Cleitarchus the Historian Sentences in Greek
The Sentences is a collection of 143 prose maxims attributed to Cleitarchus the Historian. It survives within the manuscript tradition as an example of ancient Greek gnomic literature, a genre dedicated to concise, instructive sayings on wisdom and conduct. While the author is identified as Cleitarchus, a name associated with the historian of Alexander the Great, this attribution for the specific compiler of the Sentences remains unconfirmed by extant sources. The work’s themes are characteristic of the genre, encompassing reflections on wisdom and folly, virtue and vice, the nature of the divine and human fate, and practical advice on personal conduct, friendship, and governance. Preserved in manuscript form and included in modern collections of minor Greek texts, the Sentences exemplifies a widespread literary form employed for both educational and philosophical purposes in antiquity. Its uncertain link to a known historical figure underscores the genre’s broad appeal across different fields of literary activity.
| 1 | ΕΚ ΤΩΝ ΚΛΕΙΤΑΡΧΟΥ ΠΡΑΓΜΑΤΙΚΩΝ ΧΡΕΙΩΝ ΣΥΝΑΓΩΓΗ Ἕπου θεῷ. |
| 2 | γνῶθι σαυτόν. |
| 3 | πατρίδα τὸν κόσμον ἡγοῦ. |
| 4 | ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ σοφὸς μόνου θεοῦ (Sext. 49). |
| 5 | ἄσκει μέγας εἶναι παρὰ τῷ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος (Sext. 51). |
| 6 | εὐσεβὴς οὐχ ὁ πολλὰ θύων, ἀλλ’ ὁ μηδὲν ἀδικῶν ( cf. Sext. 47). |
| 7 | ἡ ψυχή σου ἀεὶ ἔστω παρὰ θεῷ (Sext. 55b). |
| 8 | διάνοια ἀνθρώπου θεὸν οὐ λανθάνει (Sext. 57a). |
| 9 | δίκαιος ἀνὴρ εἰκὼν θεοῦ ( cf. Sext. 190). |
| 10 | ἐκ φιληδονίας ἀκολασία φύεται (Sext. 71b). |
| 11 | ζήλου τὸν μηδενὸς δεόμενον ( cf. Sext. 50). |
| 12 | ὧν ἐπιθυμεῖ τις δοῦλός ἐστιν (Sext. 600, Υ only ). |
| 13 | ἐγκράτεια δὲ κρηπὶς εὐσεβείας (Sext. 86a). |
| 14 | εὔχου σοι γενέσθαι μὴ ἃ βούλει ἀλλ’ ἃ δεῖ (Sext. 88). |
| 15 | ἃ δίδωσι παιδεία, ταῦτα οὐδείς σε ἀφαιρήσεται (Sext. 92). |
| 16 | σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ (Sext. 93). |
| 17 | ψυχὴ καθαίρεται ἐννοίᾳ θεοῦ (Sext. 97). |
| 18 | παντὸς οὗ καλῶς πράττεις θεὸν ἡγοῦ αἴτιον (Sext. 113). |
| 19 | κακῶν θεὸς ἀναίτιος (Sext. 114). |
| 20 | μεγαλοψυχίαν ἄσκει (Sext. 120). |
| 21 | ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτα εὔχου σοι γενέσθαι μετὰ τοὺς πόνους (Sext. 125). |
| 22 | ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ (Sext. 128). |
| 23 | ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας (Sext. 137). |
| 24 | ἐκ γὰρ φιλαργυρίας ἀδικία φύεται (Sext. 138). |
| 25 | φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ (Sext. 141). |
