Eratosthenes of Cyrene Fragments on Cosmic Order in Greek
The Fragments on Cosmic Order is a collection of fourteen passages attributed to the Hellenistic polymath Eratosthenes of Cyrene. While the treatise is not directly attested in major historical sources, its title indicates a philosophical inquiry into the arrangement of the universe, a subject consistent with Eratosthenes's wide-ranging scientific pursuits and his tenure as head of the Library of Alexandria. The content of these fragments, inferred from his broader intellectual profile, would likely have engaged with theories of cosmic structure, potentially synthesizing Presocratic, Platonic, and Aristotelian thought. It may also have applied mathematical or geometric principles to celestial phenomena, reflecting his characteristic integration of geographical, astronomical, and philosophical knowledge. The work survives only in excerpted form, a fate common to most of Eratosthenes's writings, and would have been transmitted through quotations by later authors such as Strabo or Cleomedes. Although its direct influence remains untraceable, the fragments exemplify Eratosthenes's methodological approach, which combined mathematical precision with philosophical inquiry and underpinned his significant contributions to geography and astronomy.
| 4 | Φωριαμὸν δ’ ὀνόμηνεν, ὅ μιν κύθε φώριον ἄγρην· ἐκ τοῦ φωριαμὸς κικλῄσκεται ἀνθρώποισι. |
| 10 | Λάδωνος περὶ χεῦμα Αἱ δὲ πέρην Ἀρύαντος ἐπὶ προχοαῖς ποταμοῖο Βαθὺς διαφύεται αὐλών Πέλμα ποτιρράπτεσκεν ἐλαφροῦ φαικασίοιο Ἧ χερνῆτις ἔριθος ἐφ’ ὑψηλοῦ πυλεῶνος δενδαλίδας τεύχουσα καλοὺς ἤειδεν ἰούλους. |
| 12 | Κρήνης Γαργαφίης Ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην ἢ δρομίην χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθύν. |
| 15 | Ὀκτὼ δὴ τάδε πάντα σὺν ἁρμονίῃσιν ἀρήρει, ὀκτὼ δ’ ἐν σφαίρῃσι κυλίνδετο κύκλῳ ἰόντα ......... ἐνάτην περὶ γαῖαν. |
| 16 | Αὐτὴν μέν μιν ἔτετμε μεσήρεα παντὸς Ὀλύμπου κέντρου ἄπο σφαίρης, διὰ δ’ ἄξονος ἠρήρειστο. Πέντε δέ οἱ ζῶναι περιειλάδες ἐσπείρηντο· αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή. Ἡ μὲν ἔην μεσάτη, ἐκέκαυτο δὲ πᾶσα περι〈πρὸ〉 τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ Μαῖραν ὑπ’ αὐτὴν κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν· αἱ δὲ δύω ἑκάτερθε πόλοις περιπεπτηυῖαι, αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι νοτέουσαι· οὐ μὲν ὕδωρ, ἀλλ’ αὐτὸς ἀπ’ οὐρανόθεν κρύσταλλος κεῖτ’, αἶάν τ’ ἀμπίσχε, περὶ ψῦχος δ’ ἐτέτυκτο. Ἀλλὰ τὰ μὲν χερσαῖα .... .... ἀνέμβατοι ἀνθρώποισι· δοιαὶ δ’ ἄλλαι ἔασιν ἐναντίαι ἀλλήλῃσι μεσσηγὺς θέρεός τε καὶ ὑετίου κρυστάλλου, ἄμφω ἐύκρητοί τε καὶ ὄμπνιον ἀλδῄσκουσαι καρπὸν Ἐλευσίνης Δημήτερος· ἐν δέ μιν ἄνδρες ἀντίποδες ναίουσι. |
| 17 | Ἔκ τέ οἱ ὄσσε κανθῶν παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον. |
| 18 | Αἱ δὲ πελιδναὶ πυθεδόνες γάστρην ἀν’ ὑπέτρεφον οὐλοὸν ἕλκος. |
| 22 | Ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυον Ἰκαριοῖ, τόθι πρῶτα περὶ τράγον ὠρχήσαντο. |
| 24 | Εἰσότε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος Μέσον δ’ ἐξαύσατο βαυνόν. |
| 29 | Καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος Μόσχους καὶ χλωρὰς κλήματος ἐκφυάδας Περιπλέγδην κρεμόνεσσι Ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο. |
| 30 | Τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον. |
| 35 | Πολλὴ ἀντιμαχητύς Ἡδυντῆρες Γρῆνυς vel γρῆνον Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὠγαθέ, τεύχειν φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην ἢ σιρὸν ἢ κοίλου φρείατος εὐρὺ κύτος τῇδ’ ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων. Μηδὲ σύ γ’ Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων μηδὲ Μεναιχμείους κωνοτομεῖν τριάδας δίζηαι· μηδ’ εἴ τι θεουδέος Εὐδόξοιο καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται. Τοῖσδε γὰρ ἐν πινάκεσσι μεσόγραφα μυρία τεύχοις ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος. Εὐαίων, Πτολεμαῖε, πατὴρ ὅτι παιδὶ συνηβῶν πάνθ’ ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα αὐτὸς ἐδωρήσω· τὸ δ’ ἐς ὕστερον, οὐράνιε Ζεῦ, καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός· καὶ τὰ μὲν ὣς τελέοιτο, λέγοι δέ τις ἄνθεμα λεύσσων· Τοῦ Κυρηναίου τοῦτ’ Ἐρατοσθένεος. |
| 36 | Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δ’, οἷα Λίβυσσαν ἅλα Βορρῆς ἠὲ Νότος, τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν, ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον. |
| 37 | Αὐροσχάδα βότρυν Ἰκαριωνείης |