ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ὌΓΔΟΟΝ.κεφ. αʹ.Περὶ χολέρας.
Ὅτι μὲν ἡ χολέρα τῶν ὀξυτάτων ἐστὶ παθῶν καὶ συγκοπὴν ἀξίαν ἐπιφέρουσα καὶ κατάλυσιν ἄμετρον τῆς δυνάμεως, ἅπασιν ὡμολόγηται. διὰ τοῦτο οὖν εἰκότως ἀκριβοῦς τε διαγνώσεως καὶ ταχίστης θεραπείας χρεία· ἀναβολὴ μὲν γὰρ ἐπὶ πάντων τῶν ὀξέων νοσημάτων κακὸν, ἐπὶ δὲ τοῦ πάθους τούτου ἡ τυχοῦσα τῆς θεραπείας ὑπέρθεσις οὐ βλάβην ἁπλῶς μόνην, ἀλλὰ καὶ παντελῆ φθορὰν ἐπιφέρει πολλάκις. χρὴ οὖν γινώσκειν, ὅτι χολέρα ἐστὶν ἡ ἄμετρος ἐκτάραξις ἡ διὰ γαστρὸς καὶ ἐμέτων γινομένη ἐπʼ ἀνατροπῇ καὶ κακώσει τοῦ στομάχου. μὴ ὑπολάβῃ δέ τις χολέραν καλεῖσθαι τὸ πάθος, ὅτι ὑπὸ χολῆς εἴωθε γίνεσθαι πάντως, ἀλλʼ ἐπειδὴ διὰ τῶν ἐντέρων ἐθεώρουν ἐκκρινομένην τὴν διὰ γαστρὸς προσφερομένην ὕλην· τὰ δʼ ἔντερα χολάδας ἐκάλουν οἱ παλαιοὶ, ὥς φησι καὶ Ὅμηρος λέγων· «κέχυντο χαμαὶ χολάδες»· τούτου χάριν καὶ τὸ πάθος χολέραν ἐκάλεσαν. γίνεται δὲ οὐ μόνον μιᾶς χάριν αἰτίας, ἀλλὰ πολλῶν ἕνεκα· καὶ γὰρ διὰ πλείονα τροφὴν προσενεχθεῖσαν καὶ τῷ μὴ δυνηθῆναι πεφθῆναι διαφθαρεῖσαν καὶ διὰ ποιότητα δὲ μοχθηρῶν χυμῶν ἢ ἐδεσμάτων ἢ πομάτων καὶ μάλιστα τῶν κακούντων τὸν στόμαχον, οἷός τέ ἐστιν ὁ πέπων καὶ τὰ λιπαρὰ καὶ γλυκέα καὶ ἐλαιώδη τῶν ἐδεσμάτων· γίνεται δὲ καὶ διὰ πλῆθος χολῆς ἄνω ἢ κάτω πρὸς ἔκκρισιν ἐρεθιζούσης τὴν φύσιν καὶ διά τινας ψυχούσας προσφορὰς, οἷον ἐπιθεμάτων τινῶν ψυχρῶν ἢ ὑδάτων κατάχρησιν, πιόντων ἢ νηξαμένων ἐπὶ πολύ. τούτων οὕτως ἐχόντων ἀναγκαῖόν ἐστι καὶ περὶ τῆς θεραπείας εἰπεῖν πρὸς ἑκάστην αἰτίαν τῶν τοιούτων ἁρμοζομένης. Θεραπεία τῶν διὰ πλῆθος σιτίων ἀπεπτησάντων καὶ ἐμπεπτωκότων εἰς τὸ τῆς χολέρας πάθος.
Εἰ μὲν οὖν ἐν ἀρχῇ φαίνοιτό σοι τὰ τῆς φθορᾶς καὶ μηδὲν ἀξιόλογον ὁ κάμνων ἐκκρίνων διὰ γαστρὸς ἢ διʼ ἐμέτων, ἀλλὰ ναυτιῶν τε καὶ σπαραττόμενος, σπουδάζειν δεῖ τηνικαῦτα παρασχεῖν αὐτοῖς, ὅσα μᾶλλον προτρέψαι τὸν ἔμετον ἐπὶ πλέον δύναται, οἷόν ἐστι τὸ μελίκρατον ἀμφότερα ποιεῖν δυνάμενον ἀλύπως, καὶ τὴν γαστέρα καὶ τὸν ἔμετον παρορμᾶν. εἰ δὲ μὴ ἔχοιεν ἡδέως τὸ μελίκρατον, εὔκρατον αὐτοῖς ἐπιδοτέον πλεῖον καὶ ἀναγκάζειν δεῖ αὐτοὺς ἐμεῖν ἢ τοὺς δακτύλους ἢ πτερὰ χηνῶν εἰς ὑδρέλαιον καθιέντας, ἕως ἂν τῶν διαφθαρέντων ἱκανὴ δόξῃ σοι γεγονέναι κένωσις. καὶ εἰ μὲν οὕτω σοι φανῇ, ὡς μηδὲν ἐπὶ πολὺ διαλιμπάνεσθαι περιττὸν ἐκ τῶν ἤδη φθασάντων ἐν τῇ γαστρὶ διαφθαρῆναι, ὑπνοῦν τούτοις ἐπιτρέπειν ἐστὶν ἀναγκαῖον ἡσυχίαν τε καὶ θάλψιν τῶν καθʼ ὑποχόνδρια μορίων. ἀσθενούντων οὖν τούτων γλυκὺ ἔλαιον θερμὸν ἐπιβαλλόμενον ὠφελήσει, εἴ γε χειμὼν εἴη, καὶ νάρδινον ἢ γλεύκινον ἢ Μαρκίατον. παυσαμένης δὲ τῆς κενώσεως μετὰ τὸν ὕπνον μηδὲ πυρετοῦ παρόντος ἐπὶ τὸ λουτρὸν ἄγειν σπουδάζειν αὐτοὺς ἀνατρέφειν τε αὐτοὺς κατʼ ὀλίγον φυλαττομένους ἀπεψίαν μόνον· εἰ γάρ τι μὴ συμβῇ γενέσθαι παρεμποδὼν, τάχιστα πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχονται, οἷα μηδὲ τοῦ στομάχου πεπονθότος, ἀλλὰ διὰ πλῆθος σιτίων φθορᾶς ἐπιγενομένης, ὅθεν οὐδὲ κυρίως ὀνομάζουσι τὸ τοιοῦτον εἶδος χολέραν. Θεραπεία τῆς διὰ κάκωσιν στομάχου συμβαινούσης χολέρας.
Εἰ δὲ μὴ διὰ πλῆθος σιτίων, ἀλλὰ διὰ κένωσιν ἢ διʼ ἀτονίαν γένοιτο τοῦ στομάχου προηγησαμένην, ἥτις καὶ κυρίως χολέρα καλεῖται κένωσις ἄμετρος οὖσα διὰ γαστρὸς καὶ ἐμέτων, ὡς εἰρήκαμεν, κακωθέντα καὶ ἀσθενῶς ἔχοντα τὸν στόμαχον τοῖς ῥωννύουσι καὶ ἀνακαλεῖσθαι δυναμένοις, εἰ δύνασαι, καταπεπωκότα προσανακτήσασθαι διά τε διαίτης καὶ φαρμακείας τοῦτο πράττοντα. εἴπωμεν οὖν πρότερον περὶ διαίτης, ἥτις τοῦτο ποιεῖν πέφυκε, καὶ οὕτω περὶ τῶν ἔξωθεν ἐπιτιθεμένων ἀλειμμάτων.
Περὶ διαίτης.
Ἄρτος μὲν οὖν ἐπιτήδειος τούτοις πρό γε πάντων εἰς οἶνον διδόμενος ἢ μυρτίτην ἢ ὀμφακόμελι ἢ Παλματιανὸν χωρὶς Σαρεφθίνου καὶ μάλιστʼ, εἰ μὴ πυρέττοι ὁ κάμνων, ἀλλὰ καὶ κατεψυγμένος εἶναί σοι φαίνοιτο καὶ ἀσθενὴς τὴν δύναμιν καὶ βεβρωκὼς πλείονας πέπονας· οὗτοι γὰρ ἔχοντες ἐπὶ πλέον τὸ κακοστόμαχον καὶ ἐμετικὸν ἀμέτρως βρωθέντες τὸ τῆς χολέρας ἐργάζονται πάθος. ὅτι δὲ τὸ ἐμετικὸν ἔχουσι καὶ κακοστόμαχον, ἔνεστι τῇ πείρᾳ τοῦτο γνῶναι· εἰ γὰρ ξηροῦ σπέρματος ἐπιδώσεις δύο γρ. πιεῖν τῷ γε χρείαν ἔχοντι ἐμέτου, θεάσῃ παρʼ αὐτὰ τὸν πεπωκότα ναυτιῶντα καὶ σπαραττόμενον καὶ εἰς ἔμετον εὐθὺς τρεπόμενον. εἰ δὲ πυρέττει μὲν ὁ κάμνων, ἀκμαστικὸς δὲ τὴν ἡλικίαν καὶ μήτʼ ἀπὸ ψυχρῶν, ἀλλὰ μᾶλλον ἀπὸ λιπαρῶν ἢ γλυκέων ἢ ἐλαιωδῶν ἀνατραπεὶς τὸν στόμαχον καὶ ἐρυγαὶ κνισσώδεις ἐπιγίνονται, οὐ δεῖ τὸν ἄρτον αὐτοῖς εἰς οἶνον παρέχειν, ἀλλʼ εἰς ὀμφακόμελι ἢ εἰς τὸ Κιβυρατικὸν ὑδρόμηλον ἢ εἰς ὀξύκρατον ἢ εἰς ὑδρορόσατον ἐπιτρέπειν τε ἐπιρροφεῖν κατʼ ὀλίγον ἐκ τούτων. εἰ δʼ ἐπιμένει τὰ τῶν ἐμέτων ἐπὶ πλέον γινόμενα, καὶ τὸ τοῦ ἡδυόσμου ζέμα δοτέον αὐτοῖς ὡς μέγιστον βοήθημα· καὶ γὰρ πρὸς τῷ ἔχειν εὐστόμαχον καὶ φυσικὴν ἐπιτηδειότητα πρὸς τὸ πάθος τοῦτο κέκτηται. εἰ δὲ κατεπείγει τὰ τῆς δυνάμεως καὶ τῶν ἄκρων καταψύξεις τε καὶ σπασμοὶ καὶ συστολὴ γένοιτο, καλόν ἐστι καὶ οἴνου προσπλέκειν τῷ ζέματι· πλέον γὰρ ἁπάντων ὀξέως τε καὶ ταχέως ἀνακαλεῖσθαι οἶνος οἶδε καταπεπτωκυῖαν δύναμιν. καὶ πολλοὺς εἶδον ἐκ μόνης τῆς τοῦ οἴνου πόσεως ὑπὲρ ἐλπίδα τὸν τοῦ θανάτου κίνδυνον ἐκφυγόντας.
Περὶ ἀλείμματος.
Χρὴ δὲ καὶ ἀνατρίβειν τὰ κατεψυγμένα μόρια ἰρίνῳ μύρῳ ἢ γλευκίνῳ ἢ ναρδίνῳ ἢ αἰγειρίνῳ ἢ σικυωνίῳ ἤ τινι τῶν ἐχόντων μάλιστα τὸ καστόριον καὶ τὸν ἐλάφειον μυελόν· ταῦτα γὰρ ἅπαντα τοῖς τε σπωμένοις καὶ καταψύχεσθαι κινδυνεύουσίν εἰσι πάνυ κατάλληλα. Περὶ ἐπιπλασμάτων.
Δεῖ δὲ καὶ ἐπιπλάσμασι κεχρῆσθαι. εἰσὶ μὲν οὖν ἐπιτήδεια καὶ μάλιστα πρὸς τοὺς μὴ κατέχοντας τὴν τροφὴν ὅ τε ἄρτος ὁ σιλιγνίτης εἰς οἶνον ἑψόμενος ἐμβαλλομένου ἐλαίου μηλίνου, ὁμοίως δὲ καὶ τὰ ἄλφιτα εἰς τὸν μυρτίτην οἶνον ἑψόμενα· εἰ δὲ μὴ παρῇ μυρτίτης, εἰς ἕνα τῶν εἰρημένων ἢ Παλματιανὸν ἢ Τύριον ἢ Σαρεφθῖνον. προαποζεννύσθω δὲ τὸ Ποντικὸν ἀψίνθιον καὶ ῥόδα καὶ μῆλα καὶ κυδώνια καὶ φοίνικες καὶ σχοινάνθια ξηρὰ καὶ οἰνάνθη, εἰ δὲ ἔχει ὁ καιρὸς, καὶ οἱ ἕλικες τῶν ἀμπέλων. εἶθʼ οὕτως ἑψείσθωσαν τὰ ἄλφιτα· ἐπιβαλλέσθω δὲ ἐν τῇ ἑψήσει καὶ μαστίχη καὶ μήλινον ἔλαιον· ταῦτα γάρ εἰσιν ἅπαντα ἐπιτήδεια καὶ ῥῶσαι καὶ μὴ συγχωρεῖν ἕτερον περιττὸν εἰς αὐτὴν ἐπιρρεῖν. Περὶ τῶν ἐπιθεμάτων.
Πολλὰ μέν εἰσιν εἰρημένα πρὸς τὰς τοιαύτας διαθέσεις· ὧν δὲ ἡμεῖς ἔχομεν πεῖραν, εἰσὶ ταῦτα. Ἐπίθεμα τὸ διʼ οἰνάνθης κάλλιστον.Οἰνάνθης . . . . . . . . δραχ. βʹ ὀμφακίου . . . . . . . . δραχ. δʹ στύρακος . . . . . . . . δραχ. δʹ ἀκακίας . . . . . . . . δραχ. ηʹ ῥόδων ξηρῶν . . . . . . . δραχ. ηʹ κηκῖδος ὀμφακίτιδος . . . . . δραχ. δʹ φοινίκων . . . . . . . . δραχ. ιϛʹ οἴνου αὐστηροῦ . . . . . . δραχ. ιϛʹ ἐλαίου μυρσινάτου . . . . . δραχ. ιϛʹ πίσσης . . . . . . . . δραχ. ιϛʹ. τοῦτο καὶ πρὸς τὰς ἡπατικὰς δυσεντερίας ἄριστον καὶ πρὸς τοὺς ἐμοῦντας καὶ τὴν τροφὴν μὴ δυναμένους κατέχειν. εἰ δὲ στρόφοι καὶ διατάσεις ἐπιγίνονται πολλῶν ἀθροισθέντων ἐν τῇ γαστρὶ πνευμάτων, εὔλογόν ἐστι καὶ σικύας ἐπιβάλλειν· αὗται γὰρ οὐ παραμυθοῦνται μόνον, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελοῦσι. συμβάλλονται δὲ καὶ τοῖς μὴ κατέχουσι τὴν τροφὴν εὐθὺς μετὰ τὸ τραφῆναι τὸν κάμνοντα τιθέμεναι κατὰ τοῦ στομάχου· βιαίως γὰρ ἀνθέλκουσαι κωλύουσιν ἐπιγίνεσθαι ἔμετον, ἔτι δὲ καὶ χρονίζουσαι καὶ πέττεσθαι ποιοῦσι καὶ τὴν γαστέρα δὲ πλέον φερομένην ἐπέχουσι. καλὸν δὲ θερμοτέραις κεχρῆσθαι ἐκτὸς κατασχασμοῦ. εἰ δὲ φλεγμονή τις εἴη χρονία καὶ σκιρρώδης περὶ τὰ ὑποχόνδρια γενομένη, τότε μετὰ κατασχασμοῦ κεχρῆσθαι οὐδὲν ἄτοπον. Περὶ τῶν διὰ χολῆς πλῆθος ὑπομεινάντων τὸ τῆς χολέρας πάθος.
Εἰ δὲ πλεονάσασα ἡ χολὴ καὶ φερομένη, ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, τὸ τῆς χολέρας ἐργάζοιτο πάθος, ἔσται σοι δῆλον ἔκ τε τοῦ δήξεως καὶ θερμότητος περί τε τὴν γαστέρα καὶ τὰ ὑποχόνδρια πολλῆς αἰσθάνεσθαι, εἶναι δὲ καὶ τὰ διὰ γαστρὸς φερόμενα καὶ διὰ τῶν ἐμέτων ἅπαντα χολώδη καὶ διψᾶν σφοδρῶς καὶ τὴν γλῶτταν ἔχειν τραχεῖαν. εἰ δὲ θέρος εἶναι τύχοι καὶ τὸν νοσοῦντα νέον τῇ θερμοτέρᾳ διαίτῃ πρῶτον χρησάμενον, πολὺ πλέον ἐκ τούτων ἡ διάγνωσις ἀληθεστέρα καὶ φανερὰ, ὡς διὰ τὸ πλεονάζειν τὸν χολώδη χυμὸν τεχθῆναι συνέβη τὸ προκείμενον πάθος. Θεραπεία.
Θεραπεύειν οὖν χρὴ πρὸς τὴν ποιοῦσαν αἰτίαν ἀποβλέποντα τοῖς ἐναντίοις ἀεὶ χρώμενον τοῖς ἐμψύχειν καὶ ὑγραίνειν δυναμένοις καὶ σιτίοις καὶ πόμασι καὶ ἐπιθέμασι τῆς αὐτῆς οὖσι δυνάμεως. πτισάνης τοίνυν χυλὸς ψυχρισθεὶς ἐπιτήδειός ἐστι τούτοις καὶ θριδακίνη ὡσαύτως ψυχρισθεῖσα καὶ προσλαβοῦσα ὄξους βραχέος, ὁμοίως δὲ καὶ ἴντυβον καὶ τρώξιμον καὶ ἄρτος ἐξ ὕδατος καὶ τῶν ὀστρακοδέρμων τὰ κτένια καὶ τὰ κηρύκια πλυθέντα πολλάκις καὶ βοῦλβα καὶ στέρνιον καὶ ἀστακὸς δίεφθος καὶ τῶν ἰχθύων οἱ σκληροὶ καὶ ὁ ἐξ αὐτῶν ἰσικὸς χηνῶν τε καὶ τῶν κατοικιδίων ὄρνεων αἱ κοιλίαι.
Περὶ ὀπωρῶν.
Καὶ τῶν ὀπωρῶν ἡ μὴ πάνυ πέπειρος καὶ μετρίαν ἔχουσα στῦψιν καὶ μάλιστα μῆλα καὶ ἄπιοι καὶ ῥοιαὶ καὶ κρεμαστὴ σταφυλή. Περὶ τραγημάτων.
Τῶν δὲ τραγημάτων τὰ κάστανα καὶ ἡ σταφίς. Περὶ πόματος.
Πόμα δὲ τούτοις ἁρμόζει πλέον ἁπάντων τὸ ψυχρὸν ὕδωρ πινόμενον μὴ ἀθρόως, ἀλλὰ κατὰ μικρὸν καὶ ἐν μέσῳ τροφῆς. εἰ δὲ καὶ ἐκ τῶν ὀχλησάντων ἐπὶ πολὺ συμπτωμάτων ἀσθενεστέραν συμβῇ γενέσθαι τὴν δύναμιν, οὐδὲν ἄτοπον καὶ ὑδρόμηλον καὶ ὀμφακόμελι τούτοις ἐπιδιδόναι ἢ βραχέος οἴνου ἢ Σαβίνου ἢ Κνιδίου. εἰ δὲ καὶ ἀγρυπνία πολλὴ παρενοχλοίη διὰ τὴν ἐκ τῆς κενώσεως συμβαίνουσαν ξηρότητα, δέον ἐστὶ καὶ τῆς διὰ κωδειῶν αὐτοῖς διδόναι τῆς διὰ τοῦ Κρητικοῦ σκευαζομένης, εἰς δʼ ὕπνον τρεπομένοις ἐπιμιγνύντας ὀλίγον ἐξ αὐτῆς τοῖς εἰρημένοις πόμασιν. Περὶ τῶν ἔξωθεν ἐπιτιθεμένων.
Ἐπιτιθέσθωσαν δὲ κατὰ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων ἀείζωόν τε καὶ θριδακίνη μετὰ ψιχῶν καὶ ῥοδίνου ἀναληφθέντα. καὶ κηρωτὴ δὲ καλῶς σκευασθεῖσα τὰ μέγιστʼ ὠφελεῖ. εἰ δὲ ὁ καιρὸς ἔχει, ἐπιμιγνύειν αὐτῇ χυλὸν ἐκ τῶν ἑλίκων τῶν ἀμπέλων ἢ ὄμφακος ἢ πολυγόνου· καλλίων γὰρ ἔσται καὶ ἰσχυροτέρα πρὸς ἅπερ βουλόμεθα· καὶ γὰρ ἐμψῦξαι καὶ τονῶσαι καὶ ἀποκροῦσαι τὸ συρρέον ἐν τῷ στομάχῳ ἐπισχεῖν τε τὴν κάτω γαστέρα καὶ εἰς εὐκρασίαν μεταβαλεῖν τὸ πᾶν καὶ τὴν ὄρεξιν ἐπεγεῖραι, ταῦτα πάντα καὶ ἄλλα πλείονα ποιῆσαι δύναται. οὕτω μὲν οὖν αὐτοὺς θεραπεύειν δεῖ, ἐφʼ ὧν οἵ τε ἔμετοι πλείονές τε καὶ συνεχέστεροι γίνονται καὶ ἡ γαστὴρ ἀμετρότερα ἐκκρίνουσα φαίνεται σπασμούς τε καὶ συγκοπὰς ἐπιφέρουσα, ὥστε κινδυνεύειν ἀπολέσθαι τὸν κάμνοντα τῆς τε διὰ τῶν ἐμέτων καὶ διὰ γαστρὸς ἐκκρίσεως ἀμετροτέρας γινομένης.
Περὶ τῆς ἀλύπως κινουμένης χολέρας.
Εἰ δὲ ὀργῶσα μὲν ἡ χολὴ φαίνοιτο καὶ ἐρεθίζουσα τὴν φύσιν, μηδὲν δʼ ἄξιον λόγου ὑποχωροίη μήτε διὰ τῆς κάτω γαστρὸς μήτε διὰ τῶν ἐμέτων, οὐδέν ἐστιν ἄτοπον τηνικαῦτα καὶ καθαρσίῳ κεχρῆσθαι τῷ δυναμένῳ καθαίρειν τὸν χολώδη χυμὸν, καὶ μάλιστʼ εἰ καὶ νέον εἶναι συμβῇ τὸν κάμνοντα καὶ εἰωθότα κατὰ τὸν ἔμπροσθεν χρόνον καθαίρεσθαι, νῦν δὲ παυσάμενος εἴη. μάλιστʼ οὖν τοῦτο ποιεῖν δύναται ἀλύπως ὁ τῆς σκαμμωνίας ὀπὸς εἰς φοῦσκαν ἐπιδιδόμενος μετʼ ὀλίγου πάνυ ἡδυόσμου ἢ ὑδροροσάτου ἢ ὑδρομέλιτος. εἰ δὲ καὶ δόξει ἀναπεπόσθαι ἐν τοῖς τῆς γαστρὸς χιτῶσι τὴν χολὴν, καὶ τὴν πικρὰν αὐτοῖς ἐπιδοτέον προσπλέκοντας αὐτῇ τὸ δακρύδιον, πρὸς τὴν δύναμιν ἀφορῶντας τοῦ κάμνοντος. τούτοις δεῖ κεχρῆσθαι πρὸς τὴν κάθαρσιν. κενώσεως δὲ οὖν γενομένης καὶ τοῦ ὅλου λοιπὸν ἀπερίττου ὄντος καὶ μηδενὸς ἐπιρρεῖν δυναμένου περὶ τὴν γαστέρα ταχέως αἵ τε ναυτίαι παύσονται καὶ ἡ προςφερομένη τροφὴ ἀδιάφθορος ἔσται τῆς κακοχυμίας ἤδη νικηθείσης καὶ ἐλάττονος γενομένης καὶ πρὸς τὸ πᾶν ἀναδοθήσεται σῶμα καὶ θρέψει χρηστῶς αὐτὸ, ὥστε τοῦ λοιποῦ ἄνοσόν τε καὶ ὑγιεινὸν φυλαχθῆναι τὸν κάμνοντα. εἰδέναι δὲ δεῖ, ὡς πλέον ἁπάντων τοῖς τὴν χολέραν ὑπομένουσιν ἡ διὰ τῶν χειρῶν τρῖψις συμβάλλεται ἥσυχος καὶ θερμὴ καὶ πραεῖα, προσέτι καὶ ἡ ἐπίδεσις τῶν ἄκρων. καὶ εἰ μὲν τὰ τῆς γαστρὸς κατεπείγει, πλείονες ἐπὶ τοὺς βραχίονας καὶ καρποὺς ἐπιβαλλέσθωσαν οἱ δεσμοί· εἰ δὲ τὰ τῶν ἐμέτων, οἵ τε μηροὶ καὶ τὰ σφυρὰ ἀποσφιγγέσθωσαν καὶ πρὸς βραχὺ λύοντα αὐτοὺς πάλιν ἐπιδεσμεῖν δεῖ. εἰ δὲ θεάσῃ ψυχομένους τοὺς πόδας ἢ σπωμένους, καὶ εἰς θερμὸν αὐτοὺς καὶ ὕδωρ ἐπιτρέπειν ἐμβαλεῖν καὶ καταντλεῖν, μέχρις οὗ θερμανθῇ τὰ μόρια καὶ σφόδρα ἐρυθρὰ γένηται. μετὰ δὲ τὴν προσάντλησιν καὶ ἐρίοις ἐπιβαλλέσθωσαν, ὡς μὴ ἀποψύχεσθαι. μᾶλλον δὲ ταῦτα ποιητέον ἐστὶ, ὅταν καὶ τὰ τῶν ἐμέτων κατεπείγῃ καὶ ἡ ὕλη πρὸς τὰ ἄνω ὁρμῶσα φαίνοιτο. ὥσπερ εἴπομεν, τοὺς βραχίονας σφοδρῶς δεῖ πάλιν ἐπιδεῖν καὶ καταντλεῖν, ἐὰν καὶ τὰ τῆς γαστρὸς κατεπείγῃ, ἵνα ἀεὶ πρὸς τὸ ἐναντίον ἀντισπῶμεν τὴν ὕλην. καὶ τὰ ἄλλα δεῖ πράττειν ἐπιμελῶς, ἅπερ εἴρηται, καὶ οὕτω μὲν οὐκ ἀποτεύξῃ τοῦ τὴν χολέραν θεραπεύειν· ὀξυτάτη γὰρ, εἰ τυγχάνει, ἀθρόως ἐπιφέρει κίνδυνον. κεφ. βʹ.Περὶ κωλικῆς διαθέσεως.
