ΑΔΡΑΣΤΟΣ
ἀργᾶς
ΑΖΑΝΕΣ
… νῦν οὖν ἡμεῖς ἱκέται θαλλοὺς
στεφέων τε σέβας τίθεμεν πρὸ ποδῶν
τῶν σῶν, λῆξαι
τῆς ἀστόργου Ζηνὸς θυσίας
ΑΘΛΑ ΣΑΤΥΡΟΙ
… πότερα θεωροῖς εἴτʼ ἀγωνισταῖς λέγεις;
… πόλλʼ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
… ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; … Βοιώτιοι.
γυμνοὶ γὰρ ὤθουν φαιδίμους βραχίονας
ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·
ἅδην δʼ ἐλαίου στέρνα καὶ ποδῶν κύτος
χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν
ἰσάργυρόν τʼ εἰς χεῖρα Κυπρίου λίθου
δώσουσι κόσμον χριμάτων τʼ Αἰγυπτίων
ἄλειμμα
ΑΙΘΩΝ ΣΑΤΥΡΙΚΟΣ
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά
κεκερματίσθω δʼ ἄλλα μοι παροψίδων
κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα
πεταλίδων δέ τοι συῶν
μορφαῖς ταῖσδε πόλλʼ ἐπάιον
… μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
… ἀλλʼ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
… καλῶς μὲν οὖν ἄγειν σκύθη πιεῖν
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα
Σάτυρος χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, —
ἦ που σφόδρα θυμοῖ;
ΑΛΚΜΕΩΝ ΣΑΤΥΡΙΚΟΣ
Σάτυρος καρυκκοποιοὺς προσβλέπων βδελύσσομαι
…
Σάτυρος τίς ὑποκεκρυμμένος μένει,
σαραβάκων κοπίδων συνομώνυμε;
ἀλλʼ ὡς τάχιστα μέλανα δεῦρʼ ἀμνὸν φέρειν
κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας
ἀμηνίτως
ΑΛΦΕΣΙΒΟΙΑ
ἔναστρος ὥστε μαινάς
ΕΡΓΙΝΟΣ
ΗΦΑΙΣΤΟΣ ΣΑΤΥΡΙΚΟΣ
… θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ.
… τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ;
… μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
… ὕδωρ δὲ νίψαι χεῖρας οὐ πρόσθεν δίδως;
… ἡνίκα τράπεζά γʼ ἐκποδὼν ἀπαίρεται
ΘΗΣΕΥΣ
Ἄρτεμις Σαρωνία
ὀξυπρῴρῳ — ταύρῳ —
ΙΡΙΣ ΣΑΤΥΡΟΙ
λιθάργυρος
ὄλπη παρῃωρεῖτο χρίματος πλέα
τὸν Σπαρτιάτην γραπτὸν ἐν διπλῷ ξύλῳ
κύρβιν
Διόνυσος ἀκατάσχετος
ἀκτηρίς
ἐκολλόπωσε
σελῆναι
ΚΑΤΑΠΕΙΡΑ
δίχολοι γνῶμαι
ΚΥΚΝΟΣ
Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν
… τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε
πεινῶντι δʼ ἀνδρὶ μᾶζα τιμιωτέρα
χρυσοῦ τε κἀλέφαντος
ΛΙΝΟΣ ΣΑΤΥΡΙΚΟΣ
οἱ Σάτυροι
ῥιπτοῦντες ἐκβάλλοντες ἀγνύντες, τί μʼ οὐ
λέγοντες· ὦ κάλλιστον Ἡρακλείδιον
λάταξ
ΜΟΙΡΑΙ ΣΑΤ.
πολὺς γὰρ ὅμιλος
πόντιος κυκλοσοβῶν, ἐνάλιος θεωρία,
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός
… βαβαὶ βαβαί, βήσομαι γυναῖκας
ΜΩΜΟΣ
Ἄρης ὁ λῃστὴς ξὺν δορὶ ξὺν ἀσπίδι
ΟΙΔΙΠΟΥΣ
ἀκάθαρτον
ἐκλωτίζεται
ΟΜΦΑΛΗ ΣΑΤΥΡΙΚΗ
ὡς εὔδουλος, ὡς εὔοικος ἦν
Σάτυρος ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
τὸ γράμμα φαίνων· δέλτʼ, ἰῶτα καὶ τρίτον
οὖ, νῦ τό τʼ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
ἐκ τοὐπέκεινα σὰν τό τʼ οὖ κηρύσσετον
ἡλίσκετʼ ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς
καὶ πρὸς χελώνης αἰετὸς βραχεῖ χρόνῳ
Φαναῖος Ἀπόλλων
ΠΕΙΡΙΘΟΥΣ
ἀμφερκῆ πίθον
ΦΙΛΟΚΤΗΤΗΣ
Ἀγαμέμνων ὥρα βοηθεῖν ἐστʼ· ἐγὼ δʼ ἡγήσομαι.
προσβαλλέτω τις χεῖρα φασγάνου λαβῇ,
σάλπιγγι δʼ ἄλλος ὡς τάχος σημαινέτω·
ὥρα ταχύνειν, ἐλελελεῦ
ΦΡΙΞΟΣ
Πελεός
Ταραντῖναι βαφαί
ἐδεξιοῦτο Βιβλίνου μέθης
ἐκπώματι
ἦ τοσούσδʼ Αἴτνη τρέφει
κοχλίας κεράστας;
ἥκω πεπραγὼς δεινά, σὺ δʼ ὑγίαινέ μοι
χάσκοντα λιμῷ μόσχον ὡς χελιδόνος
αἰόλη
καιρότερον
κύτταροι
μάλευρον
νυμφόβας
πανόπτης Ζεύς
ἀλιάποδα
δραχμῇ παχείᾳ
οἴνη