---
title: Fragments on Philosophical Doctrines
title_greek: Ἀποσπάσματα περὶ Δογμάτων Φιλοσοφικῶν
author: Ariston of Ceos
eul_wid: kpa-aa
eul_aid: kpa
canonical: "https://eulogikon.org/works/ariston-ceos-philosophical-doctrines-kpa-aa"
period: Hellenistic
dialect: "Attic (phi, frg)"
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Philosophical Doctrines

*Ἀποσπάσματα περὶ Δογμάτων Φιλοσοφικῶν*

**Author:** Ariston of Ceos

**eul_wid:** `kpa-aa` · [HTML page](https://eulogikon.org/works/ariston-ceos-philosophical-doctrines-kpa-aa)

## Text

### 9

Diogenes Laert. VII 163: βιβλία δ’ αὐτοῦ (sc. des Ariston von Chios) φέρεται τάδε· 1. Προτρεπτικῶν βʹ. 2. Περὶ τῶν Ζήνωνος δογμάτων. 3. Διάλογοι. 4. Σχολῶν ϛʹ. 5. Περὶ σοφίας διατριβῶν ζʹ. 6. Ἐρωτικαὶ διατριβαί. 7. Ὑπομνήματα ὑπὲρ κενοδοξίας. 8. Ὑπομνημάτων κεʹ. 9. Ἀπομνημονευμάτων γʹ. 10. Χρειῶν ιαʹ. 11. Πρὸς τοὺς ῥήτορας. 12. Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς. 13. Πρὸς τοὺς διαλεκτικούς γʹ. 14. Πρὸς Κλεάνθην. 15. Ἐπιστολῶν δʹ. Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δ’ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. Strabo X 486 (cf.

### 11

fr. 2a): Ἀρίστων ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. Philodemus Περὶ κακιῶν X col.

### 13,1

X: Ἀρίστων το[ί]νυν [γ]ε[γρ]αφὼς περὶ τοῦ κο[υ]φίζ[ειν ὑ]περηφανίας ἐπιτο[μὴν τὸ ἴ]διον μὲν ἔβλεπεν [τῶν] διὰ τύχην ὑπ[ε]ρηφ[ά]νων [μόν]ων—οὐ μόνο[ν] δ[ι]ὰ τ[ὰ ἀ]πὸ ταύτης ὑπερηφ[α]νού[ντω]ν, ἀλλὰ καὶ δι’ ἃ προείπαμεν ἡμεῖς καὶ δῆ[τα] καὶ δι’ αὐτὴν φιλοσοφί[αν] πολλῶν δοξάντων, ὡς [Ἡρ]ακλείτου καὶ Πυθαγόρου καὶ Ἐ[μ]πεδοκλέους καὶ Σωκ[ρ]άτους καὶ ποιητῶν ἐνίω[ν], οὓς ο[ἱ] παλαιοὶ τῶν κωμῳδογράφων ἐπεράπιζον—ἄλλ’ ὅμως, εἴ τινα πείσει, ? κ[α]θάπ[ερ] ? οὐκ ἂν ἀπεοικ〈ότ〉ως τινὰ πείσειεν περὶ ὧν ἐπετέμετο, κεφαλαιώσομαι τὰς δυνάμεις αὐτῶν. ἐάν ποτε συναισθάνηται μετεω[ρ]ιζό[μεν]ος, μεταρίπτειν τὴν δι[άνοια]ν ἐπὶ τὰς ἔμπροσθε [ταπ]εινώσεις ὑπὸ τῆς τύχης, εἴποτε γεγόνασιν .... ib.

### 13,2

col. XI: καὶ [ ... λα]μβάνειν πρ[ὸ] ὀφ[θαλ]μ[ῶν] τὸ τῆς [τ]ύ[χη]ς [ἑτ]ε[ροκλι]νὲς καὶ ὀξύσ[τρ]οφο[ν· κα]ὶ [ἐ]πὶ πάγου πο[ρε]υομένους τὸ Εὐ[ριπίδο]υ [λέ]γε[ι]ν, ὃ καὶ Διον[ύ]σ[ιος] οὐ κακῶ[ς] ἐπιφωνεῖν ἐκέλευέν τινα δὶς τῆ[ς] ἡμέρας· ὁρᾷς τυ[ρά]ννους δ[ιὰ μ]ακ[ρ]ῶν [η]ὐ[ξημ]ένους; [κ]αὶ μν[ημ]ονεύειν ἐναρ[γῶς], ὃ[ν] τ[ρό]πον α[ὐ]τὸς διετ[έθη] πρὸ[ς ὑ]περηφανήσαντα, . α ... να τοῦ παραδείγματο[ς ... ] εν . ωτερ ... αὐτὸς γρά ... · κ[α]θάπερ κα[ὶ] Δίων πρὸ[ς Πτο]ιόδωρον τὸν Μεγαρέα, [ὃς πολὺν χ]ρόνον ἐπὶ τῆς θύρ[ας περιμ]ένων πρὸς τ]ὸ[ν ἀ]κόλ[ουθ]ον· „ἦ που καὶ ἡμεῖς, εἶπ[ε]ν, ἐκεῖ πολλὰ το[ι]αῦτ’ ἐποιο[ῦμ]εν“. [κ]αὶ ὅταν ἐπὶ τὰς εὐκ[λ]ηρίας ἐφιστάνῃ, μὴ προσεπιρητορεύ[ειν] αὐταῖς πρὸς τὸ μεῖ[ζ]ον, [ἀλλ’] ἀπ[ο]σπᾶν ὅτι δύναται, κουφίζε[ιν] τῆς ἰσχνότητος πεφυκ[υίας?] .... ὡς καὶ Περικλῆς ταπε[ινου]μένους μὲν ἐξῆρεν Ἀ[θηναίους, μεγαλ]αυχουμέν[ους δὲ] σ[υνέ]στ[ειλ]ε καὶ μὴ δ ... πιν ... α τἀγαθὰ μέχρι ἂν ὑπερθαρρῶν παύσηται με ... ib.

