Phanodicus Fragments on Delian Legends in Greek
The Fragments on Delian Legends is a lost prose work of local history attributed to the Atthidographer Phanodicus. Though Phanodicus is primarily known as a writer of Athenian history, this collection specifically documented the myths, cults, and antiquities of the sacred island of Delos. The work survives only through seven brief passages quoted by later ancient authors, including the grammarian Harpocration and the biographer Plutarch. These fragments address distinct Delian subjects, such as the legendary Hyperboreans and their offerings to the island, and details concerning the cult of Eileithyia, the goddess of childbirth. The collection served as a specialist source for later lexicographers and biographers seeking information on obscure Delian traditions. As such, these fragments provide valuable, if limited, insight into Delian religious practice and the methods of Greek local historiography, where the recording of local myth was integral to the construction of a place's history and identity.
| t1-5b | ΔΗΛΙΑΚΑ. Schol. |
| 1 | ad Apollon. Rhod. I, 211: [ Ζήτης καὶ Καλαΐς τ ε ] Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. Οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος· Δοῦρις δὲ ἐξ Ὑπερβορέων. Καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος. Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. Idem I, 419: Περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλιακοῖς ἱστόρηκεν. |
| 2 | Καὶ Νίκανδρος ἐν τρίτῃ Αἰτωλικῶν, ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γράφων οὕτως Οἱ δ’ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες. Servius ad Virgil. |
| 3 | Aen. VI, 14: Phanodicus Deliacon * Daedalum propter supra dictas causas fugientem navem conscendisse, et quum imminerent qui eum sequebantur, intendisse pallium ad adjuvandum ventos et sic evasisse. Illos vero qui insequebantur reversos nuntiasse pinnis illum evasisse. Diog. |
| 4 | L. I, 31: Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι, καὶ ἀνενεχθέντα εἰς ἄστυ, γενομένης ἐκκλησίας, Βίαντι πεμφθῆναι· διὰ τί δὲ, ἐν τῷ περὶ Βίαντος λέξομεν. Idem I, 82: Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. |
| 5a | Χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος «τῷ σοφῷ,» Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας—οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθ’ ἑαυτάς. Καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο. Οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι. Inscriptio marmoris Sigeensis: Φανοδίκου εἰμὶ τοῦ Ἑρμοκράτους τοῦ Προκοννησίου· κἀγὼ κρατῆρα κἀπίστατον καὶ ἡθμὸν ἐς πρυτανεῖον ἔδωκα μνῆμα Σιγειεῦσι· ἐὰν δέ τι πάσχω, μελεδαίνειν με, ὦ Σιγειῆς. |
| 5b | Καί μ’ ἐπόεισεν Αἵσωπος καὶ ἁδελφοί. |