ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ἝΚΤΟΝ.Περὶ πλευρίτιδος.
Πλευρῖτις, ἡ κυρίως πλευρῖτις· οὐ γὰρ πᾶσα ὀδύνη πλευροῦ πλευρῖτις ὀνομάζεται· ἡ γὰρ κυρίως πλευρῖτις φλεγμονή ἐστι τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὅθεν καὶ πυρετὸν ἐπιφέρει ὀξὺν ὡς ἐγγὺς οὔσης τῆς καρδίας καὶ συμπάσχειν ἑτοίμως δυναμένης. εἰ οὖν εὕροις ὀξὺν πυρετὸν καὶ δύσπνοιαν καὶ νυγματῶδες ἄλγημα καὶ βῆχα, τότε λέγε ἀκριβῶς εἶναι πλευριτικὸν ἐκεῖνον, ᾧ ταῦτα πάντα συμβέβηκε. πυρέττουσι δὲ καὶ δυσπνοοῦσι καὶ οἷς τὸ ἧπαρ φλεγμαίνει, καὶ διατείνονται τὸ πλευρὸν καὶ ὀδυνῶνται καὶ βήσσουσι κατὰ συμπάθειαν, ἀλλὰ τὸ νυγματῶδες οὐκ ἔχουσιν οὕτως οὐδὲ τὸ σκληρὸν τοῦ σφυγμοῦ. διακρινεῖς δʼ αὐτοὺς καὶ ἀπὸ τῆς ἰδιαζούσης ὀδύνης καὶ ἀπὸ τῶν σφυγμῶν μάλιστα· ἐμπρίοντα μὲν γὰρ καὶ σκληρὸν ἔχουσιν οἱ πλευριτικοὶ, οἱ δὲ τὸ ἧπαρ πάσχοντες οὐδαμῶς, ὥσπερ οὐδὲ οἱ τὸν πνεύμονα διὰ τὸ μαλακὸν τῶν μορίων οὐδὲν ἔχουσι τοιοῦτον. ἀλλʼ οὐδὲ αἱ βῆχες ὅμοιαι τοῖς πλευριτικοῖς καὶ τοῖς ἡπατικοῖς· τοῖς μὲν γὰρ πλευριτικοῖς καὶ ἡ βὴξ σφοδροτέρα καὶ αὐτίκα πτύει, ὕστερον δὲ προϊόντος τοῦ χρόνου πάντα ἀναπτύεται κεχρωσμένα, ὅπερ καὶ σημαίνει τὸν ἐργασάμενον τὴν φλεγμονὴν χυμόν· καὶ ἐρυθρὸν μὲν γὰρ ὂν αἱματικὸν σημαίνει χυμὸν, ὥσπερ καὶ πᾶν τὸ ὑπόξανθον χολώδη, καὶ τὸ λευκὸν καὶ γλίσχρον φλεγματικὸν, τὸ δὲ μέλαν μελαγχολικόν. οἱ δὲ ἡπατικοὶ ἐρεθίζονται μὲν εἰς βῆχα, οὐδὲν δʼ ἀναπτύουσι. γινώσκειν δέ σε βούλομαι, ὅτι καὶ πλευριτικοί τινες βήσσουσι καὶ οὐδὲν ἀναπτύουσιν. οὐ δεῖ δʼ ἐκ τούτου τὸν βήσσοντα μὲν, μὴ πτύοντα δὲ πάντως νομίζειν ἡπατικὸν εἶναι· ἐγχωρεῖ γὰρ καὶ δύσπεπτον εἶναι πλευρῖτιν, ἥτις ἂν μάλιστα καὶ ἐπικίνδυνος. ἐγχωρεῖ δὲ καὶ κατὰ τὰς νόθους εἶναι πλευρὰς κάτω τὴν φλεγμονὴν, ὥστε μηδὲν φθάνειν διικνεῖσθαι ἐν τῷ θώρακι, ὥσπερ καὶ ἡ φλεγμονὴ ἔξωθεν. οὐδὲν γὰρ ἐπὶ τούτων ἀναπτύεται τῶν παθῶν, ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ, εἰ μὴ διαφορηθῶσιν, εἰς ἀπόστημα τρέπονται καὶ σπάνιόν ἐστι. πρόσεχε οὖν ἅμα πᾶσι καὶ τῇ χροιᾷ τοῦ προσώπου· ὠχροὶ γάρ εἰσιν ὡς ἐπίπαν οἱ τὸ ἧπαρ πάσχοντες, ὅπερ τοῖς πλευριτικοῖς οὐ πάνυ συμβαίνειν εἴωθεν. οὕτω μὲν οὖν διαγινώσκειν χρὴ τοὺς πλευριτικοὺς, θεραπεύειν δὲ αὐτοὺς πρὸς τὴν δύναμιν ἀφορῶντας καὶ τὴν φύσιν αὐτὴν τοῦ πάθους. εἰ μὲν γὰρ αἱματικὸν εἶναι τὸν χυμὸν ἡ διάγνωσις ὑπαγορεύει σοι τὸν ποιήσαντα τὴν φλεγμονὴν, ἐπὶ τὴν φλεβοτομίαν ἐλθὲ, μάλιστʼ ἐὰν καὶ ἐπὶ τὰ ἄνω μέρη συστῇ, ὥστε καὶ τὴν κλεῖν κατασπᾶσθαι σφόδρα. εἰ δὲ μηδὲν τούτων εἴη, ἀλλὰ καὶ ὀδύνη περὶ τὰ κάτω τοῦ διαφράγματος, καθαίρειν δεῖ τὴν κοιλίαν, ὡς ἐδίδαξεν ἡμᾶς ὁ θειότατος Ἱπποκράτης. μήτʼ οὖν φλεβοτομήσῃς μήτε καθάρῃς προπετῶς, ὡς οἱ πολλοὶ ποιοῦσιν, ἐὰν μὴ μάθῃς ἀκριβῶς, ὅτι ὁ τὴν φλεγμονὴν ἐργασάμενος χυμὸς πολύς ἐστι καὶ ἐν ὅλῳ τῷ σώματι πλεονάζει. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐνδείξεταί σοι τὸ πλῆθος, μάλιστα δὲ ἡ πυρία ἡ κατὰ τὸν τόπον προσφερομένη. εἰ μὲν οὖν πυριῶντί σοι καὶ κεχρημένῳ τοῖς μαρσίποις ἡ ὀδύνη μετριωτέρα γίνεται, ὥστε τὸν κάμνοντα σαφῶς εὐφορίας αἰσθάνεσθαι, γίνωσκε μὴ εἶναι πλῆθος καὶ θαρρῶν τῇ πυρίᾳ καὶ τοῖς τοπικοῖς κέχρησο βοηθήμασι· διαφορήσεις γὰρ τὸ λυποῦν καὶ τὸ τὴν φλεγμονὴν ἐργασάμενον. εἰ δὲ μηδὲν τούτων γένοιτο, ἀλλὰ μᾶλλον ἡ ὀδύνη μετὰ τοῦ μηδὲν εἴκειν ἔτι καὶ ἰσχυροτέρα φαίνεται, δῆλον ὅτι πλῆθός ἐστιν, ὅπερ θερμαινόμενα τὰ μόρια εἰς ἑαυτὰ ἐπισπᾶται. τούτου οὖν φανέντος μὴ ἀναβάλλου, ἀλλὰ μᾶλλον κένωσιν παραλάμβανε μηδὲν ὑπερτιθέμενος, ὁποίαν ἂν ὑπονοήσῃς, ἐξ ὧν εἰρήκαμεν ἔμπροσθεν. οἱ δὲ πολλοὶ τῶν νῦν ἰατρῶν φεύγουσι τὸ καθαίρειν ποτὲ πλευριτικὸν, εἰς δὲ τὴν φλεβοτομίαν ὡς ἄμεμπτον καὶ ἀσφαλεστέραν ἐπιτρέχουσιν. εἰδέναι δὲ δεῖ, ὅτι πολλοὺς, μάλιστʼ ἐφʼ ὧν μήτε πάνυ πλῆθος ἐν ταῖς φλεψὶ φαίνοιτο πλεονάζον