### 13,3

col. XII: ... καὶ π[αραμετρεῖ]ν ἑαυτὸν μὴ [πρὸ]ς τ[οὺς] π[εν]εστέρους [ἀλλὰ πρ]ὸς τοὺς καθ’ ἕκαστον [εἶδο]ς ὑπερέχοντας, ἐπειδὴ [τὸ μ]ὲν ἐξαίρει, τὸ δὲ συστέλλ[ει], τοῦτο μὲν ἐπ’ ἀ[γρ]ῶν κ[τήσ]εως, τοῦτο δ’ ἐπ’ ἀρχῆς κ[αὶ βα]σιλε[ί]ας [π]όλεων καὶ ἐθνῶ[ν· παρυ]πομιμν[ήσ]κ[εσθαι δὲ] καὶ τοῦ συναντᾶν [εἰ]ωθότος φθόνου τοῖς ὑπερ[η]φανοῦσιν, [ὃς ὀ]φθαλμία τίς [ἐστι]ν ψυχῆς, ὥστε καθάπερ [τ]οὺς ὀφθαλμοὺς ἡ τῶν συν[α]ντώντων γεγ[α]νωμένη χλα[ν]ὶς ἐνοχλεῖ, κωφότερον δ’ ἤπερ ἐὰν παριὼν καὶ ἀναβαλλόμενος διατινάξῃ, παραπλησίως καὶ τὸν φθονερὸν λυπεῖ μὲν τἀλλότρια τῶν ἀγαθῶν, οὐχ οὕτω δ’ ὥσπερ ὅταν ο[ἷο]ν ἀναπτ[ε]ρυ[γίζ]οντά τινα καταμάθῃ δι’ αὐτ[ὰ κ]αὶ πρὸς ὕψος ἐξαιρόμ[εν]ον· τό[τ]ε δὲ προσφὺς ἔδακεν. ὅσαι [δ’] ἀπώλειαι διὰ φθόνον γίνονται, βλέπεται τοῖς ἅπασιν. —ἐννοεῖν δὲ καὶ τὴν ἐπιχαιρεκακίαν, ὅταν εἰς ἀτυχίαν μεταπέσῃ· λυπηρὰ γάρ, ἅτε συ[ν]επιτιθ[ε]μένων εὐλόγως τῷ τῆς τύχ[η]ς π〈τ〉αίσματι τῶν πολλῶν [κ]ατ’ ἐχθρῶν ὁμολογουμένων θε .... ib.

### 13,4

col. XIII: φιλω ε ελες ὄν, ὅτι τῆς πρότερον ὑπερηφανίας ἀν[ε]μίμνησκεν· διὸ καί φα[σ]ιν ἀχθόμενον αὐτὸν ἐπὶ τῷ σχεδὸν πάντας ἐπιχαίρειν πρὸς Ἀρχέλαον [ἀπ]ελθεῖν. —παρατιθέναι δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς μεγάλαις ὡς συνιστᾶσιν αὑτούς, ὅταν ἴσοι καὶ συνεσταλμένοι φαίνωνται κατὰ τὴν ὁμιλία[ν] καὶ καθάπερ ἐξ ἐναντίας ἱστάμενοι τῷ τῆς τύχης ὄγκῳ, τὸν Ἀλέξανδρον, ὃς ἐπὶ τὸν αὑτο[ῦ] θρόνον ἐκάθισεν τὸν ῥιγοῦντα Μακεδόνα πυρὸς παρακειμένου, καὶ Διονύσιον, ὃς πρὸς τὸν „οἰμώξῃ Διονύσιε“ φήσαντα „σὺ μὲν οὖν, [ἀπήν]τησεν, εἰ μὴ τὸ ἥμισυ τῆς [ὑπο]θήκης ἐπανοίσεισ“, καὶ [το]ὺς ἄλλους τοὺς ἀνθρ[ώποις πρᾴ]ως διὰ λόγων ἢ ἔργων ὁμιλήσαντας. καὶ πάλι τοὺς ἐναντίως δι’ ἓν ῥῆμα βαρὺ δυσχέρειαν ἐπισπασαμέ[ν]ους, ὡς Δημήτριον, ὅτε Μακε[δ]όνε[ς] ἀπο[λιπ]όντες αὐτὸν πρὸς Π[ύρρον μ]ετέστησαν. ἐννοεῖν δὲ καὶ διότι μικροπρεπὲς ἐμ[φ]αίνεται τὸν πεπεισμένον ἁδρὸν εἶναι τὸ πρὸς πάντας ὑπε[ρη]φανεύεσθαι· παρα[π]λήσ[ιον γ]άρ ἐστιν ἐκ παραδόξο[υ] τετ[υχό]τα τῆς εὐκληρίας ὁθεν[οῦν] με[γ]α[λο]ψυχ[ί]αν ὑποκρινόμενο[ν] σ[φ]όδρα δοκεῖν ἐπευφραίνεσθαι. ib.

