Στράβων ἄνδρες δʼ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν Στωϊκῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ, ἔτι δʼ Ἀθηνόδωροι δύο …
Γαληνός τοῦ δὲ Διογένης ὁ Βαβυλώνιος ἀκροατὴς γεγονὼς Ἀντιπάτρου καθηγητὴς γέγονε. τούτου δὲ Ποσειδώνιος ἠκροᾶτο.
Πλούταρχος ὁ μὲν γὰρ Στωϊκὸς Ἀντίπατρος, ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν καλαμοβόας ἐπεκλήθη.
Νουμήνιος, Εὐσέβιος πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλως, ἐπεὶ καὶ οἷς ἐπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Ἀντίπατρος γοῦν ὁ κατʼ αὐτὸν γενόμενος ἔμελλε μὲν ἀγωνιᾶν τι γράφειν, πρὸς δʼ οὖν τοὺς ἀπὸ Καρνεάδου καθʼ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν οὐδὲ ἐφθέγξατο, οὐδʼ ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις, τὸν Καρνεάδην· ὅμως δὲ καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλοτιμίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους διʼ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων.
Λαέρτιος Διογένης μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι· δότε οὖν κἀμοί. τῶν δὲ εἰπόντων· τί; οἰνόμελι, εἰπεῖν.
Ἰωάννης ὁ Στοβαῖος Καρνεάδης Ἀντιπάτρου αὑτὸν ἐξαγαγόντος γέρων ὢν δύο κύλικας ἐκέρασε, τὴν μὲν κωνείου, τὴν δὲ οἰνομέλιτος. Καὶ τὴν τοῦ κωνείου τοῖς λοιποῖς Στωϊκοῖς εἰπὼν προπίνειν, τὴν τοῦ οἰνομέλιτος ἐξέπιε, διαπαίζων τὴν σπουδὴν τῶν ἑκουσίως ἐκλειπόντων τὸν βιόν.
Ἀρριανός εἰ Χρύσιππον ἀνέγνως ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα.
καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια, ὡς οὐδείς· τὴν λέξιν διαλύσω καθαρώτατα· προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν.
Ἀρριανός οὐδʼ ἐγγὺς ἐσόμεθα τοῦ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.
Φιλόδημος διακηκόει κ(αὶ) διάδο|χος ἐγ(έ)νετο (τῆ)ς Ἀντι|πάτρου σχολῆς· Δάρ|δανος Ἀνδρομάχο(υ Ἀ)|θη(ν)αῖος, καὶ οὗτ(ος) |..ναι.... σχολ(ὴν ...) |...έμενος̣· Ἀπολλ(όδω|ρος) Ἀθηναῖος· Δ ...
Φιλόδημος καὶ διὰ μεγάλην ἕξιν ἰδιοπραγεῖν δυνάμενος, οὐκ ἔκρινεν, ἀλλʼ ἀεὶ προεξάγειν Ἀντιπάτρῳ· καὶ τοῦτο ποιῶν μέχρι τέλους ἀμελέτητος ἐγένετο· χρόνῳ δὲ ὁ μὲν διὰ τὸ γῆρας οὐ σχολάζων … ατο … κ …
Πλούταρχος Διοφάνους τοῦ ῥήτορος καὶ Βλοσσίου τοῦ φιλοσόφου παρορμησάντων αὐτόν, ὧν ὁ μὲν—— ὁ δὲ αὐτόθεν ἐξ Ἰταλίας Κυμαῖος, Ἀντιπάτρου τοῦ Ταρσέως γεγονὼς ἐν ἄστει συνήθης καὶ τετιμημένος ὑπʼ αὐτοῦ προσφωνήσεσι γραμμάτων φιλοσόφων.
Ἀθήναιος Ἀντίπατρος δʼ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν.
Ἀθήναιος πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν.
Πλούταρχος Ἀντίπατρος δὲ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ὧν ἔτυχεν ἀγαθῶν ἀναλογιζόμενος οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας.
Πλούταρχος καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἴκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον καὶ σώζοντα τῇ μνήμῃ διὰ τέλους, ἦς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης καὶ σῶμα δʼ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημος——καὶ Διογένης καὶ Ἀντίπατρος—. πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης κριτήριον δὲ τῆς ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος——καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος.
