Aesop the Fabulist Proverbs in Greek
The Proverbs is a collection of 197 short, gnomic sayings attributed to Aesop. Unlike his narrative fables, this work consists of standalone aphorisms offering practical wisdom and observations on human nature, structured as a sequential list of concise passages. The content focuses on everyday conduct, providing advice on social interactions, friendship, and enmity. It offers pointed observations on human character, virtues, and vices, alongside comments on fortune, chance, and the principles of prudent living. As with much Aesopic material, this collection likely circulated in various forms and underwent editorial revision over centuries, though the specifics of its manuscript tradition are not detailed in the sources. While Aesop’s primary influence lies in the fable tradition, the attribution of proverbs to him reflects the ancient practice of ascribing wisdom literature to renowned sages. Such collections served as important educational and rhetorical repositories of traditional wisdom.
| 1 | Ἀεὶ τὰ πέρυσι καλά. Ἑρμηνεία. Ἄρτι τῆς ὥρας τὴν βλάβην ὁ πειραθεὶς Τῆς πρόσθεν οὗτος εὐκλείας μεμνήσεται. |
| 2 | Χωλῷ παροικήσας ὑποσκάζειν μάθοις. Ἑρμηνεία. Συνὼν πονηροῖς ὅμοιος αὐτοῖς γενήσῃ. |
| 3 | Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν. Ἑρμηνεία. Καὶ τὸν σώφρονα χειροῦται τιμάρια, Χρήμασιν ὁπλίζοντα πρὸς ἀσέλγειαν. |
| 4 | Εὐτυχεῖτε καὶ λοιδορεῖτέ με. Ἑρμηνεία. Γελῶσιν οἱ πλουτοῦντες ἤθη πενήτων· Τὰ ῥάκη γὰρ ὁρῶσιν, οὐχὶ τὴν τόλμαν. |
| 5 | Κροκόδειλος ἔλεγεν ὅτι “εἰς τὴν πόλιν μου ἐλαιοπώλης ἤμην.” Ἑρμηνεία. Φιλοῦσιν οἱ πονηροὶ καὶ κακότροποι Γένους μεγάλου λέγεσθαι καὶ δόξης καλῆς. |
| 6 | Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς. Ἑρμηνεία. Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων, Τὸ σχῆμα μεταλλάσσει ἀπάτης χάριν. |
| 7 | Ὄψιν εἶδες, περὶ τῆς γνώμης μὴ ἐξέταζε. Ἑρμηνεία. Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον. |
| 8 | Οὔτε οὗτος Ἑρμῆς οὔτε οὗτος Ἡρακλῆς. Ἑρμηνεία. Ὁ φιλοκόμπον ἦθος ἐλέγχων ἀεὶ Γλώττῃ τιτρώσκει τοὺς κακοὺς ἐλευθέρᾳ. |
| 9 | Ὁ ζῶν τοὺς ζῶντας βλέπει. Ἑρμηνεία. Τοὺς ἐμπνέοντας εἰκὸς ἀλλήλους βλέπειν· Οἱ γὰρ θανόντες τοῖς ζῶσιν ἀθέατοι. |
