Athanis of Syracuse Sicilian Historical Fragments in Greek
The Sicilian Historical Fragments constitute the surviving excerpts from the lost history of Athanis of Syracuse, a historian of the fourth century BCE. Athanis continued the historical work of Philistus, chronicling Sicilian affairs during a turbulent period that encompassed the later reign of the tyrant Dionysius II of Syracuse and the subsequent military and political interventions of the Corinthian general Timoleon. The work does not survive as a continuous text; its scant remains are preserved solely as quotations embedded within the works of later authors, most notably the Byzantine encyclopedia known as the Suda and Athenaeus in his Deipnosophists. These fragments, though brief, offer valuable glimpses into mid-fourth century Sicilian history, touching upon themes of political instability under Dionysius II, military conflicts with Carthaginian forces, and the liberation of Sicilian cities under Timoleon’s leadership. As a continuator of a major historiographical tradition and a historian of contemporary events, Athanis is considered an important source for later Sicilian historians, particularly Timaeus of Tauromenium, and through such intermediaries his account contributed to the broader Greco-Roman historical tradition. The fragments are systematically collected in modern scholarly editions such as Die Fragmente der griechischen Historiker and Brill’s New Jacoby.
| t1-3 | ΣΙΚΕΛΙΚΑ. E LIBRO PRIMO. |
| 1 (t) | Athenaeus III: Τοιοῦτοί τινές εἰσιν ... πολλῶν ὀνομάτων ποιηταὶ, καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρο ν , ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτη ν , ὅτι μένει καὶ κρατεῖ, βαλλάντιον δὲ ἀκόντιον ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις (sic) δ’ ἐν πρώτῳ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν, καὶ τὸν χοῖρον ἴακχο ν . Plutarch. |
| 2 | Timoleon. c. 23, 4: Ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν· καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος, ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων, ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακοσίοις ἐξωνεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν τῷ δήμῳ μηχανώμενος οὕτω πενομένῳ καὶ πρὸς τἄλλα καὶ πρὸς τὸν πόλεμον, ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδόσθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων· ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου διατηρῆσαι τοὺς Συρακοσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης, ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν. Plutarch. |
| 3 | Tim. c. 37, 3: Ἤδη πρεσβύτερος ὢν (Τιμολέων) ἀπημβλύνθη τὴν ὄψιν, εἶτα τελέως ἐπηρώθη μετ’ ὀλίγον, οὔτε αὐτὸς ἑαυτῷ πρόφασιν παρασχὼν οὔτε παροινηθεὶς ὑπὸ τῆς τύχης, ἀλλὰ συγγενικῆς τινος, ὡς ἔοικεν, αἰτίας καὶ καταβολῆς ἅμα τῷ χρόνῳ συνεπιθεμένης. Λέγονται γὰρ οὐκ ὀλίγοι τῶν κατὰ γένος αὐτῷ προσηκόντων ὁμοίως ἀποβαλεῖν τὴν ὄψιν ὑπὸ γήρως ἀπομαρανθεῖσαν. Ὁ δὲ Ἄθανις ἔτι συνεστῶτος τοῦ πρὸς Ἵππωνα πολέμου καὶ Μάμερκον ἐν Μυλαῖς ἐπὶ στρατοπέδου φησὶν ἀπογλαυκωθῆναι τὴν ὄψιν αὐτοῦ καὶ πᾶσι φανερὰν γενέσθαι τὴν πήρωσιν, οὐ μὴν ἀποστῆναι διὰ τοῦτο τῆς πολιορκίας, ἀλλ’ ἐμμείναντα τῷ πολέμῳ λαβεῖν τοὺς τυράννους· ὡς δὲ ἐπανῆλθεν εἰς Συρακούσας, εὐθὺς ἀποθέσθαι τὴν μοναρχίαν καὶ παραιτεῖσθαι τοὺς πολίτας, τῶν πραγμάτων εἰς τὸ κάλλιστον ἡκόντων τέλος. |