eul_wid: jre-af

Paradoxographer Anonymous On the Impious in Greek

On the Impious is a brief, anonymous paradoxographical text consisting of two short narratives detailing divine retribution for acts of impiety. The first passage recounts the fate of the philosopher Anaxarchus of Abdera, a companion of Alexander the Great, who was executed by being pounded in a mortar as punishment for mocking Babylonian prophecies and the gods. The second tells of a man named Xanthus, who was struck by lightning after cutting down a sacred grove. The work survives fragmentarily within a larger compiled corpus of paradoxographical writings, transmitted among texts attributed to other authors in this tradition. As a clear example of Hellenistic paradoxography, a genre dedicated to collecting wondrous and shocking phenomena, its focused theme of punitive justice for hubris connects it to contemporary theological and moralizing literature, serving educated readers as both a source of curiosity and a moral exemplum.

220 (6) Λιτυέρσης Μίδου υἱὸς νόθος, ὃν ὁ Ἡρακλῆς ἀνεῖλεν ὄντα κακόξενον. ἠνάγκαζε γὰρ τοὺς ξένους συνθερίζειν αὐτῷ, εἶτα εὐωχῶν ἀπεκεφάλιζε, τὰ δὲ σώματα ἐκόμιζεν ἐν τοῖς δράγμασιν ὡς παραλελογισμένων. ἱστορεῖ ταῦτα κατὰ μέρος Σωσίθεος ἐν Δαφνίδι λέγων οὕτως· αἵδ’ αἱ Κελαιναί, πατρίς, ἀρχαία πόλις, Μίδου γέροντος, ὅστις ὦτ’ ἔχων ὄνου ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν. οὗτος δ’ ἐκείνου παῖς, πατρὶ πλαστὸς νόθος, μητρὸς δ’ ὁποίας ἡ τεκοῦς’ ἐπίσταται, ἔσθει μὲν ἄρτου τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας, πίνει θ’ ἅμα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. ἐργάζεται δ’ ἐλαφρὰ πρὸς τὰ σιτία, ὄγμους θερίζων· τῇ μιᾷ δ’ ἐν ἡμέρᾳ Διόνυσον ὄμπνῃ συντίθησιν εἰς τέλος. χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ, φαγεῖν τ’ ἔδωκεν, εἶτα κἀπεχόρτασεν, καὶ τοῦ ποτοῦ προὔτεινεν, ὡς ἂν ἐν θέρει, πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ.
221 ἐπισκοπῶν δὲ πεδία Μαιάνδρου ῥοαῖς κηπευμάτων ἀρδευτὰ δαψιλεῖ πότῳ, τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι αὐτῷ κυλίσας κρατὸς ὀρφανὸν φέρει γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν. ὅτι δ’ ἀπέθανεν ὑφ’ Ἡρακλέους φησὶ λέγων· (Α.) θανὼν μὲν εἰς Μαίανδρον ἐρρίφη ποδός, ὥσπερ σόλος τις. ἦν δ’ ὁ δισκεύσας ἀνὴρ— (Β.) τίς δή; (Α.) πύθοι’ ἄν. τίς γὰρ ἀνθ’ Ἡρακλέους; Φιλάνθρωπος ὁ τύραννος τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἐμπρήσας ἐπὶ τῷ μὴ κατὰ γνώμην αὐτοῦ τὰς εὐχὰς τελεῖσθαι, ὑποστρέφων εἰς Ἦλιν οὐ μόνον αὐτὸς ἐκεραυνώθη, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ ὄντες τριακόσιοι. Ἀλφαιὸς ὁ Σαγγαρίου τοῦ ποταμοῦ υἱὸς Ἀθηνᾶν αὐλητικὴν διδάξας καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη. Ἄρδυς Ἱπποκόωντος υἱὸς Ἥραν εἰς Ἄργος πορευομένην βιαζόμενος ὑπὸ Διὸς ἐκεραυνώθη. Φόρβας Θεσπρωτὸς Δημητρὸς ἐρασθεὶς καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη. Οὐαλέριος Οὐηστῖνος ἐτυφλώθη ὑπὸ Λευκίου Οὐμβρίου διὰ τὸν τοῦ υἱοῦ Ῥουστίκου θάνατον, ὃν παρακαταθήκην παρὰ Οὐμβρίου λαβὼν ἀνεῖλε διὰ τὰ μετ’ αὐτοῦ χρήματα.