Part of Therapeutics

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ΒΙΒΛΊΟΝ ἙΝΔΈΚΑΤΟΝ.κεφ. αʹ.Περὶ τῶν ἐν τοῖς νεφροῖς συνισταμένων παθῶν.

Οἱ τικτόμενοι περὶ τοὺς νεφροὺς λίθοι ὑπὸ γλίσχρων χυμῶν καὶ παχέων ὀπτωμένων τὴν γένεσιν ἔχουσι τῆς ἐν τοῖς νεφροῖς θερμασίας πυρώδους ὑπαρχούσης. ἔστιν οὖν ὑλικὸν αἴτιον ἡ παχυτέρα ὕλη, ποιητικὸν δὲ ἡ πυρώδης θερμασία, ὥσπερ καὶ ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν· ἐκ πυρὸς γὰρ καὶ τοιᾶσδε ὕλης ἐπιτηδείας οὔσης οἱ τοὺς κεράμους ἐργαζόμενοι οὕτως ἅπαντα ποιοῦσιν, ὡς μηδὲ ὑφʼ ὕδατος δύνασθαι διαλυθῆναί ποτε. τούτων οὕτως ἐχόντων φροντιστέον ἐστὶ μήτε ὕλην παχυτέραν γεννᾶσθαι περὶ τοὺς νεφροὺς μήτε πυρώδεις αὐτοὺς καὶ δυσκράτους γίνεσθαι· εἰ γάρ τι τούτων ἀπείη, οὐ μὴ συστῇ λίθος ποτέ. Περὶ διαγνώσεως.

Διαγίνωσκε δὲ ἀκριβῶς οὕτως, εἰ τῷ ὄντι λίθος ἐστὶν ὁ ποιῶν τὴν ὀδύνην· καὶ γὰρ τὰ αὐτὰ συμβαίνει σημεῖα καὶ τοῖς κωλικευομένοις καὶ τοῖς ἔχουσι λίθον ἐν νεφροῖς. καὶ μάλιστα περὶ τὰς ἀρχὰς διακρίνεται δυσχερῶς· καὶ γὰρ ἐπὶ ἀμφοτέρων τῶν παθῶν ἔμετοι γίνονται καὶ ἐποχὴ γαστρὸς καὶ πνευματώσεις καὶ διατάσεις ἄχρι τοῦ στομάχου καὶ τοῦ ἥπατος. εἰ δὲ καὶ συμβαίνει τὰ αὐτὰ ἀμφοτέροις, ἀλλὰ τὸν τεχνίτην ἰατρὸν οὐκ ἂν λάθοι· μᾶλλον γὰρ πλείονες οἱ ἔμετοι ἐπὶ τῶν κωλικῶν καὶ ἄπεπτοι καὶ φλεγματώδεις ἐν ἐποχῇ τῆς γαστρὸς καὶ πνευμάτων· ἐπὶ δὲ τῶν νεφριτικῶν οὐ τοσοῦτον, ἀλλὰ καὶ θεραπευόμενοι πολλάκις ἐκκρίνουσιν, ἔσθʼ ὅτε δὲ καὶ χωρὶς τοῦ θεραπευθῆναι πνευμάτων ἔκκρισις γίνεται καὶ τῆς γαστρὸς ὑποχώρησις, ὅπερ οὐδὲ ὅλως τοῖς κῶλον ἀλγοῦσι συμβαίνει. δεῖ δὲ καὶ τὰ οὖρα κατανοεῖν ἐπιμελῶς· τὴν γὰρ μεγίστην διάγνωσιν ἐν τούτοις ἀκριβῶς ἔστιν εὑρεῖν· φλεγματικωτέρα γὰρ καὶ πλείων ἡ ὑπόστασις γίνεται τοῖς κωλικοῖς, ἐλάττων δὲ τοῖς νεφριτικοῖς καὶ, εἰ κατανοήσεις ἀκριβῶς, ψαμμώδη τινὰ εὑρήσεις ἐν τοῖς οὔροις, ἅπερ τοῖς κωλικευομένοις οὐ συμβαίνουσι. καὶ μᾶλλον ὀδύνη βαρεῖα καὶ ἐρείδουσα καθʼ ἕνα τόπον τοῖς νεφριτικοῖς ὄπισθεν μᾶλλον καὶ περὶ τὰς λαγόνας, ἐπὶ δὲ τῶν κωλικῶν ἔμπροσθεν πλέον ἢ ὄπισθεν. καὶ στῦψις δὲ περὶ τὸν οὐρητικὸν γίνεται πόρον τοῖς νεφριτικοῖς, ὅπερ τοῖς κωλικοῖς οὐ συμβαίνει. οὕτω μὲν οὖν διαγινώσκειν δεῖ καὶ διακρῖναι ἀπʼ ἀλλήλων νεφριτικούς τε λίθον ἔχοντας καὶ κωλικούς. Θεραπεία λιθιώντων.

Θεραπεύειν δεῖ τοὺς ἔχοντας λίθον ἐν μὲν τοῖς παροξυσμοῖς διὰ τῶν χαλᾶν καὶ παρηγορεῖν δυναμένων καὶ προσέτι θρύπτειν καὶ ὑπεξάγειν τὸν λίθον. ἄριστον οὖν ἁπάντων τὸ λουτρόν· οὐ γὰρ μόνον παρηγορεῖ, ἀλλὰ καὶ θεραπεύειν δύναται. τοὺς μὲν γὰρ κωλικοὺς μόνον παρηγορεῖ πολλάκις, τοὺς δὲ νεφριτικοὺς κατʼ ἀμφότερα ὠφελεῖ. ἀλοιφῇ δὲ κατὰ τὸν τόπον τῷ χαμαιμήλῳ κεχρήσθωσαν ἐν τῷ λουτρῷ καὶ ἐν θερμῷ πλείονι καὶ ἐν τῇ ἐμβάσει ἐπὶ πλείονα χρόνον διατριβέτωσαν. δεῖ δὲ οὐ μόνον ἅπαξ λούειν τῆς ἡμέρας, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, πολλάκις καὶ εἰς τὸ ψυχρὸν, εἰ θέρος εἴη, ἐμβιβαζέσθωσαν. μετὰ δὲ τὸ λαβεῖν τὰ σάβανα πινέτωσαν τὸ ζέμα τῶν κολυμβάδων μετὰ σελίνου ἢ βραχέος ἀνίσου. εἰ δʼ ἐπιμένοι τὰ τῆς ὀδύνης καὶ μηδʼ ὅλως ἔκκρισις τοῦ λίθου γένοιτο, πινέτωσαν καὶ τὸ ζέμα τῆς ῥίζης τῆς πενταφύλλου βοτάνης ἔτι περιβεβλημένοι τὰ σάβανα· πάνυ γὰρ μετὰ τοῦ ἡδέος καὶ τὸ δραστικὸν ἔχει. ἐκτὸς δὲ τοῦ λουτροῦ δεῖ λαμβάνειν αὐτὸ καθʼ ἑαυτὸ καὶ μετʼ ὀξυμέλιτος. εἰ δὲ μὴ εὐπορήσεις τῆς πενταφύλλου τὴν ῥίζαν εὑρεῖν, καὶ τοῦ ἠρυγγίου ἢ ἐρυσίμου καὶ πριονίτιδος πάνυ μεγάλως τὸ ζέμα ποιεῖ πινόμενον. ἔξωθεν δὲ κεχρήσθωσαν μαρσίποις διὰ τῶν πιτύρων τῶν σιτίνων, μάλιστα καὶ τοῦ ζέματος τῆς χαμαιμήλου καὶ ἀλθαίας καὶ μελιλώτων καὶ ἐλαίου χαμαιμηλίνου, συνεχέστερον δὲ ἀμειβέσθωσαν. εἰ δὲ μὴ πάρεισι πίτυρα, τοῖς ῥάκεσι τοῖς ἐρινοῖς χρηστέον ἀποβρέχοντας αὐτά ποτε εἰς ἔλαιον γλυκὺ, ἄλλοτε εἰς χαμαιμήλινον καὶ οὕτω θερμαίνοντας ἀλλάττειν συνεχέστερον. ὑπάγειν δὲ δεῖ καὶ τὴν γαστέρα κλύσμασι, μὴ τοῖς πάνυ δριμέσιν, ἀλλὰ μᾶλλον τοῖς ἔχουσιν ἐλαίου πλεῖον καὶ τοῖς δυναμένοις χαλᾶν καὶ θρύπτειν ἐκτὸς τοῦ δριμύσσειν. τοιοῦτον δέ ἐστι τὸ τῆς ἀλθαίας ζέμα τήλεώς τε καὶ ἰσχάδων καὶ πιτύρων καὶ χαμαιμήλων καὶ τὸ ἔλαιον τὸ χαμαιμήλινον. ἐπὶ δὲ τῶν θερμοτέρων πάνυ καὶ ὁ τῆς πτισάνης χυλὸς μετὰ ῥοδίνου καὶ χαμαιμήλου καὶ τῶν πυρρῶν τῶν ὠῶν ἐνιέμενος καὶ κατὰ τόπον κηρωταὶ διὰ κηροῦ μετὰ χαμαιμήλου καὶ ῥοδίνου καὶ κρόκων ὠῶν συγκείμεναι· παρηγοροῦσι γὰρ καὶ εὐκρασίαν περιποιοῦσι τοῖς τόποις καὶ πρὸς τὸ παθεῖν φορούμενοι κωλύουσιν ἁλίσκεσθαι τῇ διαθέσει τοὺς λιθιῶντας συνεχῶς. εἰ δὲ ἐπιμένοι τὰ τῆς ὀδύνης καὶ ὁ λίθος δυσέκκριτος, ἔρχου ἐπὶ τὰ ἰσχυρότερα τῶν βοηθημάτων. τοιοῦτον δέ ἐστι τὸ τοῦ τράγου αἷμα. δεῖ δὲ αὐτὸ ψύχειν καλῶς καὶ μετὰ τὸ ψυγῆναι κόπτειν καὶ σήθειν καὶ οὕτω διδόναι τοῖς ἔχουσι λίθον. καὶ τοὺς τέττιγας δὲ ὁμοίως ψύξαντα καὶ κόψαντα διδόναι, δεῖ δὲ αὐτῶν λαμβάνειν τὰ πτερὰ καὶ τοὺς πόδας καὶ οὕτω παρέχειν τῷ πάσχοντι κάτω ἐν λουτρῷ ἐν τῇ τοῦ ψυχροῦ δεξαμενῇ. κάλλιον δὲ ἂν εἰς οἰνόμελι ἢ κονδῖτον λειώσαις τὸ βοήθημα. μὴ οὖν καταφρονήσῃς· ἔστι γὰρ ἰσχυρόν.

ταῦτα μὲν οὖν ἁπλᾶ, τῶν δὲ συνθέτων ἄριστόν ἐστι τόδε· ναρδοστάχυος . . . . οὐγ. αʹ πεπέρεως . . . . . οὐγ. αʹ κασίας σύριγγος . . . οὐγγ. βʹ κόστου . . . . . . οὐγγ. βʹ. διʼ ὕδατος δίδου νυκτὸς καὶ πρωΐ. δραστικώτατον δὲ καὶ σφόδρα ἰσχυρότατόν ἐστι βοήθημα τὸ διὰ τοῦ τραγείου αἵματος οὕτω διδόμενον. ὅταν ἄρξηται περκάζειν ἡ σταφυλὴ, λαβὼν λοπάδα καινὴν βάλε εἰς αὐτὴν ὕδωρ καὶ ἀπόζεσον, ὥστε τὸ γεῶδες ἀποβαλεῖν, καὶ σφάξας τὸν τράγον βάλε τοῦ αἵματος αὐτοῦ τὸ μέσον, ὥστε μήτε τὸ πρῶτον μήτε τὸ ὕστερον λαβεῖν. καὶ ἐάσας παγῆναι κατάτεμε εἰς λεπτὰ μόνον ἐν τῇ λοπάδι. σκεπάσας δὲ δικτύῳ λεπτῷ ἢ ὀθόνῃ ἀραιᾷ εἰς ὑπαίθριον τόπον τίθει, ὥστε ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης καταλάμπεσθαι καὶ ξηρανθῆναι, καλῶς φυλαττόμενος, μὴ βραχῇ, καὶ λειώσας ἐπιμελῶς ἔχε ἐν πυξίδι καὶ ἐπὶ τῆς χρήσεως δίδου κοχλιάριον ἓν πλῆρες μετὰ γλυκέος Κρητικοῦ. τοῦτο μὲν οὖν τοιοῦτόν ἐστι. καὶ ἡμεῖς δὲ οὐκ ἐν ὀλίγῳ χρόνῳ τὴν τούτου πεῖραν εἰλήφαμεν. προσήκει δὲ ἀκμαῖον εἶναι τῇ ἡλικίᾳ τὸν σφαζόμενον τράγον. εἴη δʼ ἂν ὁ τοιοῦτος περὶ τὸ τέταρτον ἔτος. φύλλα δὲ τοῦ μαράθρου δεῖ προπαραβάλλειν τῷ τράγῳ εὐωδίας χάριν ἀμώμου τε καὶ τῶν τοιούτων. ἐγὼ δὲ μίξας σμύρνην τρωγλῖτιν κεκαυμένην εἰς τὰς μεγάλας ὀδύνας οἶδα ἐξουρήσαντα παμμεγέθη λίθον, ὃν διαθρύψας ἐξέωσα. ἐδείκνυε δὲ τὸ πλῆθος τῶν τμημάτων τὸ συνεστὸς ἐξουρηθὲν αὐτὸ μόριον. τοῦτο τὸ φάρμακον μετὰ τοῦ θρύπτειν καὶ ἀνώδυνόν ἐστι καὶ ἄλλους οὐκ ἐᾷ συνίστασθαι λίθους, ὅθεν καὶ θεοῦ χεὶρ καλεῖται. εἰ δὲ μὴ ἔχοις τὸ αἷμα τοῦ τράγου, κέχρησο τῷ διὰ τοῦ κονδίτου. ἔχει δὲ οὕτω· Κονδῖτον νεφριτικόν.Ναρδοστάχυος . . . . οὐγ. αʹ φοῦ . . . . . . . οὐγ. αʹ σαξιφράγου . . . . . οὐγ. αʹ βεττονικῆς . . . . . οὐγ. αʹ ἀσάρου . . . . . . οὐγ. αʹ λινοσπέρμου . . . . . οὐγ. αʹ πετροσελίνου . . . . οὐγ. αʹ κόστου . . . . . . οὐγ. 𐅶ʹʹ φύλλου . . . . . οὐγ. 𐅶ʹʹ. κοχλιάριον βάλλε τοῦ ξηρίου εἰς κονδῖτον καὶ πινέτω πρὸ ὥρας ἀρίστου· θρύπτει λίθους καὶ ἀπουρεῖσθαι ποιεῖ, ὡς μηκέτι συγχωρεῖν συνίστασθαι λίθους. Περὶ ἀνωδύνων.

Τούτοις καὶ τοῖς ὁμοίοις τούτων ἐν ταῖς περιστάσεσι κεχρῆσθαι καὶ τῶν λίθων ἐσφηνωμένων, οὐ κατὰ τὸν τῆς ὑγείας χρόνον διὰ τὸ μὴ δυσκράτους γίνεσθαι τοὺς νεφρούς. εἰ δὲ ἐπιμένοι ἡ ὀδύνη καὶ μέγας κίνδυνος καταβληθῆναι τὴν δύναμιν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιμόνου ὀδύνης, ἔρχου καὶ ἐπὶ τὰς ἀντιδότους, ὅσαι μετὰ τοῦ παρηγορεῖν καὶ ὕπνον ἐμποιεῖν ἔχουσι καὶ τὰ λεπτύνοντα καὶ θρύπτειν δυνάμενα λίθους, οἷά ἐστιν ἥτε Φίλωνος καὶ ἡ πανάκεια καλουμένη καὶ ἡ θηριακὴ μὴ παλαιὰ οὖσα καθʼ ἑαυτὴν ἢ μετὰ τῆς Φίλωνος μιγνυμένη· βέλτιον γάρ ἐστι παρηγορῆσαί τε καὶ ἀνακαλεσάμενον τὴν δύναμιν οὕτως ἐπὶ τὰ ἰσχυρότερα καὶ λίθους θρύπτειν δυνάμενα πάλιν ἔρχεσθαι. εἰ δὲ καὶ πλῆθος ὑπολάβοις εἶναι ἢ φλεγμονὴν ἅμα τῇ τοῦ λίθου ἐμφράξει, τὴν φλεβοτομίαν πάντως παραλάμβανε πρότερον. οὕτω γὰρ οὐκ ἂν ἁμάρτοις προσφέρων βοήθημα· χαλάσεως γὰρ γενομένης καὶ τῶν πόρων ἀραιωθέντων ἔτι μᾶλλον τὰ προσφερόμενα βοηθήματα τὸ ἴδιον ἐπιδείξονται ἔργον. οἶδα μὲν οὖν καὶ ἓν μόνον τῶν γεγραμμένων βοηθημάτων ἀρκεῖν πρὸς τελείαν θεραπείαν τοῦ πάθους, ἐμνημόνευσα δὲ διαφόρων διὰ τὸ ἀπορήσαντα ἑνὸς ἑτέρῳ δυνηθῆναι χρήσασθαι. λοιπὸν δὲ καὶ πρὸς τὸ μέγεθος τῆς νόσου καὶ τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ κάμνοντος ἐξευρίσκειν ἐκ τῶν διαφόρων ἐστὶ δυνατὸν τὸ κατάλληλον. ἐν δὲ τῷ τῶν βοηθημάτων πλήθει τινὰ μὲν θραύειν τοὺς ἤδη τεχθέντας λίθους, ἄλλους δὲ γεννᾶσθαι πλείονας παρασκευάζουσι· τὴν γὰρ ποιητικὴν αἰτίαν αὔξουσι τῶν λίθων δυσκράτους αὐτοὺς καὶ πυρώδεις διὰ τῶν θερμαινόντων ἀπεργαζόμενοι, ὡς εὐχερῶς ἑτέρους ὀπτᾶν δύνασθαι λίθους. ὅπως οὖν μὴ τοῦτο γένοιτο, σπουδάζειν χρὴ φεύγειν τὰ πάνυ θερμὰ καὶ δριμέα τῶν βοηθημάτων. εἰ δὲ ἀνάγκη τις συμβῇ, ἅπαξ ἢ δὶς τούτοις χρησάμενον καὶ ἐπιτυχόντα τοῦ σκοποῦ δεῖ πάλιν ἀφίστασθαι αὐτῶν καὶ μὴ, ὡς οἱ πολλοὶ ποιοῦσι, κεχρῆσθαι θέλειν αὐτοῖς ἐν τῷ τῆς ὑγείας χρόνῳ προφυλακῆς χάριν ἐπὶ τὸ μὴ συνάγεσθαι παχυτέραν ἢ ψυχροτέραν ὕλην ἐπιτηδείαν οὖσαν πρὸς τὴν τῶν λίθων γένεσιν. ἀλλὰ τοὐναντίον δεῖ σπουδάζειν καὶ εὐκρασίαν ἐμποιεῖν καὶ τοῖς λεπτύνουσιν ἄνευ τοῦ πάνυ θερμαίνειν κεχρῆσθαι, ὥσπερ τὸ ὀξύμελι καὶ τὸ ἀδίαντον καὶ τὸ ζέμα τοῦ ἑλείου ἀσπαράγου καὶ ἀγρώστεως καὶ ἡ ῥίζα τοῦ σελίνου καὶ ἠρυγγίου καὶ τῆς πενταφύλλου ῥίζης καὶ τοῦ ἀρνογλώσσου τῆς ῥίζης καὶ τῶν φύλλων καὶ ἔτι μᾶλλον τοῦ καρποῦ καὶ τῶν ἐρεβίνθων ὁ ζωμὸς, γλυκυσίδης ὁ καρπὸς, ἀμύγδαλα. ἀλλὰ μηδὲ τούτοις συνεχῶς, ἀλλὰ τότε μόνον, ὅτε τις ὑπόνοια συνάγεσθαι παρείη παχυτέραν ὕλην ἐν τοῖς νεφροῖς. πίνειν δὲ δεῖ πρὸ πάσης τροφῆς εὔκρατον· οὐδὲν γὰρ οὕτως ἀπερίττους ἐργάζεται καὶ εὐκράτους τοὺς νεφροὺς, ὡς μὴ δύνασθαι ἔτι τίκτειν λίθους· τῷ γὰρ χρόνῳ τὸ πυρῶδες αὐτῶν ὑπὸ τῆς εὐκρασίας ἀποσβέννυται. διὸ καλῶς ποιοῦσιν οἱ πίνοντες καὶ ἐν τῷ μέσῳ τῆς τροφῆς ὕδατος ἢ οἴνου ψυχθέντος ἢ ῥοσάτου ἢ ἰάτου· τὸ γὰρ κονδῖτον παντὶ τρόπῳ παραιτεῖσθαι δεῖ ὥσπερ καὶ τὸ ὑδρόγαρον καὶ πάντα τὰ διὰ πεπέρεως. καὶ οὐ μόνον δὲ τὰ δριμέα, ἀλλὰ καὶ παχύχυμα τῶν ἐδεσμάτων φεύγειν δεῖ, οἷον ἄλικα, ἴτριον, σεμίδαλιν, ὠὰ σκληρὰ, πλακοῦντας καὶ ὅσα διὰ γάλακτος ἔχει τὴν σκευασίαν, καὶ αὐτὸ τὸ γάλα καὶ τὸν τυρόν. παραιτείσθωσαν δὲ καὶ τοὺς πάνυ μέλανας καὶ αὐστηροὺς τῶν οἴνων καὶ τὸ ἐπὶ στρωμνῆς καθεύδειν ἐχούσης πτερὰ τῶν χηνῶν· πάνυ γὰρ ἐκθερμαίνει ταῦτα τοὺς νεφρούς. καὶ τὸ ἵστασθαι ἐπὶ πολὺ φυλάττεσθαι δεῖ, σπουδάζειν δὲ μᾶλλον ἢ κινεῖσθαι ἢ καθέζεσθαι. φεύγειν δὲ δεῖ καὶ τὴν βραδυσιτίαν καὶ τὰ μὴ πέττοντα ἐσθίειν καὶ τὸν πολὺν ἰσικὸν καὶ τῶν ἰχθύων τὰ κητώδη, οἷον θύννους, πηλαμύδας, σκόμβρους, κεφάλους καὶ τὰ ὀστρακόδερμα πλὴν κτενίου καὶ ἐχίνου. τῶν δὲ ἐχίνων καὶ συνεχῶς δεῖ λαμβάνειν, ἐὰν ᾖ δυνατόν· μετὰ γὰρ τοῦ εὐκρασίαν περιποιεῖν καὶ τὸ διουρητικὸν ἔχει. ἀστακοῦ δὲ καὶ κηρυκίου σπανίως δεῖ λαμβάνειν, τὰ δὲ ὄστρεα καθόλου παραιτεῖσθαι καὶ τῶν κρεῶν τὰ λιπαρὰ καὶ τῶν ὄρνεων, ὁμοίως καὶ τῶν ἐν λίμνῃ διαιτωμένων συνεχῶς ἐσθίειν. προσφερέσθωσαν δὲ καὶ χηνῶν τὰ ἄκρα καὶ τῶν στρουθίων τὰ μὴ λιπαρὰ, χλωροὺς πυργίτας καὶ τὰ ὅμοια. τῶν δὲ ὀπωρῶν ἐσθιέτωσαν καὶ τῶν σικύων τὴν ἐντεριώνην πρώτην μάλιστα καὶ πεπόνων, σῦκα δὲ ξηρὰ καὶ χλωρὰ προσφερέσθωσαν καὶ σταφυλὴν καὶ μῆλα καὶ ῥοδάκινα καὶ ἀπίδια μήτε πολλὰ μήτε συνεχῶς. τοσαῦτα καθόλου καὶ κατὰ μέρος εἰρήσθω σοι κατὰ μέθοδον ἐπιστημονικὴν ἐκτεθέντα.

ἐπειδὴ δὲ καί τινες τῶν ἀρχαιοτέρων καὶ τῶν τὰ φυσικὰ περὶ ἀντιπαθείας γραψάντων ἐξέθεντο τινὰ καὶ τοὺς ἤδη τεχθέντας ἐπαγγελλόμενα θρύπτειν παραδόξως λίθους καὶ τοῦ λοιποῦ μηκέτι τίκτεσθαι συγχωρεῖν, ἀναγκαῖον ἐνόμισα καὶ τούτων ἐκθέσθαι τινὰ καὶ μάλιστα διὰ τοὺς φιλαρέτους ἕνεκα τοῦ σῶσαι ἄνθρωπον καὶ δυνηθῆναι νικῆσαι πάθος· καλὸν γὰρ νικᾶν καὶ πάσῃ μηχανῇ βοηθεῖν. ἔτι δὲ καὶ ὁ θειότατος Γαληνὸς μηδὲν νομίσας εἶναι τὰς ἐπῳδὰς ἐκ τοῦ πολλοῦ χρόνου καὶ τῆς μακρᾶς πείρας εὗρε μεγάλως δύνασθαι αὐτάς. ἄκουσον οὖν αὐτοῦ λέγοντος, ἐν ᾗ περὶ τῆς καθʼ Ὅμηρον ἰατρικῆς ἐξέθετο πραγματείας· ἔχει δὲ οὕτως· «ἔνιοι γοῦν οἴονται τοῖς τῶν γραῶν μύθοις ἐοικέναι τὰς ἐπῳδὰς, ὥσπερ κἀγὼ μέχρι πολλοῦ· τῷ χρόνῳ δὲ ὑπὸ τῶν ἐναργῶς φαινομένων ἐπείσθην εἶναι δύναμιν ἐν αὐταῖς· ἐπί τε γὰρ τῶν ὑπὸ σκορπίου πληγέντων ἐπειράθην ὠφελείας, οὐδὲν δʼ ἧττον κἀπὶ τῶν ἐμπαγέντων ὀστῶν ἐν τῇ φάρυγγι διʼ ἐπῳδῆς εὐθὺς ἀναπτυομένων. καὶ πολλὰ γενναῖα καθʼ ἕκαστόν εἰσι καὶ ἐπῳδαὶ τυγχάνουσαι τοῦ σκοποῦ». εἰ οὖν καὶ ὁ θειότατος Γαληνὸς μαρτυρεῖ καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν, τί κωλύει καὶ ἡμᾶς, ἅπερ ἔγνωμεν ἐκ πείρας καὶ ὅσα ὑπὸ φίλων γνησίων, ταῦτα ἐκθέσθαι ὑμῖν; πολλὰ μὲν οὖν εἰσι καὶ ἄλλα, οὐδὲν δὲ οὕτως ὡς ὁ ἐκ τοῦ Κυπρίου χαλκοῦ δακτύλιος· ἔχει δὲ οὕτω· Φυσικά.

Λαβὼν χαλκὸν Νικαϊνὸν ἢ Κύπρινον πυρὶ τὸ σύνολον μὴ συνομιλήσαντα τὸν ἐν αὐτῷ τῷ μετάλλῳ τοῦ χαλκοῦ εὑρισκόμενον ποίησον γενέσθαι ὡς ψηφίδα, ὥστε φανῆναι ἐν δακτυλίῳ, καὶ γλύψας ἐπʼ αὐτῆς λέοντα καὶ σελήνην καὶ ἀστέρα κύκλῳ τούτου γράψον τὸ ὄνομα τοῦ θηρίου καὶ ἐγκλείσας χρυσῷ δακτυλιδίῳ φόρει παρὰ τῷ μικρῷ ἢ ἰατρικῷ δακτύλῳ. κεφ. βʹ.Περὶ φλεγμονῆς τῆς ἐν νεφροῖς.

Ὅτι μὲν ἡ φλεγμονὴ συνίσταται καθόλου πλήθους ὕλης ἐπιρρεύσαντος ἐν τοῖς μορίοις καὶ μάλιστα τοῖς σαρκώδεσιν, ἅπασιν ὡμολόγηται. καὶ χρὴ τοῦτο ἐπιστημόνως σκοπεῖν, ἆρα τὸ ἐπιρρεῦσαν τῷ πλήθει μόνῳ λυπεῖ ἢ ποιότητι μόνῃ ἢ τῷ συναμφοτέρῳ. πλήθει μὲν, ὡς ὅταν αὐτὸ χρηστὸν ὑπάρχον τὸ αἷμα διὰ μηδὲν ἄλλο ἢ διὰ πλῆθος αὐτὸ μόνον τὴν ἔμφραξιν ἐργάσηται καὶ διατείνῃ τε καὶ εἰς ὕψος ἐπαίρῃ τὸ μόριον. ποιότητι δὲ μόνῃ, ὡς ὅταν μὲν ὀλίγον ὑπάρχῃ χολῶδες καὶ ἄγαν δριμὺ ἢ παχὺ καὶ γλίσχρον ἢ γεῶδες καὶ μελαγχολικόν. ἐὰν δὲ καὶ πολὺ ὑπάρχῃ τὸ ἐπιρρεῦσαν καὶ κακόχυμον, συμβαίνει τηνικαῦτα κατὰ ἀμφότερα λυπεῖσθαι τὸ μόριον καὶ διατεινόμενον ὑπὸ τοῦ πλήθους καὶ ἀνιώμενον ὑπὸ τῆς ὀχλούσης αὐτῷ ποιότητος. σκοπεῖν οὖν δεῖ, πότερον ἐξ ὅλου τοῦ σώματος ἐπιρρεῖ ἢ ἀπό τινος ὑπερκειμένου μορίου, οἷον σπληνὸς ἢ ἥπατος ἢ ἄλλου μορίου. μεγίστη γὰρ ἐκ τούτου γίνεται διαφορὰ τῆς θεραπείας· εἰ γὰρ ὅλον τὸ σῶμα φαίνοιτο πληθωρικὸν, ὅλου δεῖ προνοεῖσθαι πρότερον, εἶτα τοῦ μέρους. εἰ μὲν αἷμα πλεονάζον φανείη, διὰ φλεβοτομίας, εἰ δὲ κακοχυμία τις, διὰ καθάρσεως τῆς τὸν κρατοῦντα χυμὸν καθαίρειν δυναμένης. ποιοῦ δὲ τὴν κάθαρσιν προδιαιτήσας αὐτὸν ἀσφαλῶς καὶ εὔλυτον προκατασκευάσας τῇ τε πτισάνῃ καὶ ἰχθύσι καὶ ἰντύβοις καὶ πᾶσι τοῖς ὑγραίνειν καὶ ἐπικιρνᾶν δυναμένοις. εἰ δὲ παχὺ εἴη καὶ μηδὲν ἔχον δριμὺ, ταῖς διʼ ὀξυμέλιτος τροφαῖς καὶ ἀποζέμασι τοῖς λεπτύνειν καὶ τέμνειν δυναμένοις. ἀλλʼ ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ τὰ τέμνοντα καὶ δακνώδη ὑπάρχει καὶ παροξύνει τὰ φλεγμαίνοντα μόρια, σπουδάζειν δεῖ παντοίως ἐπιλέγεσθαι, ὅσα τὸ ἄδηκτον ἔχει. εἰσὶ μὲν οὖν καὶ ἄλλα λεπτύνειν δυνάμενα μηδὲν δριμὺ μηδὲ ἀνιαρὸν κεκτημένα, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ὑδαρὲς μελίκρατον. οὕτως οὖν προλεπτύνας τὰ παχέα ἢ ἐπικεράσας τὰ δριμέα τότε τῶν λυπούντων ποίει τὴν κάθαρσιν, εἰ φαίνοιτό σοι κατὰ τὸ συναμφότερον λυποῦντα καὶ μὴ δύνασθαι μόνη ἡ δύναμις εἰς τὸ περιγενέσθαι τῆς κακοχυμίας· φεύγειν γὰρ δεῖ ταῦτα πάντα φλεγμαίνειν δυνάμενα καὶ καθαίρειν καὶ μάλιστα ἐν τῇ ἀρχῇ ἔτι ἀπέπτων ὄντων τῶν χυμῶν καὶ τῆς φλεγμονῆς τὸ ζέον ἐχούσης, ἀλλʼ οὐδὲν οὕτως ὡς τὰ περὶ νεφροὺς καὶ κύστιν· δέχονται γὰρ τὰ περιττώματα ἑτοίμως εἰς αὐτὰ μᾶλλον ἢ διαφορεῖταί τι ἐξ αὐτῶν, ἐὰν μὴ πέψις αὐτοῦ τοῦ φλεγμαίνοντος καὶ πάσης τῆς ὕλης εὑρεθῇ γινομένη. οὕτω μὲν ἐὰν πολλὴ καὶ κακόχυμός σοι ἡ ὕλη φαίνοιτο, πράττειν δεῖ. εἰ δὲ μὴ φαίνοιτό σοι πολλή τις οὖσα ἡ ὕλη καθʼ ὅλον τὸ σῶμα, ἀλλὰ μᾶλλον ὀλίγη καὶ δριμεῖα καὶ ζέουσα, φεύγειν δεῖ τὸ μελίκρατον καὶ τὰ διουρητικὰ, κἂν ἄδηκτα ᾖ, κεχρῆσθαι δὲ μᾶλλον εὐκράτῳ πλείονι· καὶ γὰρ τὸ δριμὺ ἀμβλύνει καὶ τὸ δακνῶδες ἀποπλύνει, ὅπερ ἐπιμένον τήν τε θερμότητα ἐπισπᾶται καὶ ὀδύνην πραΰνει. ἡ δὲ ὀδύνη οἶδε πλέον τὰ πεπονθότα ῥευματίζειν μόρια, ὥστε, ἐὰν ᾖ δριμύτης ἡ λυποῦσα, οὐ δεῖ φοβεῖσθαι τὴν πλείονα προσφορὰν τοῦ πόματος· καὶ γὰρ τοῦτο πλέον ὠφελεῖ τὰς ἐκ δριμύτητος γινομένας φλεγμονάς. τὰς γὰρ διὰ πλῆθος ὕλης γινομένας τὰ διουρητικὰ πάνυ οὐκ ὠφελεῖ· συνεφέλκονται γὰρ καὶ ἄλλην ὕλην παχυτέραν ἅμα τοῖς οὔροις εἰς τὰ πεπονθότα, ἥτις οὐχ εὑρίσκουσα διέξοδον ἐν αὐτοῖς ἐμμένει τοῖς πάσχουσιν. Περὶ βοηθημάτων τοπικῶν.

Ἔξωθεν μὲν δεῖ προσφέρειν, εἰ μὲν χολῶδες εἴη τὸ τὴν φλεγμονὴν ἐργαζόμενον, τὰ ψύχειν δυνάμενα καὶ μάλιστα ἐν ταῖς ἀρχαῖς καὶ ζεούσης ἔτι τῆς φλεγμονῆς. πολλὰ οὖν εἰσι τοῦτο ποιεῖν δυνάμενα, ἀλλʼ οὐδὲν οὕτως ὡς ἡ κηρωτὴ ἡ λαμβάνουσα ῥοδίνου καὶ βραχέος ὄξους καὶ πολυγόνου χυλοῦ ἢ ἀνδράχνης. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τῶν διαφορητικῶν τι δεῖ προσφέρειν, οἷον χαμαιμήλου ἢ τῶν νεαρῶν στεάτων ἢ τῆς διὰ χυλοῦ βραχὺ, παρακμῆς γενομένης καὶ τῶν ἔτι πλέον διαφορεῖν δυναμένων. εἰ δὲ παχυτέρα φαίνοιτό σοι ἡ τὴν φλεγμονὴν ἐργασαμένη ὕλη, καὶ ἔσωθεν δεῖ βοηθεῖν τοῖς ἀδήκτως λεπτύνουσι καὶ ἔξωθεν τῷ τε χαμαιμήλῳ καὶ καταπλάσματι διὰ κριθίνου καὶ λινοσπέρμου ἑψηθέντων εἰς τὸ ζέμα τοῦ χαμαιμήλου καὶ μελιλώτων καὶ ἀψινθίου καὶ ἀλθαίας καὶ ὀλίγου ἑψήματος. τὸ δὲ ἐπὶ πολὺ πυριᾶν παραιτοῦ, ἀλλὰ πραϋτέρᾳ τῇ θερμασίᾳ κέχρησο. ὥσπερ οὖν τὸ ἐπὶ πολὺ θερμαίνειν δεῖ παραιτεῖσθαι διὰ τὸ μὴ εἰς πῦον μεταβληθῆναι τὴν ἐν τῇ φλεγμονῇ περιεχομένην ὕλην, οὕτω καὶ τοῖς ψύχουσιν ἐπὶ πολὺ καὶ πολλάκις τάχιστα σκληροῦνται τῶν νεφρῶν αἱ φλεγμοναί. πάντα οὖν τὰ ἄκρα φεύγειν δεῖ ἐπὶ πάντων, μάλιστα δὲ ἐπὶ νεφρῶν ἐχόντων φλεγμονήν. λουτροῖς μὲν πρὶν κενῶσαι τὸ πλῆθος οὐ δεῖ σπουδάζειν κεχρῆσθαι. μετὰ δὲ τὴν τοῦ ὅλου πρόνοιαν καὶ λουτροῖς ἐκθερμαίνουσιν ἀσφαλῶς ἄν τις χρήσαιτο. Περὶ φλεγμονῆς νεφρῶν εἰς πῦον μεταβληθείσης.

Τὴν δὲ φλεγμονὴν μέλλουσαν εἰς πῦον μεταβάλλεσθαι διαγίνωσκε πρῶτον ἐκ τοῦ μηδεμιᾶς προφάσεως γενομένης πυρετοὺς ἢ περιψύξεις τινὰς ἀλόγους ἐπιγίνεσθαι καὶ ἀτάκτους· περὶ γὰρ τὰς γενέσεις τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γειναμένου. ἔπειτα δὲ πρὸς τοῦτο ἀνακλινόμενον αὐτὸν εἰς τὸ ὑγιαῖνον μέρος ἐκ τοῦ πεπονθότος βάρους πολλοῦ μᾶλλον αὐτὸν αἰσθάνεσθαι λέγειν ἢ πρὸ τοῦ εἰς ἀπόστασιν ἄρχεσθαι τὴν φλεγμονήν. λοιπὸν δὲ καὶ εἰ πῦον φανείη, μὴ ἀλλαχόθεν αὐτὸ ἐκκρίνεσθαι ὑπολάβῃς, εἰ μὴ ἐκ τῶν νεφρῶν· καὶ γὰρ ἡ προλαβοῦσα ὀδύνη καὶ ἡ τοῦ βάρους συναίσθησις ἀκριβῆ τὴν διάγνωσιν καὶ ἀναμφίβολον ἔχειν ἀποδείκνυσιν ὁμοίως. ἐπειδὴ δὲ καὶ ἐξ ἄλλων τόπων πλειόνων ἐκκρίνεται πῦον, ἅπαντά σοι σαφῶς ἐκτίθημι τὰ σημεῖα, διʼ ὧν δυνήσεταί τις αὐτὸ καταλαβεῖν, ἐξ ὧν ἐκκρίνεται τόπων τὸ πῦον εἴτε ἀπὸ νεφρῶν εἴτε ἀπὸ κύστεως ἢ οὐρητικῶν πόρων ἢ καὶ ἀπὸ τοῦ πνεύμονος ἢ ἄλλου τινὸς μορίου εἴτε ἀναπνευστικῶν ἢ θρεπτικῶν· καὶ γὰρ εἰ καὶ σπανίως, ἀλλʼ ὅμως ἐξ αὐτῶν ἐκκρίνεται πῦον. ἄνωθεν μὲν οὖν τὸ πῦον φερόμενον εὑρίσκεται πάντως σὺν τῷ σχήματι τοῦ οὔρου ἀναμεμιγμένου ἀκριβῶς. εἰ δὲ ἐκ τῶν κάτωθεν ἐκκρίνοιτο, καὶ τὴν ὑπόστασιν ὑφιστάνουσαν εὑρήσεις ἐν τῷ πυθμένι τῆς ἀμίδος μᾶλλον. εἰ δὲ ἐκ τῶν μέσων μερῶν φέροιτο μέση καὶ ἡ μῖξις τοῦ πύου εὑρίσκεται καὶ οὐκ ἀκριβῶς ἀναμεμιγμένη. πρόσεχε δὲ καὶ τοῖς ἀναμεμιγμένοις καὶ ἐμφερομένοις ἐν οὔροις· πάντως γὰρ μηνύουσί σοι τὸν πεπονθότα τόπον. εἰ μὲν γὰρ ἐκ τῆς κύστεως, εὑρήσεις ἐμφερόμενα μόρια πεταλώδη· εἰ δὲ σαρκώδη, ἀπὸ τῶν νεφρῶν. λοιπὸν δὲ καὶ ἡ ἰδιάζουσα ὀδύνη καὶ τὰ προηγησάμενα καὶ πάντα τὰ συνεδρεύοντα καὶ τὸν τόπον τὸν πεπονθότα καὶ τὴν διάθεσιν δηλώσει καὶ φανερὰν ποιήσει πάνυ.

Περὶ θεραπείας.

Θεραπεύειν δὲ δεῖ τοὺς ἐκκρίνοντας πῦον τοῖς ἀδήκτοις καὶ ἀπορρίπτειν δυναμένοις, ὧν ἐστι καὶ τὸ ὑδαρὲς μελίκρατον καὶ ὁ χυλὸς τῆς πτισάνης μετὰ ὀλίγου μέλιτος τό τε ἀδίαντον καὶ τὸ σπέρμα τοῦ σικύου μετὰ χρυσαττικοῦ καὶ ὁ διὰ φυσαλίδων τροχίσκος καὶ τὸ γάλα τὸ ὄνειον πινόμενον καὶ μάλιστα τοῖς ἔχουσι τὸ ἕλκος περὶ τὴν κύστιν καὶ ἡ Ἀρμενία βῶλος πινομένη καὶ ἵππουρις καὶ ἄγρωστις ἔτι μάλα. τὰ δὲ περὶ τὸν οὐρητικὸν πόρον διὰ κοκκίων ἢ τροχίσκων ἀδήκτως ξηραινόντων μᾶλλον ἤπερ διὰ τῶν λεπτυνόντων θεραπεῦσαι. Νεφριτικὸν ξηρίον πρὸς δυσουρίαν καὶ λιθίασιν.Ἀλθαίας σπέρματος . . . . . οὐγ. 𐅶ʹʹ λινοσπέρμου . . . . . . . οὐγ. 𐅶ʹʹ κνίδης σπέρματος . . . . . . γρ. ϛʹ ναρδοστάχυος . . . . . . . γρ. ϛʹ καρποβαλσάμου . . . . . . γρ. ϛʹ παλιούρου σπέρματος . . . . . οὐγ. 𐅶ʹʹ ὑέλου . . . . . . . . . οὐγ. αʹ. Ἄλλο, ᾧ καὶ αὐτὸς κέχρημαι.Ἀγαρικοῦ . . . . . . . . οὐγ. αʹ ἀλθαίας σπέρματος . . . . . οὐγ. 𐅶ʹʹ λινοσπέρμου . . . . . . . οὐγ. 𐅶ʹʹ κνίδης σπέρματος . . . . . . γρ. ϛʹ καρποβαλσάμου . . . . . . γρ. ϛʹ παλιούρου σπέρματος . . . . . γρ. ϛʹ ὑέλου . . . . . . . . . γρ. ϛʹ. δίδου ἐκ τοῦ ξηρίου γρ. αʹ μετὰ χρυσαττικοῦ ἢ ζέματος ἠρυγγίου καὶ ἀγρώστεως καὶ σικύου σπέρματος καὶ ἀτρακτυλίδος βοτάνης. προσέχειν δὲ δεῖ πάντως καὶ τῇ διαίτῃ καὶ μὴ, ὡς οἱ πολλοὶ, τοῖς φαρμάκοις μόνοις καταπιστεύειν. ἐπιτήδειος οὖν ὁ χυλὸς τῆς πτισάνης καὶ τοῦ βρώμου μόνος μετὰ χρυσαττικοῦ ἢ ῥοσάτου ἢ οἰνομέλιτος ἢ τοῦ γλυκέος τοῦ Κρητικοῦ ἢ Λαδικηνοῦ ἢ Σκυθοπολίτου. εἰ δὲ μὴ ἔχοι ἡδέως γλυκὺν πιεῖν ὁ πάσχων οἶνον, ἢ ὑδρόμηλον ἢ Κνίδιον ἢ Σαρεφθῖνον ἢ Τύριον λαμβανέτω, ὀλίγον μέντοι· ὁ γὰρ πολὺς καὶ ῥευματίζεσθαι παρασκευάζει τὰ ἕλκη καὶ φλεγμαίνειν. κάλλισται δὲ τούτοις εἰσὶ σταφίδες ἐσθιόμεναι καὶ ἀμύγδαλα καὶ στρόβιλοι μετὰ γλυκέος, εἰ μὴ λίθους ἔχουσιν· ἔθος γὰρ τίκτειν εἰς τοὺς νεφρούς. καὶ τὰ ὠὰ δὲ τῶν κατοικιδίων ὀρνίθων ἐσθιόμενα χλιαρὰ καὶ ἁπαλώτατα πάνυ ὠφελεῖ. ἐγὼ γοῦν οἶδά τινα, ὃς ἅμα τῷ τεχθῆναι τὰ ὠὰ κατερρόφα αὐτὰ ἄνευ ἑψήσεως καὶ ἔφασκε τὰ μέγιστα ὠφελεῖσθαι καὶ τὰς δήξεις καὶ τὰς ὀδύνας τὰς γινομένας περὶ τὴν κύστιν ἐκ τοῦ τρόπου τούτου φέρειν δύνασθαι πρᾴως ἔφασκε. καὶ ὁ ἐχῖνος δὲ ὁ πεπλυμένος ἐσθιόμενος καθʼ αὑτὸν ἢ μετὰ χρυσαττικοῦ ἢ ὑδρομήλου γλυκέος καὶ κτένια πεπλυμένα καὶ ἀστακὸς δίσεφθος ἐν ἄλλῳ καὶ ἄλλῳ ὕδατι μετὰ τὸ καθαρθῆναι ἑψηθεὶς ὠφελιμώτατός ἐστι. τῶν δὲ λαχάνων τὸ ἴντυβον καὶ ἡ κράμβη τρίσεφθος ἐσθιομένη εἰς οἶνον, εἰ μὴ τὸ φερόμενον πῦον δριμύτερον καὶ δακνῶδες εἴη. καὶ οἱ θέρμοι ἄναλοι χρήσιμοι τὸ θρύπτειν ἔχοντες καὶ τὸ σμηκτικὸν τῶν ἑλκῶν καὶ οἱ βλαστοὶ τῆς τήλεως ἐσθιόμενοι καὶ τὸ εὔστομον κύμινον συμμέτρως. καὶ τὰ κάστανα δὲ ἑψόμενα ἢ ὀπτὰ συμβάλλονται πάνυ καὶ μάλιστα ὅταν λεπτὸν καὶ χολῶδες εἴη τὸ φερόμενον. ὅτε δὲ παχὺ καὶ ἐσφηνωμένον ὑπάρχει ὡς μόλις ἐκκρίνεσθαι, τῶν παχυχύμων ἐδεσμάτων φείδεσθαι. κεφ. γʹ.Περὶ στραγγουρίας διαγνώσεως καὶ θεραπείας.

Εἰ μὲν δριμύτης τις εἴη ἐν τοῖς οὔροις καὶ ἡ ὅλη ἕξις ἐπὶ τὸ δριμύτερον καὶ χολωδέστερον εἴη τετραμμένη, δεῖ στοχάζεσθαι πάντως διὰ τὴν δῆξιν τὴν ἐκ τῆς δριμύτητος γίνεσθαι τὴν στραγγουρίαν. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, ἀλλὰ τοὐναντίον καὶ τὸ οὖρον λευκὸν φαίνοιτο μᾶλλον καὶ τὰ προηγησάμενα ψυχρότερα μᾶλλον καὶ δίαιτα καὶ λουτρὰ ψυχρότερα, δεῖ μᾶλλον ψυχρὰν δυσκρασίαν αἰτιᾶσθαι τῆς κύστεως, ἥτις οὐκ ἐᾷ κρατεῖσθαι τὸ οὖρον. αὗται μὲν αἱ αἰτίαι τῆς στραγγουρίας. ἡ θεραπεία δὲ σύμφωνος γινέσθω τῇ ποιούσῃ αἰτίᾳ· τοῖς μὲν γὰρ ὑγραίνουσι καὶ ἐπικιρνῶσι δεῖ κεχρῆσθαι, εἰ δριμύτης εἴη, καὶ μηδενὶ θερμῷ ἢ ἁλμυρῷ. παντάπασιν οὖν πτισάνη τούτοις χρησίμη καθʼ ἑαυτὴν καὶ μετὰ ὀλίγου ὑδρομήλου ἢ χρυσαττικοῦ, ἔσθʼ ὅτε δὲ καὶ μετὰ γάλακτος μετὰ τὸ παύσασθαι τὸ πολὺ τῆς δριμύτητος, ἐπεὶ διαφθείρεται, ἐὰν πάνυ ἐπικρατούσης τῆς ξηρᾶς καὶ δριμείας ποιότητος ἐπιδοθείη τὸ γάλα. τούτοις καὶ τὰ συνεχῆ λουτρὰ ἐπιτήδεια καὶ τὸ εὔκρατον πρὸ τροφῆς καὶ σικύων ἡ ἐντεριώνη καὶ πέπων καὶ οἱ βλαστοὶ τῆς τήλεως καὶ γλυκεῖα σταφυλὴ καὶ οἶνος γλυκὺς, οἷός ἐστιν ὁ Βιθυνὸς καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐπικιρνᾶν δύναται καὶ παύειν δριμύτητα. Περὶ τῆς διὰ ψῦξιν στραγγουρίας.

Εἰ δὲ διὰ ψυχρὰν δυσκρασίαν συμβῇ γενέσθαι τὸ τῆς στραγγουρίας πάθος, ἀναγκαῖόν ἐστι τοῖς θερμαίνειν δυναμένοις κατά τε δίαιταν καὶ φαρμακείαν κεχρῆσθαι. οἶνος τοίνυν θερμότερος τούτοις ἐστὶν ἐπιτήδειος καὶ οἰνόμελι καὶ ἀψινθίατον καὶ ἀνίσατον πινόμενον καὶ ἐσθιόμενον. καὶ ἐν λαχάνοις σέλινον καὶ πράσον δίεφθον καὶ δαῦκος καὶ πᾶν, ὃ θερμαίνειν οἶδε χωρὶς τοῦ δάκνειν. ἀλοιφῇ δὲ κεχρήσθω τῷ ἀνηθίνῳ ἢ γλευκίνῳ ἢ Μαρκιάτῳ καὶ τοῖς αὐτοφυέσιν ὕδασιν· ἔσθʼ ὅτε δὲ καὶ σκορδίου καὶ ἀρτεμισίας ἀπόζεμα πινόμενον ποιεῖ καλῶς πρὸς δυσουρίαν, ὅπου μή ἐστι πολλὴ δριμύτης ἢ φλεγμονή. Περὶ δυσουρίας διαγνώσεως καὶ θεραπείας.

Τῆς δυσουρίας ἡ μέν ἐστι μετʼ ὀδύνης, ἡ δὲ ἄνευ ὀδύνης. εἰ μὲν οὖν μόλις ἐκκρίνοιτο τὸ οὖρον καὶ μετὰ ὀδύνης, εἰδέναι δεῖ τὴν κύστιν ἔχειν τὸ πάθος. εἰ δὲ μετὰ δήξεως σφοδρᾶς καὶ πύου ἔκκρισις γένοιτο καὶ χωρὶς βάρους, ἕλκος εἶναι περὶ τὴν κύστιν ὑπονοεῖν χρή. εἰ δὲ βάρους συναίσθησίς τις εἴη γεγενημένη, δεῖ μᾶλλον ὑπονοεῖν ἢ φλεγμονὴν αὐτὴν ἔχειν ἢ ἀπόστημα. εἰ δὲ ἄνευ βάρους ἡ ὀδύνη ἢ διατάσεως μόνης αἰσθάνοιτο περὶ τὴν κύστιν, γίνωσκε φυσῶδες πολὺ πνεῦμα εἶναι τὸ αἴτιον τῆς ἐπισχέσεως. εἰ δὲ μηδεμιᾶς αἰσθάνοιτο περὶ τὴν κύστιν ὁ κάμνων ὀδύνης ἢ ὄγκου ἢ διατάσεως, γίνωσκε περὶ τοὺς νεφροὺς ἢ τοὺς οὐρητῆρας εἶναι τὴν ἔμφραξιν ἢ φλεγμονὴν ἢ λίθον. ὅπως δὲ καὶ διαγινώσκειν ἅπαντα δεῖ καὶ ἰᾶσθαι, εἴρηται πρόσθεν, ὅταν περὶ τῆς τῶν νεφρῶν φλεγμονῆς καὶ ἀποστήματος καὶ τῶν ἄλλων τῶν γινομένων ἐν αὐτοῖς διαθέσεων διελεγόμεθα, καὶ ταῦτα νῦν γράφειν περιττόν. ὅμως πρὸς τὸ εὐχερῶς εὑρίσκειν καὶ ἐνταῦθά τινων μνημονεύσωμεν. πρὸς μὲν τὴν διὰ γλίσχρους χυμοὺς γινομένην ἔμφραξιν τῶν οὔρων καλῶς ποιεῖ καὶ τὸ σύνθετον ὀξύμελι καὶ τὸ μελίκρατον καὶ τὸ ἀπόζεμα τῆς ῥάμνου τὸ ἀπὸ τῆς ῥίζης καὶ τοῦ ὀριγάνου τὸ ζέμα θαυμασίως καὶ ἔτι μᾶλλον, εἴπερ ἡ ἔμφραξις εἴη μεγάλη, ὥστε τὰ οὖρα πάνυ ἐπέχεσθαι. ποιεῖ καλῶς καὶ τέμνει καὶ ἐκφράττει τὸ ζέμα τοῦ φλοιοῦ τῆς τιθυμάλλου. ὅπου δέ ἐστι φλεγμονὴ, τούτων ἀπέχεσθαι δεῖ, τοῖς δὲ ἀδήκτοις κεχρῆσθαι καὶ συμπεπτικοῖς, οἷόν ἐστι καὶ τὸ ὑδαρὲς μελίκρατον καὶ ὅσα συμπέττειν οἶδε τὰς φλεγμονὰς ἔξωθεν προσφερόμενα. πρὸς δὲ τοὺς ἐν νεφροῖς λίθους, ἐὰν ὦσι μεγάλοι, ὥστε διʼ αὐτῶν γενέσθαι τὴν τῶν οὔρων ἐπίσχεσιν, καλῶς ποιεῖ ἥ τε πριονῖτις βοτάνη πινομένη μετὰ οἰνομέλιτος. διδόναι δὲ ὅσον βʹ ἢ γʹ γρ. ἐξ αὐτῆς τῆς ῥίζης. καὶ τῆς πενταφύλλου τὸ ζέμα μᾶλλον ποιεῖ καὶ τοῦ ἐρυσίμου καὶ ἑρπύλλου ξηροῦ καὶ τὸ διὰ τοῦ τραγείου αἵματος καὶ τῶν τεττίγων. πάντα δὲ ταῦτα καὶ τοὺς ἐν κύστει κατὰ μέρος πεπίστευται θρύπτειν λίθους. καὶ συνθέτων δὲ ἐμνημονεύσαμεν βοηθημάτων. κεφ. δʹ.Περὶ τῶν ἐν τῇ κύστει τικτομένων λίθων.

Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ κύστει τικτόμενοι λίθοι ὥσπερ καὶ οἱ ἐν τοῖς νεφροῖς περιοδεύονται, πλὴν ὅτι οἱ ἐν τῇ κύστει λίθοι παιδίοις μᾶλλον τίκτονται ἤπερ ἀνδράσι καὶ οὔτε ὑπὸ τοσαύτης θερμότητος, ἀλλὰ μᾶλλον ὑπὸ παχυτέρας ὕλης καὶ ἐπιτηδείας εἰς τὸ τίκτειν λίθους καὶ πήγνυσθαι ἑτοίμως ὑπὸ τῆς ἐμφύτου θερμότητος. πρὸς τὴν παχύτητα οὖν δεῖ ἐνίστασθαι μᾶλλον διὰ τῶν λεπτυνόντων, ὥστε μὴ πολλὴν ἀθροίζεσθαι ὕλην παχεῖαν, ἣν τίκτουσιν εἰκότως καὶ ἀθροίζουσιν ἀδδηφαγίαι τε ἄτακτοι καὶ μετὰ τροφὴν ἀκινησίαι. Σημεῖα λιθιάσεως ἐκ τῶν οὔρων.

Μάλιστα μὲν ἄπεπτα καὶ ὑπόλευκα τούτοις ὁρᾶται τὰ οὖρα κατὰ τὴν χροιὰν καὶ ὑπόστασις ψαμμώδης καὶ ψωροειδὴς καὶ προσέτι φιλοῦσι κνᾶσθαι τὸ αἰδοῖον ἢ διατείνειν αὐτὸ βιαίως καὶ πολλάκις καὶ τότε πλέον, ἡνίκα πρὸς τὴν τῶν οὔρων ἔκκρισιν ἐπείγονται. Θεραπεία.