Δεινόν τι πάθος καὶ ὀδυνηρὸν ἡ κωλικὴ διάθεσις πρὸς τούτοις καὶ τὸ δυσδιάγνωστον ἔχουσα. καὶ τὸ μὲν ἐπιφέρειν τὰς ὀδύνας σφοδρὰς εἰκότως τῷ κώλῳ προσγίνεται διὰ τὸ πυκνὸν εἶναι καὶ παχὺ καὶ νευρῶδες τὸ κῶλον καὶ μηδὲν τῶν ἐκεῖ συρρεόντων εὐχερῶς διαφορεῖσθαι δυνατὸν καθάπερ ἐπὶ τῶν λεπτῶν ἐντέρων. τὸ δὲ δυσδιαγνωστικὸν ἔχει πάλιν ἐκ τοῦ καὶ ἄλλοις μορίοις τοιαῦτα συμπτώματα συμβαίνειν οἷα τοῖς τὸ κῶλον ἀλγοῦσιν. ὅπως οὖν μὴ πλανᾶσθαί τις μέλλων τυφλώττῃ περὶ τὴν θεραπείαν, ἀναγκαῖόν ἐστιν εἰδέναι καὶ διακρίνειν ἡμᾶς πρότερον, εἰ τὸ κῶλόν ἐστι τὸ πάσχον ἢ ἄλλο τι μόριον καὶ τίνες εἰσὶν ἐν αὐτῷ συμβαίνουσαι διαθέσεις καὶ ὅπως ἑκάστην αὐτῶν διάθεσιν κατʼ ἰδίαν δεῖ διαγινώσκειν· οὐδὲ γὰρ μία τίς ἐστιν ἐν αὐτῷ συνισταμένη διάθεσις, ἀλλὰ πολλαὶ καὶ ποικίλαι· καὶ γὰρ διὰ ψυχροὺς χυμοὺς καὶ χολώδεις ἤτοι φλέγματος περιουσίαν τικτομένου ἐν αὐτῷ ἢ ἑτέρωθεν ἐπιρρέοντος καὶ διὰ φλεγμονὴν καὶ διὰ ξηρὰν κόπρον ἰσχομένην καὶ πνευμάτων πλειόνων καὶ παχυτέρων ἔνστασιν καὶ διʼ ἄλλα μυρία, οὐ μόνον διὰ πρωτοπάθειαν τὸ τοιοῦτον γίνεται πάθος, ἀλλὰ καὶ κατὰ συμπάθειαν τῶν γειτνιώντων αὐτῷ μορίων καὶ γὰρ καὶ κύστεως φλεγμαινούσης καὶ νεφρῶν καὶ ἥπατος καὶ σπληνὸς καὶ διαφράγματος καὶ κοιλίας καὶ λαγόνος. ἀλλὰ τὰς μὲν κατὰ συμπάθειαν συμβαινούσας ἐπισχέσεις τῆς γαστρὸς καὶ τῶν ἐντέρων οὐδὲ κωλικὰς δεῖ καλεῖν διαθέσεις, περὶ ὧν ἐν τῷ περὶ εἰλεῶν, ὅπερ τινὲς καὶ χορδαψὸν εἰώθασι καλεῖν, ἐκεῖσε δειχθήσεται. νῦν γὰρ περὶ τῶν κατὰ πρωτοπάθειαν ἐν αὐτῷ μόνῳ συνισταμένων πρόκειται διαλαβεῖν. ἐπειδὴ δὲ τὰ συμβαίνοντα πάθη τοῖς τὸ κῶλον ἀλγοῦσι καὶ τοὺς νεφροὺς πολλὴν ἔχουσιν ὁμοιότητα, ὥστε πρὸς τὴν διάκρισιν αὐτῶν κάμνειν ἔσθʼ ὅτε καὶ τοὺς ἐπιστήμονας ἰατροὺς, ἔστιν ἀναγκαῖον περὶ τούτου διαλαβεῖν πρῶτον, ὅπως μὲν ἐοίκασιν ἀλλήλοις, κατὰ τί δὲ διαφέρονται, ὥστε διαγνωσθέντος ἑκατέρου πάθους μηδεμίαν περὶ τὴν θεραπείαν πλάνην ἡμᾶς ὑπομένειν. Πῶς διακρινοῦμεν τοὺς κωλικοὺς ἀπὸ τῶν νεφριτικῶν.
Πρῶτον μὲν αἱ ὀδύναι τοῖς κωλικοῖς συνεχέστεραι καὶ ἰσχυρότεραι τῶν νεφριτικῶν εἰσιν. ἔπειτα δὲ καὶ οἱ συμβαίνοντες ἔμετοι πλείονές εἰσι καὶ συνεχέστεροι καὶ φλεγματώδεις ἥτε γαστὴρ ἐπέχεται τούτοις πολὺ πλέον ἢ τοῖς νεφριτικοῖς, ὥστε μήτε φύσαν ὅλως διεξιέναι δύνασθαι· οὐ γὰρ μόνον ἐπὶ τῶν κωλικευομένων γίνεται ἡ ὀδύνη περὶ αὐτὸ τὸ κῶλον, ἀλλὰ περιλαμβάνει καὶ ἕτερα περικείμενα μέρη, ἔσθʼ ὅτε δὲ καὶ τὴν γαστέρα πᾶσαν, ὅπερ ἐπὶ τῶν νεφριτικῶν οὐ συμβαίνει· ἐρηρεισμένη γὰρ ἐν αὐτοῖς ἡ ὀδύνη οὐ μεταβαίνουσα τόπους ἄλλους καὶ ἄλλους ὁρᾶται, ὥστε σαφὴς καὶ ἐκ τούτων ἔστω σοι ἡ διαφορὰ πρὸς νεφριτικούς. λοιπὸν δὲ καὶ τὰ οὖρα παχύτερα μὲν ἐπὶ τῶν κωλικῶν, ἐπὶ δὲ τῶν νεφριτικῶν ὑδατώδη μὲν ἐν ταῖς ἀρχαῖς, προϊόντος δὲ τοῦ χρόνου ψαμμώδη, ὅπερ ἐπὶ τῶν κωλικῶν οὐ συμβαίνει. καὶ ἐπὶ μὲν τῶν κωλικῶν εὐθὺς μετὰ τὸ συμβῆναι τὴν γαστέρα ἐκκρίνεσθαι παραυτίκα καὶ ἡ ὀδύνη παύεται, ὅπερ ἐπὶ τῶν νεφριτικῶν οὐκ ἀκολουθεῖ, ἀλλὰ καὶ μετὰ τὴν ἔκκρισιν οὐδὲν ἧττον ἐπιμένουσα φαίνεται. καὶ αὕτη μὲν αὐτῶν ἡ διάκρισις. καὶ δεῖ προσέχοντας καὶ διεγνωκότας ἀκριβῶς οὕτως ἐπὶ τὴν θεραπείαν ἔρχεσθαι· τὸ γὰρ ὡς ἔτυχεν ἐπὶ τηλικούτων παθῶν κατατολμᾶν προσφέρειν βοηθήματα μεγίστων κακῶν, ἔσθʼ ὅτε καὶ θανάτων αἴτιον γίνεται. γνωριεῖς δὲ καὶ τὰς διαφόρως συμβαινούσας περὶ τὸ κῶλον διαθέσεις οὕτως. Περὶ κωλικῆς ὀδύνης διὰ ψυχρὸν χυμὸν γινομένης.
Ψυχροῦ τοίνυν τοῦ νοσήματος ὄντος ἢ φλέγματος ἐγκειμένου περὶ τὸ ἔντερον βάρους συναίσθησις ἐπιγίνεται περὶ αὐτὸ ἀπύρετοί τε διατελοῦσι τό τε κόπριον αὐτοῖς, ἐπειδὰν ἐκκριθῇ, βολβίτῳ παραπλήσιον ὁρᾶται, οὐχ ὑφιζάνον ἐν τῇ ἀμίδι, ἀλλʼ ὥσπερ ὑπὸ πνεύματος βασταζόμενον. καὶ οἱ πλεῖστοι δʼ αὐτῶν τὸν φλεγματώδη καὶ τὸν ὑαλώδη μᾶλλον ἐκκρίνουσι χυμόν. ταῦτα μέν εἰσιν αὐτῶν τὰ γνωρίσματα. λοιπὸν δὲ καὶ τὰ προηγησάμενα πρὸς τούτοις αἴτια βεβαιοτέραν παραστήσει σοι τὴν διάγνωσιν· ὡς ἐπίπαν γὰρ προηγεῖται αὐτῶν ψυχρῶν ἐδεσμάτων καὶ πομάτων συνεχὴς προσφορὰ καὶ λουτρῶν ἀκαίρων χρῆσις καὶ ἀργίαι καὶ πλησμοναί. αὕτη μὲν ἡ διάγνωσις τῶν ἐπὶ ψυχρᾷ δυσκρασίᾳ κωλικευομένων. λοιπὸν δὲ περὶ τῆς διαίτης αὐτῶν καὶ τῆς πάσης θεραπείας ἀναγκαῖον διαλαβεῖν. ἄρτος μὲν οὖν τούτοις ἐπιτηδειότατος ὁ σιλιγνίτης ἑψόμενος εἰς ζέμα ῥίζης σελίνου ἢ ἀνήθου ἢ κυμίνου ἢ ἀνίσου καὶ προσλαμβάνων ὀλίγον οἴνου τῶν λεπτομερῶν τινος· οἵ τε γὰρ γλυκεῖς ἅπαντες καὶ οἱ στρυφνοὶ πολὺ ἐναντιώτατοι καὶ βλαβερώτατοι αὐτοῖς εἰσιν. οἶδα δὲ εἰς κονδῖτον ἔχον πλεῖον τοῦ πεπέρεως ἐπιδοθῆναι τὸν ἄρτον κελεύσας καὶ τὰ μέγιστα ὠφελήσας. Περὶ λαχάνων.
Τῶν δὲ λαχάνων ἐσθίειν αὐτοὺς συμφέρει τῶν τε σελίνων καὶ τῶν πράσων ἑφθῶν τὰς κεφαλάς· καλὴ δέ ἐστιν ἐπὶ τούτων καὶ ἡ καυκαλὶς καὶ ὁ ἕλειος ἀσπάραγος καὶ τὰ σκόρδα πλείονα πάντων. ἴσασι δὲ τοῦτο πάντες ἐξ αὐτῆς μεμαθηκότες τῆς πείρας, ὅ τιπερ οὐ μικρὸν τὸ ἐξ αὐτῶν ὄφελός ἐστι, καὶ διὰ τοῦτο, ἐπειδὰν αἴσθωνταί τινος ὀδύνης οἱ πολλοὶ περὶ τὴν γαστέρα, μηδὲ ἐρωτῶντες ἰατροὺς εὐθὺς ταῦτα προσφέρονται καὶ μάλιστα οἱ γεωργοὶ ἀντὶ μεγίστου τινὸς φαρμάκου ταύτῃ κέχρηνται τῇ τροφῇ. Περὶ ὄρνεων.
Τῶν δὲ ὄρνεων ἡ περιστερὰ καὶ ἡ πέρδιξ ἥτε κατοικίδιος ὄρνις καὶ ἁπλῶς, ὅσα ἐστὶν ἀπέριττα καὶ μὴ λιπαρὰ, ταῦτα ἐσθίειν συμμέτρως ἀκόλουθόν ἐστιν. ἐχέτω δὲ καὶ τούτων ὁ ζωμὸς ἄνισον ἢ κύμινον βραχὺ ἢ πράσον ἢ σέλινον καθεψηθὲν ἢ πέπερι. Περὶ ἰχθύων.
Καὶ τῶν ἰχθύων οἱ πετραῖοι ἔχοντές τι καὶ αὐτοὶ τῶν ἀφύσων σπερμάτων. εἰ δὲ καὶ μετὰ σκόρδων ἡδέως ἔχοιεν προσφέρεσθαι, ἐπιτρεπτέον αὐτοῖς· ἔσται γὰρ οὕτως ἄφυσός τε καὶ μᾶλλον ἀβλαβὴς ἡ ἐξ αὐτῶν τροφή. Περὶ κρεῶν.
Τῶν δὲ κρεῶν, εἰ ἐνδέχεται, ἕως παντελοῦς θεραπείας ἀπεχέσθωσαν, ὁμοίως δὲ καὶ τῶν ὀσπρίων. τὴν μέντοι πτισάνην αὐτοὺς λαμβάνειν οὐδὲν ἄτοπον, ἐπειδάν τι συνεψηθῇ τῶν ἀφύσων σπερμάτων οἷον ῥίζης σελίνου ἢ κόμης πράσου ἢ γλήχωνος ἢ ὀριγάνου ἢ ἀνίσου ἢ πεπέρεως ἢ ἀμυγδάλων. οὕτω γὰρ ἑψομένη καὶ τὸ δύνασθαι ψύχειν ἀπόλλυσι καὶ τὸ ἄφυσον προςλαμβάνει καὶ τὸ ῥύπτειν καὶ λεπτύνειν ἐπὶ πλέον τὰ περιττώματα. Περὶ τραγημάτων.
Τῶν δὲ τραγημάτων ἁρμόζει τούτοις τὰ ἀμύγδαλα προσφέρειν καὶ μάλιστα τὸν χυλὸν αὐτῶν προσλαμβάνοντα ὀλίγου μέλιτος καὶ πεπέρεως· οὕτω γὰρ τὰ παχέα καὶ γλίσχρα τῶν περιττωμάτων ἔτι μᾶλλον λεπτύνειν δυνήσεται. Περὶ οἴνου.
Ὁ δὲ οἶνος ἔστω λευκὸς καὶ εὐανάδοτος, ἄστυφος καὶ διδόσθω μάλιστα, ἐφʼ ὧν καὶ πλῆθος πνευμάτων αἴτιον εἶναι τῆς σφοδρᾶς ὀδύνης ἐπινοήσομεν· ἐπὶ γὰρ τούτων, εἰ καὶ ἀκρατέστερον ἐπιδοίη τις αὐτὸν, ἐπὶ πλέον ὠφελεῖ. Περὶ προπομάτων.
Τῶν δὲ προπομάτων ἄριστόν ἐστι τὸ κονδῖτον καὶ τὸ ἀπιάτον ἢ ἀνισάτον ἢ λιβυστικάτον ἢ ἀψινθάτον ἢ κιτράτον ἢ μαστιχάτον· ἅπαντα γὰρ ταῦτα τοὺς ἀπὸ ψυχρῶν χυμῶν ὀδυνωμένους ἰᾶσθαι δύνανται. Περὶ λουτροῦ.
