eul_wid: ela-aa

Araethus the Historian Arcadian Historical Fragments in Greek

The Arcadian Historical Fragments is a lost prose work attributed to the historian Araethus. As the title suggests, it was a collection of excerpts concerning the history of Arcadia, a region in the central Peloponnese. The work is known only through a handful of fragmentary passages preserved in the scholia of later authors, a common fate for many ancient local histories. These fragments indicate that the work treated characteristic subjects of Arcadian local history, including regional origins, foundation myths, and notable events. One preserved excerpt recounts a border war between the Arcadians and the Pylians, including the epitaph for a fallen Arcadian champion named Ereuthalion. Another fragment presents an alternative genealogical tradition for the constellation Arctos Minor, attributing its origin to a figure named Megisto rather than the more common Callisto. As a product of the Greek tradition of local history, or horography, Araethus's work aimed to document regional traditions and myths. Though its direct influence is unrecorded, such local histories were vital sources for broader historical and geographical compilations, helping to shape the later understanding of regional identities and antiquities in the Greek world.

t1-5 ΑΡΚΑΔΙΚΑ. Hygin.
1 Poet. astr. II, 1. Arctos minor: Ariaethus Tegeates, historiarum scriptor, non Callisto, sed Megisto dicit appellatam, et non Lycaonis, sed Cetes filiam, Lycaonis neptem. Praeterea Cetea ipsum Engonasin nominari. Reliqua vero superioribus conveniunt. Quae res in Nonacri monte Arcadiae gesta narratur. Schol.
2a Venet. Iliad. δʹ, 319: Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον Ἀγκαῖον (Λύκαιον?) ὄρος. Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ, ὡς ἔνιοι, Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν, οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· Ἐνθάδ’ Ἐρευθαλίωνι φίλοις τ’ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο. Ἱστορεῖ Ἀρίαιθος. Schol.
2b Victor. l. l.: Πύλιοι μὲν οὖν πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς. Γίνεται δ’ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμενον, Νέστωρ ἀντιστὰς ἐνίκησεν. Ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι τὸν μὴ ἐξελθόντα τοῦ τόπου, καὶ συμβαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς χώρους, ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέγραψαν·» Ἐνθάδ’ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆ, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο. Ἱστορεῖ Ἀρίαιθος. Dionysius Hal.
3 A. R. I, 49: Ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν. Οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ καὶ τῇ Νήσῳ λεγομένῃ καίπερ οὔσῃ μεσόχθονι, ὑπὸ τελμάτων καὶ ποταμοῦ· τὰς δὲ καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ· κάπυος. Λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ γράψαντι τὰ Ἀρκαδικά. Schol.
4 Apollon. Rh. II, 498: Φερεκύδης δέ φησι καὶ Ἄραιθος (sic) ἐπὶ κύκνων αὐτὴν (τὴν Κυρήνην) ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρήνην ἀφικέσθαι. Schol.
5 Vatican. Eurip. Rhes. 36: Τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ [ἢ?] Καλλιστοῦς καὶ δύο παῖδας γενομένους (l. καὶ Διὸς παῖδα γενέσθαι?) (ἀφ’ ἧς ὄρος Κυλλήνης)· ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, ὡς καὶ Εὐφορίων· ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι τραφέντα παρ’ ἐκείναις. Ἀρ.ῆθος (sic) δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. Ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους.