὲν ἥδιον, αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαι τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσι ἀντʼ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δʼ ὅσʼ ἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδοὶ τἄλλα, Περικλέης, Κόδροι, Κίμων. ὅτι παγκάλως ὁ Τίμων ἔφη· πάντων πρωτίστα κακῶν ἐπιθυμίʼ ἐστί.

Μάχων ὁ κωμῳδιοποιός φησιν· ὁ κρουματοποιὸς Δωρίων εἰς Μύλων ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας, ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τʼ ἐπιθύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἔστιν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί; ὁ δʼ εἶπεν αὐτῷ· Ζηνοποσειδῶνος, ξένε. ὁ Δωρίων δέ, πῶς ἂν οὖν ἐνταῦθʼ, ἔφη, δύναιτο καταγώγιον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; ὅτι Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι. ἐπαινοῦντος δʼ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτὰ ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς; ἡδέως ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβήν, εὐωχίαν, θεωρίαν. Ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη· ὁ αὐτὸς τεχνίτης ποιήσει σοι ἕτερον ὃ ἂν βούλῃ. σοί γε, ἐμοὶ δὲ τοῦτο δός, οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι ἀνδρὶ αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλʼ ἅμα τῷ φυσῆν χὡ νόος ἐκπέταται. οὐκ ἀγοράσαντος δέ ποτε τοῦ παιδὸς ἰχθῦς, μαστιγῶν αὐτὸν ἐκέλευσε τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὼν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος, ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν. Ὁ αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. περὶ τούτου φησὶν Ἀριστόδημος· Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς οὐδέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον. τοῦτον ὁ κωμωδιοποιὸς Μνησίμαχος ὡς πάνυ ὀψοφάγον λοπαδοφυσητὴν ἐκάλεσεν. ὅτι ὁ Ἑρμιονεὺς Λᾶσος παίζων ἔφασκε τὸν ὠμὸν ἰχθῦν ὀπτόν. θαυμαζόντων δὲ πολλῶν ἐπεχείρει λέγων ὅτι ὃ ἔστιν ἀκοῦσαι, τοῦτό ἐστιν ἀκουστόν, καὶ ὃ ἔστιν νοῆσαι, τοῦτό ἐστι νοητόν· ὡσαύτως δὲ καὶ ὃ ἔστιν ἰδεῖν, τοῦτʼ εἶναι ὀπτόν· ὡστʼ ἐπειδὴ τὸν ἰχθῦν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως, ὤμοσε μήτʼ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτʼ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δʼ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτʼ αὐτὸς ἔλαβεν οὔτʼ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχε δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὡς ἐν λόγῳ καὶ λόγον εἶναι· Ὁ Ζεῦς μʼ ἐκάλεσε, Πέλοπι γʼ ἔρανον ἑστιῶν. ἦ παμπόνηρον ὄψον, ὦ ʼτάν, ὁ γέρανος. ἀλλʼ οὔτι γέρανον, ἀλλʼ ἔρανόν τοι λέγω. φησὶν Ἀντιφάνης περί τινος Καλλισθένους ὀψοφαγοῦντος ὅτι κατεσθίει γε ἐπὶ μιᾷ τρίγλῃ τὴν οὐσίαν. μέμνηται δὲ καὶ Ἄλεξις Φαΰλλου τινὸς φιλίχθυος περὶ οὗ καί φησι· πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάσσῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νῦν δὲ πρὸς τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὖψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν· ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῶν ἡ μάχη. ὅτι Μισγόλας, οὗ καὶ Αἰσχίνης μέμνηται, ἐσπουδακὼς ἦν περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. περὶ οὗ Τιμοκλῆς φησιν ὅτι ἦν ἀνθοῦσιν τοῖς νέοισιν ἠρεθισμένος. καὶ Ἄλεξις· ὦ μῆτερ, ἱκετεύω σε, μὴ ἐπίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμʼ ἐγώ. Πυθιονίκην δέ φασι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς. περὶ Καλλιμέδοντος τοῦ Καράβου ὅτι φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς φησι Τιμοκλῆς· εἶθʼ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς δʼ οὖν ἐδόκει, πρὸς ἕτερόν τινα ἄνθρωπον ἐλάλει. συνεὶς δʼ οὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δʼ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. περὶ τούτου καὶ Ἄλεξίς φησι· τῷ Καλλιμέδοντι θεραπεύω τὰς κόρας τετάρτην ἡμέραν. ἦσαν κόραι θυγατέρες αὐτῷ; τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδʼ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. καὶ ἀλλαχοῦ δὲ περὶ τοῦ αὐτοῦ ὁ αὐτός φησι· γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με. καὶ Ἀντιφάνης· ἧττον ἀποσταίην ὧν ἂν προειλόμην ἢ Καλλιμέδων γλαύκου προοῖτʼ ἂν κρανίον. Εὔβουλος· ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἁθρόους τεμαχίτας ὥστʼ ἔνειναι μηδὲ ἕν. τούτου υἱὸς Ἀγύριος, περὶ οὗ Φιλήμων φησί· Ἀγύριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν, χαῖρε πάππα φίλτατε εἴπας, τὸν πατέρα κατήσθιεν. Ἀνταγόρᾳ τῷ ποιητῇ ἐν στρατοπέδῳ ἕψοντι γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς παραστάς, ἆρα, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως λόγος εἰπεῖν· σὺ δὲ οἴει τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτε Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δʼ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει, ἐγώ γʼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; Ἀνδρακύδης ὁ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι, ὡς ἱστορεῖ Πολέμων. περὶ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε φησίν· ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον, τῶν διθυράμβων τὸν ποιητήν, γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτʼ αὐτὸν ἀγοράσαι, καὶ σκευάσαντα καταφαγεῖν σχεδὸν ὅλον πλὴν τῆς κεφαλῆς. ἁλόντα δʼ ὑπὸ δυσπεψίας κακῶς σφόδρα ἔχειν, εἶτα ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν αὐτὸν φερόμενον εἶπεν· εἴ τί σοι ἀνοικονόμητόν ἐστι, διατίθου ταχύ, Φιλόξενε, ἀποθανῇ γὰρ ὥρας ἑβδόμης, ἔφη τέλος ἔχει μοι τὰ πάντα, ἰατρέ, καὶ δεδιοίκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους; οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις, Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ἀλλʼ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ, χωρεῖν δὲ πορθμὸν ἀναβοᾷ, καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἱνʼ ἔχω πάντα τἀμαυτοῦ τοῦ πολύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ αὐτοῦ φησιν, ὅτι εὔξατο τριῶν ἔχειν τὸν λάρυγγα πήχεων, ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθʼ ἅμα μοι τὰ βρώματα ἡδονὴν ποῇ· καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα φαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. καὶ περὶ Ὑπερίδου δὲ τοῦ ῥήτορος ὅτι ὀψοφάγος ἦν δηλοῖ Τιμοκλῆς λέγων ὅτε διηγεῖται τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας· Δημοσθένης τάλαντα πεντήκοντα ἔχει. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. καὶ Μυροκλῆς εἴληφε χρυσίον πολύ. ἀνόητος ὁ διδούς, εὐτυχὴς δʼ ὁ λαμβάνων, εἴτʼ εἴληφε καὶ Δήμων τε καὶ Καλλισθένης. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. ὅ τʼ ἐν λόγοισι δεινὸς Ὑπερίδης ἔχει. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ. καὶ ἀλλαχοῦ· τόν τε ἰχθυόρρουν ποταμὸν Ὑπερίδην περάσον, ὃς μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. ἦν δὲ πρὸς τῷ ὀψοφάγῳ καὶ κυβευτής. σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχʼ ἀγάλλῃ, φησὶν Ἀξιόνικος πρός τινα, τοῦ δʼ ἐν ἅλμῃ παρέοντος οὐ γεύῃ χαριέντος ὄψου, τὰ μὲν σῦκα ὡς συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. Τιμαῖος δὲ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτρων δʼ ὁ σοφιστὴς ὀψοφάγος ἦν, περὶ οὗ Ἀντιφάνης φησίν· ὀφθαλμὸν ὤρυττεν ὥσπερ ἰχθύος Μάτρων προσελθών. ὁ αὐτὸς Ἀντιφάνης καὶ Φοινικίδην καὶ Ταυρέαν ὀψοφάγους φησὶν οἵους καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμμάχη καὶ δεινῶς πάνυ τὴν ἀνοψίαν φέροντας. Μελάνθιον δὲ τὸν τραγῳδὸν Ἄρχιππος ἔν τινι δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. Ἀρίστιππος ὁ ὀψοφάγος ὁ Σωκρατικὸς ἐπιτιμήσαντος αὐτῷ Πλάτωνος διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυοῖν ὀβολοῖν ἔφη ὠνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, ὦ Πλάτων, εἶπεν, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δὲ περὶ Φοινικίδου ὀψοφάγου φησίν· ὁ Μενέλαος ἐπολέμησεν ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ διʼ ἔγχελυν. Διοκλῆς ὁ ὀψοφάγος πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθὺς γόγγρος ἢ λάβραξ, ὃ μὲν ἑφθὸς, ἔφη, ὃ δὲ ὀπτός. ὀψοφάγος ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος ὁ τραγῳδός, οἰκέτης γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως. ὅτι Φόρουσκος ἰχθυοφάγος οὐ δυνηθεὶς εἰς ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλʼ ἀκολουθήσαντος αὐτῷ πλείονος εἶπεν· τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀνάλωσεν. Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν· Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο. Θεόκριτος δʼ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπεὶ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, παῦσαι, φησί, κλαίων, ὦ πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις. τοῦ δʼ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπεὶ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφη τὸν οὐρανὸν κατακεκαῦσθαι, λοιπόν ἐστιν, ἔφησεν ὁ Θεόκριτος, σοὶ καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλασσαν καὶ οὐρανόν. Ἄλεξις ὁ ποιητής, ἦν δʼ ὀψοφάγος, σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ἀδηφαγίαν, ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ Ἄλεξις, σπερμολόγους, ἔφη, πεφρυγμένους. Ἕρμιππος δέ φησι περὶ Νοθίππου· εἰ δʼ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτʼ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. Κρατῖνος δὲ περὶ Λάμπωνος τοῦ μάντεώς φησι· νῦν δʼ αὖτις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο. Ἡδύλος δὲ περὶ Φαίδωνος μέν τινός φησι· Φαίδων δὲ φύκη αἰνεῖ καὶ χορδὰς ὁ ψάλτης· ἔστι γὰρ ὀψοφάγος. περὶ δὲ Ἄγιδος οὕτως· ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων· γίνεθʼ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλʼ ἀπόκλειε. ἥξει γὰρ μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορρόας ἐπὶ τήνδʼ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δὲ Κλείω ἐπὶ τοῖς ὁμοίοις σκώπτει λέγων· τὸ δʼ ὁρᾶν μὴ μόνον οὐ λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες οὐ Γοργοῦς, γόγγρου δʼ οἱ μέλεοι λοπάδι. Εὐφράνωρ ὁ ὀψοφάγος ἀκούσας ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανεν θερμὸν ἰχθύος τέμμαχος καταπιὼν ἀνεφώνησεν· ἱερόσυλος ὁ θάνατος. Κίνδων καὶ Δημύλος, οἱ ὀψοφάγοι, γλαύκου παρατεθέντος, ἄλλου δʼ οὐδενός, ὃ μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ ὁ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶν· ἄφες καὶ ἀφήσω. ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης ὁ Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψοφάγον ᾧ συνέζη ἐπὶ πλείω χρόνον, ἐπεὶ μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δʼ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον ὁ Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. ὁ δʼ ἐνέβλεψε αὐτῷ, τί οὖν οἴει τοὺς συζῶντας σοι πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφαγίαν; Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρʼ Ἀρχελάου τέσσαρας μνᾶς ἐφʼ ἡμέραν λαμβάνοντα καταναλίσκειν εἰς ὀψοφαγίαν. Ψαμμίτιχος ὁ τῶν Αἰγυπτίων βασιλεὺς παῖδας ἔτρεφεν ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενος εὑρεῖν· καὶ ἄλλους ἀδίψους ἤσκησε τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν. περὶ Μόσυνον τῆς Θρᾴκης βοῦς ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι, τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δʼ ἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων. ὅτι παρʼ Ἠλείοις ἐτιμᾶτο ὀψοφάγος Ἀπόλλων. ὅτι ἐν Πισσάτιδι γραφὴ ἀνάκειται Κλεάνθους τοῦ Κορινθίου ἐν ᾗ Ποσειδῶν πεποιήται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι. Ἀντίπατρος Ταρσεὺς ὁ στωικός φησι Γάτιν τὴν τῶν Σύρων βασίλισσαν οὕτως εἶναι ὀψοφάγον ὡς κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν, ἣν ὑπʼ ἀγνοίας πολλοὶ Ἀταργάτιν ὀνομάζουσι. διό, φησὶ Μνασέας, νόμιμόν ἐστιν, ἐπὰν εὔχωνται τῇ Ἀταργάτιδι ἰχθῦς ἀργυροῦς ἢ χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε καὶ ὀπτούς, οὓς αὐτοὶ καταναλίσκουσι. κατεποντίσθη δʼ ἡ Ἀταργάτις ὑπὸ Μοψοῦ τοῦ Λυδοῦ ἁλοῦσα μετʼ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνι λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ ἰχθύων ἐβρώθη. Ἔφιππος ὁ κωμῳδιοποιὸς παίζων φησίν· ὁπότε τῷ Γηρυόνῃ ναέται χώρας ἰχθὺν ἕλωσι τῆς περικλύστου ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστʼ αὐτῷ· ὕλην δέ φησι κόπτειν Ἴνδους, Λυκίους, Παφίους, ὅταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθύν. λίμνην δʼ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δʼ ἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δʼ ἐπὶ τοῖς ἄμμωσιν ἄνω πέντε κέλητας πεντασκάλμους. τῶν εἰρημένων εἴ τι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε, καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. ἀθερίνα, φησίν, ἄτυχες ἰχθύδιον. φησὶν Εὔβουλος ἀμύλων παρόντων ἐσθίουσʼ ἄνηθα καὶ σέλινα καὶ φλυαρίας καὶ κάρδαμʼ ἐσκευασμένα.

