Andronicus of Rhodes On Passions, Book 1 in Greek
On Passions is a philosophical treatise by Andronicus of Rhodes, the head of the Lyceum, composed in the 1st century BCE. The work is a systematic exposition and clarification of Aristotelian ethical psychology, drawing primarily from the Nicomachean Ethics. It examines the nature of the passions, or pathē, defines moral virtue as a mean between extremes of emotion and action, and classifies the various states of character. Rather than advancing original doctrine, the treatise functions as a scholarly commentary, organizing and elucidating existing Peripatetic teachings for pedagogical use. The first book is structured as a series of analytical passages, proceeding through definitions and subdivisions of the primary affective states.
The treatise was written during a critical era of recovery and systematization of Aristotle's esoteric works, a project Andronicus himself spearheaded as the first editor of the Aristotelian corpus. On Passions thus represents an early and influential example of philosophical exegesis, aimed at standardizing core concepts for students of the Peripatetic school. The original text is now lost, surviving only in fragments and testimonia preserved by later authors such as the 6th-century commentator Simplicius and the 10th-century Byzantine encyclopedia, the Suda. Our understanding of the work's content and structure is consequently dependent on these secondary sources.
| 1.1 | ΑΝΔΡΟΝΙΚΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ ΠΕΡΙ ΠΑΘΩΝ PARS PRIOR DE AFFECTIBVS . |
| 1.1 | Πάθος ἐστὶν ἄλογος ψυχῆς κίνησις [δι’ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ] καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. [ἢ πάθος ἐστὶ ψυχῆς κίνησις χωρὶς λογισμοῦ τε καὶ κρίσεως ἐπιτελουμένη. ἢ πάθος ἐστὶν ἐπίκαιρος ψυχῆς ὄρεξις εἰς ποιὰν διάνοιαν ἔξωθεν ἐπιθυμίαν λαμβάνουσα οἷον λύπη, ἡδονή, φόβος, ἐπιθυμία, καὶ καθόλου, ὡς αὐτὸ τὸ ὄνομα δηλοῖ, ὅσα πάσχομεν κατὰ τὴν ἔξωθεν ἐπισύμπτωσιν τῶν πραγμάτων. τὸ γὰρ κυρίως πάθος ἔξωθεν πᾶν καὶ ἐν μεταβολῇ ὑπό τινος ἄλλου κινοῦντος.] τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία, ἡδονή. |
| 1.1 | αʹ Λύπη μὲν οὖν ἐστιν ἄλογος συστολή· ἢ δόξα πρόσφατος κακοῦ παρουσίας, ἐφ’ ᾧ οἴονται δεῖν συστέλλεσθαι. βʹ Φόβος δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ. γʹ Ἐπιθυμία δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ. δʹ Ἡδονὴ δὲ ἄλογος ἔπαρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ πα ρουσίας, ἐφ’ ᾧ οἴονται δεῖν ἐπαίρεσθαι. |
| 2.t | εἴδη λύπης κεʹ. |
| 2.1 | Ἔλεος· φθόνος· ζῆλος· ζηλοτυπία· δυσθυμία· συμφορά· ἄχθος· ἄχος· σφακελισμός· πένθος· δυσχέρανσις· ὄχλησις· ὀδύνη· ἀνία· μεταμέλεια· σύγχυσις· ἀθυμία· ἄση· νέμεσις· δυσφορία· γόος· βαρυθυμία· κλαῦσις· φροντίς· οἶκτος. |
| 2.1 | αʹ Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς ἀναξίως πά σχοντος ἐκείνου. βʹ Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ἢ λύπη ἐπὶ τῇ τῶν ἐπιεικῶν εὐπραγίᾳ. γʹ Ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ. |
| 2.1 | ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· ἢ ζῆλος μακαρισμὸς ἀστειότητος [·ἢ ζῆλός ἐστι ψυχῆς λογικῆς θερμότης ἐπ’ ἀγαθῷ καὶ κακῷ μετὰ παραδείγματος ἐξαπτομένη]. δʹ Ζηλοτυπία δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν. ἃ καὶ ἡμῖν ὑπάρχει. |
| 2.1 | εʹ Δυσθυμία δὲ λύπη ἐπ’ ἀλύτῳ ἢ δυσκινήτῳ. ϛʹ Συμφορὰ δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς. ζʹ Ἄχθος δὲ λύπη βαρύνουσα. ηʹ Ἄχος δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα. θʹ Σφακελισμὸς δὲ λύπη σφοδρά. |
| 2.1 | ιʹ Πένθος δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ. ιαʹ Δυσχέρανσις δὲ λύπη ἐξ ἐναντίων λογισμῶν. ιβʹ Ὄχλησις δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα. ιγʹ Ὀδύνη δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα. ιδʹ Ἀνία δὲ λύπη ἐξ ἀναλογισμῶν. |
| 2.1 | ιεʹ Μεταμέλεια δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς δι’ αὑτοῦ γεγονόσιν. ιϛʹ Σύγχυσις δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον. |
| 2.1 | ιζʹ Ἀθυμία δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν. ιηʹ Ἄση δὲ λύπη μετὰ ῥιπτασμοῦ. |
| 2.1 | ιθʹ Νέμεσις δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον. κʹ Δυσφορία δὲ λύπη μετ’ ἀπορίας τοῦ πῶς χρήσεται τοῖς παροῦσιν. καʹ Γόος δὲ θρῆνος ἀγομένου κατὰ λύπην. 〈κβʹ〉 Βαρυθυμία δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα. |