Πλούταρχος καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ πόνος γέγονε περὶ τοῦ μήτε πράττειν μήτε ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας οἰκείας φαντασίας γενομένης εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκατατιθεμένους.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε—— —ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον· ὁ δὲ Ἀντίπατρος καὶ τὴν μεσότητα τίθησιν ἐν τοῖς περὶ λέξεως καὶ τῶν λεγομένων.
Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης ὅρος δέ ἐστιν, ὥς φησιν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ ὅρων λόγος κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος—— —
ὑπογραφὴ δέ ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὰ πράγματα ἢ λόγος ἁπλούστερον τὴν τοῦ ὅρου δύναμιν προενηνεγμένος.
Ἀλέξανδρος ὁ Ἀφροδισιεύς οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον, ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ κεφαλαιώδη, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν, οὐδὲν ἂν λέγοιεν τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως.
Ἀλέξανδρος ὁ Ἀφροδισιεύς οὓς γὰρ οἱ περὶ Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ συλλογισμοί, ἀλλʼ ἐνδεῶς ἐρωτῶνται, ὡς οἱ τοιοῦτοι «ἡμέρα ἐστί, φῶς ἄρα ἐστίν.» «ἀναπνεῖς, ζῇς ἄρα.»
Ἀλέξανδρος ὁ Ἀφροδισιεύς οὐ γάρ εἰσι συλλογισμοὶ οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων μονολήμματοι. οἱ δὲ λεγόμενοι μονολήμματοι δοκοῦσιν εἶναί ποτε συλλογισμοὶ τῷ τὴν ἑτέραν πρότασιν διὰ τὸ εἶναι γνώριμον τοὺς ἀκούοντας προστιθέναι. τὸ γὰρ «ἀναπνεῖς, ζῇς ἄρα» δοκεῖ συλλογισμὸς εἶναι, ὅτι παρʼ αὑτοῦ προστίθησιν ὁ ἀκούσας τὴν ἑτέραν πρότασιν οὖσαν γνώριμον, τὴν «πᾶς ὁ ἀναπνέων ζῇ.»
Σέξτος ὁ ἐμπειρικός εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἶναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου, ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει.
Σέξτος ὁ ἐμπειρικός Ἀντίπατρος γάρ, τῶν ἐν τῇ Στωϊκῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι.
Ἀρριανός γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δʼ ἐν τοῖς περὶ δυνατῶν, ἀλλὰ καὶ κατʼ ἰδίαν ἐν τοῖς περὶ τοῦ κυριεύοντος.
Ἀρριανός λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.
Γαληνός νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἤ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπʼ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι· καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν.
Λαέρτιος Διογένης σῶμα δέ ἐστι κατʼ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν Ἀντίπατρος ἐν δευτέρῳ περὶ οὐσίας.
Πλούταρχος Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ θεῶν γράφει ταῦτα κατὰ λέξιν «Πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα· θεὸν τοίνυν νοοῦμεν ζῶον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων.» εἶτα τούτων ἕκαστον ἀφηγούμενος, φησὶν οὕτω «καὶ μὴν ἀφθάρτθυς αὐτοὺς ἡγοῦνται πάντες.»
Πλούταρχος τούτοις ἔτι βούλομαι παραβαλεῖν μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· «ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν.»
Ἀέτιος Ἀντίπατρος ὁ Στωϊκὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην.
Μακρόβιος ἀπὸ τοῦ λευκαίνεσθαι πάντα φωτίζοντος ἡλίου.
Λαέρτιος Διογένης ἕνα τὸν κόσμον εἶναι καὶ τοῦτον πεπερασμένον, σχῆμα ἔχοντα σφαιροειδές· πρὸς γὰρ τὴν κίνησιν ἁρμοδιώτατον τὸ τοιοῦτον, καθά φησι Ποσειδώνιος——καὶ οἱ περὶ Ἀντίπατρον ἐν τοῖς περὶ κόσμου.
Λαέρτιος Διογένης οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος——. καὶ Ἀντίπατρος ἐν ἑβδόμῳ περὶ κόσμου ἀεροειδῆ φησιν αὐτοῦ τὴν οὐσίαν.
Λαέρτιος Διογένης περὶ δὴ οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς τοῦ κόσμου φησὶ Ζήνων—— —καὶ Ἀντίπατρος ἐν τῷ δεκάτῳ περὶ κόσμου.