αἵματος, ὠφέλησε τὸ κατασχάσαι καλῶς ὀξυτάτῃ σμίλῃ τὸν τόπον. δεῖ δὲ καὶ σικύᾳ χρήσασθαι μετὰ τὴν τομὴν, ὥστε ἐκ βάθους ἑλκυσθῆναι τὸ περιεχόμενον. καὶ τούτου γενομένου θαυμάσαι ἔστι, πῶς παρʼ αὐτὰ καὶ ἡ ὀδύνη, ὁποία ἂν εἴη, εἰ καὶ σφοδροτάτη, παύεται, ὡς μὴ δεηθῆναι μήτε πυρίας μήτʼ ἄλλου βοηθήματος. τούτῳ οἱ ἐν Ἀρμενίᾳ ἰατροὶ καὶ ἰδιῶται πάντες κέχρηνται ἐκ τῆς πολλῆς πείρας τοῦτο μεμαθηκότες καὶ ὠφελοῦσι. κάλλιον δέ ἐστι καὶ ἀσφαλέστερον, ἐφʼ ὧν τὸ πλῆθος ἔστι μικρὸν ἀποκενοῦν, ταύτῃ κεχρῆσθαι τῇ θεραπείᾳ ἰσχυροτάτῃ οὔσῃ. καὶ ἐπὶ πᾶσι δὲ τοῖς βοηθήμασιν οὕτω πράττειν κάλλιον. κέχρησο δὲ πυρίαις ταῖς οἰκείαις πρὸς τὸν πλεονάζοντα χυμόν. εἰ μὲν γὰρ αἱματικὸς εἴη, ταῖς διαφορεῖν δυναμέναις καὶ ξηραίνειν ἄνευ τοῦ θερμαίνειν πάνυ, οἵα ἐστὶν ἡ ἐκ κέγχρων πυρία. εἰ δὲ χολώδης, τοῖς σπόγγοις τοῖς ἀπὸ τοῦ θερμοῦ ὕδατος μόνοις μετὰ τῆς χαμαιμήλου βοτάνης. εἰ δὲ φλεγματικώτερος εἴη, τοῖς τε ἁλσὶ καὶ φύλλοις δάφνης ἢ ὀρόβοις πεφρυγμένοις ἢ ἐρίῳ βεβρεγμένῳ εἰς ἀνήθινον ἔλαιον. μελαγχολικοῦ δὲ ὄντος μᾶλλον τῇ πυρίᾳ τῇ ἀπὸ τῶν πιτύρων τῶν ἑψηθέντων εἰς τὸ ζέμα τῆς χαμαιμήλου. αὕτη ἡ πυρία καλλίστη καὶ σχεδὸν πρὸς πᾶσαν ὀδύνην ἁρμόζουσα· δυνατὸν γὰρ αὐτὴν καὶ θερμοτέραν ποιῆσαι προσπλέκοντας, εἴ που χρεία, πλέον ἢ ἀλθαίαν ἢ ἀνήθινον ἔλαιον ἀντὶ χαμαιμήλου καὶ ἐπιτεῖναι τὴν αὐτὴν καὶ πραῧναι, ὡς ἂν βούλοιτο πρὸς τὴν προκειμένην διάθεσιν. τὰς δὲ διʼ ὀξυκράτου πυρίας καὶ μάλιστα τὰς ἐχούσας δηκτικόν τι σφόδρα παραιτοῦ· αἱ μὲν γὰρ ἀποκρούονται τὴν ὕλην, τὰ δὲ πάνυ δριμέα ῥευματίζει τὰ φλεγμαίνοντα. καὶ κηρωταῖς διὰ στεάτων κέχρησο καὶ πυρίαις ἀδήκτοις πάνυ, ὡς ἐνδέχεται, καὶ μάλιστʼ ἐν ταῖς ἀρχαῖς. πέψεως δὲ φανείσης οὐδὲν βλάψεις, εἰ καὶ θερμαινούσῃ χρήσῃ ἐμπλάστρῳ, οἵα ἐστὶν ἡ διὰ μέλιτος καθʼ ἑαυτὴν καὶ μετὰ τῆς χειρός. ὁμοίως δὲ καὶ ἡ πηγανερὰ καλουμένη πάνυ τὰ ἐν τῷ βάθει διαφορεῖν δύναται καθʼ ἑαυτὴν