eul_wid: okg-ej

Plutarch of Chaeronea On the Daedala at Plataea in Greek

_On the Daedala at Plataea_ is a lost antiquarian and religious treatise by Plutarch of Chaeronea. It concerned the Daedala, a Boeotian festival celebrated at Plataea that involved wooden images and a ritual dramatizing the reconciliation of Hera and Zeus. The work is listed in the ancient Lamprias Catalogue, but only two fragments survive, preserved by later Christian authors. One is quoted by Eusebius of Caesarea in his Praeparatio Evangelica, and the other by John Philoponus in his treatise Against Proclus on the Eternity of the World. These fragments indicate that Plutarch’s work combined a description of the local ritual with philosophical and theological speculation. The extant passages contain a critique of the Stoic conception of God as a corporeal being blended with matter, arguing instead for divine transcendence. They assert that God is not contained by space or material substance and employ the analogy of the soul’s relationship to the body to illustrate God’s fundamental separation from the cosmos. The fragments are significant for demonstrating Plutarch’s integration of detailed Boeotian antiquarianism with Middle Platonic philosophy. Their preservation by Christian writers underscores the value later theologians found in their arguments for an immaterial deity, contributing to the modern understanding of Plutarch’s intellectual range and the complex interplay between regional religious practice and philosophical discourse in the Imperial era.

3b,388,F 1 EUSEB. P. E. 3 prooem. 5: καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς (scil. τοῦ Χαιρωνέως Πλουτάρχου) ὧδέ πως ἐν οἷς ἔγραψε Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος ...... (c. 1, 3) ... ἱστοροῦσι τὴν Ἥραν ἐν τῆι Εὐβοίαι τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν—ἦν δὲ Ἥρας τιθήνη—καὶ βουλομένης ἐρευνᾶν, οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν, οὐδὲ τῶι χωρίωι προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῆι Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῆι Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ Μυχίαι προθύεσθαι. τινὲς δὲ νυχίαν λέγουσι· σημαίνεται δὲ ἐν ἑκατέρωι τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῶι Διὶ λάθρα συνοῦσαν καὶ λανθάνουσαν οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι. φανερῶν δὲ τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης, Ἥραν τελείαν καὶ γαμήλιον αὐτὴν προσαγορευθῆναι ...... (6) δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῶι διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῶι αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν, σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους, κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν. περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῆι γυναικῶν ἑπομένων, ὑπ’ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία· καὶ τοῦ πλάσματος φανεροῦ γενομένου, διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῶι ξοάνωι προσθεῖναι, καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι· κατακαῦσαι δὲ ὅμως αὐτό, καίπερ ἄψυχον ὄν, ὑπὸ ζηλοτυπίας .... ταῦτα μὲν ὁ Πλούταρχος.
3b,388,F 2 EUSEB. P. E. 3, 8, 1: λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν· «ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησι Καλλίμαχος (F 105 Schn; 100 Pf) ‘οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ’ ἐπὶ τεθμὸν / δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς· / ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης / ἐν Λίνδωι Δαναὸς † λίθον ἔθηκεν ἕδοσ‘. λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος 〈καὶ〉 τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι· πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης, ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ’ ὅπου προεχρῶντο ποικίλματι τρυφῆς». ταῦτα ὁ Πλούταρχος.