Λουτρὰ δὲ συνεχῆ τὰ διὰ τῶν γλυκέων ὑδάτων οὐδέν τι χρήσιμα τοῖς διὰ ψῦξιν ἢ παχεῖς χυμοὺς ὀδυνωμένοις· παραμυθοῦνται γὰρ μόνον ὑπὸ τῶν τοιούτων ὑδάτων, οὐ θεραπεύονται. ἐμάθομεν δὲ, ὡς ἡ δύναμις τῶν γλυκέων ὑδάτων ψύχουσάν τε καὶ ὑγραίνουσαν μᾶλλον ἔχει ποιότητα· διὸ καὶ τὸν ἀέρα πειρᾶσθαι θερμότερον παρασκευάζειν καὶ τὴν τοῦ θερμοῦ δεξαμενὴν καὶ τοὺς πάσχοντας ἀλείφειν τόπους θερμοτέροις ἀλείμμασιν ἢ ἀνηθίνῳ ἢ γλευκίνῳ ἢ Μαρκιάτῳ ἐπιπάσσειν τε καὶ νίτρον ἢ νᾶπυ καὶ ἀνατρίβειν ἠρέμα τὰ πεπονθότα καὶ τὸ ἄλλο σῶμα· εἰ δὲ καὶ ἡδέως ἔχοιεν, συγχωρεῖν αὐτοὺς πυριᾶν ἐν τοῖς διαπύροις μαρμάροις· ὠφελοῦνται γὰρ ἅμα καὶ παραμυθοῦνται τοῦτο ποιοῦντες. εἰ δὲ δύναιντο καὶ ἐν τοῖς αὐτοφυέσιν ὕδασι λούεσθαι, ἔτι μᾶλλον θεραπεύονται καὶ τελείως ὑγιαίνουσι καὶ μάλιστα, εἰ τύχοι εἶναι θειώδη καὶ ἀσφαλτώδη. καὶ πίνειν ἐπιτρεπτέον αὐτοῖς τῶν τοιούτων ὑδάτων· ἔχουσι γὰρ τὸ ῥύπτειν καὶ ἐκκαθαίρειν, εἴ τι γλίσχρον ἔν τε τῇ γαστρὶ καὶ τοῖς ἐντέροις εὑρεθῇ προσπεπλασμένον· ἀνασκευάζει τε πολλάκις καὶ ὅλην τὴν νόσον ἀποθεραπεύει εἰς τὸ παντελές. τοσαῦτα περὶ διαίτης εἰρήσθω καὶ οἶμαί γε ἀρκεῖν αὐτὰ πᾶσι τοῖς εὐφρονοῦσιν· εἰ γάρ τι καὶ παραλέλειπται παρʼ ἡμῶν, ἐκ τῶν εἰρημένων ἐπὶ τὰς παραπλησίους δυνάμεις μεταβαίνειν εὐχερῶς τις δυνήσεται.
Εἴπωμεν δὲ λοιπὸν καὶ ὅσα τῶν βοηθημάτων ἴσμεν ἐκ τῆς μακρᾶς πείρας ὠφελεῖν τε καὶ παρηγορεῖν δυνάμενα καὶ θεραπεύειν τελέως τὸ πάθος. πυρίαι μὲν οὖν μᾶλλον ἐπὶ τῶν ψυχροτέρων εἰσὶν ἐπιτηδειόταται διά τε ἁλῶν καὶ κέγχρων καὶ κριθῶν σκευαζόμεναι. ἐφʼ ὧν δὲ μὴ πάνυ διαφορῆσαι καὶ ξηρᾶναι χρῄζομεν, ἐπὶ τούτων εἰσὶ καὶ οἱ διὰ τῶν πιτύρων σάκκοι χρήσιμοι. χρὴ μέντοι ἐν τῷ ὕδατι, ἐν ᾧ μέλλουσιν ἕψεσθαι τὰ πίτυρα, προαποζεννύειν ἄνηθα πλείονα καὶ χαμαίμηλα καὶ ἀλθαίαν καὶ γλήχωνα καὶ δάφνης τόν τε καρπὸν καὶ τὰ φύλλα καὶ ἀρτεμισίαν καὶ σάμψυχον καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον εὑρίσκεται. χρὴ οὖν καὶ χαμαιμήλου ἢ ἀνήθου ἢ κυπρίνου ἐλαίου προσεμβάλλειν ἐν τῇ ἑψήσει. καὶ τούτοις αὐτοῖς δεῖ ὑπαλείφειν τοὺς ἀλγοῦντας τόπους· ἀγαθὸν γάρ ἐστιν. ὀνίνησι δὲ αὐτοὺς καὶ ἡ διὰ τοῦ πενταμύρου ἢ Μαρκιάτου ἀλοιφὴ τὰ μέγιστα καὶ ἔτι μᾶλλον τὸ καλούμενον πισσέλαιον, ᾧτινι καὶ οἱ παρʼ ἡμῖν ἄγροικοι χρῶνται καὶ μεγάλως ὠφελοῦνται. δεῖ δὲ μὴ μόνον τὸ ἦτρον καὶ τὰς ψόας ἀλείφειν, ἀλλὰ καὶ κροκύδα πληροῦντας διὰ τοῦ δακτυλίου παραπέμπειν. καὶ πολλοὺς θεραπεύεσθαι τῇ ἀγωγῇ ταύτῃ χρησαμένους οἶδα διὰ ταχέων οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας. οἶδα Ἀλεξανδρεῖς τῷ ῥαφανίνῳ ἐλαίῳ χρωμένους καὶ μεγάλως ὠφελουμένους. εἰδέναι δὲ χρὴ, ὡς, εἴγε μὴ λυθεῖεν ὑπὸ τῶν προσφερομένων πυριῶν αἱ ὀδύναι, οὐ δεῖ πλείονα χρόνον θερμαίνειν οὐδὲ σφοδροτέραις κεχρῆσθαι ταῖς πυρίαις· ξηραίνονται γὰρ ἐπὶ πλέον οἱ χυμοὶ καὶ κατάγλισχροι γίνονται καὶ φυσώδη τίκτουσι πνεύματα καὶ διατάσεις καὶ ὀδύνας σφοδροτέρας ἔτι μᾶλλον ἐργάζονται. ὅτι δὲ τὰ ἐπὶ πλέον θερμαινόμενα παχύνεται, δηλοῦσιν οἵ τε ἅλες καὶ νίτρα καὶ στυπτηρία καὶ ἄλλα πολλά. εἰ οὖν αἱ ὀδύναι μὴ λύονται διὰ τῶν θερμαινόντων, ἀλλὰ καὶ ἰσχυραὶ γίνονται, συμφέρει τηνικαῦτα φείδεσθαι μὲν τῶν σφοδροτέρων πυριῶν, κεχρῆσθαι δὲ τοῖς λεπτύνειν καὶ ὑποκαθαίρειν τὰ γλίσχρα καὶ παχέα τῶν περιττωμάτων δυναμένοις. εὐδοκιμοῦσι δὲ ἐπὶ τούτων, ὅσα διʼ εὐφορβίου σκευάζεται· καὶ γὰρ εἰ μή τι τῶν ὀξέως δυναμένων διικνεῖσθαι μίγνυται, κίνδυνος μὴ δυνηθείη τι δρᾶσαι τὸ διδόμενον. πολλὰ μὲν οὖν εἰσι τοῦτο ποιεῖν δυνάμενα, ἀλλʼ οὐδὲν οὕτως, ὡς τὰ ὑφʼ ἡμῶν ἐπὶ τούτων σκευαζόμενα συνήθως καταπότια. καὶ ἐπὶ εἰλεῷ οἶδα χρησάμενος καὶ εὐδοκιμήσας· ἔχει δὲ αὐτῶν ἡ γραφὴ οὕτως· ἀλόης, εὐφορβίου, κνιδοκόκκων τῆς σαρκὸς, σκαμμωνίας, ἀνὰ οὐγ. αʹ. ἐγὼ μὲν οὕτω χρησάμενος ἐπέτυχον. ἔστω δὲ αὐτῶν ἡ δόσις γρ. βʹ καὶ πλείω. τινὲς δὲ προσέθηκαν καὶ ἀγαρικοῦ καὶ οὕτως ἐπέδωκαν. ἔχει δὲ καὶ τούτων ἡ σύνθεσις οὕτως· ἀλόης . . . . . . . . οὐγ. 𐅶ʹʹ δακρυδίου . . . . . . . οὐγ. 𐅶ʹʹ ἀγαρικοῦ . . . . . . . γρ. δʹ κνιδοκόκκων τῆς σαρκὸς . . γρ. γʹ εὐφορβίου . . . . . . . γρ. ηʹ. ἀψινθίας χυλῷ ἀναλάμβανε. τούτοις καὶ τοῖς ὁμοίοις τούτων κεχρῆσθαι δεῖ καὶ ἐπὶ ψυχροτέρων κράσεων καὶ ἐφʼ ὧν φλέγμα πολὺ περιεχόμενον ἐν τοῖς ἐντέροις τήν τε ὀδύνην καὶ τὴν ἐποχὴν τῆς γαστρὸς ἐργάζεται. χρὴ δὲ μηδὲ ἐν ταῖς ἀρχαῖς σπουδάζειν αὐτοὺς καθαίρειν, ἀλλʼ ἐπειδὰν αἴσθῃ προλεπτυνθέντας καὶ διαλυθέντας τοὺς χυμοὺς καὶ μηδεμίαν ἔτι φλεγμονὴν οὖσαν ἐν τοῖς ἐντέροις· οὕτω γὰρ χρησάμενος οὐκ ἂν ἁμάρτοις οὐδὲ φοβηθείης τινὰ κίνδυνον ἐσόμενον ἤδη τῆς ὕλης πεφθείσης καὶ ἐπιτηδείως ἐχούσης πρὸς κένωσιν. ὅσοι γὰρ ἐτόλμησαν καθᾶραι ὠμῶν ὄντων τῶν χυμῶν ἢ φλεγμονῆς οὔσης ἐν τῷ κώλῳ ἢ δραστηρίοις χρήσασθαι, οὗτοι οὐ συνίσασιν αἴτιοι καὶ κινδύνων καὶ θανάτου τοῖς κάμνουσι γινόμενοι.
Περὶ ἐγκαθισμάτων.
Καὶ τὸ ἐγκαθίζεσθαι τούτους ἐν τῷ θερμῷ κάλλιστόν ἐστι βοήθημα· καὶ γὰρ παρηγορεῖ καὶ θεραπεύει τὰ πεπονθότα καὶ μάλιστα, ἐὰν συνεψηθῇ τῶν ἀφύσων τι σπερμάτων ἢ βοτανῶν, οἷον σελίνου, ἀνίσου, κυμίνου, ἀλθαίας, δάφνης φύλλων, πηγάνου, σαμψύχου, ἀρτεμισίας. οὕτω γὰρ εἰ παρασκευασθείη τὸ ὕδωρ, χρήσιμον ἔσται πρὸς ἅπαντα, εἴτε προσαντλεῖσθαι βούλοιντο ἐγκαθήμενοι εἰς τὴν σκάφην εἴτε ἐμβιβάζεσθαι εἰς τὰς καλουμένας τιτίδας δύναιντο. Περὶ ἐπιθεμάτων.
Μετὰ δὲ τὰς πυρίας καὶ διαβροχὰς καὶ ἀλείμματα ὠφελεῖ τούτους λοιπὸν καὶ ἡ τῶν ἐπιθεμάτων χρῆσις, ἐξ ὧν ἐστι καὶ τὸ διὰ μελιλώτων καὶ τὸ διὰ σπερμάτων καὶ τὸ διὰ σαμψύχου καὶ ἐπὶ πλέον τούτων τὸ Πολυάρχιον καλούμενον. χρὴ δὲ τούτῳ ἐπὶ τῶν θερμοτέρων τὴν κρᾶσιν μὴ ἀκράτῳ, ἀλλὰ μᾶλλον ἀνειμένῳ κεχρῆσθαι τῷ βοηθήματι καὶ κηρωτῆς ὀλίγον ἐχούσης καὶ χαμαιμήλου μιγνύντας αὐτῇ· οὕτω γὰρ ἀνεκτῶς τὸ δριμύττειν καὶ προσηνέστερον καὶ εὐκρατότερον ἔσται καὶ κατὰ πᾶν χρησιμώτερον εὑρεθήσεται πολλῷ τὸ φάρμακον. Περὶ ἐνεμάτων.