### 13,5

col. XIV: ... μιμνήσκοντ[ες καὶ] λοιδοροῦντες. παρυπομιμνήσκειν δὲ καὶ [το]ῦ περὶ τὰς π[ράξ]εις ἁμαρτ[ω]λοῦ τῶν μόνων, ἐπιτευκτικοῦ δὲ τῶν συνεργουμένων ὑφ’ ἑνὸς καὶ πλειόνων. ὁ γὰρ ὑπερήφανος οὔτε συνπαραληπτικὸς ἑτέρων, ἅμα μὲν ὑπ’ οἰήσεως, ἅμα δὲ διὰ τὸ τοὺς ἄλλους ὑπερφρ[ο]νεῖν, ἄν τε παρακαλῇ, χαλεπὸς ὑπακούειν διά τε τὴν ἄλλην ἀηδίαν καὶ διὰ τὸ τὰς πράξεις ἐξιδ[ι]άζε[σθ]αι θέλειν, εἶτ’ ἀσυνέργητος ὤν· πολλοὺς δὲ τοὺς π[α]ρατηροῦ[ν]τας καὶ ὑποσκελίζοντας συνηρ[α]νικὼς κατὰ λόγον διαπίπτ[ει], κἄπειτα κουφίζεται τῆς ὑπερηφανίας, ἐπεὶ διὰ τῶν λόγων οὐ βούλεται, διὰ τῶν ἀποτεύξεων· διὸ κἀν τοῖς δικαστηρίοις καὶ τοῖς ἀγῶσιν ἐλαττοῦνται. Τιμοκρέων γοῦν [ὁ Ῥόδ]ιος ὑπερήφανος ὢν πρὸς [μὲ]ν τὸ[ν] ὅτ’ εἰσῄει πυνθανόμενον ποταπός ἐστιν· „τοῦ κήρυκο[ς], εἶπεν, ἀκούσει [μ]ικρὸν ὕσ[τερ]ον“. [δι]αδοθέντος δὲ τοῦ λε[χθ]έντος οὕτως ἀντέκοψε τοῖς θεωροῦσιν, ὥστε τὸν βραβε[υτὴν ἐν]τείνοντ’ αὐτ[ῶ]ι τὴν ῥάβδον ἄ[ιδ]ο[ντι] καστ[όρειον] μικροῦ κατα[πα]ῦσαι· διόπερ ἡττημ[έ]νος ὅτ’ ἐξῄει ταὐτοῦ· „ποτα[πό]σ“ ἐπερωτῶ[ν]τος· „Σερίφιοσ“ ἀπήν[τησεν]. λογίζεσθαι δὲ καὶ, διότι [τὴν] λαμπρὰν τύχην ἀποδ[εδυμ]έ[νος] καθαιρή[σει] φρόνημα καὶ [ἐ]ν ταπεινοτ[ά]τῃ περιστάσει φανεῖται ... ib.

### 13,6

col. XV: δο ... φων συντε ... οις [οὐ]δὲ δι’ ὧν προσήκει, ὁ δὲ καὶ ἐπὶ τοῖς μὴ π[ρὸς] ἡμᾶς ἀτιμάζει· καὶ νὴ Δί’ ὡς ἄδικον διὰ τοῦ ταπεινοῦν ἑτέρους ἑαυτὸν μετεωρίζειν, ἀλλὰ μὴ διὰ τῆς οἰκείας ὑπεροχῆς· διὸ καὶ Λύσανδρος Ἀγησιλάῳ καταστ[ή]σαντι κρεωδαίτην ἑαυτό[ν]: „ἠπίστασό γε σὺ τοὺς φίλους, εἶπεν, ἐλάττους ποιεῖν.“ καὶ πολλάκις ἑαυτὸν ἐπερωτᾶν· „τί με [τὸ] γαυριᾶν ποιοῦν καὶ ὑπερηφανεῖν; ὅτι κερμάτια κέκτημαι πλείονα; ἀλλ’ ὅτι ν[ομ]ίζ[ο]μαι τῶν εὐγενῶν ἤτοι στρ[α]τηγούντων καὶ τιμωμένω[ν] ἐνιαυσίᾳ περιβολῇ χλαμύδος;“ εὑρήσει γὰρ ταπεινὸν ἕκαστον καὶ τὴν ἐπ’ αὐτῷ καύχησιν ἀνάγωγον. καὶ διαιρεῖν μεγαλοψυχίαν ὑπερηφα[ν]ίας, ἀλλὰ μὴ συμφύρειν ὡς ἓν καὶ ταὐτόν· διαφ[έ]ρει γὰρ ὅσον καὶ [ἐ]πὶ τοῦ σώματος οἰδήσεως εὐεξία, καὶ ἔστιν τοῦ μὲν μεγαλοψ[ύ]χου τὸ καταφρονεῖν τῶν τυχη[ρ]ῶν ὑπερέχοντα τῷ τῆς ψυχῆς ὄγκῳ, τοῦ δ’ ὑπερηφάνου τὸ διὰ κουφότητα ταύτης ἐκπνευματούμενον ὑπὸ κτήσεως ὑπερορᾶν ἑτέρους. καὶ λογίζεσθαι διότι ζῷα μὲ[ν ο]ὐκ ἀτιμάζει τὰ τυχόντα σ[υντ]ρεφόμενος αὐ[τ]οῖς, οἷον ἵ[ππο]ις καὶ κ[υ]σὶν καὶ τοῖς ὁμοίοις, ἄνθρωπον δὲ τὸ τηλικούτῳ διαφέρον καὶ συμφυλότατον αὑτῷ, διότι κεκόσ[μηται]. ib.

### 13,7

col. XVI: ..... νται χρ[ονι]σθείσ[η]ς [ὑπ]ερηφανίας. καὶ φ[ο]βεῖ[σθαι] τ[ὴ]ν ὑπὸ πλειόνων [αὑ]τοῦ μειζόνων καθυπερηφ[α]νίαν δικαιό[τ]ατα γενησομένην, καὶ μ[ή]ποθ’ οὓς ὑπερορᾷ τις ἐ[πὶ τ]ού[του]ς αὐτὸν ἡ τύχη ποιήσῃ [καταφε]ύγειν, ὃ γέγονε πολλάκις ἤ[δ]η καὶ πόλεσι καὶ ἀνθρώποις, οὓς εἰ μὲν ὁμοίους εὑρίσκοι, περιορῷτ’ ἂν εὐλόγως, εἰ δὲ μετρίους, ὑπὸ τῆς ἐκείνων εὐγνωμοσύνης μᾶλλον ἁμαρτάνων ἐξελέγχοιτ’ ἄν. ἐννοε[ῖν] δ’ [ὅτι] καὶ εἰς μωρίαν ἐν[ί]οτε τὸ νόσημα περι[ί]στησιν [ἢ] μανίαν, εἰ μὴ τὰ Ξέρξου τῶν δυεῖν οὐκ ἔχεται ἢ θατέρου, τὸ ζευγνύει[ν τ]ὸν Ἑλλήσποντον καὶ καθιέναι πέδας εἰς τὴν θάλατταν καὶ τἆλλα ποιεῖν ἃ περὶ αὐτοῦ λέγουσιν· ἢ τὸ θεοὺς ἐξ ἀνθρώπων [ἑ]αυτοὺς γεγονέναι δοκεῖν καὶ τἆλλ’ ὅσα γίνεται περὶ τοὺς ἀνέδην ὑπερηφανοῦντας. τοσαῦτα μὲν οὖν ἱκανὰ καὶ περὶ τούτων ἐπειπεῖν. Philodemus Περὶ κακιῶν X col.

### 14,1

XVI 29: ὁ δ’ αὐθάδης λεγόμενος ἔοικε μὲν εἶναι μεικτὸς ἐξ οἰήσεως καὶ ὑπερηφανίας καὶ ὑπεροψίας, μετέχων δὲ καὶ πολλῆς εἰκαιότητος. τοιοῦτο[ς] γάρ ἐστιν, φησὶν ὁ Ἀρίστων, ο[ἷ]ος ἐν τῇ μάκρᾳ θερμ[ὸ]ν [ἢ ψυ]χρὸν αἰτεῖν μ[ὴ π]ροανακρ[ίν]ας τὸν συμβεβηκότ’, εἰ κακεί[νῳ συναρέσκει, καὶ ... ib.

### 14,2

col. XVII: ... παῖδα πριάμενος μηδὲ το[ὔνομ]α προσερωτῆσαι μήτ’ αὐ[τὸς] θέσθαι, καλεῖν δὲ παῖδα [καὶ] μηθὲν ἄλλο, καὶ τὸν συναλείψαντα μὴ ἀντισυναλείφειν· καὶ ξενισθεὶς μ[ὴ] ἀντιξενίσαι· καὶ θύραν ἀλλοτρίαν κό[π]των, ἐπερωτήσαντος τίς ἐστιν, μηδὲν ἀποκρίνεσθαι, μέχρι ἂν ἐξέλθῃ. καὶ ἀρ[ρ]ωστοῦντ’ αὐτὸν ἐπισκεπτομένου φίλου μὴ λέγειν πῶς ἔχ[ει], μηδ’ αὐτὸς ἐπι[σ]κεπτόμ[ενός] τινα τοιοῦτό τι προσεπ[ερ]ωτ[ῆσ]α[ι· κ]αὶ γρά[φ]ων ἐπιστολὴν τὸ χαίρειν μὴ προσγράψαι μηδ’ ἐρρῶσθαι τελευταῖον. ὁ δ’ αὐθέκαστος οὐ πάνυ μὲν εἰ[καῖ]ός ἐ[στ]ιν οὐδ’ ἄλογος [ὥ]σπερ ὁ [α]ὐθάδης, δι’ οἴησιν δὲ τοῦ μόνος φρονεῖν ἰδιογνωμονῶν καὶ πειθόμενος ἐν ἅπασιν κατορθώ[σ]ειν, ἁμαρτήσεσθαι δ’ ἂν ἑτέρου κρίσει προσχρήσηται, μετέχων δὲ καὶ ὑπερηφανίας· οἷος μηδενὶ προσαναθέμενος ἀποδημεῖν ἀγοράζειν πωλεῖν ἀρχὴν μετιέναι τἆλλα συντελεῖν· κἂν προσερωτήσῃ τις, [τί] μέλλει ποιεῖν, „οἶδ’ ἐγώ“ λέγειν. κἂν μέμφηταί τις, [ὑ]πομειδιῶν· „ἐμὲ σύ;“ καὶ παρακληθεὶς ἐπὶ συνεδρείαν βουλευομέν[ῳ] μὴ βούλεσθαι τὸ δοκοῦν εἰπεῖν, εἰ μὴ τοῦτο μέλ[λ]ει πράττειν· καὶ πάντ’ ἐν ὅσοις ἀποτέτευχε ... ib.

### 14,3

col. XVIII: ... πραττε ... τελεῖν καὶ [μὴ] ἐπι[τ]εθυμηκέναι γενέσθαι φάσκειν· καὶ μὴ δυσωπεῖσθαι τοὔνομα καλούμενος ὡς αὐθέκαστος, [ἀ]λλὰ καὶ ἔτι παιδάρια λέγειν [εἶ]ναι τοὺς ὡς παιδαγωγοῖς ἄ[λ]λοις προσανατιθεμένους· καὶ μόνος ἔχειν πώγωνα καὶ πολιάς· καὶ ζῆν δυνήσεσθαι γενόμενος ἐν ἐρημίᾳ. τούτου δ’ ἔτι χείρων ἐστὶν ὁ παντειδήμων, ἀναπεπεικὼς ἑαυτὸ[ν] ὅτι π[ά]ντα γινώσκε[ι], τὰ μὲν μαθὼ[ν] παρὰ τῶν μάλιστ’ ἐπ[ι]σταμένων, τὰ δ’ ἰδὼν ποιοῦντας μόνον, τὰ δ’ αὐτὸς ἐπινοήσας ἀφ’ [α]ὑτοῦ. κἄστι τοιοῦτος οὐ μ[ό]νον οἷον Ἱππίαν τὸν Ἠλεῖον [ἱ]στ[ο]ρεῖ Πλάτων, ὅσα περὶ τὸ [σῶμ’] εἶχεν αὑτῷ πεποιηκέναι λέγειν, ἀλλὰ καὶ κατασκ[ευάζε]ιν οἰκίαν καὶ πλοῖον δι’ αὑτοῦ καὶ χωρὶς ἀρχιτέκτονος· καὶ γράφειν συνθήκας ἑαυτῷ δεομένας ἐμπειρίας νομικῆς· καὶ δούλους ἰδίους ἰατ[ρε]ύ[ειν], μὴ μόνον ἑαυτόν, ἐπιχειρεῖν δὲ καὶ ἄλλους· καὶ φυτεύειν καὶ φορτίζεσθαι τὰ μάλισθ’ ὑπὸ τῶν τεχνικωτάτων κατορθούμενα· καὶ ναυαγῶν ἐν ἅπασι μ[ηδ’ οὕ]τω παύεσθαι τῆς ἀ[πο]πληξί[ας]. οἷος δὲ καὶ [τῶ]ν μαθημάτων ἀντιποιούμενο[ς πά]ντων [ἀσχ]ημονεῖν· καὶ το[ὺς κα]ταγελῶντας ἀπείρους λέγει[ν ib.

### 14,4

col. XIX: ... ο]ὐκ ἂν δι ... δων ἐπιτρέπειν. τῷ μὲν οὖν αὐθάδει τά τ’ ἐκ τῆς οἰήσεως καὶ τῆς ὑπε[ρ]ηφανίας καὶ ὑπεροψίας εἰ μὴ καὶ τῆς ἀλαζονείας δυσχερῆ παρακολουθεῖ, καὶ ἰδίως τὰ ἐκ τῆς εἰκαιότητος καὶ τὰ διὰ τῆς ὀργῆς τούτων οἷς οὕτω προσφέρεται, καὶ τὸ τυγχάνειν ὁμοίων ἢ μηδὲ βουλομένων εἰς ὁτιδήποτε κοινώνημα συνκαταβαίνειν, δυσχρηστεῖσθαι, καὶ τὸ περὶ μαινομένου πάντας φέρεσθαι καὶ καθαιρεῖν, διότι τὴν κακίαν ἔχειν αὐτὸν ὑπονοοῦσιν. τῷ δ’ αὐθεκάστῳ τά τε παρὰ τὰς ἀτοπίας ἐξ ὧν μέμεικται καὶ τὸ μόνον ἀφραίνειν, ὅτι μόνος οἴεται περὶ πάντων φρονεῖν· διὸ κἀν τοῖς πλείστοις ἀπο[τ]υγχάνειν καὶ ἐπιχαίρεσθαι μετὰ καταγέλωτος ὑπὸ πάντων κα[ὶ] μ[η]δὲ βοηθεῖσθαι· καὶ μηδὲ τῶν σοφῶν ἀναμαρτήτων εἶναι λεγόντων μηδ’ ἀπροσδέκτων συμβουλίας, τοῦτον ὑπὲρ αὐτοὺς νομίζοντα φρονεῖν ἐξ ἀνάγκης κακοδαιμονεῖν· ληρεῖν δὲ καὶ διότι τὴν κοινῶς σύνεσιν οἴεται περιπεποιῆσθαι τὰ τῶν ἰδίας ἐμπειρίας ἐχόντων, καὶ μεταμεμελῆσθ[α]ι πολλῶν ἐξ ἀνάγκης ἐνκυρεῖν, καὶ λοιδορίας καρποῦσθαι καὶ προσκ[ρούσεις ἑτέ]ρων ... ib.

