eul_wid: akk-aa

Musaeus of Eleusis Testimonies in Greek

The Testimonies is a collection of thirteen passages concerning the myth of Hero and Leander, pseudepigraphically attributed to the legendary poet Musaeus of Eleusis. This attribution is anachronistic, as the semi-legendary Musaeus belongs to a prehistoric, oracular tradition far predating this Hellenistic-era love story. The collection likely represents a later scholarly compilation of fragments and references to Musaeus drawn from other authors, which were mistakenly or conventionally linked to this myth. The gathered testimonia presumably assemble ancient reports on the common themes of the myth, which include star-crossed love and tragic separation, the perilous journey of swimming the Hellespont, and the conflict between sacred duty and personal passion. The specific transmission of these thirteen passages is undocumented. Works attributed to the ancient Musaeus survive only through quotations in later philosophers, historians, and compilers. This collection would thus be a pseudepigraphical work, possibly assembled in late antiquity or the Renaissance from such secondary sources. While Musaeus of Eleusis was an influential figure in ancient thought as a symbol of primal wisdom, this particular collection holds no attested independent influence. Its significance lies primarily as an example of the later attribution of popular myths to venerable but shadowy archaic authorities.

1 SUID. Μουσαῖος Ἐλευσίνιος ἐξ Ἀθηνῶν, υἱὸς Ἀντιφήμου τοῦ Εὐφήμου τοῦ Ἐκφάντου τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Σελήνης γυναικός. ἐποποιός, μαθητὴς Ὀρφέως, μᾶλλον δὲ πρεσβύτερος. ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκας Εὐμόλπωι τῶι υἱῶι ἔπη ͵ δ καὶ ἄλλα πλεῖστα.
1a HARPOCR. Μουσαῖος: Λυσίας πρὸς τὴν Μειξιδήμου γραφήν, εἰ γνήσιος, [fr. 176, Sauppe O.A. 197b 17] ‘καὶ δύο παῖδας αὐτῶι ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον‘. ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς οἰκέτας οὕτω καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαντείοις [fr. 51 FHG II 284] φησίν, ὅτι οἱ μὲν ἐκ Θράικης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος [fr. 1 FHG II 23].
2 HERMESIANAX Leontion 15ff. [b. Ath. XIII 597D]. οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην· ἥ τε πολὺν μύστηισιν Ἐλευσῖνος παρὰ πέζαν εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, ᾿Ρ άριον ὀργειῶνι νόμωι διαποιπνύουσα Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδηι.
3 [ARIST.] Mirab. 131. 843b1 φασὶν οἰκοδομούντων Ἀθηναίων τὸ τῆς Δήμητρος ἱερὸν τῆς ἐν Ἐλευσῖνι περιεχομένην στήλην πέτραις εὑρεθῆναι χαλκῆν, ἐφ’ ἧς ἐπεγέγραπτο ‘Δηιόπης τόδε σῆμα‘, ἣν οἱ μὲν λέγουσι Μουσαίου εἶναι γυναῖκα, τινὲς δὲ Τριπτολέμου μητέρα γενέσθαι.
3a SCHOL. SOPH. Oed. Col. 1053 τινὲς δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατ’ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρηι. Ἄνδρων [F GrHist. 10 F 13 I 163] μὲν οὖν γράφει οὐ 〈τοῦτον〉 τὸν Εὔμολπον εὑρεῖν 〈τὴν〉 μύησιν, ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα.
4 DIOG. proem. I 3 παρὰ μὲν Ἀθηναίοις γέγονε Μ., παρὰ δὲ Θηβαίοις Λίνος. καὶ τὸν μὲν Εὐμόλπου παῖδά φασι, ποιῆσαι δὲ Θεογονίαν καὶ Σφαῖραν πρῶτον, φάναι τε ἐξ ἑνὸς τὰ πάντα γίνεσθαι καὶ εἰς ταὐτὸν ἀναλύεσθαι [Lobon fr. 5 Crön.].
5 PAUS. I 22, 7 ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστήν, ὃν Τιμαίνετος ἔγραψεν, ἔστι Μουσαῖος· ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην ἐν οἷς ἔστι πέτεσθαι Μουσαῖον, [ὑπὸ] Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος· καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις [s. B 20].
5a PLATO rep. II p. 363 c Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ (Eumolpos) παρὰ θεῶν διδόασιν τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον ... τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκάζουσι φέρειν ...
6 SCHOL. ARISTOPH. Ran. 1033 τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός [fr. 200 FHG I 417] φησιν. οὗτος δὲ παραλύσεις (?) καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν. ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι [fr. 1012]
7 SERV. VERG. Aen. VI 667 theologus fuit iste [ Musaeus] post Orpheum et sunt variae de hoc opiniones: nam eum alii Lunae filium, alii Orphei volunt, cuius eum constat fuisse discipulum. nam ad ipsum primum carmen scripsit [ Orpheus 1 A 1], quod appellatur Crate r.
8 MARMOR. PAR. FGrHist. 239 A 15 II 995 〈ἀφ’ οὗ Εὔμολπος ὁ Μουσαίου τοῦ ὑπ’ Ὀρφέως τετελεσμέ〉νου τὰ μυστήρια ἀνέφηνεν ἐν Ἐλευσῖνι καὶ τὰς τοῦ 〈πατρὸς Μ〉ουσαίου ποιήσεις ἐξέθηκ〈εν ἔτη ΧΗΔ βασιλεύοντος Ἀθηνῶν Ἐρεχθέ〉ως τοῦ Πανδίονος.
9 DIODOR. IV 25, 1 (Herakles) παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε τῶν ἐν Ἐλευσῖνι μυστηρίων Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς.
10 SCHOL. IN DIONYS. THRAC. p. 183, 10 Hilg. ἔνιοι δὲ Μουσαῖον εὑρετὴν (der Buchstaben) λέγουσι τὸν Μητίονος καὶ Στερόπης κατ’ Ὀρφέα γενόμενον.