Καὶ τοῖς ἐνέμασιν, εἰ ἐπιμένει τὰ τῆς ὀδύνης, ἀνάγκη κεχρῆσθαι μετρίας μὲν οὔσης τοῖς ἁπλουστέροις, ἰσχυροτέρας δὲ τοῖς ἔτι μᾶλλον παρηγορεῖν καὶ ἀπολεπτύνειν τὸν ἐγκείμενον χυμὸν δυναμένοις. ἁπλούστερον μὲν οὖν ἐστι τὸ ἔλαιον αὐτὸ καθʼ αὑτὸ θερμαινόμενον καὶ προσλαμβάνον δέ τι τῶν ἀφύσων σπερμάτων καὶ στεάτων χηνείων προσηνέστερον ἔσται· δεῖ δὲ αὐτὸ σκευάζειν οὕτω· λαβὼν ἔλαιον λεπτομερὲς ἕψησον ἐν αὐτῷ τῶν ἀφύσων τινὰ σπέρματα, οἷον ἀνίσου, σελίνου, κυμίνου ἢ μαράθρου καὶ τῶν ὁμοίων τούτοις· εἶτα διηθήσας τὸ ἔλαιον διʼ ὀθόνης τῆξον ἐν αὐτῷ στέαρ χήνειον ἄναλον. εἰ δὲ μὴ παρείη, οὐδὲν ἄτοπον καὶ ὄρνιθος μίξαντα οὕτως αὐτῷ κεχρῆσθαι τῷ ἐνέματι. κινείσθω δὲ τὸ ἔλαιον μετὰ πηγάνου κλωνίων, οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον. εἰ δὲ ἐπιμένῃ ἡ ὀδύνη, προσφέρειν καὶ ἰσχυρότερον βοήθημα, ἐξ ὧν ἐστι καὶ τὸ διὰ τῶν χυλῶν βοτανῶν συγκείμενον. ἔχει δὲ οὕτω· τήλεως, μελιλώτου, ἀνήθου, ἀλθαίας, λινοσπέρμου, κριθῶν ὠπτημένων, χαμαιμήλου ξηροῦ, γλήχωνος, ἀνὰ λιτρ. αʹ. ἐμβαλὼν τὰς βοτάνας εἰς χύτραν καινὴν ἢ εἰς κάκαβον βάλλε ὕδατος ξεστ. ιβʹ καὶ ἐάσας ἡμέρας ιεʹ ἐμβρέχεσθαι. οὕτως ἑψηθῆναι ποίησον αὐτὰ, εἶτα διηθήσας τοὺς χυλοὺς καὶ ῥίψας τὰς βοτάνας βάλλε τοῦ χυλοῦ λιτρ. βʹ, στέατος χηνείου, μυελοῦ ἐλαφείου, στύρακος, μανδραγόρου χυλοῦ, βουτύρου, τερεβινθίνης, ἀνὰ οὐγγ. ϛʹ, λιβάνου ἄρρενος, ὑοσκυάμου σπέρματος, ἀλόης, κυκλαμίνου χυλοῦ, ἀνὰ οὐγ. αʹ. σκεύαζε κατὰ τρόπον καὶ ἔχε. ἐπὶ δὲ τῆς χρήσεως ἐν ἐλαίῳ ἀνηθίνῳ βαλὼν ἐκ τοῦ βοηθήματος κοχλιάρια βʹ ἢ γʹ ἔνιε· εἴτε γὰρ φλεγμονή τις εἴη εἴτε χυμὸς οἱοσδήποτε, ἀφελεῖ καὶ ὑπεξάγει τοῦτον καὶ τὰς ὀδύνας ἐκκόπτει. Ἄλλο σφόδρα γενναῖον.Ἀλόης . . . . . . . . οὐγγ. δʹ καστορίου . . . . . . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . . . οὐγ. αʹ κυκλαμίνου χυλοῦ προσφάτου . οὐγ. 𐅶ʹʹ ὀπίου . . . . . . . . οὐγ. 𐅶ʹʹ σκεύαζε κατὰ τρόπον. ἐπὶ δὲ τῆς χρήσεως ἔνιε μετὰ ἐλαίου ἀνηθίνου καὶ στέατος χηνείου ὀλίγου. ἰσχυρόν ἐστι τὸ βοήθημα· καὶ μὴ καταφρονήσῃς διὰ τὸ εὐτελὲς τῶν εἰδῶν. Ἄλλο πρὸς τοὺς ὑαλώδεις καὶ ψυχροὺς χυμοὺς ἄριστα ποιεῖν δυνάμενον.Τερεβινθίνης . . . . . . . . . . . οὐγγ. ϛʹ τῆς διὰ χυλοῦ . . . . . . . . . . οὐγγ. ϛʹ βουτύρου . . . . . . . . . . . . οὐγγ. ϛʹ καστορίου . . . . . . . . . . . . οὐγγ. ϛʹ πλατυκυμίνου . . . . . . . . . . . οὐγγ. ϛʹ τοῦ βασιλικοῦ . . . . . . . . . . . οὐγγ. βʹ ἐν ἄλλῳ . . . . . . . . . . οὐγγ. ϛʹ δαφνόκοκκα . . . . . . . . . . . ρʹ σκόρδων σκελίδας τριβείσας καὶ λειωθείσας γʹ πηγάνου χειροπληθὲς δέσμιον . . . . . . αʹ ἐλαίου κυπρίνου . . . . . . . . . . λιτρ. εʹ. τὰ μὲν εἴδη ταῦτα· ἡ δὲ σκευασία ἔχει τοῦτον τὸν τρόπον. βάλλε εἰς τὴν κάκαβον τὸ κύπρινον ἔλαιον καὶ τὸ σάβινον καὶ προσπλέξας αὐτοῖς ξεστ. αʹ οἴνου εἰς τοῦτο ἀπόβρεχε τὸ καστόριον καὶ τὸ πλατυκύμινον καὶ τὰ δαφνόκοκκα καὶ τὰ σκόρδα καὶ τὸ πήγανον ἄχρι τριῶν ἡμερῶν καὶ μετὰ ταῦτα ἕψησον μαλακῷ πυρὶ, ἕως ἂν ἀναλωθῇ ὁ οἶνος, καὶ ἐξελὼν ἀπὸ τοῦ πυρὸς διήθησον τὸ ἔλαιον· εἶτα λαβὼν τὴν τερεβινθίνην καὶ τὸ βασιλικὸν καὶ τὸ βούτυρον καὶ τὴν διὰ χυλοῦ καὶ ἠρέμα θερμάνας, ἕως οὗ μιγῶσιν, ἀπόθου ἐν βυκίῳ καὶ χρῶ λαμβάνων ἐξ αὐτοῦ κοχλιάρια βʹ ἢ γʹ καὶ στέατος βραχύ. θαυμαστόν ἐστι βοήθημα· παύει γὰρ τὰς σφοδρὰς ὀδύνας καὶ παρηγορεῖ μετὰ τοῦ μηδὲν ἔχειν ναρκωτικόν. Ἄλλο κάλλιον ἔνεμα καθαῖρον τοὺς παχεῖς καὶ γλίσχρους χυμούς.
Ἀριστολοχίας κεκομμένης, ἁλῶν πεφρυγμένων καὶ λελειωμένων, μυούρου βοτάνης καὶ αὐτῆς κεκομμένης, ἐλαίου τηλίνου, ἐλαίου πηγανίνου, ἐλαίου ἀνηθίνου. εἰς τὸ ἔλαιον ἔμβαλε πρὸς ἓν κοχλιάριον τῶν βοτανῶν καὶ τῶν ἁλῶν κοχλιάριον ἕν· τοῦτο πάνυ λύει φλέγμα καὶ οὐ μόνον κωλικοὺς, ἀλλὰ καὶ ἰσχιαδικοὺς ὠφελεῖ γενναίως. Ἄλλο ποιοῦν καὶ ἐπὶ εἰλεῶν.
Λαβὼν νίτρου Ἀλεξανδρινοῦ ὅσον οὐγ. 𐅶ʹʹ ἢ καὶ πλέον πρόσμιξον ἔλαιον καὶ ὕδωρ θερμὸν καὶ πάντα ἀναμίξας ὅσον κοτύλης πλῆθος ἔνιε καὶ θαυμάσεις, ὅπως ἐκκρίνεσθαι παρασκευάζει, ὅσον εὕρῃς, εἴτε κόπρον σκληρὰν εἴτε γλίσχρον καὶ παχὺν χυμὸν φλεγματώδη περιεχόμενον. ἐγὼ καὶ ἐπὶ τῶν ὑπὸ εἰλεοῦ κατεχομένων ἐχρησάμην αὐτῷ καὶ ἐπέτυχον, ὥστε θαυμάσαι πάντας τὸ ἁπλοῦν καὶ τὸ δραστικὸν τοῦ βοηθήματος.
Ἄλλο ποιοῦν λίαν καλῶς.
Στύρακος, καστορίου, σμύρνης, ὀπίου, ἀνὰ οὐγ. αʹ. τὰ πάντα μίξας ἐπὶ τῆς χρείας λαβὼν ὅσον κυάμου Αἰγυπτίου τὸ μέγεθος ἔνιε μετὰ πηγανίνου ἐλαίου καὶ ὀλίγων στεάτων. τοῦτο καὶ ὕπνον ἐμποιεῖ καὶ τὰς σφοδρὰς ὀδύνας, εἴπερ τι ἄλλο, παρηγορεῖν δύναται καὶ πλείστην αὐτοῦ πεῖραν εἴληφα. Περὶ τῶν διὰ στόματος διδομένων καὶ τοῖς διὰ ψυχρὸν καὶ φλεγματώδη χυμὸν ὀδυνωμένοις.
Ἐπειδὴ δὲ πολλοὶ τὴν γαστέρα θεραπεύεσθαι οὐκ ἀνέχονται τὰ μὲν δεδοικότες, ἔσθʼ ὅτε δὲ καὶ ὑπὸ πολλῆς ἀνίας ἐρυθριῶντες, ἀναγκαῖόν ἐστιν ἐπὶ τούτων ἐπιδιδόναι αὐτοῖς πίνειν, ὅσα πρὸς τὰς κωλικὰς ὀδύνας ποιεῖν πεπίστευται. πολλὰ μὲν οὖν ἅπασιν εἴρηται τοῖς παλαιοῖς· ὧν δὲ καὶ ἡμεῖς ἔσχομεν πεῖραν ἄριστα ποιεῖν δυναμένων, τούτων ἁπάντων ἐκθήσομεν τὰς γραφὰς τὴν ἀρχὴν ἀπὸ τῶν ἁπλουστέρων καὶ πρὸς μετρίας ὀδύνας ποιεῖν δυναμένων τὴν ἀναγραφὴν ποιούμενοι. Ἁπλοῦν βοήθημα πεπειραμένον.
Πράσιον βοτάνην ἀποζέσας δίδου μετὰ οἰνομέλιτος πίνειν· ἢ δαφνίδας λελειωμένας θʹ ἢ ιδʹ καὶ λεπίσας καλῶς δίδου πιεῖν μετʼ οἴνου κυάθους τρεῖς. δεδοκίμασται. Ἄλλο ποιοῦν καὶ ἐπὶ νεφριτικῶν.
Λαβὼν φύλλα τῆς ῥάμνου χύλισον καὶ εἰς μίαν κρᾶσιν τοῦ χυλοῦ ἀναμίγνυε κόκκους πεπέρεως ζʹ ἢ θʹ καὶ μέλιτος ὅσον κοτ. βʹ καὶ χλιάνας δὸς πιεῖν τῷ κάμνοντι ἐν τῇ ἐμβάσει τοῦ λουτροῦ καὶ θαυμάσεις, ὅπως μετὰ βραχὺν χρόνον ὁ πάσχων ἀνώδυνος γίνεται. τοῦτο καὶ πρὸς νεφριτικοὺς ποιεῖ ἔχοντας ἔμφραξιν ἢ λίθον ἢ παχύτερον χυμόν. πολίου τὸ ζέμα δίδου μετʼ οἴνου πιεῖν· ὁμοίως καὶ ὑσσώπου καὶ δικτάμνου καλῶς ποιεῖ καὶ πετροσελίνου καὶ ἀνίσου. Ἄλλο σφόδρα γενναῖον.
Ὀριγάνου γρ. αʹ δίδου ἐμβαλὼν εἰς μίαν κρᾶσιν Ἀσκαλωνίτου ἢ ἄλλου λεπτοῦ οἴνου. πεπείραται τὸ βοήθημα πολλοὺς ἐκ μεγάλων ὀδυνῶν ῥυσάμενον.
Ἄλλο καὶ αὐτὸ λίαν καλόν.
Καστορίου μέρη βʹ, ὀριγάνου μέρος αʹ δίδου ἀπυρέτοις μετʼ οἰνομέλιτος, πυρέττουσι δὲ μετὰ μελικράτου. Ἄλλο εἰς αὐτό.Μαράθρου σπέρματος . . . . ἀνίσου . . . . . . . . ἀνὰ οὐγ. αʹ ναρδοστάχυος . . . . . . σελίνου σπέρματος . . . . . ἄμμεως . . . . . . . . ἀνὰ οὐγ. 𐅶ʹʹ κασίας . . . . . . . . τοῦτο καὶ νεφριτικοῖς καὶ κωλικοῖς καὶ ὑδερικοῖς καλῶς δίδοται. Ἄλλο κάλλιστον καὶ πρὸς ἄλλα ποιεῖν δυνάμενον.Καρδαμώμου ἐξηντερισμένου . . οὐγγ. δʹ ἐν ἄλλῳ . . . . . . οὐγ. αʹ ἀμώμου βότρυος . . . . . . οὐγ. αʹ ναρδοστάχυος . . . . . . . οὐγ. αʹ μαράθρου φλοιοῦ ἢ φύλλων . . οὐγ. αʹ μήκωνος λευκῆς . . . . . . οὐγ. αʹ κόστου λευκοῦ . . . . . . οὐγ. αʹ νάρδου Κελτικῆς . . . . . οὐγ. αʹ πεπέρεως λευκοῦ . . . . . οὐγ. αʹ κυμίνου Αἰθιοπικοῦ . . . . . οὐγ. αʹ ἡδυόσμου ξηροῦ . . . . . . οὐγ. αʹ τοῦ καρποῦ ἀσάρου . . . . οὐγ. αʹ σμύρνης τρωγλίτιδος . . . . δραχ. δʹ σκαμμωνίας . . . . . . . δραχ. δʹ μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν προσμίξας ἀναλάμβανε καὶ δίδου καταπίνειν καρύου Ποντικοῦ τὸ μέγεθος ἐπὶ τῶν ἰκτερικῶν, ἐπὶ δὲ τῶν κωλικῶν μετὰ ὑδρομέλιτος ψυχροῦ κοτυλ. βʹ. εἰδέναι δὲ δεῖ τὸ ποσὸν τῆς δόσεως καὶ διδόναι μὴ μόνον καρύου Ποντικοῦ τὸ μέγεθος, ἀλλὰ καὶ βασιλικοῦ καὶ μάλιστα ἐπὶ τῶν εἰλεῶν καὶ ῥιπτόντων ἑαυτοὺς διʼ ἀμέτρους ὀδύνας. ὡς δὲ εἰπεῖν, ἐφʼ ὧν ἔρρωται ἡ δύναμις καὶ ἡ ὀδύνη σφοδρὰ οὖσα κατεπείγει, μηδὲν ὑφορώμενος καὶ μεῖζον τὸ μέγεθος τοῦ βασιλικοῦ καρύου δίδου· οὐ γὰρ ἔχει τι ναρκωτικὸν, ὡς ἡ Φίλωνος καὶ ἄλλαι τινὲς τῶν ἀντιδότων, ἀλλὰ τὸ καθαίρειν καὶ ὑποκλέπτειν τὸν λυποῦντα χυμὸν τὴν ἀνωδυνίαν χαρίζεται. καὶ ἡ θηριακὴ δὲ ἀντίδοτος μεγάλως ποιεῖ πρὸς τὰς ἀπὸ φλέγματος καὶ ὑαλώδους χυμοῦ γινομένας ὀδύνας· ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ μελικράτου. ἐγὼ πολλάκις ἐπὶ τούτων δεδωκὼς ἐπέτυχον. εἰ δέ τις αὐτὴν καὶ ἐν τοῖς διαλείμμασι πίνει ἅπαξ τοῦ μηνὸς, εἰς τέλεον ὑγιής ἐστι καὶ ἀπαρόξυντος τοῦ λοιποῦ. ἡ δὲ Φίλωνος ἀντίδοτος παρηγορεῖ μὲν τοὺς διὰ ψυχρὰν αἰτίαν ὀδυνωμένους, οὐκ ἰᾶται δέ. τοὺς δὲ ἐπὶ χολώδει καὶ κακοχυμίᾳ πάσχοντας οὐ μόνον παρηγορεῖ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελεῖ συμμέτρως ἐπιδιδομένη καὶ πρὸς τὴν δύναμιν. ἔτι δὲ καὶ ἡ Μαρκελλίνα ἀντίδοτος παρηγορεῖ μετὰ τοῦ πάνυ ἔχειν τὸ ναρκωτικόν. ἔχει δὲ αὐτῆς ἡ γραφὴ οὕτω· κρόκου . . . . . . . . δραχ. ηʹ θείου ἀπύρου . . . . . . δραχ. βʹ ἐν ἄλλῳ . . . . . . δραχ. ϛʹ ὀπίου . . . . . . . . δραχ. ϛʹ κινναμώμου . . . . . . δραχ. αʹ πεπέρεως λευκοῦ . . . . . δραχ. κʹ μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ θερμοῦ ὕδατος.