### 14,5

col. XX: ... φάσθ[αι ... ἄν]θρωπ[ον ἄλλ]ων ἀνθρώπ[ων οὐκ ἔ]χειν χρείαν. ὁ δὲ παντειδ[ή]μων ἅμα τοῖς εἰρημένοις πᾶσι καὶ μαργιτομανής ἐστιν, εἰ καὶ τὸν ὄντως πολυμαθέστατον προσαγορευόμενον οἴεται πάντα δύνασθαι γινώσκειν καὶ ποιεῖν οὐχ οἷον ἑαυτόν, ὃς ἐνίοτε οὐδέν τι φωρᾶται κατέχων καὶ οὐ συνορῶν, ὅτι πολλὰ δεῖται τριβῆς, ἂν καὶ ἀπὸ τῆς αὐτῆς γίνηται μεθόδου καθάπερ τὰ τῆς ποιητικῆς μέρη, καὶ διότι περὶ τοὺς πολυμαθεῖς ὀσμαὶ μόνον εἰσὶ πολλῶν, οὐ κατοχαί, καὶ τἀποτεύγματα περίεστιν τῶν παιδευμάτων, οὐ τὰ κατορθώματα, καὶ πάνθ’ ὅσα τοῖς τοιούτοις συμβαίνειν ἀνελογιζόμεθα· καὶ διότι πολλὰ γινώσκειν, ὡς [Ἱππ]ία[ς] ἐκαυχᾶτο, καὶ τὸ παραπλήσιον πᾶν γένος ὀνείδη μᾶλλόν ἐστιν ἤπερ ἐγκώμια· καί—τί γὰρ δεῖ τἆλλα περὶ ληρούντων λέγειν; —ὡς ὅταν ἀτυχήσωσι, φωρῶνται καταφεύγοντες ἐπὶ τοὺς τυχόντας καὶ τῶν ἐ[λ]αχίστων ἐλάττους αὑτοὺς εἶναι προσομολογοῦσιν. ὁ μὲν οὖν ὑπερήφανος καὶ ὑπερόπτης ἐστίν, ὁ δ’ ὑπερό[π]της οὐ πάν[τ]ως καὶ ὑπε[ρ]ηφανεῖ καὶ ἅπα[ν]τα διὰ τὸ ... χηρ[ ... ἔ]στιν ὅτε τα ... εἶνα[ι]· πέφυκε δ’ οὐ ... ib.

### 14,6

col. XXI: ... [τὸν μὲν σεμνὸ]ν ἐπαινο[ῦντες] ὡς ἀξίαν ἔχοντα μετά τινος αὐστηρίας, τὸν δὲ σεμνοκόπον καὶ τότε καὶ νῦν πάντως ψέγοντες ὡς ἐπιφάσκοντα τὸν εἰρημένον καὶ προσποιούμενον εἶναι τοιοῦτον ἐν τοῖς ὄχλοις καὶ διὰ τῶν λόγων—ὃν σεμνομυθεῖν ἔλεγον—καὶ [τῶ]ι σχήματι τοῦ προσώπου καὶ τῶν ὀμμάτων καὶ περιβολῇ καὶ κινήσει καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις. καὶ βρενθύεσθαι δὲ καὶ βρενθυόμενον ὠνόμαζον καὶ ἔτι νῦν ὀνομάζουσιν—εἴτ’ ἀπὸ τοῦ παραδεδομένου θυμιάματος ἢ μύρου τῶν [θ]εῶν βρένθυος, ὡς καθ’ ἡμᾶς καὶ μίνθωνος ἀπὸ τῆς μίνθης εἴτ’ ἀφ’ ὁτουδήποτε—τὸν ἀπὸ τῆς εἰρημένης διαθέσεως κατεμβλέποντα πᾶσιν καὶ παρεμβλέποντα καὶ τῇ κεφαλῇ κατασείοντα καὶ κατασμικρίζοντα τοὺς ἀπαντῶντας ἢ τοὺς ὧν ἄν τις μνημονεύσῃ, κἂν ὦσι τῶν μεγάλων εἶναι δοκούντων, μετὰ διασυρμοῦ καὶ μόλις που βραχείας ἀποκρίσεως ὑπεροχὴν ἰδίαν ἐμφαινούσης, ἄλλου δ’ οὐδενὸς ἀριθμὸν ἐμποιούση[ς]· οἷον ὁ Ἀριστοφάνης (Nub. 362) ὅ[τ]ι βρενθύ[ει τ]’ ἐν [τ]αῖσιν ὁδοῖς καὶ τὠ[φ]θαλμὼ παραβάλλεις ἐκω[μῴ]δει. [ὁ] δ’ εἴρων ὡς ἐπὶ τὸ [πλ]εῖστον ἀλαζόνος εἶδος ... ib.

### 14,7

col. XXII: ... δ]ιανοεῖ ... ος [ ... ον, ἀλ]λὰ καὶ τἀναν[τί]α μᾶλλον, ὥστ’ ἐπαινεῖν ὃν ψέγε[ι, τ]απεινοῦν δὲ καὶ ψέγειν ἑαυτ[ό]ν τε καὶ τοὺς οἷός ἐστιν εἰωθ[έ]ναι πρὸς ὁνδήποτε χρόνον μετὰ παρεμφάσεως ὧν βούλεται· συνεπινοεῖται δ’ αὐτῷ κα[ὶ] δειν[ό]της ἐν τῷ [πλ]άσμα[τι] καὶ πιθανότης· ἔσ[τι]ν δὲ τ[οι]οῦτος οἷος τὰ πολ[λὰ] μωκᾶ[σ]θαι καὶ μορφάζειν καὶ μειδ[ι]ᾶν καὶ ὑπανίστασ[θ]αί τισιν ἐπιστᾶσιν ἄφνῳ μ[ε]τ’ ἀναπ[η]δήσεως καὶ ἀποκαλύψεω[ς]· καὶ μέχρι πολλ[οῦ συ]νὼν ἐ[ν]ίοις σιωπᾶν· κἂν ἐπαινῇ τις αὐτὸν ἢ κελεύη[ι] τι λέγει[ν] ἢ μνημονευθήσεσθαι φῶσι[ν] αὐτόν, ἐπιφωνεῖν· „ἐγὼ γὰρ οἶδα τί πλ[ήν γε] τούτου ὅτι [οὐ]δὲν οἶδα;“ καὶ „τίς γὰρ [ἡ]μῶν λ[ό]γος;“ καὶ „εἰ δή τις ἡμ[ῶ]ν ἔστα[ι μ]νεία“· καὶ πολὺς [εἶ]ναι τ[ῷ]· „μακάριοι τ[ῆ]ς φύσεως εἰ δ[ή] τινεσ“ ἢ „τῆς δυνάμεωσ“ ἢ „τ[ῆς] τύχησ“. καὶ μὴ ψιλῶς ὀνομάζειν, ἀλλὰ „Φαῖδρος ὁ καλόσ“, καὶ „Λυσίας ὁ σοφόσ“, καὶ ῥήματ’ ἀ[μ]φίβολα τιθέναι, „χρ[ηστόν]“ „ἡδύν“ „ἀφελῆ“ „γενναῖον“ „ἀν[δρεῖ]ον“· καὶ παρεπιδείκνυσθ[αι] μὲν ὡς σοφά, προσάπτειν [δ’ ἑτέροι]ς ὡς Ἀσπασίᾳ καὶ [Ἰσχομ]άχῳ Σωκράτη[ς]· καὶ πρὸ[ς το]ὺς ἐκ τῶν ἀρχαιρεσι[ῶν ἀ]πολυομένους· „ἐδοκιμ[άσθης] ... ib.