Λεβητοχάρης φησὶν ὁ παρὰ τῷ Ἀθηναίῳ τούτῳ Οὐλπιανός· καὶ ἐσθίοντά τι τῶν τριγανωδῶν ἢ χονδρωδῶν ὁ καλὸς καὶ λαμπρὸς Αἰσχύλος τὰς αὐτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγε τῶν Ὁμήρου μεγάλων δείπνων. φιλόσοφος δὲ ἦν τῶν πάνυ ὁ Αἰσχύλος ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτε ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν. ὅτι Στρατονίκος ὁ κιθαριστὴς ἰδὼν τὸν Ῥόδιον Πρόπιν μεγέθει μὲν μέγαν, τῇ δὲ τέχνῃ κακὸν κιθαρῳδόν, ἐρωτηθεὶς ποῖος τίς ἐστιν, εἶπεν· οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνιττόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἰθʼ ὅτι κακὸς καὶ μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. ἔστι δὲ καὶ παροιμία λέγουσα· μέγας οὐδεὶς σαπρὸς ἰχθύς, ἣν διεῖλε Στρατόνικος. ὅτι τῶν παρὰ Ναξίοις εὐπόρων οἳ μὲν τὸ ἄστυ ᾤκουν, οἳ δὲ διεσπαρμένοι κατὰ κώμας, ὧν ἐν μιᾷ καὶ Τελεσταγόρας ᾤκει πλούσιος καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ καὶ τοῖς ἄλλοις καὶ τοῖς καθʼ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως τινὲς δυσωνοῖντό τι τῶν πωλουμένων, ἔλεγον οἱ πωλοῦντες ὅτι μᾶλλον ἂν ἔλοιντο Τελεσταγόρᾳ δοῦναι ἢ τοσούτων ἀναδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθύν, εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ, λυπηθέντες τῷ πολλάκις ἀκούειν, ἐκώμασαν πρὸς Τελεσταγόραν, καὶ αὐτόν τε ὑβρίσαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφʼ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι μεγάλην στάσιν ἐποίησαν, προστατοῦντος αὐτῶν Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τῆς πατρίδος ἐτυράννησεν.