καὶ προσπλεκομένη τινὶ τούτων. πινέτωσαν δὲ πλέον πάντων τὸ ὑδαρὲς πάνυ μελίκρατον· οὐδὲν γὰρ εὕροις ἂν οὕτως ἄλλο κατάλληλον πλευριτικοῖς βοήθημα. εἰ δὲ πάνυ σφοδρὸς ὁ πυρετὸς εἴη, οὐδʼ οὕτω μὲν, ἐὰν ᾖ πάνυ ὑδαρὲς, βλάψει τι. ὅμως δὲ ἀντὶ μελικράτου κέχρησο ἀπομέλιτι ὥσπερ καὶ τῷ μελικράτῳ ὀλίγον, ὁσάκις ἂν δυσχεραίνῃ ἐπὶ τὴν ἀνάπτυσιν ἐπιρροφεῖν ἐξ αὐτοῦ κελεύων χλιαρόν. εἰ δὲ ἐπὶ πλέον πάλιν κάμνει ἐπὶ τὴν ἀναγωγὴν τοῦ πτυέλου, κέχρησο καὶ τῷ ὀξυμέλιτι, μάλιστα τῷ ἔχοντι τὸ πράσιον συνεψημένον. φεῦγε δὲ τὴν διὰ κωδειῶν καὶ τὴν Φιλώνειον καὶ ἄλλο τι τῶν παρηγορικῶν φαρμάκων· κινδύνους γὰρ μεγίστους ἐπιφέρουσι δυσανάγωγα πάντα τὰ ὑγρὰ ἐργαζόμενα μετὰ τοῦ καταβάλλειν καὶ νεκροῦν καὶ τὴν δύναμιν. εἰ δὲ ἡ ὀδύνη σφοδρὰ καὶ ἀκαρτέρητος ᾖ καὶ ἀγρυπνία πολλὴ τῆς δυνάμεως ἐρρωμένης, τοῖς προειρημένοις χρήσασθαι οὐδὲν ἄτοπον, ὥστε τὴν δύναμιν ἀνακαλέσασθαι ἀπὸ τῆς ἄγαν ἀγρυπνίας κινδυνεύουσαν. εἰ δὲ ἀσθένεια δυνάμεως εἴη, φεῦγε παντελῶς τὰ ναρκωτικὴν ἔχοντα δύναμιν. Περὶ τροφῆς.
Τροφῇ δὲ κεχρήσθω χυλῷ τῆς πτισάνης ἐπὶ πολὺ ἑψηθέντι καὶ ἀποθεμένῳ τὸ φυσῶδες· ἐὰν γὰρ μὴ καλῶς ἑψηθῇ, φυσᾷ τὰ ὑποχόνδρια καὶ αὐτὴ, καθάπερ καὶ τὰ ἄλλα τῶν ὀσπρίων. εἰ δὲ δυσανάγωγον εἴη τὸ ὑγρὸν, ἀμύγδαλα καθάρας καὶ λειώσας πρόσπλεκε τῇ πτισάνῃ συνέψεσθαι· τότε γάρ ἐστιν εὐανάγωγον μᾶλλον τὸ ἐν τῷ θώρακι φερόμενον ὑγρόν. εἰ δὲ μὴ πάνυ πυρέττοι σφοδρῶς καὶ τῆς φλεγμονῆς τὸ ζέον φαίνοιτο παυσάμενον, θαρρῶν καὶ τοῦ τῆς ἀκαλήφης σπέρματος πρόσπλεκε τῇ πτισάνῃ μεθʼ ὑσσώπου συνεψῆσθαι ποιῶν· τὰ γὰρ παχύτερα καὶ γλισχρότερα τῶν περιττωμάτων ἐπὶ πλέον λεπτύνειν δύνανται. τὸν χυλὸν δὲ καθʼ αὑτὸν τῶν ἀμυγδάλων πάρεχε μικρὸν αὐτῷ προσπλέκων μέλιτος. ἔστι δὲ κάλλιον πρωῒ μὲν τὸν χυλὸν τῆς πτισάνης, ἑσπέρας δὲ τὸν χυλὸν τῶν ἀμυγδάλων. εἰ δὲ ἡ δύναμις ἀσθενεστέρα σοι φαίνοιτο, καὶ ἄρτου καθαροῦ ψῖχας πάρεχε εἰς τὸ ἀπόμελι ἢ ὑδρόμηλον ἢ ὑδρορόσατον· τὸ γὰρ καλούμενον Κιβυρατικὸν φεῦγε· καὶ γὰρ τοὺς πυρετοὺς παροξύνει καὶ τῆς κεφαλῆς ἅπτεται, ὥστε καὶ παραφροσύνας ἐργάζεσθαι. καὶ πολλῷ βέλτιον ἂν εἴη, εἰ πάνυ ἀσθενὴς ἡ δύναμις φαίνοιτο, διδόναι βραχὺ Κνιδίου ἢ τὸ ἀπὸ τῆς Κιβύρας ὑδρόμηλον. εἰ δὲ μὴ ἔχοι ἡδέως πρὸς τὰς ψῖχας ὁ κάμνων, δεῖ τῶν γλυκέων πομάτων λαμβάνειν εἰς ζωμὸν ἐκτὸς ἐλαίου γινόμενον ἀπὸ μόνης ὄρνιθος καὶ μικρῶν ψιχῶν. ἐφʼ ὧν ἡ δύναμις ἀσθενής ἐστι καὶ ἀνόρεκτος εἴη ὁ κάμνων, παραλάμβανε, ὥστε καὶ ἰχθύος, μάλιστα κίχλης, ἀποβλέπων εἰς τὴν δύναμιν· ἔστι δὲ καὶ ὁ ἰχθὺς καὶ ἁπαλὸς καὶ ὑγρὸς καὶ εὔπεπτος. καὶ ἴσως πτισάνην αὐτὴν ὀνομάζων θαλασσίαν οὐκ ἂν ἁμάρτοις· οὕτως ἐστὶν ἀπέριττος ἡ ἐξ αὐτῆς τροφή. τὰ δὲ κτένια καλούμενα καὶ πάντα τὰ ὀστρακόδερμα φεῦγε ὡς παχύχυμα καὶ σφόδρα παρεμποδίζοντα τῇ ἀναγωγῇ τοῦ πτυέλου. ὁμοίως δὲ καὶ τὰ λάχανα παραιτοῦ, εἰ μὴ ἡ γλῶττα τραχεῖα φαίνοιτο καὶ διψώδης καὶ πυρετὸς ἄγαν· τηνικαῦτα γὰρ οὐδὲν ἄτοπον ἢ μαλάχης ἀποζέματος δοῦναι ἢ ἰντύβων. ὁμοίως δὲ καὶ μῆλον γλυκὺ δοτέον. ῥοιὰς δὲ καὶ πᾶν, ὅ τι ἂν εἴη στύφον, ὡς πολέμια τῷ θώρακι παραιτοῦ. καὶ ψυχρὸν, εἴ τι κατʼ ἐνέργειαν ὑπάρχον εἴτʼ ὀπώραν, παραιτοῦ. εὔκρατον δὲ πάρεχε καὶ μὴ, ὡς οἱ πολλοὶ, νομίσῃς αὐτὸ χολῶδες εἶναι· καταγέλαστον γὰρ τοῦτο. καὶ καταμέμφονται σαφῶς Ἱπποκράτους μὴ εἰδότες, πῶς εἴρηται· τοῖς οὖν θέρμην ἔχουσι καὶ σφόδρα καταξήροις καὶ πυρετῷ κάμνουσι τίς ἂν τούτου εὕροι κάλλιον τῇ χολῇ καὶ μάχεσθαι καὶ νικᾶν αὐτὴν δυνάμενον; εἰ καὶ τροφάς τις ἐπιδώσει τὰς τρέφειν δυναμένας, ἐπεὶ καὶ καθʼ ἑαυτὸ τὸ εὔκρατον, ἅτε δὴ ἁπλοῦν ὂν, οὔτε θρέψαι οὔθʼ ὑγρᾶναι τὸν κάμνοντα κυρίως δύναται, ἀλλὰ καὶ ξηρὸν καὶ πικρὸν ἀποτελέσει μᾶλλον αὐτὸν τῷ λόγῳ τῆς ἀτροφίας. συγκρίνων οὖν αὐτὸ πρὸς οἶνον καὶ μελίκρατον καὶ τὰς ἄλλας τροφὰς τοῦτʼ εἶπεν, ὡς τὸ εὔκρατον οὐ δεῖ μέμφεσθαι· αὐτὸ γάρ ἐστι τὸ καὶ τὰς ἄλλας