eul_wid: ikc-aa

Deimachus of Plataea II On Piety and Celestial Portents in Greek

On Piety and Celestial Portents is a prose treatise attributed to Deimachus of Plataea II, an otherwise unattested author. The work is structured in six passages and analyzes celestial phenomena as divine signs within a framework of religious piety. Based on its title, the treatise likely addressed the nature and causes of astronomical events such as comets or eclipses, their interpretation as divine portents, the proper pious response to such signs, and the relationship between divine providence and observable nature. No direct quotations or descriptions of the work exist in extant sources. It is not recorded in surviving ancient catalogues or fragments, and its structure suggests it may be known only through excerpts preserved by a later, unknown compiler. The treatise is effectively lost, and its existence relies on unverified metadata. If genuine, this work would represent a minor contribution to the extensive Hellenistic literature on prodigies, divination, and religious duty, reflecting the period's interest in interpreting celestial events as divine communications.

5 (t) ΠΕΡΙ ΕΥΣΕΒΕΙΑΣ. Plutarch. Lys. c. 12: Διὸ καὶ θεῖόν τινες ἡγήσαντο τοῦτο τὸ ἔργον. Ἦσαν δέ τινες οἱ τοὺς Διοσκόρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες. Οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασι γενέσθαι· κατηνέχθη γὰρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἰγὸς ποταμούς. Καὶ δείκνυται μὲν ἔτι νῦν, σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν, ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος· εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ᾗ πέφυκε χώρᾳ· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνῃ καὶ τόνῳ τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο, τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός. Ἔστι δέ τις πιθανωτέρα δόξα ταύτης εἰρηκότων ἐνίων, ὡς οἱ διᾴττοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδ’ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτὴν οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου κινήσεως ἐκπαλῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι. Τῷ δ’ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας ἱστορῶν, ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφ’ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδὲς, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλασμένας φορὰς φερόμενον, ὡς τὰ ὑπὸ σάλου καὶ πλάνης ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες. Ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδ’ ἴχνος τοσοῦτον, λίθος δὲ κείμενος, ἄλλως μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυροειδοῦς περιοχῆς ἔχων. Ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν. Diogen.
6 L. I, 30: Δαΐδαχος δ’ ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ, καὶ οὕτω περιενεχθῆναι (φασίν). Plutarch.
7 Compar. Solon. et Popl. c. 4: Τῶν μέντοι πολεμικῶν, Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν. Schol.
8a Apollon. Rh. I, 558: Δηΐμαχος δὲ ἐκ Φιλομήλης τῆς Ἄκτορος Schol.
8b Il. Ν, 218: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος, ὃς Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν ἔφυγεν εἰς τὴν ἀπ’ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα, ἀφ’ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. Τούτου δὲ γίνονται δύο παῖδες, Κούρης καὶ Καλυδὼν, ἀφ’ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. Οὕτω Δηΐμαχος. ΥΠΟΜΝΗΜΑΤΑ ΠΟΛΙΟΡΚΗΤΙΚΑ.
8c (t) Stephan. v. Byz. Λακεδαίμων: Ἔστι καὶ ... τὸ Λακωνικὸν σιδήριον· στομωμάτων γὰρ τὸ μὲν Χαλυβδικὸν, τὸ δὲ Σινωπικὸν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. Καὶ ὅτι Σινωπικὸν καὶ Χαλυβδικὸν εἰς τὰ τεκτονικὰ, τὸ δὲ Λακωνικὸν εἰς ῥῖνας καὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ εἰς τὰ λιθουργικὰ, τὸ δὲ Λύδιον καὶ αὐτὸ εἰς ῥῖνας καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας, ὥς φησι Δαΐμαχος ἐν πολιορκητικοῖς ὑπομνήμασι λεʹ.