ἱστορεῖ Ἀριστοτέλης, ὅτι εὔστοχος ἦν ἐν ταῖς ἀποκρίσεσιν ὁ Στρατόνικος. διδάσκων οὖν ποτε κιθαριστάς, ἐπεὶ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας Μουσῶν, Ἀπόλλωνος δὲ μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινος πόσους ἔχει μαθητάς, ἔφη σὺν τοῖς θεοῖς δώδεκα. εἰς Μύλασσαν ἐπιδημήσας καὶ ἰδὼν ναοὺς πολλούς, ἀνθρώπους δʼ ὀλίγους, στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη· ἀκούετε, νεῴ. ἀπεδήμησεν εἰς Πέλλαν ποτε, ἀκηκοὼς δʼ ἔμπροσθεν παρὰ πλειόνων σπληνικοὺς εἶναι πολλοὺς ἐν τῇ πόλει. καταμαθὼν δὲ πολλοὺς γυμναζομένους κομψῶς τό τε χρῶμα καὶ σῶμα ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρήκοτας. αὐτὸ ἰδὼν δέ, ἡνίκα ἐξῄει, τινὰ τῆς κοιλίας τὸν σπλῆνα ἔχοντα διπλασίονα ἔφη· καθημένος ἐνθάδε οὗτος φαίνεται τὰ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν καὶ τοὺς σπλῆνας, ἵνα μηδʼ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία. μεθυσθεὶς δὲ ὑπὸ ψάλτου κακοῦ παρὰ τὸ μὴ ἔχειν ἐν τῇ ἑστιάσει ὅτῳ διαλέξεται καὶ πεσὼν εἰς ὕπνον, εἶτα ἔξοινος γεγονὼς καὶ ἐρωτηθεὶς διὰ τί πολλὰ πίων ἐμεθύσθη ἔφη· ὅτι γὰρ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν ὑπὸ φάτνῃ δειπνίσας ἀπέκτεινεν. ἀποδημήσας εἰς τὸν ἐν Ἀβδήροις τιθέμενον ἀγῶνα καὶ εὑρῶν ἐν τῷ χωρίῳ κήρυκας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπʼ ἄκρων ὀνύχων ἐβάδιζε, δεδορκὼς ἀτενὲς εἰς γῆν κάτω. ἐρωτῶντος δέ τινος τί τὸ ἐξαπίνης περὶ τοὺς πόδας πάθος, ἔφη τοῖς μὲν ὅλοις ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων ἐπὶ δεῖπνον πολὺ μᾶλλον τρέχω· ἀγωνιῶ δὲ μή ποτʼ ἐπιβὰς κήρυκι τὸν πόδα παρῶ. Κλεῶνος κιθαρῳδοῦ, ὃς ἐκαλεῖτο Βοῦς, ἀκούσας εἶπεν· ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. ἐν Κορίνθῳ παρεπιδημήσαντι γρᾴδιον ἐνέβλεπεν αὐτῷ διηνεκῶς. καὶ ὁ Στρατόνικος· πρὸς θεῶν, μῆτερ, φράσον τί με εἰσβλέπεις ἀεί; καὶ ἡ γραῦς· διηπόρησα εἰ μήτηρ σε δέκα μῆνας εἶχε καὶ ἐκράτει τῆς κοιλίας, πόλις δʼ ἔχουσά σε ἡμέραν ἀλγεῖ μίαν. ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὐτῷ πιεῖν οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω. ἐν Βυζαντίῳ κιθαρῳδοῦ τὸ προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν, ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. Φασηλίτας Παμφυλίων ἔφη μοχθηροτάτους, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. ἐρωτηθεὶς πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε· κατὰ τῶν κακῶς κιθαριζόντων. ἐρωτηθεὶς τίνα τῶν πλοίων ἀσφαλέστατα τὰ μακρὰ ἢ τὰ στρογγύλα, τὰ νενεωλκημένα εἶπεν. ἐν Ῥόδῳ ἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπών, ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐλπίζω παρʼ ὑμῶν ἔρανον λήψεσθαι· γυμνικοὺς ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι θυμελικούς, Ἀθηναῖοι σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι, ἐπισκώπτων τὰς παρʼ αὐτοῖς ἀγομένας μαστιγώσεις. παρακληθεὶς ἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε. καί τινος εἰπόντος τὸ ποῖον; ἔφη· κακῶς μὲν κιθαρίζειν ἔδωκε, ᾄδειν δὲ καλῶς ἀνένευσε. δοκοῦ καταπεσούσης καὶ ἀποκτεινάσης πονηρόν, ἄνδρες, ἔφη, δοκῷ εἰσι θεοί· εἰ δὲ μή εἰσι, δοκῷ εἰσιν. Βιοθέα, ἡ Νικοκρέοντος γυνή, ἀπεψόφησέ ποτε κᾆτα Σικυωνίαν ἀμυγδαλῆν ἐπιβᾶσα συνέτριψε καὶ ὁ Στρατονῖκος ἔφη· οὐχ ὅμοιος ὁ ψόφος ὁ ὑπὸ νύκτα. πρὸς τὸν εἰπόντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὃ μὲν διδάξει, ὃ δὲ αὐλήσει, προσδεῖ γέ σοι, ἔφη, καὶ θεάτρου οἰκείου. ἐρομένου δέ τινος τί ὅτι τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρʼ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. Φάωνος τοῦ αὐλητοῦ φάσκοντος Μεγαροῖ ἔχειν χορόν, ληρεῖς, ἔφη, ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλʼ ἔχῃ. ἔφη θαυμάζειν τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκεν. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ἀεί, ἔφησεν, Ἰλίῳ κακά. φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς ᾍδου τοὺς θεραπευομένους. ἀπαντήσας τινι τῶν γνωρίμων, ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς, οὐ συνήσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι τῆς Μιλήτου μιγάδων οἰκούντων, ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας, ἀπίωμεν, ἔφη, παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δʼ ἀστῶν οὐδείς. Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξίοντος περὶ μουσικῆς, οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὃς τὸ ἀμουσότατον τῶν ὀνομάτων, φησίν, εἵλου εἰς ἑαυτὸν ἀντʼ Ἀμφίονος Ζῆθος καλεῖσθαι. Μακεδόνα τινα καθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν, εἰς Μακεδονίαν, ἔφη. πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἴδων ἡρῷον λαμπρῶς, ὡς ἐξῆλθε λελουμένος κακῶς, οὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ ἔφη τοὺς ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέσσαρας χειμῶνα, τοὺς Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου, τοὺς Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν Ἡράκλειαν Ἀνδροκόρινθον, τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δʼ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκόπει, αἰσχύνεσθαι ἔφη, μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δὲ ἐν κυφῶνι δεδεμένους δύο ὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι. πρὸς ἁρμονικόν, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντʼ αὐτῷ περὶ ἁρμονίας ἔφη· ᾄδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. ἐν Μαρωνείᾳ συμπίνων τισὶν ἔφη ἔχειν γνῶναι κατὰ τινὰ τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθʼ ὡς ἦγον καὶ ἠρώτων, κατὰ τὸ καπηλεῖον, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια. Τηλεφάνει, ἐπεὶ ἀναφυσῶν ἤρχετο παρακατακείμενος, ἄνω, ἔφη, ὡς οἱ ἐρυγγάνοντες. βαλανέως ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν, καὶ θάλασσαν. νικήσας ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκε τρόπαιον ἐπιγράψας· Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων· ᾄσαντός τινος ἤρετο τὸ μέλος. εἰπόντος δʼ ὅτι Καρκίνου, πολύ γε μᾶλλον ἔφη ἢ ἀνθρώπου. ἐν Μαρωνείᾳ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλʼ ἀλέαν. ἐν Φασήλιδι πρὸς τὸν παῖδα ἀμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου, ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους, ὦ μιαρέ, ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας· πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβῃ τι, αὐτὸς μείζων εἶναι ἔφη πτωχός. ἐν μικρᾷ πόλει διδάσκων, αὑτὴ οὐ πόλις, ἀλλὰ μόλις. ἐν Πέλλῃ πρὸς φρέαρ προσελθὼν ἠρώτησε εἰ πότιμον. εἰπόντων δὲ τῶν ἱμώντων, ἦσαν δὲ χλωροί, ὡς ἡμεῖς γε τοῦτο πίνομεν, οὐκ ἄρʼ, ἔφη, πότιμόν ἐστιν. πρὸς Ἄριον τὸν ψάλτην ὀχλοῦντά τι αὐτῷ, ψάλλʼ ἐς κόρακας ἔφη. πρὸς νακοδέψην λοιδορούμενον αὐτῷ, ἐπεὶ ἐκεῖνος κακόδαιμον ἔφη, οὗτος νακόδαιμον ἔφη. φασὶ δὲ τὸν Στρατόνικον τοῦτον, πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτον εἰσενεγκεῖν καὶ διάγραμμα συστήσασθαι, εἶναι δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανον καὶ ἐπὶ τῇ τοιαύτῃ παρρησίᾳ αὐτὸν θανεῖν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πίοντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.

τεθαύμακα, φησίν, ὦ καλέ μου Δημόκριτε, πότε μαθὼν Ἀριστοτέλης ἢ παρὰ τίνος ἀνελθόντος ἐκ βυθοῦ Πρωτέως ἢ Νηρέως συνέγραψε τί ποιοῦσιν οἱ ἰχθύες ἢ πῶς κοιμῶνται ἢ πῶς διαιτῶνται ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν θαύματα μωροῖς. φησὶ γοῦν ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν τὸ γένος, καὶ ὅτι πορφύρα καὶ κῆρυξ μακρόβια. ζῇ γοῦν πορφύρα ἔτη ἕξ, καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίνεται ἡ ἔχιδνα, μέγιστον ἡ φάττα, ἐλάχιστον δὲ ἡ τρυγών. καὶ ὅτι ὁ ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶναι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε. καὶ ὅτι ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες. καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη, ἐξ ἧς βομβυλός, ἀφʼ οὗ ὁ νεκύδαλλος. φησὶ δὲ καὶ τὰς μελίσσας βιοῦν ἔτη ἕξ, τινὰς δὲ καὶ ἕπτα. οὐκ ὦφθαι δὲ οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα. ὦπται δέ τις κατʼ αὐτὸν ἔτη ἓξ ἢ ἕπτα ζήσασα.

ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ, φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν· διὸ νύκτωρ τὴν τροφὴν θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀρχεσπέρον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν τοῖς μὲν γλαύκας φησὶ, τοῖς δὲ μελαίνας, τοῖς δὲ χαροπούς. ἀνθρώποις δʼ ὅτι παντοῖος ὁ ὀφθαλμός, ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα ὄψεως εὖ πεφυκέναι, καὶ τὰ ἤθη βελτίστους καὶ τοὺς μὲν ἐντὸς ὄντας ὀξυωπεστάτους εἶναι, τοὺς δʼ ἐκτὸς κακοηθεστάτους, τοὺς δὲ μέσως ἔχοντας ἐπιεικεῖς. καὶ τοὺς μὲν σκαρδαμυκτικοὺς ἀναιδεῖς εἶναι, ἀβεβαίους δὲ τοὺς ἀτενεῖς, τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστέροις μέρεσι, τὰ δʼ ἄλλʼ ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλείων πλείους ὀδόντας ἔχειν. τετηρῆσθαι δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ συὸς καὶ αἰγός. τῶν δʼ ἰχθύων οὐδένα γένεσθαι ὄρχεις ἔχοντα. μαστοὺς δὲ οὔτʼ ἰχθὺν ἔχειν οὔτʼ ὄρνιθας. δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔτι τὰ μαλακόδερμά φησι καὶ ὀστρακόδερμα καὶ σελαχώδη καὶ ἔντομα πλείω χρόνον ὀχεύειν. δελφῖνα δὲ παρακατακλινόμενον, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μίξιν, τῶν δʼ ἰχθύων ταχεῖαν. ἔτι ὁ λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ, καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπει. δελφὶς δὲ ὀστᾶ ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. εἶναι δέ τινα ζῷα ἐφήμερα καλούμενα, ἃ μίαν μόνην ἡμέραν ζῆν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δὲ τέσσαρας. τῶν ζῴων τὰ μὲν ἔχειν χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖν ὡς πίθηκος. οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται. πάλιν τὰ μὲν ἔχει ἄρθρα, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, ὡς ὄφις, ὄστρεα, πλεύμονες.

ὅτι περὶ Ἀριστοτέλους φησὶν Ἐπίκουρος ὡς καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν γέγονε οἷος ἐστιν. φησὶ δʼ ὁ αὐτὸς καὶ Πρωταγόραν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον γενέσθαι γραφέα Δημοκρίτου. θαυμασθέντα δʼ ὑπʼ ἐκείνου ἐπὶ ξύλων τινῶν ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπʼ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφʼ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμᾶν.

Σφαίρῳ τῷ Χρυσίππου συσχολαστῇ, μεταπέμπτῳ γενομένῳ εἰς Ἀλεξάνδρειαν ὑπὸ Πτολεμαίου, κήρινοί ποτε παρετέθησαν ὄρνιθες. ἐκτείνας οὖν τὰς χεῖρας ἐπεσχέθη ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκαταθέμενος. ὁ δʼ εὐστόχως ἀπεφήνατο οὐχ ὅτι ὄρνις ἐστὶ συγκαταθέσθαι, ἀλλʼ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δʼ εὔλογον ἄλλως ἀποβαίνειν.

παροιμία ἀρχαῖα τὸ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες. ὅτι τῶν θαλασσίων ἰχθύων, οἱ πετραῖοι εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. τῶν δὲ κωβιῶν οἱ μικροὶ καὶ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρομοι, εὔχυλοι, εὔπεπτοι. οἱ δὲ χλωροὶ ξηροὶ καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. ὁ δὲ σκάρος ἁπαλόσαρκος, ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ ὁ πρόσφατος ὑπόπτος, ἐπεὶ τοὺς θαλαττίους λαγὼς σιτεῖται. διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. ἡ κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος, ὁ δὲ χυλὸς αὐτῆς παχύνει καὶ σμήχει. ὀρφὸς ἢ ὀρφώς, φησί, εὔχυλος, πολύχυλος, γλίσχρος, δυσφθαρτός, πολύτροφος, οὐρητικός. τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ, γλίσχρα εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα· ἁπαλώτερον δὲ τὸ οὐραῖον· φλέγματος δʼ ἐστὶ δραστικὸς καὶ δύσπεπτος, αἱ σφύραιναι τῶν γόγγρων τροφιμώτεραι. ἡ λιμναία ἔγχελυς τῆς θαλασσίας εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ μελανούρῳ ἀναλογεῖ ὁ χρύσοφρυς. σκόρπιοι οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων. ὁ σπάρος δριμύς, ἁπαλόσαρκος, ἄβρομος, εὐστόμαχος, οὐρητικός, οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἡ ἐξ ἀνθράκων· ἡ δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. φάγρος καλλίων θαλάττιος, καπρίσκος ὃ καὶ μῦς, βρομώδης καὶ σκληρός· δέρμα δʼ ἔχει εὔστομον ῥαφὶς ἢ καὶ βελόνη καὶ ἀβλενής, δύσπεπτος, ὑγρός, εὐκοίλιος. θρίσσα, χαλκίς, εὐανάδοτα. κεστρεύς ἐστι καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος. οὗτος δὲ καλεῖται καὶ ὀξύρυγχος. σάλπη κρείττων ἡ φθινοπωρινή, ὑγρόν τι καὶ λευκὸν καὶ ἄβρομον ἀνίησιν. ὁ γρύλλος ὅμοιος ἐγχέλει, ἄστομος δέ. βῶξ ἑφθὸς εὔπεπτος, εὐανάδοτον ὑγρὸν ἀνιείς, εὐκοίλιος. ὁ δʼ ἀπʼ ἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ὁ ῥόμβος. θυννὶς καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. ὁ ἀκαρνὰν γλυκὺς καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. ἡ ἀφύη βαρεῖα καὶ δύσπεπτος ὧν ἡ λευκὴ καλεῖται κιβωτίς. καὶ ὁ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον τοῦ αὐτοῦ γένους ἐστί. τῶν σελαχίων ὁ βοῦς κρεώδης, ὁ δὲ γαλεὸς ὁ ἀστερίας κρείττων. ὁ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ ἡ βατὶς δὲ εὔστομος. ἡ νάρκη δύσπεπτος οὖσα, τὰ κατὰ τὴν κεφαλὴν ἁπαλὰ καὶ εὐστόμαχα ἔχει καὶ εὔπεπτα. τὰ δʼ ἄλλα οὔ. κρείττους δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. ἡ ῥίνη τὸ σελάχιον εὔπεπτος καὶ κούφη. ἡ δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια, φυσώδη, κρεώδη, δυσκατέργαστα, πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει. ἡ δὲ σηπία ἑψομένη ἁπαλή, εὔστομος, εὔπεπτος, εὐκοίλιος· ὁ δʼ ἀπʼ αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς διʼ αἱμορροΐδων ἐκκρίσεως. τευθὶς δὲ εὔπεπτος καὶ τρόφιμος καὶ μᾶλλον ἡ μικρά, ὁ δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δέ ἐστι καὶ δύσπεπτος, ὁ δὲ μείζων τροφιμώτερος, παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἡ πηλαμὺς πολύτροφος καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος, ταριχευθεῖσα δὲ εὐκοίλιος καὶ λεπτυντική, ἡ δὲ μείζων συνοδοντὶς καλεῖται. ἡ δὲ χελιδών, ἡ τῷ πουλύπῳ ἐοικυῖα, ἔχει τὸ ἀπʼ αὐτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα, ὁ δὲ ὄρκυνος βορβορώδης· καὶ ὁ μείζων σκληρὸς ὡς τῇ πηλαμύδι ἀναλογῶν, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ ἡ κλεὶς εὔστομος καὶ ἁπαλή. Μνησίθεός φησι τῶν μειζόνων ἰχθύων τὸ γένος ὑφʼ ὧν μὲν καλεῖται τμητόν, ὑπʼ ἄλλων δὲ πελάγιον, οἷον χρύσοφρυς, γλαῦκος, φάγρος, εἰσὶ δὲ δυσκατέργαστοι. κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τοῦ δὲ τῶν λεπιδωτῶν γένους οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων, τὰ μὲν μήτε καθʼ ἑαυτὰ φαινόμενα, μήτʼ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα, μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι. τὰ δʼ ἀγελαῖα τούτων, ἐδωδὴν ἡδεῖαν ἔχει, πίονα γάρ, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καί ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δʼ εἰσὶν ὀπτοί. τήκεται γὰρ τὸ πιμιλῶδες αὐτῶν, τὰ δὲ καλούμενα δαρτά, ὧν τραχεῖα ἡ τοῦ δέρματος ἐπίχυσις οὐ λεπίσιν, ἀλλʼ οἷον ἔχουσιν αἱ λεπίδες καὶ ῥῖναι. εὔθρυπτά εἰσιν, οὐκ εὐώδη δέ· καὶ τροφὰς ἐμποιεῖ ὑγράς. καὶ ὑπάγει κοιλίαν μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων. τὰ δὲ ὀπτώμενα χείρονα. μαλάκεια δὲ οἷον πολύποδες καὶ σηπίαι τὴν σάρκα δύσπεπτον ἔχει. διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευματώδεις, ὁ δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται διαθέσεως. βελτίω δὲ γίνεται ἑψηθέντα, τὰς γὰρ ὑγρότητας ἔχει πονηράς. ἰδεῖν γοῦν ἔστιν οἵας ἀφίησι πλυνόμενα. ταύτας οὖν ἡ ἕψησις ἐκκαλεῖται τῆς σαρκός, μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθʼ ὑγροῦ διδομένης, οἱονεὶ πλύσις τις αὐτῶν γίνεται. τὰ δʼ ὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας· ἔτι δὲ καὶ τῆς σαρκὸς αὐτῶν φύσει σκληρᾶς οὔσης κατὰ λόγον γίνεσθαι οὕτως αὐτά. ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἆλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν, τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης, ἐμποδισμὸς γίνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δʼ ἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνομάλως ὑπακτικά. τὰ δὲ πετραῖα, κωβιοί, σκορπιοί, ψῆτται, τὰ ὅμοια ξηρὰν δίδωσι τροφήν, εὔογκα δʼ ἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλά, πνευμάτων τε οὔκ ἐστι ποιητικά. γίνεται δʼ εὐπεπτότερον πᾶν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθέν· τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα, τὰ δὲ μαλακόσαρκα, κίχλαι, κόσσυφοι, τὰ ὅμοια ὑγρότερα τούτων κοιλίας καὶ οὐρήσεως ὑπακτικώτερα διὰ τὸ καὶ σαρκὸς ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα. πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα.

ὅτι ὅπου τῆς θαλάσσης ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ πελάγη μεγάλα καὶ κόλποι, ἐνταῦθα πάντες οἱ ἰχθύες ὑγρότεροι καὶ μᾶλλον πίονες καὶ ἐσθίεσθαι ἡδίους, πρὸς δὲ πέψιν καὶ τροφὴν χείρους, ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγες οἱ πλείους, περὶ δὲ τοὺς ἀγχιβαθεῖς, ἐν οἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ εἴ που καὶ πόλεις σύνεγγυς, ἐνταῦθα δὲ τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τροφὴν σώματος. δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἰς ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων βέλτιστοι οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες.

ἐγὼ περὶ τὴν ὀψωνίαν οὐ πάνυ τι ἐσπούδακα, Ἀντιφάνης φησί. μαινίδας καὶ τριγλίδας φάγοις ἄν; ὁ αὐτός φησι ποιητής, τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. ταῦτα δʼ ἐστὶν Ἑλένης βρώματα, μαινίδες καὶ τριγλίδες. ἀλλαχοῦ δὲ ὁ αὐτὸς Ἑκάτης βρώματα ταῦτά φησιν. Ἔφιππος δὲ ὁ ποιητὴς ἐκφαυλίζων τοὺς μικροὺς ἰχθῦς φησί· φράζε ἰχθῦς φρονοῦντας μή μοι βρέφη. ἀστείως δὲ παρὰ τῷ αὐτῷ ποιητῇ νεανίσκος τίς φησι κατασμικρύνων τὰ περὶ τὴν ὀψωνίαν· ἀγόρασον εὐτελῶς· μὴ πολυτελῶς, ἀλλὰ καθαρείως τευθίδια, σηπίδια· κἂν κάραβός τις ᾖ λαβεῖν, ἀρκέσει. ἐκ τούτων λάβε ἀλεκτρυόνιον, φάττιον, περδίκιον καὶ ἑξῆς οὕτως. καὶ παρὰ Μνησιμάχῳ δὲ φιλάργυρος πρὸς τὸν ἀσωτευόμενον νέον φησίν· ἀντιβολῶ σʼ, ἐπιταττέ μοι μὴ πόλλʼ ἄγαν, μηδʼ ἄγρια λίαν μηδʼ ἐπηργυρωμένα, μέτρια δέ· πῶς μέτρια; πῶς; σύντεμνε καὶ ἐξαπάτα με· τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδιʼ· ὄψον δὲ ἐὰν λέγῃς, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.

ὅτι Φοῖνιξ ὁ Κολοφώνιος μνημονεύει τινων ἀγειρόντων τῇ κορώνῃ καὶ λέγοντα ἄλλα τε καὶ ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τοῦ Ἀπόλλωνος, ἢ πυρούς, ἢ ἄρτον, ἢ ὅ τι τις χρῄζει· δότʼ, ὦγαθοί, τῶν ἕκαστός τις ἐν χερσὶν ἔχει κορώνῃ· καὶ ἅλα λήψεται χόνδρον. φίλει γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι. ὁ νῦν ἅλας δοὺς αὖθις κηρίον δώσει. ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε καὶ τῇ κορώνῃ παρθένος σῦκα φέρει. θεοί, γένοιτο πάντʼ ἄμεμπτος ἡ κόρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας, καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος. ἀλλʼ ὦγαθοί, ἐπορέξατε ὧν μυχὸς πλουτεῖ. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες καὶ τὰ ᾀδόμενα ὑπʼ αὐτῶν κορωνίσματα.

καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, ὃν Κλεώνυμος ὁ Λίνδιος κατέδειξεν ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων. ἐγένετο δὲ Βοηδρομιῶνι μηνί. ἐκαλεῖτο δὲ οὕτως διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθʼ ἦλθε χελιδών, καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. παλάθαν οὐ προκυκλεῖς ἐκ πίονος οἴκου, οἴνου τε δέπαστρον, τυροῦ τε κάνυστρον. καὶ πυρῶν ἁ χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερʼ ἀπίωμεν, ἢ λαβώμεθα; εἰ μέν τι δώσεις, εἰ δὲ μή, οὐκ ἐάσομεν ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον, ἢ τὰν γυναῖκα τὰν ἔσω καθήμεναν· μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομεν. ἂν δὴ φέροις τι, μέγα δή τι φέροις. ἄνοιγʼ ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἔσμεν ἀλλὰ παιδία.

φησὶν Ἐργίας ὁ Ῥόδιος ὡς οἱ περὶ Φάλανθον ἐν Ἰαλυσῷ Φοινίκες πόλιν ἔχοντες ἰσχυρὰν Ἀχαιίδα καλουμένην καὶ δαιτὸς ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γενῶνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτʼ οὐδέποτε ἔσεσθαι ῥᾳθύμως εἶχον τὰ πρὸς τὸν πόλεμον. πυθόμενος δὲ Ἴφικλος παρὰ τινῶν τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα Λάρκαν ἐφʼ ὕδωρ ἀπιόντα καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖαν ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ ἐκχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ ὁ μὲν ἐποίησε ταῦτα. ὁ δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δʼ ἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτʼ αὐτῶν εἶναι. καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ἐξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὐτῷ. συγκαταθεμένου δὲ Ἰφίκλου, Φάλανθος καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας, ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ Ἴφικλος διεκώλυε. προφέροντος τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι ὅ τι κατὰ γαστρὸς αἴρονται, ἀντισοφίζεται πλοῖα αὐτοῖς δοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δʼ οὐδέν. ἐν ἀπορίᾳ δʼ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον, ἐπισημαινόμενοι τοὺς τόπους ἵνʼ ὕστερον ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν οὕτως ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες. Πολύζηλος δὲ Φάκαν φησὶ καὶ τὴν θυγάτερα αὐτοῦ Δορκίαν εἰδέναι τὰ περὶ τῶν ἰχθύων καὶ τῶν κοράκων. τὴν δὲ ἐρασθεῖσαν Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου πεῖσαι τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.