Εἴρηται μὲν οὖν καὶ ἔμπροσθεν ἰσχυρὰ βοηθήματα πρὸς τοὺς ἐν κύστει λίθους, εἰρήσεται δὲ καὶ νῦν ἔτι δραστικώτερα καὶ χρόνῳ πολλῷ καὶ πείρᾳ προσεξευρηθέντα καὶ μαρτυρούμενα. τό τε αἴγειον αἷμα ἐπιχριόμενον ἔξωθεν θερμὸν μάλιστα ποιεῖ· κάλλιον δὲ, εἰ καὶ ἐπάνω τῆς κύστεως θήσῃς τὸ τοῦ τράγου αἷμα, καὶ ἔτι κάλλιστον, εἰ ἐν τῷ θερμῷ ἀέρι τοῦ βαλανείου χρίσῃς καὶ οὕτως ἐπιδήσῃς. ποίει δὲ αὐτὸ μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ ἐκ διαλείμματος. κεφ. εʹ.Ψωριώσης κύστεως διάγνωσις.

Διαγίνωσκε τὴν ψωρίασιν τῆς κύστεως ἐκ τοῦ πιτυρώδη τινὰ μόρια κατὰ τὸ χῦμα τῶν οὔρων φαίνεσθαι. διακρινεῖς δὲ αὐτὰ ἀπὸ τῶν φερομένων ἀπὸ τῶν φλεβῶν· καὶ γὰρ καὶ αἱ φλέβες ἐστὶν ὅτε καθʼ ὅλον τὸ σῶμα πολλάκις ὥσπερ τινὰ ψωρίασιν ὑπομένουσιν ἐν τοῖς ἀμέτροις καύσοις καὶ φέρεται ἐξ αὐτῶν πιτυρώδη. εἰ μὲν οὖν τὸ οὖρον λεπτὸν εἴη κατὰ τὴν σύστασιν καὶ μᾶλλον δριμὺ, γίνωσκε πιτυρώδη ἐκ τῶν φλεβῶν εἶναι. εἰ δὲ τὸ οὖρον παχὺ κατὰ τὴν σύστασιν εἴη, γίνωσκε τὴν ψωρίασιν τῆς κύστεως εἶναι. θεραπεύειν δὲ δεῖ τοῖς δυναμένοις καθαίρειν καὶ τελευταῖον τοῖς ξηραίνουσι καὶ εἰς οὐλὴν ἄγουσι τὸ ἕλκος. ἔστι μὲν οὖν δυσχερὲς καὶ ἐγγὺς ἀνιάτου, ὡς μηδὲν ἰσχύειν πρὸς τὸ πάθος βοήθημα. ὅμως δὲ δεῖ βοηθεῖν καὶ μὴ ἀποκάμνειν, ἀλλὰ καὶ διαίτῃ καὶ φαρμακείᾳ καὶ παντὶ τρόπῳ βοηθεῖν. τὸ γάλα τοίνυν τὸ ὄνειον πάνυ συνεχῶς διδόμενον τούτοις ὠφέλιμον. εἰ δὲ μὴ παρῇ, καὶ τὸ αἴγειον διδόμενον καὶ πίνειν καὶ ἐσθίειν μὴ μόνον, ἀλλὰ καὶ μετά τινος τῶν σιτωδῶν ἢ μετὰ ἄρτου ἢ μετὰ σεμιδάλεως ἢ ἰτρίου ἢ ἄλικος ἢ χίδρου. ὠφελεῖ τούτοις καὶ ὠὰ ἁπαλώτατα καὶ πεπόνων καὶ σικύων τὰ ἐντός. ἐν τροφῇ δὲ στρόβιλοι νεαροὶ καὶ σταφίδες καὶ τὸ σπέρμα τοῦ σικύου πινόμενον καὶ ὅσα διὰ τῶν τοιούτων σκευάζεται, μετέχοντα καὶ τῶν ἀνωδύνων ἢ κωνείου ἢ ὀπίου διὰ τὴν ἄμετρον ὀδύνην. οὐ δεῖ δὲ συνεχῶς τοῖς ἀνωδύνοις πάνυ κεχρῆσθαι, εἰ μὴ πρὸς δύναμιν. Βοήθημα ποιοῦν πρὸς τὰς ψωρώδεις διαθέσεις καὶ δυσουρίας καὶ φλεγμονάς.Στροβίλια . . . . . . . . κʹ σικύου ἡμέρου σπέρματος κόκκοι μʹ ἀμύλου . . . . . . . . δραχ. αʹ ναρδοστάχυος . . . . . . . δραχ. αʹ σελίνου σπέρματος . . . . . δραχ. ιʹ. εἰς ὕδατος ξεστ. αʹ ἕψεται ἡ νάρδος καὶ τὸ σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυται τοῖς προγεγραμμένοις. ἡ δόσις κοτ. βʹ. κεφ. ϛʹ.Περὶ διαβήτου.

Ὁ διαβήτης καλούμενός ἐστιν, ὅταν ἀμετρότερον ἐκκρίνηται τὸ οὖρον αὐτοῖς πολλάκις ἅμα τῷ πίνειν, οἷόν τι καὶ τοῖς λειεντεριώδεσι συμβαίνει τὸ τὰ σιτία ἐκκρίνεσθαι μηδὲ βραχὺ δυνάμενα κρατεῖσθαι ἐν τῇ γαστρὶ καὶ ἀλλοιοῦσθαι καὶ τρέφειν τὸ σῶμα. διό τινες οὐ διαβήτην μόνον καλοῦσι τὸ πάθος, ἀλλὰ καὶ εἰς οὖρα διάρροιαν διὰ τὸ διαρρεῖν εὐθὺς τὸ πόμα. ἐπειδὴ δὲ ἀμέτρως διψῶσι τοῦ ὑγροῦ παντὸς ἐκκρινομένου, καὶ διψακὸν τὸ πάθος ὠνόμασαν. τοιοῦτον μὲν οὖν ἐστι καὶ διαφόρου τετύχηκεν ὀνόματος. γίνεται δὲ διʼ ἀσθένειαν τῆς ἐν τοῖς νεφροῖς καθεκτικῆς δυνάμεως καὶ διὰ ῥώμην τῆς ἑλκτικῆς, ἥτις διὰ θερμασίαν ἀμετρότερον ἕλκειν ἀναγκάζεται οὐ μόνον τὰ ἐν ταῖς φλεψὶν, ἀλλὰ καὶ τὰ τοῦ ὅλου σώματος ὑγρά. διὸ καὶ πρὸς ταύτην ἐνίστασθαι δεῖ τὴν δυσκρασίαν καὶ οὕτω ποιεῖσθαι τὴν πᾶσαν θεραπείαν, ψύχοντας μὲν τὸ σῶμα καὶ ῥωννύοντας, ἐπικιρνῶντας δὲ τὸ ὅλον σῶμα καὶ ὑγραίνοντας, ἐπειδήπερ ἐξ ἀνάγκης ξηρὸν εὑρίσκεται γινόμενον τὸ σῶμα διὰ τὴν πολλὴν τῶν οὔρων ἔκκρισιν. δεῖ οὖν καὶ πόμα τούτοις πλέον διδόναι τοῦ συνήθους, ὥστε μηδʼ ὅλως δίψαν συγχωρεῖν γίνεσθαι, καὶ τροφὰς δυσμεταβλήτους, ὥστε μὴ εὐχερῶς ἐξουρεῖσθαι καὶ λεπτοποιεῖσθαι τὴν τροφήν. τὸ γὰρ ἧπαρ θερμότερον γινόμενον καὶ δριμύτερον τὴν γαστέρα ξηροτέραν ἐργάζεται ἑλκομένων καὶ ἐκβοσκομένων τῶν σιτίων τὴν ὑγρότητα. δεῖ οὖν διδόναι τούτοις ἐξ ἀνάγκης πλείονα τροφὴν καὶ παχύνουσαν, ὥστε δύνασθαι ἐπαρκεῖν. ἄλιξ τοίνυν τούτοις ἐπιτηδειότατος μετὰ ῥοσάτου ἢ χρυσαττικοῦ λαμβανόμενος ἢ ῥοδομήλου ἢ ὑδρομήλου ἢ ὀλίγου Σαρεφθίνου ἢ Τυρίου ἢ Κνιδίου, καὶ λαχάνων ἴντυβα ἢ τρώξιμα ἢ θριδακίνη, καὶ τῶν κρεῶν βούλβιον καὶ στέρνιον καὶ πόδες μάλιστα τῶν βοῶν ἢ ῥύγχη, καὶ τῶν ἰχθύων ἰσικὸς, ὀρφὸς ἢ ἄλλος τις τῶν σκληροσάρκων, καὶ τῶν πεπόνων ἡ σὰρξ ἐκτὸς τοῦ σπέρματος καὶ μῆλα τὰ πάνυ γλυκέα. φεύγειν δὲ δεῖ τὰ ἁλμυρὰ πάντα καὶ δριμέα. καὶ μηδεὶς εἰς τοὺς ζωμοὺς ἐμβάλλῃ ἢ ἀνίσου ἢ κυμίνου ἢ ὅλως τι τῶν τοιούτων σπερμάτων ἢ τῶν οὖρα προτρεπόντων. φευγέτω δὲ καὶ ἐχίνου μεταλαμβάνειν ἢ ἀμυγδάλων ἢ πιστακίων ἢ ἰσχάδων ἢ φοινίκων, τῶν δὲ καστάνων λαμβάνειν οὐδὲν ἄτοπον. κεφ. ζʹ.Περὶ γονορροίας.

