Lives of AeschinesΒίοι Αἰσχίνου
Aeschines Lives Lives of Aeschines PDF
The Lives of Aeschines is a biographical work concerning the Athenian orator Aeschines, who lived from approximately 390 to 322 BCE. While the title suggests an autobiographical composition, no ancient source attributes such a work to Aeschines himself. The principal ancient accounts of his life are found in the anonymous Lives of the Ten Orators and in the writings of Philostratus. Standard reference works, including the Byzantine encyclopedia known as the Suda, list only his three surviving courtroom speeches—Against Timarchus, On the Embassy, and Against Ctesiphon—with no mention of a biographical text from his own hand. Consequently, the specific content, structure, and transmission history of the Lives of Aeschines remain undocumented and obscure. If such a work did exist, its subject matter would logically have encompassed Aeschines' notable political rivalry with Demosthenes over Athenian foreign policy toward Philip II of Macedon, his career as a practicing rhetorician, and likely a defense of his public actions and diplomatic missions. Despite the uncertainty surrounding this particular text, the historical figure of Aeschines retains significant importance. His three extant orations are invaluable primary sources for the study of Athenian law, political history, and the development of rhetoric in the fourth century BCE. His lifelong conflict with Demosthenes became a standard topic in later biographical and rhetorical traditions, ensuring his enduring place in the historical record.
| 1 (t1) [45] | ΑΠΟΛΛΩΝΙΟΥ ΕΙΣ ΑΙΣΧΙΝΗΝ ΕΞΗΓΗΣΙΣ ΑΙΣΧΙΝΗΣ ὁ ῥήτωρ τὸ μὲν γένος ἦν Ἀθηναῖος, τῶν δήμων Κοθωκίδης, υἱὸς δ’ Ἀτρομήτου, ὅν φασι πρότερον Τρόμητα καλούμενον ὕστερον συλλαβῆς προσθέσει ἀντὶ Τρόμητος Ἀτρόμητον προσαγορευθῆναι, γεγονέναι δὲ τὸ κατ’ ἀρχὰς δοῦλον καὶ πέδας ἔχοντα διδάσκειν γράμματα πρὸς τῷ Θησείῳ καὶ τῷ τοῦ ἰατροῦ ἡρῴῳ, εἶτα ὕστερον εἰς τὴν πολιτείαν ἐγγραφῆναι διὰ κακουργίας. μητρὸς δ’ ἦν ὁ Αἰσχίνης Γλαυκοθέας ἢ ὡς ἔνιοι Γλαυκίδος, ἥν φασι τὴν πρώτην ἡλικίαν ἡταιρηκέναι καθεζομένην ἐν οἰκήματι πρὸς τῷ τοῦ Καλαμίτου ἡρῴῳ, ἔπειτα ὕστερον ἀναστᾶσαν ἀπὸ τῆς ἐργασίας ταύτης ἐπὶ τὸ τελεῖν καὶ καθαίρειν τοὺς βουλομένους ἀποκλῖναι. γεγονὼς δ’ ἐκ τούτων ὁ Αἰσχίνης καὶ ἀδελφῶν αὐτῷ δύο γενομένων, Ἀφοβήτου καὶ Φιλοχάρους τοῦ τὰς ἀλαβαστοθήκας καὶ τὰ τύμπανα γράφοντος, παῖς μὲν ὢν τῷ πατρὶ ὑπηρέτει γράμματα διδάσκοντι, ἀνὴρ δὲ γενόμενος τὸ μὲν πρῶτον ὑπεγραμμάτευσε ταῖς ἀρχαῖς χρόνον τινὰ σὺν τῷ ἀδελφῷ Ἀφοβήτῳ (ἦν δ’ ἐπονείδιστον τοῦτο τὸ ἔργον), ἔπειτα ἀποστὰς τούτου τριταγωνιστὴς ἐγένετο τραγῳδιῶν, καὶ ἐν Κολλυτῷ ποτε Οἰνόμαον ὑποκρινόμενος κατέπεσεν. μετὰ ταῦτα δὲ προκόπτων τῇ ἡλικίᾳ ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν ἀπέκλινεν. καὶ δοκεῖ τὴν ὑπὲρ Φιλίππου καὶ Ἀλεξάνδρου πολιτείαν ἐπανελέσθαι, κοινωσάμενος Φιλοκράτει τὰ πράγματα, καὶ πρὸς τὴν ἐκείνων χάριν καὶ κολακείαν ἄρασθαι πολιτείαν πρὸς τοὺς περὶ Δημοσθένην, τοὺς τἀναντία τοῖς Φιλίππου πράγμασι καὶ Ἀλεξάνδρου πολιτευσαμένους. ὅτι δὲ πρὸς χάριν ἐπολιτεύσατο τοῖς βασιλεῦσιν ἄλλα τε πολλὰ μαρτύριά ἐστι καὶ δὴ πάντων ἐκεῖνο ἐναργέστατον· ἑλομένου γάρ ποτε αὐτὸν τοῦ δήμου σύνδικον ὑπὲρ τοῦ ἐν Δήλῳ ἱεροῦ πρὸς τὴν γενομένην πρὸς Δηλίους Ἀθηναίων διαδικασίαν οὐκ ἐπέτρεπεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ, ἀλλ’ ἀπελάσασα αὐτὸν ὡς οὐκ ὄντα εὔνουν τῷ δήμῳ τῷ Ἀθηναίων Ὑπερείδῃ λέγειν προσέταξεν. φασὶ μέντοι τινὲς αὐτὸν ἀκουστὴν γενέσθαι Πλάτωνός τε καὶ Σωκράτους, ψευδόμενοι. ἦν δὲ καὶ ἕτερος ῥήτωρ Αἰσχίνης Ἐλευσίνιος, ὃς καὶ τέχνας λέγεται ῥητορικὰς γεγραφέναι. λέγεται δ’ ὁ Αἰσχίνης ἐρωτικὸς γεγονέναι. αὐτὸς δ’ ὁ Αἰσχίνης περὶ τοῦ γένους αὑτοῦ ἐν τῷ παραπρεσβείας φησὶν ὡς ὁ πατὴρ αὐτοῦ Ἀτρόμητος φατρίας μὲν ἦν καὶ γένους τοῦ Ἐτεοβουταδῶν, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς Πολιάδος ἐστὶν ἱέρεια, νέος δ’ ὢν ἤθλει, καὶ χρόνῳ ὕστερον τὴν οὐσίαν ἀπολέσας ἐν τῷ πολέμῳ ἐξέπεσεν ὑπὸ τῶν λʹ, καὶ στρατευόμενος ἐν Ἀσίᾳ ἀριστείων ἠξιώθη, καὶ ἐν Κορίνθῳ μετὰ τὴν ἔκπτωσιν διατρίψας συγκατήγαγε τὸν δῆμον· βιῶσαι δ’ ἀναμαρτήτως, εἶναι δ’ αὐτὸν ἐτῶν ἐνενήκοντα τεσσάρων. φησὶ δὲ καὶ τοὺς πρὸς μητρὸς αὑτῷ προσήκοντας ἐλευθέρους εἶναι. τῶν δ’ ἀδελφῶν αὑτοῦ Φιλοχάρη μὲν ἐν γυμνασίοις διατρίβειν καὶ μετ’ Ἰφικράτους ἐστρατεῦσθαι καὶ συνεχῶς στρατηγεῖν, Ἀφόβητον δὲ τὸν νεώτατον αὑτῶν ἀδελφὸν πεπρεσβευκέναι μὲν ὡς βασιλέα ἀξίως τῆς πόλεως, ἐπὶ δὲ τῆς διοικήσεως γενόμενον καλῶς τῶν δημοσίων προσόδων ἐπιμεληθῆναι. περὶ δ’ ἑαυτοῦ φησιν ὡς ἐκ παίδων ἀπαλλαγεὶς περίπολος τῆς Ἀττικῆς χώρας ἐγένετο δύο ἔτη, ἔφηβος ὤν (οὗτοι γὰρ μεθ’ ὅπλων τὴν χώραν περιήρχοντο κατὰ πρόσταγμα νόμου), ἐστρατεύσατο δὲ πρώτην στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετ’ Ἀλκιβιάδου καὶ τῶν ξένων τὴν εἰς Φλιοῦντα πομπὴν, καὶ κινδύνου γενομένου περὶ τὴν καλουμένην Νεμεάδα χαράδραν ἀξιεπαίνως ἐμαχέσατο, καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους πάσας ἐξῆλθε, καὶ ἐν Μαντινείᾳ γενναίως ἐμαχέσατο, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις, εἶτ’ ἐστεφανώθη μαχόμενος. |
| 1 (50) [1] | ἐτελεύτησε δ’ Αἰσχίνης ἀναιρεθεὶς ὑπ’ Ἀντιπάτρου καταλυθείσης τῆς πολιτείας, ὅτε καὶ οἱ περὶ Δημοσθένην ἐξεδόθησαν, βεβιωκὼς ἔτη οεʹ. τριῶν δ’ ὄντων λόγων τῶν ὑπ’ αὐτοῦ γεγραμμένων καὶ τούτων δημοσίων (ὁ γὰρ Δηλιακὸς νόθος ἐστὶ), τὸν μὲν κατὰ Κτησιφῶντος εὑρίσκομεν τελευταῖον γεγραμμένον (ἐπὶ γὰρ τῶν Ἀλεξάνδρου χρόνων γέγραπται), τῶν δὲ λοιπῶν περὶ τοὺς αὐτοὺς ὄντων χρόνους πρότερός ἐστι τῇ τάξει ὁ κατὰ Τιμάρχου· ἐν γὰρ τῷ μετ’ αὐτὸν, τῷ περὶ τῆς παραπρεσβείας, μέμνηται ὁ Αἰσχίνης τούτου τοῦ λόγου. ΑΙΣΧΙΝΟΥ ΡΗΤΟΡΟΣ ΒΙΟΣ Αἰσχίνης υἱὸς μὲν ἦν Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους τελούσης. |
| 2 (t) [1] | φασὶ δ’ αὐτὸν παῖδα μὲν ὄντα ἐν τῷ διδασκαλείῳ τοῦ πατρὸς ὑπουργεῖν καὶ τῇ μητρὶ τὰς βίβλους ἀναγινώσκειν, ταύτην δὲ σκοτεινῶν ἐκ τόπων ὁρμωμένην καὶ ἐκφοβοῦσαν παῖδας καὶ γυναῖκας Ἔμπουσαν ὀνομασθῆναι, ἐπεὶ νυκτερινὸν φάντασμα ἡ Ἔμπουσα· γενόμενον δὲ μειράκιον ὑποκριθῆναι τραγῳδίαν ὥστε τριταγωνιστεῖν, ὄντα δὲ λαμπρόφωνον γραμματεῦσαι Ἀριστοφῶντι καὶ μετὰ τοῦτον Εὐβούλῳ, καὶ ἀναγινώσκοντα ψηφισμάτων ὁμοῦ καὶ νόμων ἔμπειρον γενόμενον ἐπιθέσθαι τῷ βήματι, καὶ τῶν κατ’ αὐτὸν διενεγκεῖν ὄντα εὐφυᾶ. μετὰ δὲ τὴν Φιλίππου τελευτὴν δόξαντα πολεμεῖν τῷ δήμῳ καὶ διαπέμπεσθαι τῷ Ἀντιπάτρῳ κατὰ τῆς πόλεως διὰ τοῦτό τε εἰληφέναι ἐν Θήβαις κτήματα, εὐθύνοντα Κτησιφῶντα, ὅτε ἔγραψε Δημοσθένην ἐν τῷ θεάτρῳ ἀναγορεῦσαι στεφανωθέντα, μὴ μεταλαβεῖν τὸ πέμπτον μέρος τῶν ψήφων, ἀτιμωθέντα δ’ ἀπᾶραι εἰς τὴν Ἀσίαν καὶ ἐλθεῖν εἰς Ἔφεσον οἰηθέντα κατάξειν αὐτὸν εἰς Ἀθήνας Ἀλέξανδρον· πυθόμενον δὲ τετελευτηκέναι τὸν βασιλέα καὶ ταραχὴν εἶναι τῶν διαδεχομένων καταφυγεῖν εἰς Ῥόδον. ἔνθα δεομένων Ῥοδίων τὴν τέχνην αὑτοὺς διδάξαι τὴν ῥητορικὴν ἀρνήσασθαι, εἰπόντα μηδ’ αὐτὸν εἰδέναι. δίκας γοῦν κελευόντων εἰπεῖν οὐδὲ τοῦτο ἐθελῆσαι, συμβαλόντα ὅτι ἐν τῇ πατρίδι ἡττηθεὶς κομιδῇ γ’ ἂν ἐπὶ γῆς ἀλλοτρίας διαφθαρῆναι. τέλος οὖν ἐπὶ τὴν τοῦ πατρὸς ἐλθεῖν τέχνην καὶ διδάσκειν τοὺς παῖδας