ὅτι τοῖς τὴν Ἔφεσον κτίζουσιν ἀπορία τόπου πολλὰ περιπλανηθεῖσιν ἔχρησεν ὁ θεὸς ἐνταῦθα οἰκίζειν πόλιν ᾗ ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ἀφηγήσηται. ἐν γοῦν τῇ Ὑπελαίῳ λεγομένῃ κρήνῃ ἐν τῷ ἱερῷ λιμένι λέγεται ἁλιέας ἀριστοποιεῖσθαι καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν. καὶ ἁφθῆναι ὑπʼ αὐτοῦ λόχμην, ἐν ᾗ ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, ὃ δὴ καλεῖται Τρηχεῖα, καὶ πίπτει ἀκοντισθείς. κἀνταῦθα ἡ πόλις κτίζεται.

ὅτι παρὰ Ῥωμαίοις ὁ πάντα ἄριστος καὶ μουσικώτατος Ἀδριανὸς τύχης ἱερὸν ἱδρύσατο. τὴν γοῦν ἡμέραν ταύτην κατʼ ἐνιαυτὸν ἐπίσημον ἄγουσιν οἱ τὴν Ῥώμην πάντες οἰκοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. ἐκαλεῖτο δὲ ἡ ἑορτὴ πάλαι τὰ Παρίλια, ὕστερον δὲ Ῥωμαῖα.

ὅτι τὸ βαλλίζειν ἤτοι κωμάζειν ἢ χορεύειν ἤ τι τοιοῦτον καὶ τὸ ἐξ αὐτοῦ παραγόμενον ὁ βαλλισμός, παρὰ πολλοῖς τῶν ἀρχαίων εὕρηται, Ἐπίχαρμός τε γάρ φησι καὶ Σώφρων καὶ Ἄλεξις μέμνηται τῆς λέξεως· οἶδα δέ, φησί, καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω. ἀπώλεσας, φησί, τὸν οἶνον ἐπιχέας ὕδωρ. σαυτὸν ἀποφαίνεις κενότερον λεβηρίδος. τὰ πρὸ τοῦ δύʼ ἄνδρες ἔλεγον εἷς ἐγὼν ἀποχρέω. ὅτι τὰς λαμπρὰς θυσίας καὶ παρασκευὰς εἰλαπίνας ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς καὶ δαπάνης. λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν τάττεται, καὶ τὰ διαρπαζόμενα παρὰ τὴν λάφυξιν λάφυρα. εἰλαπίνη γοῦν ἀπὸ τοῦ λελαπάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίνεσθαι. ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ἀπὸ δὲ τοῦ λάπτειν λαπάρα. λαφύττειν δʼ ἐστὶ τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται καὶ τοῦτο δὲ τοῦ δαψιλῶς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι τίθεται. ἔρανοι δʼ εἰσὶν αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δὲ ὁ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ συνθιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος ἀπὸ τοῦ θεοῦ. καὶ γὰρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιοὺς φασί. εὐωχία δὲ οὐκ ἀπὸ τῆς ὀχῆς ἥ ἐστι τροφή, ἀλλʼ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν ἑαυτοὺς μεθιέντες τὸ μὲν ποτὸν ἐκάλουν μέθυ, τὸν δὲ τοῦτο δόντα θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἤιον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰή ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. φησὶ περὶ ἑταίρας Ἕφιππος· ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι χαυνοῦσα ὁμοίως.

ὅτι οἱ ἀρχαῖοι ἰδόντες ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ ταύταις εἰδότες εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ θεοῖς προθύσαντες ἀνθρωποειδεῖς τούτους ὑποστησάμενοι, οὕτω μεθῆκαν αὐτοὺς εἰς ἄνεσιν, ἵνʼ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετʼ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος οὖν φησιν· ἦλθεν δʼ Ἀθήνη ἱρῶν ἀντήσουσα. καί· Ζεῦς χθιζὸς ἔβη μετὰ δαῖτα. καὶ ἄλλα. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμος. ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέοντι κάρρονες. ὑπολαμβάνοντες οὖν θεοὺς παρεῖναι κοσμίως ἦγον τὰς ἑορτάς. ὅθεν οὐδὲ κατακλίνεσθαι τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ δαίνυνθʼ ἑζόμενοι, οὐδʼ εἰς μέθην πίνειν, ἀλλʼ ἐπεὶ ἔπιόν τʼ ἔσπεισάν θʼ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος. οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, πλήττουσι τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες· ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.

ὅτι ὀνομάζονται παρὰ τοῖς ἀρχαίοις ἐπιδόσιμά τινα δεῖπνα, ἃ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων, οἴδασι δʼ οἱ ἀρχαῖοι καὶ τὰ ἀπὸ σπυρίδος λεγόμενα δεῖπνα. εἰσὶ δὲ ταῦτα ὅταν τις αὐτὸς αὐτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον δὲ καὶ ἄλλοι τε καὶ Πλάτων φασὶ τὸ συμπόσιον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, καὶ συνάγειν τὸ μετʼ ἀλλήλων συμπίνειν καὶ συναγώγιον τὸ συμπόσιον ἴσως τὸ ἀπὸ συμβολῶν. τὴν δὲ εἰς τὰ συμπόσια συμβολὴν Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.

ὅτι φησί που ὁ φυσικὸς Ἐμπεδοκλῆς· ἤδη ποτʼ ἐγὼ γενόμην κούρη τε κόρος τε, θάμνος τʼ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς.