Themistius the Philosopher Discourse-the Word in Greek
_The Discourse-the Word_, also known as _On the Soul_ or _Oratio 20_, is a philosophical oration by the fourth-century commentator Themistius. A central text in the tradition of Aristotelian exegesis, it presents Themistius's influential interpretation of Aristotle's difficult doctrine of the intellect, or nous, as outlined in the third book of _De Anima_. The oration argues systematically for the immortality and divinity of the soul's highest, active aspect. Its content focuses on the nature of the soul, elaborating Aristotle's distinction between the potential, or material, intellect and the active, or productive, intellect. Themistius explores the ethical implications of cultivating this supreme intellectual faculty and works to harmonize Aristotelian psychology with certain Platonic conceptions. The complete Greek text survives in medieval manuscripts, with a critical edition available in the Teubner series. Its influence was extended significantly by a ninth-century Arabic translation, also titled _On the Soul_, which became a profound source for Islamic philosophers such as Al-Farabi and Avicenna. Through this transmission, the oration served as a key reference for later Greek Neoplatonists and, via its Arabic version, for classical Islamic philosophy, with Avicenna's famous "Flying Man" argument developing ideas traceable to Themistius's paraphrase. This lineage ensured the work's indirect but substantial impact on medieval Latin scholastic thought.
| t 1 | Η ΕΠΙ ΤΩΙ ΛΟΓΩΙ ΔΙΑΛΕΞΙΣ Τίκτουσι δὲ οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ οἱ ποιηταὶ καὶ οἱ ῥήτορες πάνυ πολλοὺς λόγους. |
| 341 b | ἀλλ’ οἱ μὲν κυδροῦνται ἐπὶ ταύτῃ τῇ παιδείᾳ καὶ ἐγκαλλωπίζονται καὶ ἐναβρύνονται καὶ ἀνακοινοῦνται αὐτὴν τοῖς ἀνθρώποις, θαμὰ ἐξάγοντες εἰς θέατρα καὶ πανηγύρεις, ἐσταλμένους χρυσῷ καὶ πορφύρᾳ καὶ μύρων ὄζοντας καὶ ὑπογεγραμμένους καὶ ἐντετριμμένους, στεφάνοις τε ἀνθέων ἐστεφανωμένους. |
| 341 c | πρὸς δὲ τῷ κόσμῳ οὕτω λαμπρῷ ὄντι καὶ πολυτελεῖ καὶ αὐτοὶ οἱ λόγοι αἱμύλοι εἰσὶ καὶ ὑπερβάλλουσι δεξιότητι καὶ φιλανθρωπίᾳ, κυδαίνοντες καὶ ἐπαίροντες καὶ ἀσπαζόμενοι τοὺς θεωμένους καὶ πάσας ἱέντες φωνὰς καὶ ᾄσματα ᾄδοντες μεστὰ ἡδονῆς, ὥσπερ Σειρῆνες. ἅτε οὖν οὕτω δεξιοὺς ὄντας καὶ χειροήθεις καὶ οἱ ἄνθρωποι ἀντασπάζονται καὶ ἀντεπαινοῦσι, καὶ ἐντεῦθεν πλείη μὲν γαῖα τούτων τῶν ἀνθρώπων, πλείη δὲ θάλασσα. |
| 341 d | Οἱ δὲ ἀπὸ τῆς Σωκράτους γενεᾶς εἰκότως ἄρα καὶ ἐν δίκῃ ἀπεφθίκασί τε καὶ ἀπερρυήκασιν ἐν τῷ παρόντι. οὐ γὰρ οἶδα ὅθεν φρίττουσί τε καὶ εὐλαβοῦνται τὰς ἀγοράς, ἐν αἷς φησιν ὁ ποιητὴς ἀριπρεπέας τελέθειν τοὺς ἄνδρας, καὶ οὐκ ἀνέχονται παρακύπτειν ἔξω τοῦ σκίμποδος καὶ τῆς γωνίας· οὕτως ἐκλελησμένοι εἰσὶ τῶν προγόνων, ὅτι ἐκεῖνοι ἐπὶ τῶν ἐργαστηρίων πρὸς τοὺς πολλοὺς διελέγοντο καὶ ἐν ταῖς στοαῖς καὶ ἐν τοῖς βαλανείοις καὶ ἐν τοῖς θεάτροις. |
| 342 a | καὶ διὰ τοῦτο οὐ μόνους τοὺς εἰς τὸ διδασκαλεῖον φοιτῶντας προσήγοντο καὶ ἐχειροῦντο, ἀλλὰ καὶ τὸν σκυτοτόμον ἐξανίστων ἀπὸ τῶν σκυτῶν καὶ τὸν ὀβολοστάτην ἀπὸ τῆς τραπέζης καὶ τὸν ἑταιροῦντα ἀπὸ τοῦ οἰκήματος. ἐφοίτων δὲ ὑπὸ φιλανθρωπίας καὶ Ὀλυμπίαζε καὶ Ἰσθμοῖ καὶ εἰς Αἴγιναν καὶ εἰς Ἐλευσῖνα καὶ ἐτέλουν δὲ καὶ αὐτοὶ μετὰ τῶν θεῶν 〈 *** 〉 τοῖς πολλοῖς ἀνθρώποις. ἐξ οὗ δὲ ὥσπερ οἱ φῶρες καὶ λωποδύται φεύγουσι τὰ μέσα 〈 *** 〉 τοῦ ὀργάνου οὐκ ἀπεικότως καὶ ἀπιστοῦνται, εἰ μὴ καὶ τὴν γλῶτταν ἀπολλύουσιν ὑπὸ τῆς σοφίας. |
| 342 b | Ἐγὼ δὲ ἐπιχειρῶ μέν, ὦ ἄνδρες, καὶ προθυμοῦμαι εἰς τὴν τάξιν ἐπανάγειν αὐτοὺς τὴν ἀρχαίαν. δέδοικα δὲ αὖ πάλιν καὶ ὑποπτεύω μὴ καὶ διαλέγεσθαι ὑμῖν ἐπιχειρήσαντες ἀτοπώτεροι φανείημεν τῶν σιωπώντων. ἐπίσταμαι γὰρ ἀκριβῶς αὐτῶν τὴν φύσιν, ὅτι σκληρὰ καὶ αὐθέκαστος καὶ ἀτενής. οἵ γε οὐδὲ τὰ ῥήματα ἀνέδην χαρίζεσθαι ὑπομένουσι τοῖς ἀνθρώποις, ἀλλὰ φείδονται ὑπ’ ἀγροικίας τῶν ὀνομάτων μᾶλλον ἢ τοῦ χρυσίου, καὶ ἀκριβῶς ἐξετάζουσι καὶ ἐπιμελοῦνται ὅπως ἂν μήτε μεῖζον μήτε ἔλαττον ἀποδοῖεν μηδενὶ τοῦ προσήκοντος. |