### 14,8

col. XXIII: ... θεων ... μοι· πάντα γὰρ δεινὸς σὺ κατεργάσασθαι“. κἂν συνέλθῃ, τὸν καταπληττόμενον ἐμφαίνειν τό τε εἶδος καὶ τὴν ἀξίαν καὶ τὸν λόγον ⟦ καὶ ⟧ πρὸς τοὺς συνκαθημένους θαυμάζοντα, καὶ προ[σ]καλούμενος εἰ[ς] κοινολογί[α]ν [φ]οβεῖσθαι καὶ τἀλάχιστα φάσκειν ἄπορα καταφαίνεσθ’ ἑαυτῷ, καὶ διαγελάσαντος· „ὀρθῶς μου καταφρονεῖς τηλικ[ο]ῦτος ὤν, καὶ γὰρ αὐτὸς ἐμαυτοῦ“· καὶ „νέος ὤφελον εἶναι καὶ μὴ γέ[ρω]ν, ἵν’ ἐμαυτὸν ὑπέταξά σοι“. κἂν τῶν συνπαρόντω[ν του ὁτ]ιδήποτ’ εἰ[πό]ντος ἐκδήλως, ἐκεῖνος εἴπῃ τοιοῦτον· „δ[ι]ὰ τί λέγεις;“ ἐπιφωνεῖν τὰ[ς χ]ε[ῖ]ρας ἀνατείνας· „ὡς [τ]αχὺ συνῆκας, ἀλλ’ ἀφυὴς ἐγὼ καὶ βραδὺς καὶ δυσαίσθητοσ“. καὶ προσέχειν μὲν διαλεγομένῳ καὶ ἐνχάσκειν, εἶθ’ ὑποκιναιδεῖν καὶ διανεύειν ἄλλοις, ποτὲ δ’ ἀνακαγχάζειν· οἷος δὲ καὶ πρὸς οὓς ἔτυχεν ὁμιλῶν „διασαφεῖτέ μοι τὰς ἐμὰς ἀγραμματίας καὶ τὰς ἄλ[λας] ἀστοχίας ὑμεῖς, ὦ φίλοι, καὶ [μὴ] περιορᾶτ’ ἀσχημονοῦν[τα]“. καὶ „οὐ διηγ[ήσεσθέ] μοι τὰς [τοῦ] δεῖνος εὐημερίας, ἵνα χαί[ρω], κἂν ἄρα δυνατὸς ὦ μιμῶμαι;“ καὶ τί δε[ῖ τ]ὰ πλείω λέγειν; [ἅπ]αν[τα γ]ὰρ τ[ὰ] Σωκρατικὰ μνημονεύμα[τ]α [συλ]λέ[γ]ων ... ib.

### 14,9

col. XXIV: ... [ὅμοιοι] δ’ εὐτε[λιστὴς ἢ ἐξευτελισ]τὴς καὶ οὐδενωτὴς ἢ ἐξουδενωτὴς κα[ὶ] ἐπὶ ταὐτὸ φέρονται, διαφέρ[ο]ντες ἀνέσει καὶ ἐπιτάσει [δι]αβολῆς τοῦ πλησίον· ὁ μὲν γὰρ ἐξευτελιστὴς ἀπόν[τ]ων τινὰ φαυλότερον δὴ δοκεῖν παρίστησιν, ὁ δ’ ἐξουδενωτὴς ἴσον τῷ μηδενί. λ[οι]πὸν ἔστιν μὲν ὅτε τοιοῦτοί τινές εἰσιν ὑπεροχὴν ἐμφαίνοντες ἰδίαν ἢ τῶν οὓς ἀποσεμνύνουσιν, ἔστιν δ’ ὅτε κατατρέχοντες μόνον ἐνίων, ὥστε τοὺς προτέρους καὶ ὑπερηφάνους εἶναι· διὸ καὶ δῆ[λον] ὅτι φησὶν ἐπακολουθε[ῖ]ν αὐτοῖς τὰ [δι’] ἐκείνην ἄτοπα καὶ περιττότερόν τ[ι] τῇ διαβλητικ[ῆ]ι καὶ βασκαντικῇ καὶ φθονητ[ι]κῇ. καὶ τὸν ὑπομνημα[τισ]μὸν δὲ τοῦτον αὐτοῦ καταπαύσομεν, ἐπισυνάψομεν δ’ αὐτῷ τὸν περὶ τῶν ἄλλων κακιῶν ὧν δοκιμάζομεν ποι[εῖ]σθαι λόγον. Philodemus περὶ κακιῶν fr.

### 15

1457 col. XI fr. 23 (Herculanensium voluminum quae supersunt collectio tertia ed. D. Bassi 1914 p. 17, cf. ib. p. 2ff): ἀρεσκευτ[ι]κός, κτλ. ὁ μέντοι φιλέπαινος ὑπ’ Ἀρίστωνος καλούμενος καὶ χαρακτηριζό[μ]ενο[ς] οὔτε συνήθης ἐστὶν οὔ[τε δι]αφέρων οὔθ’ ὅλω[ς .... ὑπαμαι .... Plutarchus De curiositate 516f: καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν.

### 16

ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας, οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος (Hesiod O.D. 519) ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. Athenaeus XIII 564a (cf.

### 17

Klearchos fr. 22): καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. Athenaeus XIII 563f: καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ Περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν, ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα· „τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ’ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν (K 401): ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.

### 18

“ Plutarchus Themistocles III: καίτοι δοκεῖ παντάπασιν ἡ πρὸς τοῦτον ἔχθρα (sc.

### 19

des Themistokles gegen Aristeides) μειρακιώδη λαβεῖν ἀρχήν. ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ καλοῦ Στησίλεω Κείου τὸ γένος ὄντος, ὡς Ἀρίστων ὁ φιλόσοφος ἱστόρηκεν. ἐκ δὲ τούτου διετέλουν καὶ περὶ τὰ δημόσια στασιάζοντες. Plutarchus Aristides II: Ἀρίστων δ’ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν (sc.

### 20

zwischen Themistokles und Aristeides). Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος ἰδέᾳ τε καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος, ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος, οὐδ’ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν φιλονεικίαν, ἀλλ’ ὥσπερ ἐγγυμνασαμένους ἐκείνῃ πρὸς τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι διαπύρους ὄντας καὶ διαφόρως ἔχοντας. Plutarchus Amatorius 766e: καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλουμέν〈ασ〉 ἡμᾶς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ Ὀλύμπιον ἐκεῖνο κάλλος αἷς ψυχὴ πτεροῦται, .

### 21

.. τί ... κωλύει γίνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίνεσθαι δ’ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυίαν, ὡς Ἀρίστων ἔλεγεν. Athenaeus XV 674b: Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ Περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης.

### 22

οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. Athenaeus II 38f: καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα.

### 23

διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς τ’ αὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. Athenaeus X 419c: Ἀρίστων δ’ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον.

### 25

Plutarchus Praecepta gerendae rei publ. X 804d: εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν, οὐ μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα, τὸ δὲ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθύς, ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης, ἐχούσης δὲ τόλμαν, ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον ὡς ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές (Ol. 6, 3): καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι· διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. Stobaeus Ecl.

### 26

IV 22, 16: ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευτέραν ὀψιγαμίου, τὴν τρίτην καὶ μεγίστην κακογαμίου. Diogenes Laert.

### 28

IX 5: Σοτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν (sc. Heraklit) ἀκηκοέναι. λέγειν τ’ Ἀρίστωνα ἐν τῷ περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δ’ ἄλλῃ νόσῳ. Diogenes Laert.

### 29

IX 11: τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι (sc. Heraklits) εἴποι, κομίσαντος Εὐριπίδου, καθά φησιν Ἀρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν (cf. fr. 30). Diogenes Laert.

### 30

II 22: φασὶ δ’ Εὐριπίδην αὐτῷ (sc. Socrates) δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι· „τί δοκεῖ;“ τὸν δὲ φάναι· „ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ.“ Diogenes Laert.

### 31

V 64 (cf. Straton fr. 10): καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ (sc. Stratons) διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. Diogenes Laert.

### 32

X 14: Ἀρίστων δέ φησιν ἐν τῷ Ἐπικούρου βίῳ τὸν Κανόνα γράψαι αὐτὸν (sc. Epikur) ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκοῦσαί φησιν αὐτόν, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμῳ. ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα, ἀφηγήσασθαι δὲ τῆς σχολῆς ἐτῶν ὄντα δύο πρὸς τοῖς τριάκοντα. Plutarch De audiendis poetis 14e: ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ’ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσι ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν.

### 33

οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις, ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι τὰ περὶ τῶν ψυχῶν δόγματα μεμειγμένα μυθολογίᾳ μεθ’ ἡδονῆς ἐνθουσιῶσι. Anonymous Florentinus De aquis mirabilibus 25 (Heinrich Öhler, Paradoxographi Florentini anonymi opusculum de aquis mirabilibus, Diss.

### 34a

Tübingen 1913): Ἀρίστων δὲ ὁ Περιπατητικὸς φιλόσοφος ἐν τῇ Κέῳ πηγὴν φησὶν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε· ἡδεῖα ψυχροῖο ποτοῦ λιβάς, ἣν ἀναβάλλει πηγή· ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών. Paradoxographus Vaticanus 34 (ed.

### 34c

E. Rohde in Actis societatis Philologae Lipsiensis I 1871 p. 39): Ἀρίστων δὲ ὁ Περιπατητικὸς ἐν τῇ Κέῳ πηγήν φησιν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πιόντας ἀναισθήτους γίνεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: kpa-aa`.