γράμματα. Δημοχάρης δ’ ὁ ἀδελφιδοῦς Δημοσθένους, εἰ ἄρα πιστευτέον αὐτῷ λέγοντι περὶ Αἰσχίνου, φησὶν Ἰσχάνδρου τοῦ τραγῳδοποιοῦ τριταγωνιστὴν γενέσθαι τὸν Αἰσχίνην καὶ ὑποκρινόμενον Οἰνόμαον διώκοντα Πέλοπα αἰσχρῶς πεσεῖν καὶ ἀναστῆναι ὑπὸ Σαννίωνος τοῦ χοροδιδασκάλου (ἐνθένδ’ οὖν ὁ Δημοσθένης Οἰνόμαον αὐτὸν ὀνομάζει, πρὸς εἰδότας τὸ πρᾶγμα ἐπισκώπτων), καὶ μετὰ Σωκράτους καὶ Σιμύλου τῶν κακῶν ὑποκριτῶν ἀλᾶσθαι κατ’ ἀγρούς· εἴη ἂν οὖν ἐνθένδ’ ἀρουραῖος λεγόμενος. ἦν δὲ τῶν δήμων Αἰσχίνης Κοθωκίδης. ΠΕΡΙ ΑΙΣΧΙΝΟΥ Ὅτι ἐδυνήθη νικῆσαι τὴν κατηγορίαν, Εὐβούλου συνηγωνισμένου κατὰ τοῦ Δημοσθένους ἐν τῷ ποιῆσαι τοὺς δικαστὰς ἀναστῆναι τοῦ Δημοσθένους λέγοντος, ὡς ἔγνωμεν καὶ τοῦτο ἐν τοῖς Δημοσθενικοῖς. |
| 3 (t) [25] | συνέβη δὲ αὐτῷ ἐκπεσεῖν τῆς πατρίδος ὕστερον διὰ τὸ κατηγορῆσαι τοῦ ψηφίσματος τοῦ Κτησιφῶντος τοῦ ὑπὲρ τοῦ Δημοσθένους ὡς παρανόμου, καὶ ὁρίσαντος τὸ πρόστιμον ἐὰν μὴ δείξῃ αὐτὸ παράνομον καὶ ἡττηθέντος καὶ διὰ τὸ μὴ δύνασθαι καταβαλεῖν τὴν καταδίκην, ἣν αὐτὸς ὥρισε, φυγῇ χρησαμένου, ὡς καὶ τοῦτο ἔγνωμεν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου. φυγὼν δὲ τὴν πατρίδα καὶ θελήσας ἀνελθεῖν πρὸς Ἀλέξανδρον, μαθὼν περὶ τῆς αὐτοῦ τελευτῆς καὶ τῆς ταραχῆς τῶν τούτου διαδόχων εἰς Ῥόδον ἔπλευσε καὶ Ῥοδιακὸν διδασκαλεῖον συνέστησε, παιδεύων τε τοὺς νέους καὶ τοὺς τελειοτέρους. ἀναγινώσκων δὲ τὸν λόγον τὸν κατὰ Κτησιφῶντος, ὃν εἶπε κατὰ τοῦ Δημοσθένους, καὶ θαυμαζόμενος σφόδρα παρ’ αὐτῶν ἐπὶ τούτῳ καὶ ἐρωτώμενος παρ’ αὐτῶν, πῶς οὖν ἐπὶ τοιούτῳ λόγῳ ἥττησαι; ἀπεκρίνατο, θαυμάζετε πῶς ἥττημαι, καθὸ οὐκ ἠκούσατε ὑμεῖς τοῦ θηρίου ἐκείνου. θηρίον γὰρ αὐτὸν ἐκάλει διὰ τὸ δεινὸν τῶν τρόπων καὶ ἀνελεῆμον. λέγεται δὲ ὅτι καὶ τὰς λεγομένας μελέτας καὶ τὰ πλάσματα τῶν ζητημάτων αὐτὸς πρῶτος εὗρεν ἐκεῖ ἐν τῷ σχολάζειν. Ὅτι μαθητὴς ἐγένετο, ὡς μὲν Δημήτριος ὁ Φαληρεύς φησι, Σωκράτους τοῦ φιλοσόφου, εἶθ’ ὕστερον τοῦ Πλάτωνος· ὡς δὲ Καικίλιος καὶ Ἰδομενεὺς καὶ Ἕρμιππος ἱστοροῦσιν, οὐκ ἤκουσε τούτων τῶν ἀνδρῶν μαθήσεως χάριν. φασὶ γὰρ ὡς ὅτι οὐδὲν τοῦ χαρακτῆρος τοῦ Πλατωνικοῦ σώζει, οὔτε τὸ ἀκριβὲς καὶ καθαρὸν [οὔτε τὸ] ἀπέριττον καὶ εὔρυθμον, ἀλλὰ κεχηνυῖά πώς ἐστιν αὐτοῦ ἡ ἰδέα τοῦ λόγου καὶ ἄτεχνος μὲν καὶ προπετὴς καὶ εὐχερῶς ἐπὶ τὸ λοιδορεῖν αἰσχρῶς καὶ ἀπρεπῶς ῥήτορι ἐξαγομένη, ἔχουσα δέ τι καὶ εὐφυὲς καὶ εὐάγωγον καὶ οἷον ἂν γένοιτό τινι ἐκ φύσεως καὶ μελέτης ἀφανοῦς. B.F.L. |