| 342 c | συμβαίνει οὖν αὐτοῖς παρὰ ταύτην τὴν σμικρολογίαν πάνυ ὀλίγους ποιεῖσθαι προσηγόρους τε καὶ εὐμενεῖς. ἀλλ’ ὅμως τηλικαύτη αὐτῶν ἡ αὐθάδεια ὥστε αὐτοὶ πιστεύουσι καὶ πρὸς τοὺς ἄλλους ἀπισχυρίζονται, ὅτι ὃν μὲν αὐτοὶ ἐπαινοῦσιν οἰκεῖός ἐστιν ὁ ἔπαινος τοῦ ἀνθρώπου, ὃν δ’ ἂν οἱ κομψοὶ ἐκεῖνοι καὶ πολυτελεῖς, ἀλλότριός τε καὶ μηδὲν ἐοικώς· καὶ οὐκ ἂν ἐξεύροις ἐκ τούτου τίς ὁ ὑμνούμενος, εἰ μὴ τοὔνομα ἐγγεγραμμένον εἴη τῇ κολακείᾳ, καθάπερ αἱ τῶν φαύλων ζωγράφων εἰκόνες οὐ γνωρίζονται ἐκ τῆς τέχνης, ἀλλ’ ἐκ τοῦ ἐπιγράμματος. |
| 342 d | ἡ δὲ ἀληθὴς εὐφημία οὕτως ἄρα ἔμπνους ἐστὶ καὶ τῶν Δαιδάλου ἔργων ἐμψυχοτέρα, ὥστε κἂν εἰς τὸ μέσον οὕτω ῥιπτῆται, αὐτὴ προπηδᾷ καὶ προσφύεται ᾧ προσήκει. καὶ οὖν εἰ λέγοι αὐτὴν ὁ λέγων ἀλλαχοῦ ἀποτρέπων τὼ ὀφθαλμώ, ἀλλ’ οἵ γε ἀκροώμενοι ἐκεῖνον ἀπέβλεψαν παραχρῆμα, ᾧ ὁ τοῦ στόματος ἐκπεσὼν λόγος προσέφυ τε καὶ προσηρμόσθη. |
| 343 a | Ἰδοὺ οὖν καὶ ἐγὼ τὸν μὲν ἔπαινον ἀφίημι εἰς τὴν ἐκκλησίαν, ὅτι μοι δοκεῖ ὁ ἄρχων ἐκεῖνος ἐπαληθεύειν τοὔνομα τῆς ἀρχῆς, ὅστις δυσάλωτος μὲν ὑπὸ χρυσίου, εὐάλωτος δὲ ὑπὸ λόγου, ἐλευθερίας δὲ ἐραστής, μεγαλοφροσύνην δὲ ἐπαινῶν φυλάττεται ἐγγὺς οὖσαν τὴν αὐθάδειαν. καὶ ἐγὼ μὲν οὐ λέγω ὅντινα λέγω, ἀλλ’ οὔτε προσορῶ οὔτε προσμειδιῶ, οὐδὲ δείκνυμι τῷ δακτύλῳ, οὐδὲ ἀναστὰς ἅπτομαι ταῖν χεροῖν· ὑμεῖς δὲ ἐπέγνωτε παραχρῆμα καὶ ἐκεῖσε ὑμῶν ἀπηνέχθησαν οἱ ὀφθαλμοί, καὶ οὕτως ἄρα ἰσχυρὸν ἡ ἀλήθεια ὥστ’ οὐ παύεσθε κεκραγότες καὶ ἐκβοῶντες καὶ ἐξαλλόμενοι ἀπὸ τῶν πετρῶν. |
| 343 b | καίτοι λιτὰ ῥήματα προηκάμην, καὶ ταῦτα εἰκῆ οὑτωσὶ καὶ λίαν ἀρχαίως, οὔτε περιστείλας οὔτε κομμώσας. ἀλλ’ ἐοίκατε μὴ τὰ ῥήματα θαυμάζειν, ἀλλὰ τὸν ἄνδρα ἐν ᾧ τὰ ῥήματα ἐξέλαμψε καὶ ἐξεφάνη. καὶ εὖ οἶδ’ ὅτι καὶ ὀμεῖσθε ὑπὲρ τοῦ λόγου, ὅτι οὐκ ἐξηπάτησεν οὐδὲ ἐθώπευσεν, ἀλλ’ οἷον ἀγωνιστῇ γενναίῳ καθήμενος ἄνωθεν ἐπεβόησε καὶ ξυνώρμησε καὶ ἐδίδαξεν ἃ φυλάττεσθαι χρεὼν καὶ προὔτρεψεν ἐμμένειν τῇ εὐψυχίᾳ. |