τροφὰς καὶ πέττεσθαι καὶ ἀναδίδοσθαι ταχύτερον παρασκευάζον. καὶ τοῦτʼ ἔστιν, ὃ λέγει, «ὑγρασίη τροφῆς ὄχημα». ὥστε μὴ παύσῃ διδοὺς εὔκρατον μεταξὺ τροφῆς καὶ τῶν ἄλλων πομάτων. καὶ τοῦτο γὰρ αὐτὸς ἐδίδαξεν εἰπὼν, μίσγοντος μὲν μελικράτου ἢ ἀπομέλιτος ἐπιδιδόναι κάλλιον, ἐπεὶ καθʼ ἑαυτὸ μόνον οὐ τρέφει οὔτε φάρμακον εἶναι δύναται, πάντα δὲ γίνεται σὺν ταῖς ἄλλαις τροφαῖς καὶ πασῶν τῶν τροφῶν ὄχημα· οὐδὲν γὰρ ξηρὸν οὔτε φάρμακον ἄνευ ὑγροῦ εἰς τὸ βάθος ἀφικνεῖσθαι δύναται, ἀλλὰ μένει περὶ τὴν ἐπιφάνειαν μηδεμίαν ἐνέργειαν ἐπιδεικνύμενον. ὅταν δὲ συμπλακῇ τινι τῶν ὑγροτέρων, τότε καὶ δύναμιν ἔχει καὶ σημείωσιν, ἢ ψῦξιν ἢ θερμότητα ἐν τῷ βάθει χαρίζεται, ὥστε τὸ ὕδωρ, εἰ καὶ οὐχ ὡς τροφήν τινες ἐδόξασαν τῷ ἁπλοῦν αὐτὸ εἶναι, ἀλλὰ πάντα τρέφει αὐτὸ καὶ μόνον ποιεῖ καὶ ὁδοποιεῖ καὶ κατέχει καὶ ἑνοποιεῖ τὰ διῃρημένα· εἰ γὰρ καὶ τὴν γῆν ξηρὰν οὖσαν καὶ διεσκορπισμένην ἑνοῖ καὶ συνεχῆ ταύτην ἀπεργάζεται, ὡς διάφορα ἀποτελεῖσθαι σκεύη καὶ τὸν αὐτὸν ἄρτον ἐσθιόμενον καὶ ἄλευρον ὑπάρχοντα, μεγίστην δύναμιν ἔχει καὶ μηδὲν αὐτῷ συμβαλλέσθω τις ἢ ἐν ζῴοις ἢ φυτοῖς, ὡς τὸ ὑγρόν· ἐξ ὑγροῦ γὰρ καὶ ἡ γένεσις. καὶ τοῦτο δεῖ φυλάττειν ἀεὶ, διότι καὶ τὰ ἄλλα αὐτὸ μάλισθʼ ἑνοῖ καὶ κατέχει. οὕτως οὖν διαιτᾶν δεῖ τοὺς πλευριτικοὺς, εἰ μηδὲν ἄλλο τι παρείη σύμπτωμα. καὶ τότε δεῖ καὶ πρὸς ἐκεῖνο ἐνίστασθαι, οἷον, εἰ συμβῇ μετὰ τοῦ ὀδύνην εἶναι καὶ φλεγμονὴν περὶ τὸ πλευρὸν, μὴ κατὰ φύσιν ἐκκρίνειν τὴν γαστέρα, ἀλλʼ ἀτάκτως, ὥστε καὶ τὴν δύναμιν καταβάλλεσθαι, ἀνάγκη τότε καὶ τῆς γαστρὸς πρόνοιαν ποιήσασθαι καὶ μήτε φλεβοτομῆσαι προπετῶς μήτʼ ἄλλῳ τινὶ χρήσασθαι βοηθήματι, εἰ μή τι κατὰ τῆς γαστρὸς διὰ τῶν ῥωννύειν αὐτὴν καὶ ἐπέχειν δυναμένων ἐπιβροχῶν τε καὶ ἐπιθεμάτων. εἰ δὲ καὶ ἡ ὀδύνη τοῦ πλευροῦ κατεπείγει, οὐδʼ αὐτοῦ ἀμελεῖν χρὴ, ἀλλʼ ἀμφοτέρων προνοεῖσθαι· κατὰ μὲν οὖν τοῦ στομάχου καὶ τῆς γαστρὸς τὰ τονοῦντα, κατὰ δὲ τοῦ πλευροῦ τὰ θερμαίνειν καὶ χαλᾶν δυνάμενα. οὕτω δὲ δεῖ πράττειν, ὡς μηδὲν ὅλως ἅπτεσθαι τῶν χαλώντων ἢ τοῦ ἥπατος ἢ τῆς γαστρός. Περὶ ὀδύνης καὶ φαρμάκων.