ταῦτα περὶ ἐνεμάτων καὶ ἀντιδότων εἰρηκότας, ἐπειδὴ πολλὰ τούτων εἰσὶ διὰ ὀπίου καὶ τῶν ἄλλων ναρκωτικῶν, ἀναγκαῖόν ἐστι καὶ περὶ τούτων διαλαβεῖν, πότε καὶ πῶς καὶ ἐπὶ ποίοις αὐτοῖς κεχρῆσθαι χρή. Περὶ ἀνωδύνων ἐνεμάτων καὶ τροχίσκων καὶ ἀντιδότων.
Τὰ ναρκωτικὰ τῶν φαρμάκων, ὅσα καὶ διʼ ὀπίου καὶ ὑοσκυάμου τὴν σύνθεσιν ἔχει, οὐ δεῖ σπουδάζειν, ὡς ἔτυχε, προσφέρειν. ἀλλʼ εἰ μὲν λεπτοὶ καὶ δριμεῖς εἶεν οἱ τὴν ὀδύνην ἐργαζόμενοι χυμοὶ, θαρροῦντα δεῖ προσφέρειν μηδεμίαν ὑποπτεύοντα ἔσεσθαι βλάβην. εἰ δὲ παχεῖς εἶεν καὶ γλίσχροι, φεύγειν δεῖ τὴν τῶν ναρκωτικῶν χρῆσιν· εἰ γὰρ καὶ παραυτὰ δόξουσιν ἀνωδυνίαν προσφέρειν, ἀλλʼ οὖν γε τὴν ὀδύνην ἐς ὕστερον ἐπὶ πλεῖον ἐπιτείνουσι καὶ βιαιοτέραν καὶ ἐπὶ πλείονα χρόνον παραμένειν παρέχουσι. καὶ οἶμαί γε εἰκότως αὐτὰ μὴ συμφέρειν· πυκνουμένων γὰρ τῶν πόρων διὰ τὴν ἐκ τῶν ναρκωτικῶν φαρμάκων ψῦξιν καὶ παχυνομένων τῶν περιττωμάτων ἀναγκαῖόν ἐστι καὶ τὴν ὅλην διάθεσιν ἐπαύξεσθαι μᾶλλον καὶ δυσδιαφόρητον γενέσθαι. πολλοὶ γοῦν ἐκ δευτέρου καὶ τρίτου δεδωκότες ἐπὶ τῶν τοιούτων διαθέσεων νέκρωσιν καὶ παράλυσιν εἰργάσαντο, ἔσθʼ ὅτε δὲ καὶ θάνατον ἐπήγαγον παντελῆ. διὰ ταῦτα πάντα οὐ δεῖ σπουδάζειν ἡμᾶς, ὡς εἴρηται, τὰ ναρκωτικὰ τῶν φαρμάκων, ὡς ἔτυχεν, ἐπὶ τῶν κωλικευομένων διὰ ψυχρὰν διάθεσιν, εἰ μὴ μεγάλη τις ὀδύνη καὶ σφοδρὰ καὶ κίνδυνον ἀπειλοῦσα συγκοπῆς εἴη τὸ ἀναγκάζον ἡμᾶς τοῦτο πρᾶξαι. ἐὰν οὖν ἡ δύναμις ἐρρωμένη σοι φανῇ καὶ ἡ ὀδύνη μεγάλη πάνυ καὶ κατεπείγουσα, τηνικαῦτα χρὴ μόνον ἐπιδιδόναι καὶ τοῦτο προσάπαξ· ἐπὶ γὰρ τῶν ἐχόντων θερμοτέραν τὴν κρᾶσιν καὶ διὰ λεπτὸν καὶ δριμὺν ὀδυνωμένων χυμὸν πρὸς τῷ μηδὲν βλάπτειν τὰ ναρκωτικὰ τῶν φαρμάκων ἔτι καὶ μᾶλλον ὠφελεῖ παχύνοντα καὶ εἰς πέψιν ἄγοντα καὶ εἰς εὐκρασίαν μεταβάλλοντα τὸν λεπτὸν καὶ δριμὺν καὶ χολώδη χυμόν. Περὶ ἐμέτου.
Ὁ δὲ ἔμετος ὠφελιμώτατός ἐστι τοῖς διὰ ψυχρὸν χυμὸν ὀδυνωμένοις καὶ μάλιστα ὁ ἀπὸ ῥαφανίδων καὶ ἁλμυρῶν καὶ γλυκέων καὶ πλειόνων ἐδεσμάτων παραλαμβανόμενος· ἅμα γὰρ τῷ ἐμέτῳ καὶ, εἴ τι γλίσχρον ἐστὶ καὶ παχὺ καὶ φλεγματῶδες, συναναφέρεται καὶ οὐ συγχωρεῖται πολὺ συναγόμενον αὖθις τοῖς ἐντέροις ἐπιρρεῖν· καὶ ἑτέρων πάλιν ὀδυνῶν αἴτιοι γίνονται. χρὴ δὲ μὴ μόνον ἐν τῇ νόσῳ, ἀλλὰ καὶ ἐν τοῖς διαλείμμασι τοῦτο πράττειν. Περὶ σιναπισμοῦ καὶ δρώπακος.
Ὁμοίως δὲ καὶ τοὺς διὰ νάπυος φοινιγμοὺς καὶ δρωπακισμοὺς ἁρμόζειν ἡγοῦμαι, μάλιστα ἐπὶ τῶν ἤδη χρονισάντων ἐν τῇ τοιαύτῃ νόσῳ· ἀναθάλπεται γὰρ ἐκ διαλειμμάτων, εἴ τις αὐτοῖς χρήσαιτο, τὰ πεπονθότα καὶ περὶ τὴν ἐπιφάνειαν ἀνθέλκεται τὰ περιττά. εἰ δὲ καὶ φλυκταίνας συμβῇ γενέσθαι μικρὰς καὶ ψυδράκια, οὐ δεῖ ταράττεσθαι. τὰ δὲ χρόνια τῶν παθῶν καὶ ἐπίμονα ὑπὸ τῶν δοκούντων εἶναι βιαιοτέρων βοηθημάτων φιλεῖ μᾶλλον τὴν λύσιν ἐπιδέχεσθαι. ταῦτα δὲ οὐκ ἔδει πράττειν ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ μᾶλλον ἐν τοῖς διαλείμμασι προφυλακῆς χάριν, ὥστε μὴ συγχωρεῖν ἔτι τοῦ πάθους πρὸς ὑπόμνησιν ἐλθεῖν τὸν πάσχοντα. Περὶ κινήσεως.
Καὶ ἡ κίνησις δὲ καὶ πᾶσα γυμνασία τὰ μεγάλα συμβάλλεται τοῖς κεχρονικόσιν ἐν τῇ τοιαύτῃ νόσῳ καὶ συνεχέστερον ἁλισκομένοις, εἴτε διὰ ποδῶν εἴτε διὰ ἵππου εἴτε καὶ διὰ πλοῦ κινεῖν τὸ σῶμα βούλοιντο, καὶ παλαίστρα καὶ ἀνάτριψις ὅλου τοῦ σώματος καὶ τόπων μεταβολὴ καὶ ἀποδημία μικρά· ταῦτα γὰρ πάντα λεπτύνει καὶ διαφορεῖ καὶ τὸ πᾶν ἀπέριττον διατίθησιν ἀναρρωννύντα τὴν ὅλην ἕξιν, ὡς τοῦ λοιποῦ μηκέτι τὰ πεπονθότα δύνασθαι ψυχρὸν ἀθροίζειν χυμὸν, ἀλλὰ μηδὲ τὸν ἐξ ἑτέρου ἐπιρρέοντα ἑτοίμως ἐπιδέχεσθαι πρὸς ἑαυτά. Περὶ τῶν ἐπὶ πνεύμασι κωλικευομένων.
Ἁρμόζουσι μὲν οὖν καὶ τοῖς διὰ πλῆθος πνευμάτων ὀδυνωμένοις αἵ τε διὰ κέγχρων καὶ πιτύρων συμμέτρως πυρίαι προσφερόμεναι καὶ τὰ συγκείμενα διὰ τῶν λεπτομερῶν καὶ θερμοτέρων ἐλαίων ἐχόντων τι τῶν ἀφύσων φαρμάκων ἤτοι σπερμάτων. ἐνεθέντος γάρ τινος τούτων εὐθὺς ἐκκρίνουσι πλῆθος πνευμάτων καὶ παραυτὰ παύονται τῆς ὀδύνης. ὀνίνησι δʼ αὐτοὺς μάλιστα καὶ σικύα περὶ τὸν ὄμφαλον εὐμεγέθης τεθεῖσα, ὥστε θαυμάσαντάς τινας τὸ τάχος τῆς θεραπείας μαγείᾳ τινὶ καὶ οὐ λόγῳ τέχνης ἐπινοῆσαι τὴν ἀνωδυνίαν αὐτοῖς ἐπιγίνεσθαι. δῆλον δὲ, ὅτι καὶ ἐπὶ τούτου τὴν θερμοτέραν προσήκει ἔτι μᾶλλον προτιμᾶν δίαιταν. Περὶ τῶν διʼ ἔμφραξιν σκληρᾶς κόπρου ὀδυνωμένων τὸ κῶλον.
Τοὺς δὲ διʼ ἔμφραξιν σκληρᾶς κόπρου ὀδυνωμένους τὸ κῶλον σπουδάζειν χρὴ μάλιστα πολλῷ τῷ ὑδρελαίῳ καὶ μελικράτῳ θεραπεύειν καὶ ποτίζειν δὲ τοῖς αὐτοῖς· οὕτω γὰρ ὑγραινόμενον τὸ φθάσαν ξηρανθῆναι καὶ σκληρυνθῆναι σκύβαλον ὑπὸ τῆς συνεχοῦς τῶν ἐνεμάτων χρήσεως ὀλισθαίνειν τε περὶ τὰ κάτω καὶ ἐκκριθῆναι δυνήσεται. καὶ πᾶσα ὑγρὰ δίαιτα εὔδηλον ὅτι τούτοις συμφέρει καὶ μάλιστα ἡ ὑπάγειν τὴν γαστέρα πεπιστευμένη· ἀλυπιὰς τοίνυν βοτάνη συνεψομένη τοῖς λαχάνοις, ὁμοίως δὲ καὶ τὸ παρθένιον θαυμαστῶς ὑπαχθῆναι τὴν γαστέρα παρασκευάζει καὶ ὁ τοῦ παλαιοῦ ἀλεκτρυόνος ζωμός. χρὴ δὲ ἀναπτύξαντας αὐτοῦ τὴν γαστέρα καὶ πληρώσαντας ἁλῶν καὶ ἀνήθου κόμης ἕψειν ἐμβάλλοντας ὕδατος πολλοῦ καὶ ἐπὶ τοσοῦτον ἕψοντας, ἄχρις οὗ πάνυ διαλυθῇ καὶ καθεψηθῇ. εἰ δὲ καὶ συνεψήσεις αὐτῷ πολυποδίου ὅσον οὐγ. αʹ, ἔτι μᾶλλον ὑπακτικώτερος ὁ ζωμὸς γενήσεται. εἰ δὲ καὶ οἴνου αὐτῷ προσπλέξεις ἢ οἰνομέλιτος, ἡδύτερον αὐτὸν ἐργάσῃ πολλῷ καὶ ὑπακτικώτερον. ἐπειδὴ δέ τινες ἐχρήσαντο καὶ τῇ χαλκευτικῇ φύσῃ καὶ καταποτίοις ἀπὸ μολύβδου γενομένοις οὐδὲν δυνηθέντες δρᾶσαί τι μέγα διὰ τῶν προσενεχθέντων ἀντιδότων καὶ ἐνεμάτων, ἀναγκαῖόν ἐστι καὶ περὶ τούτου ἡμᾶς εἰδέναι. ὡς εἴ γε χωρὶς φλεγμονῆς προηγησαμένης ἐστὶ ψυχρὰ ἡ κωλικὴ καὶ εἰλεώδης διάθεσις, συμφέρει τηνικαῦτα κεχρῆσθαι τῇ διὰ τοῦ ἀσκοῦ θεραπείᾳ· εἰ δὲ φλεγμονῆς προηγησαμένης ἐπίσχεσις ἐγένετο, πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ βλάψει τὰ μέγιστα. ἔστω δὲ ὁ τρόπος τῆς χρήσεως οὕτω· λαβὼν αὐλίσκον ἰατρικὸν ἐφάρμοσον αὐτὸν τῇ χαλκευτικῇ φύσῃ καὶ, ὅταν τοῦτο ποιήσῃς, διάστειλον αὐτὴν, ἕως οὗ θεάσῃ πᾶσαν πληρωθεῖσαν πνεύματος, καὶ τότε λοιπὸν ὡς ἐπὶ ἐνετῆρος πέμπε τὸ πνεῦμα συστείλας τὸν ἀσκόν. εἶτα μετὰ τοῦτο κλῦσον παραυτὰ διʼ ὀλίγου νίτρου καὶ ὑδρελαίου· κενωθήσεται γὰρ ἅμα τῷ κλύσματι τὰ ἐν τῇ γαστρὶ καὶ τοῖς ἐντέροις περιεχόμενα πάντα, ὥστε θαυμάσαι, εἴτε κόπρος εἴτε ὑγρὸν εἴτε πνεῦμα φυσῶδες ἦν τὸ περιεχόμενον. ὡσαύτως καὶ τοῖς καταποτίοις τοῖς διὰ τοῦ μολύβδου κεχρῆσθαι δεῖ μηδεμιᾶς οὔσης φλεγμονῆς καὶ μάλιστα ἐν ἀρχῇ· προελθουσῶν γὰρ ἤδη τινῶν ἡμερῶν καὶ χαυνώσεώς τινος φανείσης καὶ πέψεως, οἶμαι καὶ τὰ διὰ τοῦ μολύβδου καταπότια καὶ τὰ διὰ τοῦ εὐφορβίου τηνικαῦτα δυνήσεται διαβῆναι καὶ τὴν ἔμφραξιν διαλῦσαι καλῶς. Περὶ τῆς διὰ θερμοὺς καὶ χολώδεις χυμοὺς γινομένης κωλικῆς διαθέσεως.