| 26 | ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον (Sext. 146). |
| 27 | κακοὶ κολακευόμενοι κακίους (Sext. 149). |
| 28 | αἱρετώτερον εἰκῇ λίθον βάλλειν ἢ λόγον (Sext. 152). |
| 29 | σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς εἰκῇ (Sext. 153). |
| 30 | ῥήματα ἄνευ νοῦ ψόφοι (Sext. 154). |
| 31 | βραχυλογίᾳ σοφία παρακολουθεῖ (Sext. 156). |
| 32 | μακρολογία σημεῖον ἀμαθίας (Sext. 157). |
| 33 | ἀνδρὶ σοφῷ πᾶσα γῆ πατρίς. |
| 34 | τῷ ψεύδει ὡς φαρμάκῳ χρῶ (Sext. 159). |
| 35 | ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ (Sext. 163a). |
| 36 | περὶ ὧν οὐκ οἶδας, σιώπα, περὶ ὧν οἶδας, ὃ δεῖ λέγε (Sext. 162). |
| 37 | λόγος παρὰ καιρὸν ἀνοίας ἔλεγχος (Sext. 163). |
| 38 | ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν (Sext. 164a). |
| 39 | ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε· (Sext. 164) μετὰ γὰρ πλείονας λέγων ὄψει μᾶλλον τὰ συμφέροντα (Sext. 165b). |
| 40 | μεγάλῃ περιστάσει πρέπει ψεῦδος (Sext. 165c). |
| 41 | μηδένα ἀπάτα, μάλιστα δὲ τὸν συμβουλίας δεόμενον (Sext. 165e). |
| 42 | οὐδὲν οἰκειότερον σοφίᾳ ἢ ἀλήθεια (Sext. 168). |
| 43 | οὐ δυνατὸν τὴν αὐτὴν φύσιν φιλόσοφόν τε εἶναι καὶ φιλοψευδῆ (Sext. 169). |
| 44 | τοῦ λέγειν ἃ δεῖ τὸ ἀκούειν προτίμα (Sext. 171). |
| 45 | τὰ τῶν παιδευομένων ἁμαρτήματα τῶν παιδευόντων ὀνείδη (Sext. 174). |
| 46 | ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα ( cf. Sext. 538). |
| 47 | οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων καταφρονήσαντα (Sext. 539). |
| 48 | τοὺς λόγους σου ὁ βίος βεβαιούτω (Sext. 177). |
| 49 | τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω (Sext. 547). |
| 50 | ἄρχεσθαι μὴ μαθὼν ἄρχειν μὴ ἐπιχείρει. |
| 51 | χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων (Sext. 553). |
| 52 | ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος (Sext. 555). |
| 53 | ἄνθρωπον μὲν ἀπατῆσαι δυνατὸν λόγῳ, θεὸν δὲ ἀδύνατον (Sext. 186). |
| 54 | ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδικήσεις (Sext. 452). |
| 55 | ἄρχων μὲν ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων (Sext. 453). |
| 56 | βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ (Sext. 454). |
| 57 | βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα (Sext. 455). |
| 59 | βασιλέα φρόνησις, οὐ διάδημα ποιεῖ· (Sext. 457) νοῦς γάρ ἐστιν ὁ ἄρχων (Sext. 458). |
| 60 | ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ τοῦ θεοῦ (Sext. 459). |
| 61 | ὅταν ἐπὶ μικροῖς παύσῃ μέγα φρονεῖν, τότε ἄρξῃ μέγα φρονεῖν. |
| 62 | οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν (Sext. 473). |
| 63 | ἄνθρωπος ὅμοιον ἔχει θεῷ τὸ εὐεργετεῖν. |
