eul_wid: lzy-aa

Posidonius of Olbia Historical Account of Perseus in Greek

The Historical Account of Perseus is a lost prose work attributed to Posidonius of Olbia, a minor historian of uncertain date who is distinct from the more famous Stoic philosopher from Apamea. This mythographical compilation, also known by the title Apospasmata meaning "Extracts," was structured in four passages and focused exclusively on the narratives surrounding the hero Perseus. Its existence is known only through fragmentary citations in later ancient scholarship, with no independent manuscript tradition surviving. The work likely treated the core heroic cycles of Perseus, including the slaying of Medusa and the rescue of Andromeda, while also exploring genealogical and foundation myths that traced his divine descent from Zeus and his role as a progenitor of the Heraclidae. It probably incorporated ethnographic and geographic elements as well, connecting the hero to the origins of the Persian people and to specific locations such as Seriphos and Ethiopia. As a representative of Hellenistic or later mythographical compilation, the work served to systematize local legends for a learned audience. Its primary historical significance lies in its contribution to the stream of scholarly sources that were utilized and transmitted by late antique and Byzantine mythographers and commentators.

t1-3 ΠΕΡΙ ΠΕΡΣΕΩΣ. Plutarchus Paul.
1 Aemil. c. 19: Ὁ δὲ τῶν Μακεδόνων βασιλεὺς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδ’ εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι. Θεμιτὸν γὰρ οὐκ ἔστιν οὔτε τὸν μὴ βάλλοντα κατευστοχεῖν οὔτε τὸν μὴ μένοντα κρατεῖν οὔθ’ ὅλως τὸν ἄπρακτον εὐπραγεῖν οὔτε τὸν κακὸν εὐδαιμονεῖν. Ἀλλὰ ταῖς Αἰμιλίου παρῆν εὐχαῖς ὁ θεός· εὔχετο· γὰρ κράτος πολέμου καὶ νίκην δόρυ κρατῶν καὶ μαχόμενος παρεκάλει σύμμαχον τὸν θεόν. Οὐ μὴν ἀλλὰ Ποσειδώνιός τις ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ταῖς πράξεσι γεγονέναι λέγω ν , ἱστορίαν δὲ γεγραφὼς περὶ Περσέως ἐν πλείοσι βιβλίοι ς , φησὶν αὐτὸν οὐχ ὑπὸ δειλίας οὐδὲ τὴν θυσίαν ποιησάμενον αἰτίαν ἀπελθεῖν, ἀλλὰ τῇ προτέρᾳ τῆς μάχης τυχεῖν λελακτισμένον ὑφ’ ἵππου τὸ σκέλος· ἐν δὲ τῇ μάχῃ, καίπερ ἔχοντα δυσχρήστως καὶ κωλυόμενον ὑπὸ τῶν φίλων, ἵππον αὑτῷ κελεῦσαι τῶν φορέων προσαγαγεῖν καὶ περιβάντα συμμῖξαι τοῖς ἐπὶ τῆς φάλαγγος ἀθωράκιστον· φερομένων δὲ παντοδαπῶν ἑκατέρωθεν βελῶν, παλτὸν ἐμπεσεῖν ὁλοσίδηρον αὐτῷ καὶ τῇ μὲν ἀκμῇ μὴ θιγεῖν, ἀλλὰ πλάγιον παρὰ τὴν ἀριστερὰν πλευρὰν παραδραμεῖν, ῥύμῃ δὲ τῆς παρόδου τόν τε χιτῶνα διακόψαι καὶ τὴν σάρκα φοινίξαι τυφλῷ μώλωπι πολὺν χρόνον διαφυλάξαντι τὸν τύπον. Ταῦτα μὲν οὖν ὁ Ποσειδώνιος ὑπὲρ τοῦ Περσέως ἀπολογεῖται. Idem ibid.
2 c. 20: Καὶ φυγὴ μὲν οὐκ ἦν, ἀναχώρησις δὲ πρὸς ὄρος τὸ καλούμενον Ὀλόκρον, ὥστε καὶ τὸν Αἰμίλιον ἰδόντα φησὶν ὁ Ποσειδώνιος καταρρήξασθαι τὸν χιτῶνα, τούτων μὲν ἐνδιδόντων, τῶν δ’ ἄλλων Ῥωμαίων διατρεπομένων τὴν φάλαγγα προσβολὴν οὐκ ἔχουσαν, ἀλλ’ ὥσπερ χαρακώματι τῷ πυκνώματι τῶν σαρισσῶν ὑπαντιάζουσαν πάντοθεν ἀπρόσμαχον. Idem ibid.
3 c. 21: λέγονται ὑπὲρ δισμυρίους πεντακισχιλίους ἀποθανεῖν. Τῶν δὲ Ῥωμαίων ἔπεσον, ὡς μὲν Ποσειδώνιός φησιν, ἑκατὸν, ὡς δὲ Νασικᾶς, ὀγδοήκοντα.