| 10 | Λόγος καλὸς ὀστοῦν κατεάξει. Ἑρμηνεία. Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδεν καὶ τοὺς ἄγαν λιθώδεις. |
| 11 | Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. Ἑρμηνεία. Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί. |
| 12 | Ὅλος ὁ βίος ἐλλύχνιον. Ἑρμηνεία. Ἅπαν τοῦ βίου τὸ περίβλεπτον τύφος Βραχυτάτῳ ῥήματι τὸ πέρας ἔχει. |
| 13 | Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει. Ἑρμηνεία. Ἀφθονίαν χρημάτων ἄνθρωπος λαχὼν Ἀλλοκότοις κέχρηται παραρτύσεσιν. |
| 14 | Ὁ ἀνάγων τὸν κατάγοντα. Ἑρμηνεία. Ἤλεγξεν ἡ πενία τὸν πλοῦτόν ποτε Κάτωπον κεκυφότα ψήφῳ / τῆς δίκης. |
| 15 | Ὄνος καὶ κοπίδερμος μίαν τύχην ἔχουσιν. Ἑρμηνεία. Ἀνὴρ ἐκδουλωθεὶς 〈καὶ〉 μᾶλλον οἰκέτου Οἴσει τὴν μοχθηρίαν ἡδονῆς χάριν. |
| 16 | Ἔστω τὰ κρανία, μὴ καὶ τοὺς ἐγκεφάλους ἀπωλέσαμεν. Ἑρμηνεία. Ὅστις ἀφῃρέθη τὴν 〈ἑαυτοῦ〉 κτῆσιν, Συναφῃρέθη καὶ 〈αὐτὸ〉 τὸ φρονεῖν καλῶς. |
| 17 | Ὁ μηρὸς ἔσωθεν ὄζει. Ἑρμηνεία. Τὰς συμφορὰς ἔσωθεν τὰ πλεῖστά φημι Διαρρήδην τίκτεσθαι κακούργων γνώμαις. |
| 18 | Ὃ σὺ κρύβεις εἰς τὴν ἀγορὰν κηρύσσεται. Ἑρμηνεία. Σφάλμα τὸ περίφημον καὶ πᾶσι ῥητὸν Ἀνὴρ κακὸς 〈συγ〉κρύπτειν ἐκβιάζεται. |
| 19 | Πατὴρ μὲν ὁ θρέψας, οὐ μὴν δὲ ὁ γεννήσας. Ἑρμηνεία. Πατὴρ καλοῖτο ἂν ὁ 〈τὰσ〉 τροφὰς διδούς· Ὁ γὰρ φυτεύσας ἡδονῇ δεδούλευκεν. |
| 20 | Πολλοῖς ἀρέσκει τὰ τοῦ βίου χείρονα. Ἑρμηνεία. Ὀλίγοις ἐσπούδασται τὰ τῆς ἀρετῆς· Οἱ πλεῖστοι γὰρ νεύουσιν εἰς τἀναντία. |
| 21 | Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη. Ἑρμηνεία. Μενέτω κοινά, ἅπερ ἡ Τύχη νέμει· Εἰ δ’ οὐ κοινὸς ὁ πλοῦτος, μηδεὶς τρυφάτω. |
| 22 | Πόδας ἔχων 〈σὺ〉 καὶ ποδάγρας ἔλπιζε. Ἑρμηνεία. Ἕπεται πάντως τοῖς τερπνοῖς τὰ λυπηρά, Εἰ μή που Τύχη σύμμαχος παραστατεῖ. |
| 23 | Δευτέρα φύσις συνήθεια. 〈 Ἑρμηνεία.〉 Εἰργάσατό τι τῷ χρόνῳ συνήθεια Μιμησαμένη παραδόξως τὴν φύσιν. |
| 24 | Ἰατρὸν κτῶ φίλον, χρείαν δὲ αὐτοῦ μηδ’ ὅλως ἔχῃς. 〈 Ἑρμηνεία.〉 Παντὸς φίλου προτάττων ἰατροὺς σοφοὺς Εὔχου τῆς τέχνης 〈—〉 χρῄζειν μηδέποτε. |
| 25 | Κοχλίας, ἐὰν ὀπτηθῇ, [οὐ] τρύζει. Ἑρμηνεία. Τοὺς ἐπιεικεῖς ἄνδρας καὶ λίαν πράους Ἐγείρουσιν εἰς ὀργὴν κακούργων τρόποι. |