Ὀδύνης μὲν οὖν ἀμέτρου οὔσης καὶ πυρετοῦ τὰς ἐπιβροχὰς καὶ πυρίας τὰς πραεῖς καὶ ἀδήκτους ἔξωθεν παραλαμβάνειν ἀεὶ, μὴ οὔσης δὲ σφοδρᾶς τῆς ὀδύνης τὰς κηρωτὰς καὶ ἐπιθέματα. καλὰ δέ εἰσιν εἰς τὰ τοιαῦτα φάρμακα τὸ διὰ στεάτων καλούμενον καὶ ἡ χεὶρ καθʼ ἑαυτὴν καὶ μιγνυμένη μετὰ τῆς διὰ μέλιτος. παρακμῆς δὲ γενομένης καὶ ζεούσης πάνυ μηκέτι τῆς φλεγμονῆς ποιεῖ καλῶς καὶ ἡ πηγανερὰ καλουμένη καὶ ὅσα γε διαφορεῖν ἐπὶ πᾶσι καὶ ἕλκειν τὰ ἐκ βάθους ἐστὶ δυνατά. καὶ μάλιστʼ, ἐφʼ ὧν οὐκ ἔστι πυρετὸς, κεχρῆσθαι δεῖ τοῖς θερμοτέροις ἅπασιν καταπλάσμασί τε καὶ ῥοφήμασιν. οἱ οὖν τῆς κράμβης καυλοὶ καέντες ἄριστα ποιοῦσι πρὸς τὰς τῶν πλευρῶν ὀδύνας. δεῖ οὖν αὐτοὺς μετὰ τὸ τεφρωθῆναι ἀναλαμβάνειν στέατι παλαιῷ χοιρείῳ καὶ οὕτως ἐπιτιθέναι τῷ πεπονθότι. φαρμάκοις μὲν οὖν, ἐφʼ οἷς οὐκ ἔστι πυρετὸς, τούτοις δεῖ κεχρῆσθαι καὶ πόμασι τῷ τε κόστῳ καὶ τῷ βδελλίῳ τῷ Ἀραβικῷ. Περὶ ἀποζεμάτων.
Ἐπειδὴ καὶ ἀποζέμασιν ἅπαντες ὡς ἐπὶ τὸ πολὺ κέχρηνται, καὶ ταῦτα τοῦ θειοτάτου Ἱπποκράτους μὲν τῷ χυλῷ πτισάνης ἀρκουμένου, οὗτοι δὲ μελικράτῳ καὶ ὀξυμέλιτι καὶ πτισάνης χυλῷ πρὸς τὴν ἀναγωγὴν τοῦ πτυέλου, ἀναγκαῖον εἰδέναι καὶ προσδιορίζεσθαι καὶ περὶ τούτων. εἰ μὲν οὖν χολώδεις εἰσὶ, καλόν ἐστι καὶ μόνῳ τῷ τῆς πτισάνης χυλῷ ἀρκεῖσθαι καὶ συνεχέστερον αὐτὸν ἐπιδιδόναι καὶ πλείονα. εἰ δὲ ἀποδιώκοιτο καὶ μὴ δέχοιτο τὸν τῆς πτισάνης χυλὸν ἡδέως, καὶ ἄλλῳ χρῆσθαι δεῖ καὶ μάλιστα τῷ ἀπὸ τοῦ βρώμου· οὐ γὰρ ἔλαττον τῆς πτισάνης, εἰ μή τί γε καὶ πλεῖον, ἔχει τὸ δύνασθαι καθαίρειν καὶ εὐανάγωγα ποιεῖν τά τε ἀπὸ τοῦ θώρακος καὶ πνεύμονος ὑγρά. καὶ τὸ εὔκρατον δὲ τούτοις ἐπιτήδειόν ἐστι τῷ ὑγραίνειν τὸ ξηρὸν τοῦ χυμοῦ καὶ τὸ ἀπόμελι μᾶλλον καὶ τὸ μελίκρατον καὶ καθόλου γε πάντῃπερ ἀνυγραίνειν μετὰ τοῦ μήτε ψύχειν ἢ θερμαίνειν σφοδρῶς, ἀλλʼ ἔχειν τι ῥυπτικόν· οὐδὲν γάρ ἐστι κάλλιον ἐπὶ πλευριτικῶν τοῦ ὑγραίνειν ἅμα καὶ ῥύπτειν δυναμένου φαρμάκου. εἰ δὲ φλεγματῶδες εἴη τὸ διαπτυόμενον καὶ γλίσχρον, ὥστε διὰ τοῦτο δυσανάγωγον εἶναι καὶ μετὰ πολλῆς ἀνάγεσθαι βηχὸς, ἐπὶ τούτων ἀναγκαῖόν ἐστι κεχρῆσθαι καὶ τῷ διὰ τῆς ἴρεως καὶ γλυκυρρίζης ζέματι καὶ τῷ διὰ πρασίου καὶ ὀξυμέλιτος καὶ τῷ μελικράτῳ πρός γε τὴν δύναμιν ἀποβλέποντα καὶ τὴν ποσότητα καὶ δύναμιν τοῦ πτυομένου καὶ ἀναγομένου. Περὶ καθαρσίου.
Καὶ ὑπάγειν δὲ τὴν γαστέρα δεῖ μὴ μόνον κλύσμασιν, ἀλλὰ καὶ ὑπηλάτοις χρωμένους, εἰ καὶ τὸ σῶμα φαίνοιτο κακόχυμον ὑπάρχον καὶ περιττωματικὸν, ὥστε διὰ τούτου καὶ πρὸ τῶν βοηθημάτων παροξύνεσθαι μᾶλλον ἢ ἐλάττονα γίνεσθαι τὴν ὀδύνην καὶ περὶ τὰ κάτω μόρια τὸ ἄλγημα γίνεσθαι. δεῖ δὲ καὶ τὴν κάθαρσιν ποιεῖσθαι, εἰ μὲν χολῶδες εἴη, τὸν ὀπὸν παρέχοντα τῆς σκαμμωνίας· οὐδὲ γὰρ ἔχει πάνυ τὸ θερμὸν ὥσπερ τὰ ἄλλα καθάρσια. διδόναι δὲ δεῖ συμμέτρως αὐτοῦ καὶ κατὰ μέρος ἀποβλέποντα πρὸς τὴν δύναμιν καὶ τὴν ποσότητα τῆς πλεοναζούσης ὕλης. εἰ δὲ μὴ ὑπάρχει χολῶδες, ἀλλὰ μᾶλλον φλεγματικὸν, τότε δεῖ κεχρῆσθαι ἐκείνοις, οἷς ἐκέλευσεν ὁ θειότατος Ἱπποκράτης, ἢ πεπλίῳ ἢ τῷ μέλανι ἑλλεβόρῳ, ποτὲ μὲν εἰς πτισάνης χυλὸν ξηρίον ποιοῦντα, ὡς καὶ ἡμεῖς ἐποιήσαμεν πολλάκις. ἔχει δὲ αὐτοῦ ἡ σύνθεσις οὕτως· ἑλλεβόρου μέλανος χωρὶς τῆς ἐντεριώνης δραχ. δʹ, σκαμμωνίας δραχ. αʹ, κόμμεως δραχ. αʹ ἀναλάμβανε χυλῷ κράμβης καὶ ποίει καταπότια μέγεθος ἔχοντα ἐρεβίνθου καὶ δίδου παιδίοις κόκκους εʹ, τοῖς δὲ ἔχουσι δύναμιν κόκκους ζʹ, τοῖς δὲ ἀκμάζουσι κόκκους ιεʹ, γυναιξὶ δὲ κόκκους ιαʹ. εἰδέναι δὲ δεῖ, ὅτι καὶ ὀφθαλμιῶσιν ἐπιδίδονται ταῦτα καὶ ἰκτερικοῖς μετὰ τοῦ μηδεμίαν ἀνατροπὴν στομάχου ποιεῖν. διδόναι δὲ αὐτὰ μᾶλλον δεῖ μετὰ τροφήν· οὕτω γὰρ ἀβλαβῆ καὶ ἄλυπον ποιοῦσι τὴν κάθαρσιν.