Πλούταρχος ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος, οὐκ οἶδα πῶς παρῆλθε τὰς λύγγας καὶ τὰς χελιδόνας …
Λαέρτιος Διογένης Ζήνων δὲ ὁ Κιτιεὺς καὶ Ἀντίπατρος ἐν τοῖς περὶ ψυχῆς——πνεῦμα ἔνθερμον εἶναι τὴν ψυχήν· τούτῳ γὰρ ἡμᾶς εἶναι ἐμπνόους καὶ ὑπὸ τούτου κινεῖσθαι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα: οὕτως Ἀριστοτέλης καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φασι τῷ σώματι τὴν ψυχὴν καὶ συμμειοῦσθαι πάλιν.
τοῦτο ἐκίνησε τοὺς Στωϊκοὺς καὶ Ἀντίπατρον ἐν τῷ περὶ ψυχῆς δευτέρῳ λέγειν ὅτι συναύξεται τῷ σώματι ἡ ψυχὴ καὶ πάλιν συμμειοῦται.
Λαέρτιος Διογένης τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν καὶ οὕτω δʼ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον——καὶ Ἀντίπατρον …
Ἰωάννης ὁ Στοβαῖος πάντα δὲ τὰ κατὰ φύσιν ἀξίαν ἔχειν καὶ πάντα τὰ παρὰ φύσιν ἀπαξίαν. τὴν δὲ ἀξίαν λέγεσθαι τριχῶς, τήν τε δόσιν καὶ τιμὴν καθʼ αὑτὸ καὶ τὴν ἀμοιβὴν τοῦ δοκιμαστοῦ· καὶ τὴν τρίτην, ἣν ὁ Ἀντίπατρος ἐκλεκτικὴν προσαγορεύει, καθʼ ἣν διδόντων τῶν πραγμάτων τάδε τινὰ μᾶλλον ἀντὶ τῶνδε αἱρούμεθα, οἷον ὑγίειαν ἀντὶ νόσου καὶ ζωὴν ἀντὶ θανάτου καὶ πλοῦτον ἀντὶ πενίας. κατὰ τὸ ἀνάλογον δὲ καὶ τὴν ἀπαξίαν τριχῶς φασι λέγεσθαι, ἀντιτιθεμένων τῶν σημαινομένων τοῖς ἐπὶ τῆς πρώτης ἀξίας εἰρημένοις.
Κλήμης ὁ Ἀλεξανδρεύς Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκὸς τρία συγγραψάμενος βιβλία περὶ τοῦ «ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν», ἀποδείκνυσιν ὅτι καὶ κατʼ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν· καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς.
Ἰωάννης ὁ Στοβαῖος τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε «τὸ ὁμολογουμένως ζῆν»——οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον—— —Ἀντίπατρος δὲ «ζῆν ἐκλεγομένους μὲν τὰ κατὰ φύσιν, ἀπεκλεγομένους δὲ τὰ παρὰ φύσιν». πολλάκις δὲ καὶ οὕτως ἀπεδίδου «πᾶν τὸ καθʼ αὑτὸν ποιεῖν διηνεκῶς καὶ ἀπαραβάτως πρὸς τὸ τυγχάνειν τῶν προηγουμένων κατὰ φύσιν.»
Κλήμης ὁ Ἀλεξανδρεύς ὅ τε Ἀντίπατρος, ὁ τούτου γνώριμος, τὸ τέλος κεῖσθαι ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ φύσιν, ἀπεκλέγεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει.
Πλούταρχος οὐσίαν τἀγαθοῦ τίθενται τὴν εὐλόγιστον ἐκλογὴν τῶν κατὰ φύσιν· ἐκλογὴ δὲ οὐκ ἔστιν εὐλόγιστος ἡ μὴ πρός τι γενομένη τέλος. —τί οὖν τοῦτό ἐστιν; οὐδὲν ἄλλο, φασίν, ἢ τὸ εὐλογιστεῖν ἐν ταῖς τῶν κατὰ φύσιν ἐκλογαῖς. — —τὴν εὐλόγιστον ἐκλογὴν ἀγαθῶν ἔδει καὶ ὠφελίμων καὶ συνεργῶν πρὸς τὸ τέλος ἐκλογὴν εἶναι· τὸ γὰρ ἐκλέγεσθαι τὰ μήτε συμφέροντα μήτε τίμια μήτε ὅλως αἱρετά, πῶς εὐλόγιστόν ἐστιν; ἔστω γάρ, ὡς αὐτοὶ λέγουσιν, εὐλόγιστος ἐκλογὴ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐδαιμονεῖν. ὅρα τοίνυν ὡς εἰς πάγκαλόν τι καὶ σεμνὸν αὐτοῖς ὁ λόγος ἐξήκει κεφάλαιον. ἔστι γάρ, ὡς ἔοικε, τέλος κατʼ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν τῇ ἐκλογῇ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν. ——ἄλλην γὰρ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτε ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων. ἀλλὰ τοῦτο μέν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι, μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταλύεσθαι τὰς εὑρεσιλογίας.