| 2.1 | κγʹ Κλαῦσις δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον. κδʹ Φροντὶς δὲ λογισμὸς λυπουμένου. κεʹ Οἶκτος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς. |
| 3.t | Φόβου εἴδη ιγʹ. |
| 3.1 | Ὄκνος· αἰσχύνη· δεῖμα· δέος· ἔκπληξις· κατάπληξις· [δειλία·] ψοφοδέεια· ἀγωνία· μέλλησις· ὀῤῥωδία· θόρυβος· δεισιδαιμονία. αʹ Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. βʹ Αἰσχύνη δὲ φόβος ἀδοξίας. |
| 3.1 | γʹ Δεῖμα δὲ φόβος ὑφορωμένου. δʹ Δέος δὲ φόβος συνδέων. εʹ Ἔκπληξις δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ. ϛʹ Κατάπληξις δὲ φόβος ἐκ μείζονος φαντασίας. [ζʹ Δειλία δὲ ἀποχώρησις ἀπὸ φαινομένου καθήκοντος διὰ φαν τασίαν δεινοῦ.] ηʹ Ψοφοδέεια δὲ φόβος κενός. θʹ Ἀγωνία δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν. ιʹ Μέλλησις δὲ ὄκνος διεγνωκότος ποιεῖν. |
| 3.1 | ιαʹ Ὀῤῥωδία δὲ φόβος ἐννοηθέντος. ιβʹ Θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων. ιγʹ Δεισιδαιμονία δὲ φόβος τοῦ δαιμονίου· ἢ ὑπερέκπτωσις τῆς πρὸς θεοὺς τιμῆς. |
| 4.t | Ἐπιθυμίας εἴδη κζʹ. |
| 4.1 | Ὀργή· θυμός· χόλος· πικρία· μῆνις· κότος· ἔρως· ἵμερος· πόθος· δυσμένεια· δύσνοια· ἁψικορία· ῥιψοφθαλμία· σπάνις· τραχυτής· ἔρις· προσπάθεια· φιληδονία· φιλοχρηματία· γαστριμαργία· οἰνοφλυγία· λαγνεία. |
| 4.1 | αʹ Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος· [ἢ λύπη μεθ’ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι]. βʹ Θυμὸς δὲ ὀργὴ ἐναρχομένη. γʹ Χόλος δὲ ὀργὴ διοιδοῦσα. δʹ Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη. |
| 4.1 | εʹ Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη. ϛʹ Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν. ζʹ Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας. ηʹ ἄλλος ἔρω ς· ἐπιθυμία φιλίας. θʹ ἄλλος ἔρω ς· ὑπηρεσία θεῶν εἰς νέων κατακόσμησιν καὶ καλῶν, ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον. ιʹ Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας. ιαʹ Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος. ιβʹ Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός. ιγʹ Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου. ιδʹ Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη. ιεʹ Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον· [ἢ ὀξυδορκία περὶ τὸ αὐτό]. ιϛʹ Σπάνις δὲ ἐπιθυμία ἀτελής. |
| 4.1 | ιζʹ Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος. ιηʹ Ἔρις δὲ παρόρμησις εἰς ἀντίταξιν κακοποιητικήν. ιθʹ Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη. κʹ Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν. καʹ Φιλοχρηματία δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων. |
| 4.1 | κβʹ Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς. κγʹ Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος. κδʹ Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον. κεʹ Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων. κϛʹ Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος. |
| 4.1 | κζʹ Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος. |
| 5.t | Ἡδονῆς εἴδη εʹ. |
| 5.1 | Ἀσμενισμός· τέρψις· κήλησις· ἐπιχαιρεκακία· γοητεία. αʹ Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς. βʹ Τέρψις δὲ ἡδονὴ δι’ ὄψεως ἢ δι’ ἀκοῆς. γʹ Κήλησις δὲ ἡδονὴ δι’ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ δι’ ἀπάτης γινομένη. δʹ Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν. 〈εʹ〉 Γοητεία δὲ ἡδονὴ κατὰ ἀπάτην ἢ διὰ μαγείας. |
| 6.t | Εὐπαθείας εἴδη γʹ. |
| 6.1 | Βούλησις· χαρά· εὐλάβεια. [εὐπείθεια]. αʹ Βούλησις μὲν οὖν ἐστιν εὔλογος ὄρεξις. βʹ Χαρὰ δὲ εὔλογος ἔπαρσις. γʹ Εὐλάβεια δὲ εὔλογος ἔκκλισις· [ἢ φυλακὴ κακοῦ· ἢ ἐπι μέλεια φυλακῆς]. [δʹ Εὐπείθεια δὲ ἕξις κάτω κατεσταλμένας τὰς κόρας ἔχουσα]. |
| 6.2.(t) | Βουλήσεως εἴδη δʹ. |
| 6.2.(t) | Εὔνοια· εὐμένεια· ἀσπασμός· 〈ἀγάπησις.〉 αʹ Εὔνοια μὲν οὖν ἐστι βούλησις ἀγαθῶν 〈ἑτέρῳ〉 αὐτοῦ ἕνεκεν ἐκείνου. βʹ Εὐμένεια δὲ εὔνοια ἐπίμονος. |
| 6.2.(t) | γʹ Ἀσπασμὸς δὲ ἀδιάστατος .... 〈δʹ〉 Ἀγάπησις ...... |
| 6.3.(t) | Χαρᾶς εἴδη γʹ. |
| 6.3.(t) | Τέρψις· εὐφροσύνη· εὐθυμία. αʹ Τέρψις μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις. βʹ Εὐφροσύνη δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις. 〈γʹ〉 Εὐθυμία δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός. |
| 6.4.(t) | Εὐλαβείας εἴδη βʹ. |
| 6.4.(t) | Αἰδώς· ἁγνεία. αʹ Αἰδὼς μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου. |
| 6.4.(t) | βʹ Ἁγνεία δὲ εὐλάβεια τῶν περὶ θεοὺς ἁμαρτημάτων. |