| 26 | Κωμῳδὸς χαίνων καὶ μὴ δάκνων. Ἑρμηνεία. Λοιδοροῦσι πένητες πλουτοῦντας μόνον, Δύναμιν οὐκ ἔχοντες ἀλλ’ ἢ τοὺς λόγους. |
| 27 | Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε. Ἑρμηνεία. Κἂν πλούσιος γέγονας καὶ περίβλεπτος, Πενίας μνημόνευε τῆς σῆς συντρόφου. |
| 28 | Κλείσωμεν τὴν θύραν, τὴν δὲ ἀλήθειαν εἴπωμεν. Ἑρμηνεία. Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ λέγειν. |
| 29 | Καὶ τὰ κειμήλια εἰς πρόβατον. Ἑρμηνεία. Δάκνει πάντως τοῦ σοφοῦ τὴν φρένα, φασί, Τὸ τοὺς ἐναντίους ἀφθόνως 〈ἐν〉τρυφᾶν. |
| 30 | Κακὸν κακοῦ οὐχ ἅπτεται. Ἑρμηνεία. Ἀγαπῶν τὴν πλάνην φιλοπόνηρος ἀνὴρ Τὸν ὅμοιον τοῖς τρόποις οὐκ ἀμύνεται. |
| 31 | Λύκος γηράσας νόμους ὁρίζει. Ἑρμηνεία. Νουθετήσει κακοῦργος εἰς γῆρας μολὼν Φεύγειν τοὺς νέους ἅπερ αὐτὸς ἔπραξεν. |
| 32 | Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν. Ἑρμηνεία. Τὸ κλεπτικὸν φρόνημα παύσει οὐδέπω Οὐ ψῆφος, οὐ σφραγῖδες, οὐ κλείθρων θέσις. |
| 33 | Πίθηκος ἰδὼν τὰ ἑαυτοῦ τέκνα ἔφη “ταῦτα οὐ καλά.” Ἑρμηνεία. Εἰς αἴσθησιν καὶ ἄφρων ἐλάσας ποτὲ Ἔγνωσεν ἀδικήσας ἐν οἷς ἔπραξεν. |
| 34 | 〈 〉 〈Ἑρμηνεία.〉 Θρήνων μὲν πόνοι εἰς δακρύων 〈τὴν〉 φοράν, Λιμοῦ δὲ κλαυθμὸς οὐκ αἴρει τὴν μάστιγα. |
| 35 | Σιγηρὸς ποταμὸς κατὰ γῆν βαθύς. Ἑρμηνεία. Ἀνὴρ κακοῦργος πρᾶος τοῖς πέλας φανεὶς Κεκρυμμένῃ κακίᾳ τοὺς δόλους ἔχει. |
| 36 | Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει. Ἑρμηνεία. Τὴν τύχην βλέπων μὴ καθεύδειν ἔθελε· Εὐτυχία γὰρ ἀνδρὶ τὸ ἐν ἔργοις εἶναι. |
| 37 | Στόματος σιγῶντος θεὸς ἔκδικος. Ἑρμηνεία. Ἐπιείκειαν ὁ τῇ φρονήσει τιμῶν Θεόθεν ἔξει τὴν κατ’ ἐχθρῶν βοήθειαν. |
| 38 | Τιμῶ σε καὶ οὐκ αἰσθάνῃ· ἀτιμάζω σε, ἵνα αἴσθησιν λάβῃς. Ἑρμηνεία. Καλοῖς εἰ μὴ χαίρουσιν ἄνδρες ἄφρονες, Κακοῖς ἀμείβου τὴν ἀχάριστον γνώμην. |
| 39 | Ἄκερμος ἐν πανηγύρει δαίμων πελαζόμενος. Ἑρμηνεία. Ὅστις ἐν ἀγορᾷ χρημάτων δίχα φοιτᾷ, Νοσεῖ τὴν φρένα μάτην τοὺς πάντας ὁρῶν. |
| 40 | Ἀπὸ κακοῦ δανειστοῦ κἂν ὀρόβια Ἑρμηνεία. Ζημίας δήλης ἐν ἅπασι κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει. |
| 41 | Εἰκῇ φιλοῦ, μάτην μὴ μισοῦ. Ἑρμηνεία. Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Ἐχθροῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ μῖσος. |