Λαέρτιος Διογένης Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς ——τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον καὶ πλείονας οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον καὶ Ἀντίπατρον.
Ἰωάννης ὁ Στοβαῖος Ἀντιπάτρου ἐκ τοῦ περὶ γυναικὸς συμβιώσεως.
Πρῶτον μὲν χρὴ τὴν μνηστείαν μὴ εἰκῆ ποιήσασθαι ἀλλὰ πάνυ πεφροντισμένως, μηδʼ εἰς πλοῦτον μηδʼ εἰς ὀγκοῦσαν εὐγένειαν μηδὲ εἰς ἄλλην χάσμην μηδεμίαν ἀποβλέπειν, μηδὲ μὰ Δία εἰς κάλλος· καὶ γὰρ τοῦτο ὡς ἐπὶ πᾶν ὄγκον καὶ δεσποτικὸν ἦθος περιποιεῖ· ἀλλὰ πρῶτα μὲν τὸ τοῦ γονέως ἐξετάζειν ἦθος καὶ τρόπον, εἰ πολιτικὸς καὶ ἄφορτος καὶ εὐγνώμων, ἔτι δὲ σώφρων καὶ δίκαιος, ἐπὶ δὲ τούτοις ἀκενόσπουδος καὶ κατʼ ἴχνος καὶ τὰ ἄλλα ἃ περὶ τοῦ ποίους τινὰς φίλους κτᾶσθαι δεῖ παραγγέλλεται. ἔπειτα καὶ τὴν μητέρα, ᾗ ἡ γαμεῖσθαι μέλλουσα συντρέφεται καὶ τὸν ταύτης τρόπον κατὰ τὸ πλεῖστον ἀποπλάττεται. μετὰ ταῦτα εἰ ἀκολούθως τῷ ἑαυτῶν τρόπῳ ἤχασι τὴν θυγατέρα καὶ μὴ ἡττημένοι εἰσὶν καὶ ἀποκεκλικότες ἀπὸ τοῦ συμφέροντος διὰ τὴν ἄγαν φιλοστοργίαν· καὶ τοῦτο ποικίλως ἐξητακέναι καὶ διὰ δούλων καὶ διʼ ἐλευθέρων τῶν τε ἔνδοθεν καὶ τῶν ἔξωθεν καὶ διὰ γειτόνων καὶ τῶν ἄλλων εἰσιόντων εἴσω διὰ φίλων ἐπιπλοκὰς ἑστιατικὰς ἢ ἄλλως, μαγείρων ἢ δημιουργῶν ἢ ἀκεστριῶν ἢ τῶν ἄλλων τεχνιτῶν καὶ τεχνιτίδων. καὶ λίαν γὰρ προχειρότερον τοὺς τοιούτους εἰσάγουσιν καὶ ὑπὲρ τὴν ἀξίαν μεγάλα πράγματα καὶ πίστιν ἐγχειρίζουσιν.
Ἰωάννης ὁ Στοβαῖος Ἀντιπάτρου ἐκ τοῦ περὶ Γάμου.