Τοσαῦτα περὶ τῶν ἐπὶ πλήθει πνευμάτων διαλαβόντες καὶ περὶ τῶν ἐπὶ ψυχροῖς καὶ παχέσι χυμοῖς ὀδυνωμένων τὸ κῶλον ἤδη λοιπὸν ἀναγράψομεν καὶ περὶ τῶν ἐπὶ χολώδεσι καὶ δριμέσι χυμοῖς ἁλισκομένων τῷ πάθει τούτῳ τὴν ἀρχὴν κἀνταῦθα τοῦ πῶς χρὴ διαγινώσκειν αὐτοὺς ποιησάμενοι. Διάγνωσις τῶν ἐπὶ θερμοῖς ἢ χολώδεσι χυμοῖς κωλικευομένων.
Γνωρίσεις δὲ πάλιν τοὺς διὰ θερμοὺς καὶ χολώδεις καὶ δριμεῖς χυμοὺς κωλικευομένους ἔκ τε τοῦ δάκνεσθαι δοκεῖν καὶ ἐκκαίεσθαι καὶ τιτρᾶσθαι τὰ ἔνδον καὶ τὴν γλῶτταν ξηρὰν ἴσχειν καὶ δίψαν καὶ ἀγρυπνίαν καὶ διὰ μιᾶς δὲ ὡς ἐπὶ τὸ πολὺ παροξύνεσθαι καὶ τὸ οὖρον εἶναι δριμὺ καὶ τὰ διὰ γαστρὸς ἐκκρινόμενα χολώδη καὶ πολλὰ καὶ ὑπὸ τῶν ἐδεσμάτων τῶν θερμοτέρων καὶ πομάτων καὶ βοηθημάτων παροξύνεσθαι μᾶλλον καὶ οὐκ ἄνευ πυρετοῦ διατελεῖν τοὺς πλείους αὐτῶν. τοιαῦτα μὲν οὖν τὰ γνωρίσματα τῆς ἐπὶ χολώδεσι καὶ θερμοῖς χυμοῖς γινομένης κωλικῆς διαθέσεως. θεραπεύειν οὖν χρὴ δηλονότι τοῖς ἐναντίοις τοῖς ψύχειν καὶ ὑγραίνειν δυναμένοις. Θεραπεία κωλικῆς διαθέσεως διὰ θερμοὺς καὶ χολώδεις χυμοὺς γινομένης.
Πτισάνης τοίνυν χυλὸς αὐτοῖς ὠφελιμώτατος καθʼ ἑαυτὸν προσφερόμενος μηδεμίαν ἔχων ἐπιμιξίαν ἢ πράσου ἢ ἁλῶν πλειόνων· ἐκτὸς γὰρ ἁλῶν ἐμψῦξαί τε τὸ θερμὸν καὶ ἀπορρῖψαι τὸ χολῶδες, εἴπερ τι καὶ ἄλλο, δύναται καὶ μάλιστα πλείων τε καὶ πολλάκις διδόμενος καὶ τῶν ὠῶν τῶν προσφάτως τεχθέντων αἱ λέκυθοι προσφερόμεναι. Περὶ λαχάνων.
Τῶν δὲ λαχάνων τούτοις ὠφελιμώτατα καὶ ἄνεφθα καὶ ἑφθὰ προσφερόμενα καὶ ἔτι πλεῖον αἱ μεγάλαι καὶ εὐθαλεῖς θριδακίναι ψυχρισθεῖσαι καλῶς διδόμεναι. δεῖ δὲ διδόναι μάλιστα ταῦτα τοῖς ἀγρυπνοῦσι καὶ θερμοτέραν ἔχουσι τὴν κρᾶσιν καὶ ἀκμάζουσι τὴν ἡλικίαν. καὶ πᾶσαν δὲ ὀπώραν ψύχειν καὶ ὑγραίνειν δυναμένην προσφέρειν δεῖ τούτοις μηδεμίαν ὑπονοοῦντας αὐτοῖς ἔσεσθαι βλάβην, τὴν μέντοι κολοκύνθην μόνην φοβεῖσθαι διὰ τὸ φυσικὴν ἀντιπάθειαν αὐτὴν πρὸς τὸ κῶλον ἔχειν, ὡς ὑπὸ πάντων μαρτυρεῖται. ἐγὼ γοῦν οἶδα οὐ μόνον νεωτέρους, ἀλλὰ καὶ τοὺς τὴν πρεσβυτικὴν ἔχοντας ἡλικίαν ἰαθέντας ἐν ὀλίγαις ἡμέραις ὑπὸ τῆς τοιαύτης διαίτης. καὶ ψυχρῷ δὲ ὕδατι χρησάμενος οἶδα, ἐφʼ ὧν εὗρον ἐρρωμένην τὴν δύναμιν ἀβλαβῆ τε τὰ κύρια μόρια, καὶ τελέως ἀποπαύσας τὴν ὀδύνην καὶ τὴν ὅλην ἔτι συμβῆναι διάθεσιν κωλύσας καὶ ταῦτα συνεχέσι παροξυσμοῖς ἁλισκομένου τοῦ πάσχοντος. ἐκεῖνοι δὲ μάλιστα τῶν καμνόντων ἔμειναν τοῦ λοιποῦ μηκέτι παροξυνόμενοι, ὅσοι πρὸς τῷ τοῦ οἴνου ἀπέχεσθαι καὶ τῶν δριμέων ἁπάντων ἀπέσχοντο τοῦ λοιποῦ καὶ ἐπέμειναν τῇ ὑδροποσίᾳ καὶ τῇ ἐμψυχούσῃ διαίτῃ χρώμενοι. ἐφʼ ὧν δὲ τὸ ψυχρὸν ἐφοβήθην δοῦναι ἢ φλεγμονὴν ὑποπτεύσας εἶναι κυρίου μορίου ἢ διὰ τὸ τὴν δύναμιν ἀσθενεῖν, ἐπὶ τούτων καὶ ῥόδινον οἶδα δεδωκὼς ψυχρισθὲν δαψιλὲς διὰ τῶν κάτωθεν ἐνέσας καὶ τὰ μέγιστα ὠφελήσας. προσέπλεξα δὲ καὶ στέαρ χήνειον πολλάκις καὶ εἶδον, ὅτι ὠφέλησα. εἰ δὲ διὰ τὸ δριμὺ καὶ δακνῶδες ἀμέτρως τῆς χολῆς καὶ ξυσματώδη διὰ τῆς γαστρὸς ἐκκρίνονται, καλῶς ποιεῖ καὶ ὁ χυλὸς τῆς πτισάνης ἅμα χαμαιμήλῳ ἐνεθεὶς καὶ τὰ πυρρὰ τῶν ὠῶν ἅμα ῥοδίνῳ ἐνιέμενα ἐπὶ τούτων. Περὶ ἰχθύων.
Τῶν δὲ ἰχθύων αὐτοὺς συμφέρει λαμβάνειν τοὺς σκληροτέραν ἔχοντας τὴν σάρκα, οἷον κηρίδα, ὀρφὸν, γλαῦκον, σκορπίον, καρίδα, κόκκυγα, σηπίαν, τευθίδα. Περὶ ὀστρακοδέρμων.
Τῶν δὲ ὀστρακοδέρμων κτένια καὶ τὰ ὄστρεα καὶ κοχλίας θαλασσίους. καλῶς δὲ καὶ ὁ ἐχῖνος αὐτοῖς ἐστι. πρὸς τῷ παρέχειν τὸ ἐπικεραστικὸν καὶ ἔμψυχον ἔτι καὶ τὸ εὐστόμαχον κέκτηται καὶ τὸ εὐκοίλιον καὶ διουρητικὸν, ὧν οὐδέν ἐστι κάλλιον. Περὶ κρεῶν.
Τῶν δὲ κρεῶν μάλιστα διδόναι συμφέρει τὰ δυσκατέργαστα, οἷον τῶν τε βοῶν τοὺς πόδας καὶ τὴν κοιλίαν καὶ τῶν συῶν τὴν μήτραν καὶ τοὺς ὄνυχας καλῶς ἑψηθέντας καὶ ψυχρισθέντας. Περὶ ὀπωρῶν.
Καὶ τῶν ὀπωρῶν δὲ τοὺς μηλοπέπονας δεῖ προτιμᾶν τῆς ἄλλης ἁπάσης ὀπώρας. πρὸς δὲ τὸ μὴ ἀνατρέπεσθαι τὸ στόμα τῆς γαστρὸς μιγνύειν αὐτοῖς χρὴ ὀλίγου ὄξους ἐν τῷ μέλλειν προσφέρεσθαι. καὶ τὴν ἄλλην δὲ πᾶσαν ὀπώραν τὴν ἄφυσον καὶ γλυκεῖαν οὐδὲν ἄτοπον ἡδονῆς χάριν αὐτοὺς λαμβάνειν συμμέτρως. τῶν δὲ πλακούντων ἢ τραγημάτων οὐδὲν ὅλως προσφέρεσθαι δεῖ τοὺς ὑπὸ χολῆς δακνομένους καὶ ὀδυνωμένους τὸ κῶλον. Περὶ λουτρῶν.
Λουτρὰ δὲ τὰ ἀπὸ γλυκέων ὑδάτων παραλαμβανέσθωσαν ἐπὶ τούτων καὶ μάλιστα ἐπὶ τῶν ἀκμαζόντων τὴν ἡλικίαν καὶ θερμοτέραν ἐχόντων τὴν κρᾶσιν. ἔστω δὲ καὶ ὁ ἀὴρ εὔκρατος καὶ ἡ τοῦ θερμοῦ δεξαμενή. καὶ ἀλοιφῇ δὲ κεχρήσθωσαν κατὰ μὲν τῶν πεπονθότων τόπων χαμαιμήλῳ, ἐν δὲ τῷ ὅλῳ σώματι τῷ ὑδρελαίῳ. φευγέτωσαν δὲ καὶ τὸ ἐπιπλάττειν νίτρῳ ἢ σαμψύχῳ ἢ ὅλως τινὶ τῶν δριμέων ἢ θερμῶν. καὶ τὸ ἀνατρίβεσθαι τὰ πεπονθότα καὶ πυριᾶν παραιτείσθωσαν καὶ τὰ ἁλμυρὰ ὕδατα ἢ νιτρώδη καὶ τὸ ὅλως προσπελάζειν τοῖς αὐτοφυέσι καλουμένοις ὕδασιν. ἀνιόντες δὲ ἀπὸ τοῦ βαλανείου μὴ πινέτωσαν οἴνου παραχρῆμα, λαμβανέτωσαν δὲ χυλοῦ πτισάνης ἢ εὐκράτου. ἐν δὲ τῷ μέσῳ τῆς τροφῆς, εἰ βούλοιντο, καὶ τὸ καλούμενον ῥεκεντάτον πίνειν ἐπιτρέπειν αὐτοῖς δεῖ καὶ τὸ ψυχρὸν ὕδωρ αὐτὸ καὶ ὠφελοῦνται πίνοντες. οἴνου δὲ εἰ καὶ παντελῶς ἀπέχεσθαι δυνατὸν, καλὸν ἂν εἴη· εἰ δὲ μὴ βούλοιντο διὰ τὸ μὴ δύνασθαι φέρειν τὴν παντελῆ τοῦ οἴνου ἀποχὴν, συγχωρητέον αὐτοῖς τὸν λεπτὸν καὶ ὑδατώδη πίνειν οἶνον.
Περὶ κινήσεως.
Γυμνασίοις δὲ καὶ αἰώραις καὶ πάσῃ κινήσει κεχρήσθωσαν ἐν τοῖς διαλείμμασι μήτε πολλοῖς μήτε συντόνοις· οὔτε γὰρ φέρουσιν, ἀλλʼ εὐθὺς δύσκρατοί τε καὶ δριμύτεροι γίνονται, ἐπειδὰν ἐπὶ πλέον τοῖς γυμνασίοις χρήσωνται. ἀπεχέσθωσαν δὲ καὶ θυμοῦ καὶ φροντίδος ἁπάσης, ὡς ἐνδέχεται, καὶ παντοίων κόπων. οὕτω γὰρ ἐγκρατῶς διαιτώμενοι καὶ ἐν εὐθυμίᾳ ἁπάσῃ διατελοῦντες δυνήσονται διαφεύγειν τὴν ἀνιαρὰν καὶ ἐπώδυνον τοῦ κώλου ὀδύνην. Περὶ καθαρσίου.