Γονόρροια γίνεται ποτὲ μὲν ὑπὸ πλήθους σπέρματος βαρύνοντος τὴν δύναμιν τὴν καθεκτικὴν τὴν οὖσαν ἐν τοῖς σπερματικοῖς ἀγγείοις, ὡς μὴ κατέχειν ἐπὶ πλέον ἔτι δύνασθαι τὸ τεχθὲν σπέρμα, ἔστιν ὅτε καὶ διὰ δριμύτητα καὶ λεπτότητα τοῦ σπέρματος. ἐρωτᾶν οὖν χρὴ καὶ περὶ τῆς χρόας τοῦ σπέρματος καὶ τῆς συστάσεως αὐτοῦ καὶ τὰ προηγησάμενα αἴτια τήν τε δίαιταν καὶ τὸν προλαβόντα βίον. εἰ μὲν γὰρ ἦν εἰωθὼς ἀφροδισιάζειν καὶ πλείοσι κεχρῆσθαι μίξεσι, νῦν δὲ μετέβαλεν ἐπὶ τὸ σωφρονέστερον καὶ καθάριον, ὁμολογουμένως ὑπὸ πλήθους τοῦτο ὑπομένει τῶν μορίων μὴ δυναμένων φέρειν τὸ πλῆθος. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, χολωδέστερον δὲ καὶ δριμύτερον μᾶλλον φαίνοιτο εἶναι τὸ ἐκκρινόμενον σπέρμα, γίνωσκε μᾶλλον ἐρεθίζεσθαι τὴν γονὴν καὶ φέρεσθαι διὰ λεπτότητα, ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ διʼ ἀσθένειαν αὐτοῖς ἕπεται τῆς καθεκτικῆς δυνάμεως. Θεραπεία.

Ἐπὶ τῆς μὲν οὖν ὑπὸ πλήθους γινομένης γονορροίας πάντων ἀπέχεσθαι σπουδάζειν τῶν πολλῶν τροφῶν καὶ μάλιστα τῶν γεννώντων γονὴν καὶ πλείονα πνεύματα καὶ ἐρεθιζόντων τὴν ὕλην προπετέστερον φέρεσθαι πρὸς τὰ ἐκτός. πολλὰ δέ ἐστι τοιαῦτα καὶ ἐν τροφαῖς καὶ ἐν φαρμάκοις· ἐν μὲν τροφαῖς κῶνοι, κύαμοι, ἐρέβινθοι, βολβοὶ, εὔζωμα γογγύλη, καὶ μάλιστα τὸ σπέρμα αὐτῆς πινόμενον, ὥσπερ καὶ τοῦ δαύκου τοῦ μεγάλου ἡμέρου τὸ σπέρμα καὶ τὸ ἡδύοσμον. Ὅσα ἐν φαρμάκοις γεννᾷ σπέρμα καὶ παρορμᾷ.

Ἐν δὲ φαρμάκοις ἀκαλήφης τὸ σπέρμα πινόμενον καὶ κόστος παρορμᾷ μετʼ οἰνομέλιτος. ὄρχεως ἡ ῥίζα, ἥν τινες κυνὸς ὄρχιν καλοῦσιν, ἡ μείζων παρορμᾷ πινομένη. σατύριον, σκίγκων τὰ περὶ τοὺς νεφροὺς, ὡς ἐντατικὰ τῶν αἰδοίων πίνεται. Ὅσα ξηραίνει τὴν γονήν.

Ταῦτα οὖν καὶ ὅσα τούτοις ὅμοια φεύγειν δεῖ ἢ ἐν ἐδέσμασι βάλλειν ἢ πίνειν ὅλως. ἐσθίειν δὲ τὰ ἀντιπαθῶς ἔχοντα πρὸς τὸ τὴν γονὴν τίκτεσθαι πλείονα καὶ σβεννύντα μᾶλλον τὸ σπέρμα, ἐξ ὧν ἐστιν ὅ τε τοῦ ἄγνου καρπὸς πεφρυγμένος καὶ ἄφρυκτος. καὶ τὰ φύλλα δὲ καὶ τὰ ἄνθη ὑποστρωννύμενα τὰ αὐτὰ ποιεῖν δύνανται. θρίδακος σπέρμα μεθʼ ὕδατος πινόμενον τὰ αὐτὰ ποιεῖν εἴωθε καὶ ἐπέχειν γονόρροιαν, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. ὁμοίως δὲ καὶ ὁ τῆς ἀγρίας κανάβεως καρπὸς, εἰ πλείων ποθεὶς εἴη, ξηραίνει τὴν γονήν. ὄρχιος, ὅν τινες κυνὸς ὄρχιν λέγουσιν, ἡ ἐλάττων ῥίζα πινομένη ἐπέχει τὸ σπέρμα. μολυβδὸς ταῖς ψόαις ἐπιτιθέμενος τοὺς ὀνειρώττοντας ὀνίνησι. νυμφαίας ἡ ῥίζα καὶ τὸ σπέρμα τοῖς ὀνειρωγμοῖς καλῶς ποιεῖ. ἀμετρότερον δὲ φερομένοις ἐν οἴνῳ μέλανι αὐστηρῷ πινομένη καὶ περικλυμένου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει τὸ σπέρμα καί τινάς φασιν ἀγόνους γενέσθαι τοὺς ἐπὶ πολὺ πίνοντας. καθόλου οὖν τὰ ψύχοντα καὶ ξηραίνοντα, ἐφʼ ὧν καὶ πλῆθός ἐστι σπέρματος καὶ ἀσθενὴς ἡ καθεκτικὴ δύναμις, ἐπιλέγεσθαι δεῖ καὶ ἐν τροφαῖς καὶ ἐν φαρμάκοις, παραιτεῖσθαι δὲ τὰ φυσώδη μετὰ τοῦ θερμαίνειν, τὰ δὲ ἄφυσα ἐπιλέγεσθαι μετὰ τοῦ μὴ πάνυ θερμαίνειν. εἰ δὲ λεπτὸν καὶ δριμὺ τὸ σπέρμα τύχοι εἶναι, διδόναι μὲν δεῖ καὶ τῶν εἰρημένων, ὅσα ψύχειν καὶ ξηραίνειν δύνανται βοηθήματα, μάλιστα δὲ τῇ τροφῇ προσέχειν. δέονται γὰρ οὗτοι τῶν ἐπικιρνώντων καὶ ἐμψυχόντων πάνυ καὶ λουτρῶν εὐκράτων, ὥστε παχυνθεῖσαν ἠρέμα τὴν γονὴν καὶ εὔκρατον γενομένην μηκέτι φέρεσθαι. τὸ πήγανον καὶ θερμὸν ὑπάρχον παχύνειν τὴν γονὴν μεμαρτύρηται· διὸ καὶ ὠφελεῖ πρὸς τὸ μὴ συνεχῶς ὀνειρώττειν τε καὶ ἐκτήκειν τὴν γονὴν καὶ τὴν ὅλην δὲ αὐτοῦ οὐσίαν, οὐ μόνον τὴν κρᾶσιν οἰκείως πρὸς τοῦτο ἔχειν. κεφ. ηʹ.Περὶ πριαπισμοῦ.

Τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἐχόντων πριαπισμὸν δεῖ ποιεῖν καὶ ἀπέχεσθαι μὲν τῶν θερμοτέρων ἐδεσμάτων καὶ ἀναλύειν δυναμένων τὴν ὕλην εἰς πνεύματα καὶ ἀναστομοῦν τὰς ἀρτηρίας τὰς εἰσβαλλούσας εἰς τὸ αἰδοῖον σηραγγῶδές τε ὂν καὶ ἐπιτηδείως ἔχον πρὸς τὸ ὑποδέχεσθαι τὰ διατείνειν αὐτὸ καὶ φυσᾶν δυνάμενα πνεύματα, ὥστε οὐ μόνον τῶν θερμαινόντων, ἀλλὰ καὶ τῶν γλίσχρον χυμὸν τίκτειν δυναμένων ἢ καὶ σπέρμα φείδεσθαι δεῖ τὸν πάσχοντα πάσης τε θέας αἰσχρᾶς καὶ ὁμιλίας καὶ φαντασίας πάσης, ὥστε πανταχόθεν ἐκκόπτεσθαι πᾶσαν κίνησιν ὑπομιμνήσκειν δυναμένην τὴν φύσιν ἐπεγείρεσθαι. πολλοὶ οὖν τοῦτο φυλαξάμενοι τελείως ἀπηλλάγησαν τοῦ πάθους. ὅσοι δὲ μετὰ τοῦ τὴν δίαιταν ἔχειν θερμὴν καὶ ὑγρὰν, ὥστε τίκτεσθαι πάλιν τὸ σπέρμα, καὶ τῶν ἐπιθυμιῶν τῶν αἰσχρῶν οὐκ ἐπαύσαντο, οὗτοι καὶ μετὰ θάνατον ὀρθὸν εὑρέθησαν ἔχοντες καὶ ἐντεταμένον τὸ μόριον. κηρωτὴ οὖν ῥοδίνη καλῶς τούτοις ποιεῖ μετὰ ψυχροῦ ὕδατος ἀνακοπτομένη καὶ ὀλίγου ὄξους. τὰ δὲ πάνυ ψύχοντα παραιτεῖσθαι καὶ μάλιστα τὰ στύφοντα καὶ ναρκωτικὰ διὰ τὸ μὴ τὸ πάθος δυσδιαφόρητον γενέσθαι. πινέτωσαν δὲ πάντα τὰ δυνάμενα μετριάζειν τὴν γονὴν καὶ μάλιστα τῆς νυμφαίας τὸ σπέρμα καὶ τὴν ῥίζαν· πάνυ γὰρ ἀντιπαθῶς ἔχειν πρὸς ταῦτα τετήρηται καὶ οὐ μόνον κράσει τινὶ δρᾷ, ἀλλὰ καὶ ὅλῃ τῇ οὐσίᾳ αὐτῆς. κινήσει δὲ κεχρήσθωσαν καὶ ἀνατρίψει τῶν ἄνω μερῶν καὶ διὰ τῶν ἁλτήρων καὶ σφαίρας γυμναζέσθωσαν, ὥστε ἀντισπᾶσθαι τὴν ὕλην καὶ τὸ φυσῶδες πνεῦμα διαφορεῖσθαι. — — —