Ὁ εὐγενὴς καὶ εὔψυχος νέος, ἔτι δʼ ἥμερος καὶ πολιτικός, θεωρῶν διότι τέλειος οἶκος καὶ βίος οὐκ ἄλλως δύναται γενέσθαι ἢ μετὰ γυναικὸς καὶ τέκνων· ἀτελὴς γὰρ οἰκία, ὥσπερ πόλις, οὐχ ἡ ἐκ γυναικῶν μόνον, ἀλλὰ καὶ ἡ ἐκ ψιλῶν ἀνδρῶν· ὃν τρόπον τε ποίμνη ἐπιγονὴν μὴ ἔχουσα οὐ καλὴ οὐδὲ βουκόλιον εὐθηνοῦν, πολὺ μᾶλλον οὐδὲ πόλις οὐδʼ οἰκία· ταῦτά τε δὴ κατανενοηκὼς ὁ εὐγενὴς καὶ ὡς φύσει πολιτικὸν γενόμενον συναύξειν τὴν πατρίδα δεῖ· — καὶ γὰρ οὐκ ἂν ἄλλως δύναιντο αἱ πόλεις σῴζεσθαι, εἰ μὴ οἱ βέλτιστοι ταῖς φύσεσι τῶν πολιτῶν τῶν γενναίων παῖδες, τῶν πατέρων καθαπερεὶ φύλλων καλοῦ δένδρου ἀπομαραινομένων καὶ ἀποῤῥεόντων, οὗτοι καθʼ ὥραν γαμοῖεν, καθαπερεί τινας γενναίους βλαστοὺς διαδόχους τῇ πατρίδι καταλιπόντες, καὶ θάλλειν αὐτὴν ἀεὶ ποιοῖεν καὶ τὴν ἀκμὴν ἀΐδιον φυλάττοιεν καὶ ὅσον ἐφʼ ἑαυτοῖς μηδέποτʼ εὐεπίθετον τοῖς ἐχθροῖς, στοχαζόμενοι τοῦ καὶ ζῶντες καὶ μεταλλάξαντες ἀμύνειν τῇ πατρίδι καὶ βοηθεῖν — τῶν ἀναγκαιοτάτων καὶ πρώτων καθηκόντων νομίζουσι τὸ συγκραθῆναι εἰς γάμον, πᾶν μὲν τὸ τῇ φύσει ἐπιβάλλον σπεύδοντες ἐπιτελεῖν, πολὺ δὲ μάλιστα τὸ εἰς τὴν τῆς πατρίδος σωτηρίαν καὶ αὔξησιν ἀνῆκον καὶ ἔτι μᾶλλον εἰς τὴν τῶν θεῶν τιμήν. εἰ γὰρ ἐκλείποι τὸ γένος, τίς τοῖς θεοῖς θύσει; λύκοι τινὲς ἢ «ταυροκτόνων γένος λεόντων.»
Συμβέβηκε δὲ καὶ τὸν μὴ πεῖραν ἐσχηκότα γαμετῆς γυναικὸς καὶ τέκνων ἄγευστον εἶναι τῆς ἀληθινωτάτης καὶ γνησίου εὐνοίας. αἱ μὲν γὰρ ἄλλαι φιλίαι ἢ φιλοστοργίαι ἐοίκασι ταῖς τῶν ὀσπρίων ἤ τινων ἄλλων παραπλησίων κατὰ τὰς παραθέσεις μίξεσιν, αἱ δʼ ἀνδρὸς καὶ γυναικὸς ταῖς διʼ ὅλων κράσεσιν, ὡς οἶνος ὕδατι καὶ τοῦτο ἐπιμένων μίσγεται διʼ ὅλων. οὐ γὰρ μόνον τῆς οὐσίας καὶ τῶν φιλτάτων πᾶσιν ἀνθρώποις τέκνων καὶ τῆς ψυχῆς, ἀλλὰ καὶ τῶν σωμάτων οὗτοι μόνοι κοινωνοῦσι. καὶ κατʼ ἄλλον δὲ τρόπον εἰκότως μεγίστη ἐστίν. αἱ μὲν γὰρ ἄλλαι κοινωνίαι καὶ ἑτέρας τινὰς ἀποστροφὰς ἔχουσι· «ταύτας δʼ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν» τὴν τοῦ ἀνδρός — προστίθεται γὰρ οὕτω ἡ οὖσα πατρὸς καὶ μητρὸς μὴ ἀγνώμονος — ἕνα τε τοῦτον σκοπὸν τοῦ βίου ποιεῖσθαι καὶ τέλος, τούτῳ ἀρέσκειν, αὐτῶν τῶν γονέων ἑκατέρων παραχωρούντων ἑκουσίως τὰ πρῶτα τῆς εὐνοίας ἀπονέμειν τὴν μὲν τῷ ἀνδρί, τὸν δὲ τῇ γυναικί. οὐκ ἀπείρως δὲ τῆς πρὸς γυναῖκα συμβιώσεως καὶ ὁ Εὐριπίδης εἰς ταῦτα ἀποβλέψας καὶ ἀποθέμενος τὴν ἐν τῷ γράφειν μισογυνίαν ταῦτʼ εἴρηκεν· γυνὴ γὰρ ἐν νόσοισι καὶ κακοῖς πόσει ἥδιστόν ἐστι, δώματʼ ἢν οἰκῇ καλῶς, ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας ψυχὴν μεθιστᾶσʼ· ἡδὺ κἀπάται φίλων. τυγχάνει δὲ καὶ ἡρωϊκὸν τὸ πρᾶγμα· νῦν δʼ ἐν ἐνίαις πόλεσιν ἅμα τῇ ἄλλῃ τῇ καθεστώσῃ ἐκλύσει καὶ ἀναρχίᾳ καὶ τῇ ἐπὶ τὸ καταφερὲς καὶ ῥᾴθυμον ἐπικλίσει καὶ τὸ γαμεῖν τῶν χαλεπωτάτων εἶναι δοκεῖ· τὸν δʼ ᾔθεον βίον, ἐξουσίαν διδόντα πρὸς ἀκολασίαν καὶ ποικίλων ἡδονῶν ἀπόλαυσιν ἀγεννῶν καὶ μικροχαρῶν, ἰσόθεον νομίζουσι, τὴν δὲ τῆς γυναικὸς εἴσοδον οἱονεί τινος φρουρᾶς εἰς πόλιν εἰσαγωγήν. ἔοικε μέντοι δύσκολος ἐνίοις ὁ μετὰ γυναικὸς φαίνεσθαι βίος διὰ τὸ μὴ δύνασθαι ἄρχειν ἀλλʼ ἡδονῆς δούλους εἶναι· καὶ τοὺς μὲν ὑπὸ τοῦ κάλλους τεθηρευμένους, τοὺς δʼ ὑπὸ τῆς προικός, τὰ μὲν ἐπʼ αὐτῇ ἑκουσίως καταχαρίζεσθαι τῇ γυναικὶ καὶ μὴ διδάσκειν περὶ οἰκονομίας μηθὲν μηδὲ περὶ αὐξήσεως οἴκου μηδὲ τίνος ἕνεκα συνεληλύθασι, μηδὲ περὶ θεῶν καὶ εὐσεβείας καὶ δεισιδαιμονίας καλὰς δόξας ἐμποιεῖν, μηδὲ τὸ τῆς τρυφῆς ὀλέθριον παριστάναι μηδὲ τὸ ἀχάριστον τῶν ἡδονῶν, μηδὲ ἐθίζειν ἀτενίζειν εἰς τὸ ἔμπροσθεν τοῦ βίου καὶ πᾶν τὸ μέλλον ὀρθῇ τῇ γνώμῃ ἐκλογίζεσθαι, μηδὲ αὖ τυφλῶς καὶ ἀσκέπτως εὔελπιν εἶναι, ὅτι ἐὰν ὁ ἀνὴρ βουληθῇ, δύναται πάντως γενέσθαι ὧν ἐπιθυμεῖ, καὶ μὴ πρὸς τῷ παρόντι μόνῳ γίγνεσθαι, ἀλλὰ καὶ αὐτὴν συνεπιβλέπειν τὸ πόθεν καὶ πῶς καὶ εἰ σωτηρίως καὶ εἰ συμφερόντως εἰς τὰ ὅλα. ἐπεὶ καὶ εἴ τις ταῦτα καὶ τὰ ἄλλα τὰ καλῶς τεθεωρημένα καὶ παραγγελλόμενα παρὰ τοῖς φιλοσόφοις δύναιτο πράττειν, ἓν ἂν τῶν ἡδίστων καὶ κουφότατον εἶναι βάρος γαμετὴ γυνὴ δόξειε. ὁμοιότατον γάρ ἐστιν ὡς εἴ τις μίαν ἔχων χεῖρα ἑτέραν ποθὲν προσλάβοι ἢ ἕνα πόδα ἔχων ἕτερον ἀλλαχόθεν κτήσαιτο. ὡς γὰρ οὗτος πολὺ ἂν ῥᾷον καὶ βαδίσαι οὗ θέλοι κἀπελάσαι καὶ προσαγάγοιτο, οὕτως ὁ γυναῖκα εἰσαγαγόμενος ῥᾷον ἀπολήψεται τὰς κατὰ τὸν βίον σωτηρίους καὶ συμφερούσας χρείας. ἀντὶ γοῦν δύο ὀφθαλμῶν χρῶνται τέσσαρσι καὶ ἀντὶ δύο χειρῶν ἑτέραις τοσαύταις, αἷς καὶ ἀθρόως πράττοι ἂν καὶ ῥᾷον τὸ τῶν χειρῶν ἔργον. διὸ κἂν εἰ αἱ ἕτεραι κάμνοιεν, ταῖς ἑτέραις αὖ θεραπεύοιτο καὶ τὸ σύνολον δύο γεγονὼς ἀνθʼ ἑνὸς