eul_wid: bcw-ab

Pherecydes of Syros Fragments on Cosmology in Greek

The Fragments on Cosmology is the modern designation for the surviving portions of a prose treatise written in the sixth century BCE by Pherecydes of Syros. Composed in the Ionic dialect, it represents one of the earliest known Greek works written in prose, marking a deliberate departure from the poetic epic tradition. In antiquity, the work was commonly known as the Heptamychos, or "Seven Recesses," and was also referred to as a theogony. It presented a systematic cosmogony, narrating the origin of the cosmos and the gods through a mythological framework. Its account featured primordial deities such as Zas, a variant of Zeus; Chthonie, the Earth; and Chronos, or Time, who is presented as a self-generated first principle.

The text survives only in fragments, approximately sixteen in number, preserved through quotations by later authors such as Diogenes Laertius, Clement of Alexandria, and Damascius. These citations suggest the original work described the formation of the world, including the fashioning of a robe embroidered with cosmic imagery and the division of the cosmos, possibly into seven regions as implied by the title Heptamychos. Pherecydes is regarded as a transitional figure who bridged mythological narrative and early philosophical inquiry. His introduction of Chronos as an abstract, generative principle is considered an innovative step toward conceptual speculation, influencing later Orphic and Pythagorean thought. Although fragmentary, the work remains a crucial landmark in the development of Greek cosmological writing and the emergence of prose as a vehicle for speculative thought.

1 DIOG. I 119 [S. I 44, 7] Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονί η · Χθονίηι δὲ ὄνομα ἐγένετο Γ ῆ , ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδο ῖ. Vgl. HEROD. π. μον. λέξ. p. 6, 15 καὶ γὰρ Δίς καὶ Ζήν καὶ Δήν καὶ Ζάς παρὰ Φερεκύδηι κατὰ κίνησιν ἰδίαν.
1a ACHILL. Isag. 3 (31, 28 Maass) Θαλῆς δὲ ὁ Μιλήσιος καὶ Φ. ὁ Σύριος ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ ὑφίστανται, ὃ δὴ καὶ Χάος καλεῖ ὁ Φ., ὡς εἰκὸς τοῦτο ἐκλεξάμενος παρὰ τοῦ Ἡσιόδου οὕτω λέγοντος [Th. 116] ‘ἤτοι μὲν πρώτιστα Χάος γένετο‘.
2 GRENFELL—HUNT GREEK PAPYR. Ser. II n. 11 p. 23 αὐτῶι .. . φᾶρο ς. CLEM. Str. VI 9 (II 428, 19 St.) αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ‘ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο‘ [Σ 483. 607] Φ. ὁ Σύριος λέγει· ‘ Ζὰς .. . δώματα ‘. VI 53 (II 459, 4) aus Isidoros ... ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ’ αὐτῆι πεποικιλμένον φᾶρο ς, πάντα ὅσα Φ. ἀλληγορήσας ἐθεολόγησεν λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν. col. 1 αὐ〉τῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλ α . ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θεράποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντ α , ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνετα ι , τὸν γάμον ποιεῦσι ν . κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμω ι , τότε Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι ποικίλλει Γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα ... col. 2 βουλόμενοσ〉 γὰρ σέο τοὺς γάμους εἶναι τούτωι σε τιμ ῶ . σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθ ι . ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθα ι · ἐκ τούτου δὲ ὁ νόμος ἐγένετο καὶ θεοῖσι καὶ ἀνθρώποισι ν . ἡ δέ μι〈ν ἀμείβε〉ται δεξαμ〈ένη εὑ τὸ φᾶ〉ρος ...
3 PROCL. in Tim.32c; II 54, 28 Diehl ὁ Φ. ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι’ ὅλων διήκουσαν.
4 ORIG. c. Cels. VI 42 [II 111, 13 K.] Φερεκύδην δὲ πολλῶι ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιεῖν στρατείαν στρατείαι παραταττομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον 〈ἀπο〉διδόναι, τῆς ἑτέρας δ’ Ὀφιονέ α, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίγνεσθαι, ἵν’ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ’ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια θεομαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρ’ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος. PHILO BYBL. [Eus. P. E I 10, 50] παρὰ Φοινίκων δὲ καὶ Φ. λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ’ αὐτῶι λεγομένου Ὀφιονέως θεοῦ καὶ τῶν Ὀφιονιδῶν. TERT. de coron. 7 Saturnum Ph. ante omnes refert coronatum, Iovem Diodorus [ VI 4] post devictos Titanas.
5 ORIG. c. Cels. VI 42 [II 112, 20 K.] καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη [A 590 O 18] φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῆι δεῦρο ὁδῶι. ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ ‘ κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρ α · φυλάσσουσι δ ’ αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλ α · ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσηι ‘. τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν [περὶ] τῆς Ἀθηνᾶς πέπλον ἐν τῆι πομπῆι τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ’ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν.
6 PORPH. de antr. Nymph. 31 τοῦ Συρίου Φερεκύδου μυχοὺς καὶ βόθρους καὶ ἄντρα καὶ θύρας καὶ πύλας λέγοντος καὶ διὰ τούτων αἰνιττομένου τὰς τῶν ψυχῶν γενέσεις καὶ ἀπογενέσεις ... PROCL. in Tim. 29A; I 333, 28 D. τῶν παλαιῶν ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν [44 B 15] καὶ σπήλαιον ...
7 PSEUDOGAL. [d. i. PORPHYR.] ad Gaurum ed. Kalbfl. [ Abh. Berl. Ak. 1895] S. 34, 26 κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῶι Πλάτωνι [rep. X 621 A] ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῶι Ἡσιόδωι καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῶι Φερεκύδηι τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι.
8 SCHOL. APOLL. Rhod. I 645 Φ. δέ φησιν ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι.
9 HEROD. π. μον. λέξ. p. 7, 4 εἰ δέ τις λέγει ‘καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Συρίου‘, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις.
10 APOLL. de pron. p. 65, 15 Schn. καὶ Φ. ἐν τῆι Θεολογίαι καὶ ἔτι Δημόκριτος [68 B 13] ... συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέ ο.
11 p. 93. 1 ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας [näml. ἡμεῖς, ὑμεῖς, σφεῖς] παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον [68 B 29a]. Φερεκύδην, Ἑκαταῖον [FGrHist. 1 F 360 I 45].
12 DIOG. I 119 [A 1] ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.
13 PHILOD. de piet. 47a 14 p. 19 G. [vgl. 3 B 5] οἱ δὲ Δία καὶ Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν, Πίν〈δαροσ〉 δ’ 〈ἐκ〉 Κυβέ〈λης μ〉ητρὸς ἐν τῶι ὕμν〉ωι 〈εἰσ〉 Κυβέ〈λαν〉 ματέρα [fr. 80 Schr. 2 ], Φερε〈κύδησ〉 δ’ ὁ 〈Σύ〉ριος ...
13a PLUTARCH. de fac i. orb. lun. 24 p. 938 B εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῶι Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένωι τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς.
14 LAUR. LYD. II 7 τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξηι ἐστί.