Εἰ δὲ καὶ δεήσει ποτὲ καθαρσίῳ ἡμᾶς χρήσασθαι ἐπὶ τῶν διὰ χολώδη καὶ δριμὺν χυμὸν ὀδυνωμένων τὸ κῶλον, προσέχειν δεῖ καὶ μηδὲν ἐπὶ τούτων προσφέρειν φάρμακον δριμύ τι ἔχον, οἷον εὐφορβίου ἢ Κνιδίου κόκκου ἢ λαθυρίδων ἢ ἑλλεβόρου· ταῦτα γὰρ ἅπαντα πρὸς τῷ μηδὲν ὠφελεῖν τούτους ἔτι καὶ στρόφων καὶ δήξεως αἴτια γίνεται καὶ χολῆς ἄλλης προσθήκη. χρήσιμος οὖν ἐστιν ἐπὶ τούτων ἡ πικρὰ λεγομένη ἀντίδοτος. εἰ μὲν γὰρ ἡ τὴν ὀδύνην ἐπιφέρουσα καὶ δῆξιν χολὴ ἐμφαίνοιτό σοι προσπεπλασμένη περὶ τοὺς χιτῶνας αὐτῶν τῶν ἐντέρων, αὐτὴν καθʼ ἑαυτὴν ἐπιδιδόναι χρὴ τὴν πικρὰν αὐτοῖς. εἰ δὲ μὴ μόνον ἀναπέποται, ἀλλὰ καὶ περιέχεται καὶ ἐξ ἑτέρων ἐπιρρεῖ πολλάκις, οὐ δεῖ καθʼ ἑαυτὴν ἐπιδιδόναι τότε τὴν ἀντίδοτον, ἀλλὰ προσπλέκοντας αὐτῇ δακρυδίου γρ. βʹ ἢ μικρῷ πλέον ἢ ἔλαττον οὕτως αὐτοὺς καθαίρειν καὶ τῇ Θεοδωρήτῳ προσμιγνύντας αὐτῇ τὸ δακρύδιον. εἰ δὲ θέρος εἴη, καὶ ῥοδομέλιτι ἢ ῥοδομήλῳ προσαναπλέκοντας ἢ ὑδροροσάτῳ οὕτω καθαίρειν αὐτοὺς χρή· πάνυ γὰρ ὠφελοῦνται οὐ μόνον κουφιζόμενοι τῆς ὀχλούσης ὀδύνης, ἀλλὰ καὶ τελέως φυγόντες τὴν ὅλην διάθεσιν. Περὶ τῶν ἐπὶ φλεγμονῇ τῶν ἐντέρων κωλικευομένων.
Εἰ δὲ συμβῇ γενέσθαι τὴν κωλικὴν διάθεσιν ἐπὶ φλεγμονῇ τοῦ ἐντέρου, μηδὲ ὅλως ἐπιδοῦναι τολμήσῃς τὸ καθάρσιον ἐπὶ τούτων καὶ μάλιστα ἐν ἀρχῇ καὶ μηδέπω εἰς πέψιν ἐλθούσης τῆς φλεγμονῆς· ὅσοι γὰρ ἐτόλμησαν ἐπιδοῦναι τῶν ὑπηλάτων, κινδύνων αἴτιοι καὶ θανάτων ἐγένοντο τοῖς κάμνουσι· συμβαίνει γὰρ τὸ δοθὲν φάρμακον ἐκ τῶν ἀπαθῶν ἑλκῦσαι καὶ τοῖς πάσχουσιν ἐπιπέμψαι μορίοις. τούτων δὲ μὴ δυναμένων ἀπωθῆσαι τὸ ἐνεχθὲν τήν τε ὀδύνην ἐπιταθῆναι καὶ τὰς ἀγρυπνίας καὶ τοὺς στρόφους, ὧν ἁπάντων ἐπιτιθεμένων εἰς τὸ εἰλεῶδες ἀνάγκη πεσεῖν· οὐδὲ γὰρ ἄλλο τί ἐστιν ὁ εἰλεὸς ἢ ἐπίτασις τῆς κωλικῆς διαθέσεως· διὰ τοῦτο γὰρ οὖν οὐ δεῖ καθάρσιον ἐπιδιδόναι τοῖς ἔχουσι φλεγμονὴν, φλεβοτομίαν δὲ παραλαμβάνειν ἐξ ὅλου τοῦ σώματος καὶ κατὰ μικρὸν ποιεῖσθαι τὴν κένωσιν· οὐδὲ γὰρ ἡ ἀθρόα κένωσις τοσοῦτον ὠφελεῖν οἶδεν, ὅσον ἡ κατὰ μικρὸν γινομένη. εἰ δὲ ἐπισχεθῆναι συμβῇ διὰ τὸ μέγεθος τῆς φλεγμονῆς καὶ τὰ οὖρα, καὶ τὴν ἐν τῷ σφυρῷ καὶ περὶ τὸν ταρσὸν οὐδὲν ἄτοπον τέμνειν φλέβα· πολλάκις γὰρ οὕτως ἡμῶν πραξάντων καὶ ἡ τῆς γαστρὸς ἔκκρισις καὶ ἡ τῶν οὔρων ἐγένετο. τροφῇ δὲ ἐπὶ τούτων δεῖ κεχρῆσθαι χυλῷ πτισάνης ἢ βρώμῳ· τούτοις συμμέτρως εὔδηλόν ἐστι. καὶ ἔνεμα δὲ τούτοις ἀπὸ χυλοῦ πτισάνης καὶ χαμαιμήλου καὶ χυλοῦ λινοσπέρμου καὶ ὑδρελαίου, μάλιστα εἰ καὶ σφοδρὸς εἴη ὁ πυρετός· σπάνιον γὰρ φλεγμαίνοντος τοῦ κώλου μὴ πυρετὸν ἐπιγίνεσθαι. καὶ τὰ ἔξωθεν ἐπιτιθέμενα ἔστωσαν εὔκρατα μηδὲν ἔχοντα δριμὺ, ἐξ ὧν ἐστι καὶ τὸ χαμαιμήλινον ἔλαιον καὶ τὰ διὰ τοῦ κριθίνου καὶ λινοσπέρμου ἐπιθήματα καὶ κηρωταὶ ὁμοίως αἱ διὰ χαμαιμηλίνου καὶ κηροῦ καὶ ῥοδίνου καὶ κρόκων ὠῶν ἔχουσαι τὴν σύνθεσιν. γενέσθω δὲ ἡ συσταθμία τοιάδε· κηροῦ . . . . . . . . οὐγγ. εʹ χαμαιμηλίνου . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ φαβατίνου ἀλεύρου . . . . οὐγγ. γʹ 𐅶ʹʹ ῥοδίνου . . . . . . . . οὐγγ. βʹ 𐅶ʹʹ κρόκους ὠῶν . . . . . εʹ ἢ ϛʹ χυλοῦ λινοσπέρμου τὸ ἀρκοῦν. λειούσθω τὰ ὠὰ καὶ τὸ ἄλευρον καὶ τότε ψυχρισθεῖσα ἡ κηρωτὴ ἐπιβαλλέσθω καὶ λειούσθωσαν ἅπαντα, ἕως οὗ συμπλακῶσιν ἀλλήλοις καὶ ἓν εἶναι δόξωσι. τοῦτο καὶ νεφροῖς καὶ κύστει φλεγμαινούσῃ βοηθεῖν δύναται καλῶς.
Περὶ λουτροῦ.
Λουτρὰ μὲν οὖν συνεχῆ, πρὶν ἢ ἀπέριττον γενέσθαι τὸ ὅλον σῶμα, παραλαμβάνειν οὐ δεῖ. μετὰ δὲ τὴν τῆς φλεβοτομίας κένωσιν, εἰ καὶ τὰ τῆς ὀδύνης ἐπείγει, οὐδὲν ἄτοπόν ἐστι τῷ βαλανείῳ κεχρῆσθαι. εἰ δὲ τὰ τῆς δυνάμεως μὴ ἀντιπράττει, καὶ εἰς τὴν καλουμένην αὐτοὺς ἐμβιβαστέον σκάφην ὑπαλείφοντας ἐλαίῳ χαμαιμηλίνῳ. οἴνου δὲ τῆς μὲν φλεγμονῆς ζεούσης ἔτι καὶ τῶν πυρετῶν ἐπικρατούντων ἀπεχέσθωσαν. πέψεως δὲ σημείων φανέντων, ἐὰν καὶ τὰ τῆς δυνάμεως ἀσθενῆ σοι φανείη, οὐδὲν ἄτοπον αὐτοῖς τὸν λεπτὸν καὶ ὑδατώδη οἶνον προσφέρεσθαι. οἶδα μὲν οὖν, ὅτι ταῖς εἰρημέναις μεθόδοις χρώμενός τις οὐ μὴ δεηθῇ τινος ἔξωθεν ἄλλης ἐπικουρίας. ἀλλʼ ἐπειδὴ τῶν περιοδευομένων πολλοὶ καὶ μάλιστα τῶν πλουσίων οὔτε πίνειν ὅλως θέλουσι φάρμακον οὔτε κλύσμασι θεραπεύειν τὴν γαστέρα, διὰ δὲ περιάπτων φυσικῶν ἀναγκάζουσιν ἡμᾶς ἀποπαύειν αὐτῶν τὴν ὀδύνην, ἐσπούδασα καὶ περὶ τούτων ἐκθέσθαι ὑμῖν, ὧν τε αὐτὸς ἔσχον πεῖραν καὶ ὅσα παρὰ φίλων ἀληθινῶν ἔγνων ὠφελεῖν δύνασθαι. καὶ τοὺς ἀρίστους δὲ τῶν παλαιῶν εὕρομεν μαρτυρήσαντας, ὅπως μηδὲ ἡ τέχνη ἄπειρος εἶναι νομισθῇ καὶ ἀσυμπαθὴς μήτε οἱ περιοδεύοντες ἀφιλόκαλοί τε καὶ ἀσυμπαθεῖς εἶναι δόξωσιν, ὡς ἀγνοοῦντες τὰ τῆς φύσεως ἀσυμπαθῆ τε καὶ συμπαθῆ. Περίαπτα φυσικὰ πρὸς τοὺς κωλικὴν ἔχοντας διάθεσιν.
Περίαπτον ἀδιάπτωτον, οὗ καὶ ἡμεῖς ἔσχομεν πεῖραν καὶ πάντες δὲ ὀλίγου δεῖν ἄριστοι τῶν ἰατρῶν εὐδοκίμησαν. λαβὼν ἀφόδευμα λύκου, εἰ δυνατὸν, ἔχον ὀστάρια κατάκλεισον εἰς σωληνάριον καὶ δὸς φορεῖν περὶ τὸν δεξιὸν βραχίονα ἢ μηρὸν ἢ ὀσφὺν ἐν τῷ παροξυσμῷ κατὰ τοῦ ἀλγοῦντος μέρους φυλαττόμενος, ὡς μήτε τῆς γῆς μήτε λουτροῦ θίγειν. Ἄλλο καὶ αὐτὸ διὰ πείρας.
Κορυδαλὸς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ καλῶς. οἱ δὲ Θρᾷκες ἔτι ζῶντος τοῦ κορυδαλοῦ ἐξαιροῦντες τὴν καρδίαν περίαπτον ποιοῦσιν ἐν τῷ μηρῷ τῷ ἀριστερῷ περιθέντες αὐτό.
Ἄλλο φυσικὸν δεδοκιμασμένον.
Χοίρου λαβὼν ἐκ τοῦ τυφλοῦ ἐντέρου τὸ μασθοειδὲς, σμυρνιάσας καὶ ἐνδύσας δέρματι λυκίῳ ἢ κυνίῳ δίδου φορεῖν ἐν ἀποκρούσει σελήνης καὶ θαυμάσεις. Ἄλλο περίαπτον.
Εἰς λίθον Μηδικὸν γλύψον Ἡρακλέα ὀρθὸν πνίγοντα λέοντα καὶ ἐγκλείσας εἰς δακτυλίδιον χρυσοῦν δίδου φορεῖν. Τὸ αὐτὸ πάλιν.
Κορυδαλὸς καιόμενος καὶ λειούμενος καὶ διδόμενος, ὅσον κοχλιάρια βʹ ἢ γʹ, προποτιζόμενος ἐφʼ ἡμέρας γʹ ἢ δʹ ποιεῖ πάνυ πρὸς κωλικὰς διαθέσεις. Ἄλλο λίαν δραστικόν.
Παιδίου ὀλίγον ἐκτμηθέντος ὀμφαλοῦ εἰς ἀργυροῦν ἢ χρυσοῦν ἔγκλεισον μεθʼ ἁλὸς ὀλίγου. ὁ φορῶν τὸ περίαπτον τοῦτο ἄπονος ἔσται εἰς τὸ παντελές.
Ἄλλο· Αἴγειον ἧπαρ καύσας λείωσον καὶ δὸς πιεῖν μετʼ οἴνου· πάνυ βοηθεῖ αὐτοῖς. Δακτύλιος πρὸς τὸ αὐτό.
Λαβὼν δακτύλιον σιδηροῦν ποίησον γενέσθαι τὸ κρικέλλιον αὐτοῦ ὀκτάγωνον καὶ οὕτως ἐπίγραφε εἰς τὸ ὀκτάγωνον «φεῦγε, φεῦγε, ἰοῦ χολὴ, ὁ κορυδαλὸς ἐζήτει». τὸν δὲ χαρακτῆρα τὸν ὑποκείμενον γράφε εἰς τὴν κεφαλὴν τοῦ δακτυλίου … . καὶ τούτου πολλὴν ἔσχον πεῖραν καὶ ἄτοπον ἐνόμισα μὴ παραδοῦναι τηλικαύτην ἀντιπαθῶς ἔχουσαν πρὸς τὸ πάθος δύναμιν. ἀλλὰ παρακαλῶ ὑμᾶς, μὴ πρὸς τοὺς τυχόντας ἐμφαίνειν τὰ τοιαῦτα, πρὸς δὲ τοὺς φιλαρέτους καὶ τὰ τοιαῦτα δυναμένους φυλάττειν, ὅθεν καὶ ὁ θειότατος ἰδὼν Ἱπποκράτης παρακελεύεται λέγων· «τὰ δὲ ὑερὰ ἐόντα πρήγματα ἱεροῖσιν ἀνθρώποισι δείκνυται, βεβήλοισι δὲ, οὐ θέμις». γινέσθω δὲ ὁ προϋποτυπωθεὶς δακτύλιος ιζʹ τῆς σηλήνης ἢ καʹ. Ἄλλο φυσικὸν ποιοῦν πρὸς κῶλον διὰ πείρας.
Λαβὼν λύκου ἀφόδευμα τρίψας χνοωδέστατον πάνυ καὶ σήσας δίδου τῷ κάμνοντι εἰς ὕδωρ θερμὸν κοχλιαρίου τὸ 𐅶ʹʹ.