| 64 | φαύλοις ἄχρηστος δοκεῖ σοφὸς ἀνήρ (Sext. 214). |
| 65 | ὑπὲρ πατρίδος ἀποθανεῖν εὐτυχές. |
| 66 | οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν (Sext. 10). |
| 67 | οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου (Sext. 485). |
| 68 | οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς (Sext. 489). |
| 69 | γάμει δυνατὸς ὢν ἄρχειν. |
| 70 | ὅρος ἀφροδισίων παιδοποιΐα. |
| 71 | μοιχός ἐστι τῆς αὑτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος (Sext. 231). |
| 72 | αἰδούμενος τὴν γυναῖκα αἰδουμένην ἕξεις (Sext. 238). |
| 73 | ἐφ’ ὅσον ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις (Sext. 240). |
| 74 | προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ (Sext. 511). |
| 75 | γυνὴ φιλόκοσμος οὐ πιστή (Sext. 513). |
| 76 | τέκνα ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν ἐφ’ ἡμῖν (Sext. 255). |
| 77 | διδασκάλους τίμα. |
| 78 | γονέων διδάσκαλοι μείζους εὐεργέται (Sext. 536). |
| 79 | φιλοπονία φύσιν διορθοῦται. |
| 80 | ῥᾳθυμία φύσιν ἀπόλλυσιν. |
| 81 | ὀψιμαθὴς γίνου ἢ ἀμαθής. |
| 82 | πᾶν ἁμάρτημα χρόνου ζημία. |
| 83 | φιλοπόνῳ χρόνος περισσεύει. |
| 84 | τῶν ἐπὶ σχολῆς λόγων ἐν ταῖς περιστάσεσι μέμνησο. |
| 85 | ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται (Sext. 75b). |
| 86 | οὐκ ἔστιν ἐλεύθερον εἶναι κρατούμενον ὑπὸ παθῶν. |
| 87 | ὕπνον προσίεσο διὰ τὸ ἀναγκαῖον. |
| 88 | μὴ ταχέως τοὺς φίλους κτῶ. |
| 89 | οὓς ἂν κτήσῃ φίλους κτῶ. |
| 90 | σεαυτοῦ τὰ ἀτυχήματα τῶν φίλων ἡγοῦ, τῶν δὲ ἰδίων εὐτυχημάτων κοινώνει τοῖς φίλοις. |
| 91 | τελευτησάντων τῶν φίλων θρηνεῖν μὲν οὐκ εὐγενές, προνοεῖν δὲ τῶν οἰκείων ἐπιμελές. |
| 92 | περιστάσεις δοκιμάζουσι φίλους. |
| 93 | πῖνε μετὰ τὸ διψῆν. |
| 94 | ἔσθιε μετὰ τὸ πεινῆν. |
| 95 | ἄνθρωπος γαστρὸς ἥσσων ὅμοιος θηρίῳ (Sext. 270). |
| 96 | μὴ ἐπιτείχιζε τῇ ψυχῇ σου τὸ σῶμα. |
| 97 | ὅρος σιτίων ἔστω σοι τὸ μὴ πεινῆν. |
| 98 | ἀκρόπολίς ἐστι σοφοῦ μεγαλοψυχία. |
| 99 | ἀρετὴν μὲν ἔχων πάντα ἕξεις, κακίαν δὲ οὐδὲ σεαυτόν. |
| 100 | ἰσχὺν σώματος πόνοι καταναγκάζουσι σιτίων μᾶλλον. |
| 101 | ἡ ἰσχὺς τοῦ σώματός σου μὴ γινέσθω τῆς ψυχῆς ἀσθένεια. |
| 102 | αἱροῦ τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι ἰσχύειν. |
| 103 | ἰσχὺν δὲ ψυχῆς φρόνησιν νόμιζε. |
| 104 | εἷς ἀνὴρ μυρίων περιγίνεται τῇ φρονήσει. |
| 105 | τοῦτο σὸν κτῆμα οὐκ ἔστιν, ὃ παρόσον μεταδίδως τοῖς ἄλλοις αὐτὸς οὐχ ἕξεις (Sext. 295). |
| 106 | ὃς ἂν τῶν ἐπαίνων καταφρονῇ, οὗτος καὶ τῶν ψόγων καταφρονεῖ (Sext. 299). |
| 107 | ἀ[......] τοὺς φίλους ἡγοῦ. |
| 108 | τὰ δίκαια μετὰ πειθοῦς αἱρετώτερον ποιεῖν ἢ μετὰ βίας. |
| 109 | οὐ πρότερον γνώσῃ ὃ μὴ οἶσθα, πρὶν ἂν γνώσῃς οὐκ εἰδώς (Sext. 333). |