μᾶλλον ἂν ἐν τῷ βίῳ κατορθοίη. διόπερ τὸν νομίζοντα τὴν εἴσοδον τῆς γυναικὸς καταβαρύνειν τὸν βίον καὶ δυσκίνητον ποιεῖν ὅμοιον οἶμαι πάσχειν, ὡς εἴ τις πλείονας πόδας κωλύοι προσλαβεῖν, ἵνʼ ἐὰν πολὺ δέῃ βαδίζειν μὴ ἐφελκώμεθα πολλούς, ἢ τῷ πλείονας χεῖρας κτωμένῳ μέμφοιτο· ὅταν γάρ τι δέῃ πράττειν ἐμποδίσεσθαι ὑπὸ τοῦ πλήθους αὐτῶν. κατὰ ταὐτὰ γὰρ καὶ εἴ τις προσλάβοι οἷον ἑαυτὸν ἕτερον — οὐθὲν γὰρ διοίσει εἴτε θῆλυ τοῦτό ἐστιν εἴτε ἄρρεν —, πολὺ ἐλαφρότερον καὶ εὐκοπώτερον πάντʼ ἂν πράξειεν τὰ ἔργα. φιλαγάθῳ δʼ ἀνδρὶ καὶ θέλοντι σχολὴν ἄγειν ἢ περὶ τοὺς λόγους ἢ τὰ πολιτικὰ ἔργα ἢ ἄμφω ταῦτα, καὶ τελείως τοῦτο ἀμετάθετόν ἐστιν. ὅσῳ γὰρ μᾶλλον αὐτὸς ἀπὸ τῆς οἰκονομίας ἀπέστραπται, τοσούτῳ μᾶλλον τὴν διαδεξομένην τὴν διοίκησιν παραληπτέον καὶ περὶ τὰ ἀναγκαῖα ἑαυτὸν ἀπερίσπαστον ποιητέον. οὐ κακῶς καὶ ὁ κωμικὸς ἐπιτέμνει τὸ σχολαστής ἐστι· δεῖ δʼ οἶμαι γαμεῖν τὸν ἐπιμελῆ καὶ δυνατὸν οἰκονομεῖν ὄχλον πλείω, ἐπιφωνήσας· τὸν ἀμελῆ μᾶλλον, ἐπιθυμοῦντα δὲ σχολῆς, ἵνʼ ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.
Ἀθήναιος καίτοι γε Ἀντίπατρος ὁ Ταρσεύς, ὁ ἀπὸ τῆς στοᾶς, ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις ἡ τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν· ὑπʼ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι.
Ἀθήναιος ἡμεῖς δὲ ἃ μετεγράψαμεν ὀνόματα πλακούντων, τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπʼ Ἀλκιβιάδου πεμφθέντος Σωκράτει Ξανθίππης καταγελασάσης ὁ Σωκράτης «οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου.» — τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς — ἐγὼ δέ, φιλοπλάκουντος ὤν, οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα.
Πλούταρχος Καὶ μὴν Ἀντίπατρος ἐν τῷ περὶ τῆς Κλεάνθους καὶ Χρυσίππου διαφορᾶς ἱστόρηκεν, ὅτι Ζήνων καὶ Κλεάνθης οὐκ ἠθέλησαν Ἀθηναῖοι γενέσθαι, μὴ δόξωσιν τὰς αὑτῶν πατρίδας ἀδικεῖν.
Φιλόδημος
διὰ τῶν κατὰ τὴν
πολιτείαν ἀπόρων καὶ ἀν …
… ων ὡς ἀρέσκοντα καταχωρίζει· καὶ Ἀντίπατρος ἐν τῶι
κατὰ τῶν αἱρέσεων τῆς τε τοῦ
Ζήνωνος μιμνήσκεται πολιτείας καὶ τῆς τοῦ Διογένους δό-
ξης ἣν κατεχώρισεν ἐν τῇ πολιτείᾳ, τῆς ἀπαθίας καταπληθυ-
νόμενος αὐτοῦ … αι ι …
τινες· ἀλλʼ οὐκ ἔστιν ἡ πολιτεία τοῦ Σινωπέως … ἀλλʼ ἑτέρου
τινός