| 110 | 〈ὀργὴν πλήθουσ〉 μὴ παρόξυνε (Sext. 343). |
| 111 | ἔπαινον πλήθους μὴ θαύμαζε ἢ μὴ ἀτίμαζε. |
| 112 | θόρυβον τ[........]μάτων ἦχον. |
| 113 | ψυχὴν σιτίοις μὴ ἐπιθολοῦ μηδὲ ἀμέτροι[ς .......]. |
| 114 | κρεῖττον ἀποθανεῖν ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι (Sext. 345). |
| 115 | ἄμεινον εἰδέναι ἀγνοοῦντα ὅτι ἀγνοεῖ ἢ δοκεῖν μὴ γινώσκοντα γινώσκειν. |
| 116 | μέθης καιρὸς οὐδὲ εἷς οὐδενὶ ἐπεὶ μηδὲ τοῦ ληρεῖν. |
| 117 | νέος εὐφυέστατος μὴ παιδαγωγίᾳ συζῶν διαφερόντως γίνεται κακός. |
| 118 | ἀνόητος τὴν ἑαυτοῦ δόξαν προτιμᾷ τοῦ κοινῇ συνοίσοντος. |
| 119 | νέαις ψυχαῖς καὶ ἁπαλαῖς μεγάλους κινδύνους καὶ πόνους μὴ ἐπίβαλλε. |
| 120 | ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς (Sext. 385). |
| 121 | περιστάσεις εὐδαιμονίαν οὐδαμῶς ἀφαιροῦνται (Sext. 387). |
| 122 | ὅσα δίδωσι τύχη, ταῦτα περιστάσεις ἀφαιροῦνται. |
| 123 | οὐκ ἔστιν εὐκλεῶς ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως 〈πράττειν〉. |
| 124 | [........] βίαιον μάθημα. |
| 125 | ψυχὴ καθαίρεται κακίας ἀπαλλαγῇ. |
| 126b | 〈τὰ ὦτά σου μὴ〉 πᾶσιν ὕπεχε· ( cf. Sext. 409) λόγος γὰρ κακὸς κακῶν ἡγεμών ἐστιν. |
| 127 | δύναμιν μεγ[........] φρονήσεως οὐκ ἂν εὕροις. |
| 128 | πολλὰ βουλευόμενος ἔπειτα πρᾶττε ὡς ἐξουσίαν μὴ ἔχων ἐπανορθοῦσθαι τὰ πραχθέντα. |
| 129 | φύσεως ἀντιπραττούσης πάντα κενά. |
| 131 | τρίχας τὰς τοῦ σώματος μὴ δυνάμενος φέρειν πῶς οἴσεις πανοπλίαν; τρίβων καὶ κόμη καὶ γένειον ἀγαθῷ μὲν ἀνδρὶ οἰκεῖα, κακῷ δὲ στίγματα. |
| 132 | οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει (Sext. 325). |
| 133 | μαντικὴ ἀνδρὸς σοφοῦ εὐβουλία. |
| 134 | εὐεργετοῦντά σε ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν (Sext. 319). |
| 135 | μακάριος οὗ ὁ θεὸς κηδεμών ἐστιν ( cf. Sext. 424). |
| 136 | οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ (Sext. 574). |
| 137 | σοφοῦ ζῶντος δόξα μὲν ὀλίγη, μετὰ δὲ τὴν τελευτὴν τὸ κλέος ᾄδεται (Sext. 53). |
| 138 | μὴ τὸ ἔχειν ἀρετὴν καλὸν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὑπὲρ ὧν δεῖ. |
| 139 | ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. |
| 140 | ὀφείλομεν ἑαυτοὺς ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν ἕνεκεν χρημάτων πράττειν μάθωμεν. |
| 141 | κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους. |
| 142 | τῆς ψυχῆς ὡς ἡγεμόνος ἐπιμελοῦ, τοῦ δὲ σώματος ὡς στρατιώτου προνόει. |
| 143 | πᾶν τὸ πλεῖον ἀνθρώπῳ πολέμιον (Sext. 140). φιλῶν ἃ μὴ δεῖ [ sic ] λήσεταί σε τὰ καλὰ σπουδάσοντα περὶ τὰ μὴ καλά (Sext. 141—2; Clit. 25). |
| 144 | ὃ μὴ θέλεις ἀκούειν μηδὲ εἴπῃς· ὃ μὴ θέλεις λέγειν μηδ’ ἄκουε. |
| 144 | ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος. |