| 42 | Ζητούμενος καὶ μὴ μισούμενος. Ἑρμηνεία. Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Ἀγαπητός, ἀλλ’ οὐ μισητὸς γενήσῃ. |
| 43 | Ὁ κρύβων τὴν ψώραν αὐτοῦ διπλῆν αὐτὴν ποιεῖ. Ἑρμηνεία. Πολλοῖς ἐμεγάλυνε τὰ συμπτώματα Νοῦς ἄφρων 〈μάτην〉 τὸ λαθεῖν ἐθελήσας. |
| 44 | Ὀφθαλμῶν γενέσια ψυχῆς ὀδύνη. 〈 Ἑρμηνεία.〉 Τέρψις ὀφθαλμῶν ἀλλοτρίας ἑορτῆς Λύπας φέρει τῇ ψυχῇ καὶ θρήνους πολλούς. |
| 45 | Στρεβλέ, ποῦ ἐστι τὸ ὠτίον σου; Ἑρμηνεία. Οὐδὲν εὐθὲς ἐννοῶν δυσμενὴς ἀνὴρ Καὶ τοῖς φανεροῖς μάχεται παντὶ τρόπῳ. |
| 46 | Σὺ ὑπνοῖς καὶ τὸ πλοῖόν σου περιπατεῖ. Ἑρμηνεία. Καθεύδουσιν ἡ Τύχη ἀνθρώποις πλοῦτον Διαπεραίνει ἀγρύπνῳ τῇ προνοίᾳ. |
| 47 | Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς ὅτι ὁ θεὸς ἤθελεν. Ἑρμηνεία. Τὸν νοῦν σου φύλακα δέδωκεν ὁ θεός, Ἵνα σαυτῷ φυλάσσῃς ἃ φρουρεῖν πρέπει. |
| 48 | Τὸ ταχὺ χάριν ἔχει. Ἑρμηνεία. Εὐχάριστοι γίνονται οἱ φιλόδωροι Ταχυτῆτι στέφοντες ἅπασαν δόσιν. |
| 49 | Σταφυλὴ σταφυλὴν βλέπουσα πεπαίνεται. Ἑρμηνεία. Εἰς ἀλλήλους βλέποντες οἱ μοχθοῦντές τι Προθύμῳ γνώμῃ τὰ πρακτέα τελοῦσιν. |
| 50 | Ἔσω λέων καὶ ἔξω ἀλώπηξ. Ἑρμηνεία. Κακουργίαν θρασύτητι μίξας φαίνῃ Δεικνὺς ὃ μὴ εἷς, καὶ κρύπτων ὃ τυγχάνεις. |
| 51 | Τοῦτο τὸ ὠὸν ἀπ’ ἐκείνου τοῦ κόρακος. Ἑρμηνεία. Δῆλος ἔλεγχος ὁ καρπὸς γενήσεται Παντὸς δένδρου 〈φυέντοσ〉 ἣν ἔχει φύσιν. |
| 52 | Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει. Ἑρμηνεία. Ὀνειροπολεῖται ἅπας ἐκεῖνα βλέπων, Εἰς ἅπερ ἔχει τὴν γνῶσιν κεκλιμένην. |
| 53 | Χωρικὸς φαγὼν ἰχθὺν ἐμάν〈η〉. Ἑρμηνεία. Τρυφῶν ἄπειρος, ἣν λάχῃ τρυφήν ποτε, 〈Τὸν νοῦν ἀπολλὺσ〉 εἰς ἄγαν φρυάττεται. |
| 54 | Ἵππος εἰς γένος τρέχει. Ἑρμηνεία. Πρὸς τοὺς ἐξ ὧν ἐγεννήθησαν οἱ μετέπειτα Τὸν τρόπον φυλάττουσιν τῆς συγγενείας. |
| 55 | Ἰδιώτης εἰς πλοῖον φάρμακον. Ἑρμηνεία. Χαλεπὸν ἀπειρία κἀκεῖσε μᾶλλον, Ἔνθα κῦμα θαλάσσης τυραννεῖ σκάφος. |
| 56 | Ἵππος εὐγενὴς οὐ λακτίζει. Ἑρμηνεία. Εὐγένειαν ὁ λαχὼν τὴν τῆς φύσεως Ταύτην φυλάττει πραότητι τῶν τρόπων. |
| 57 | Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε. Ἑρμηνεία. Κρύπτειν οὐ πρέπει οὔτε πάθος σώματος Οὔτε κτῆσιν 〈τὴν οὖσ〉αν ἐν καιρῷ νόσου. |
| 58 | Μετρίου φί〈 〉 Ἑρμηνεία. Πλοῦτον τιμῶντες οἱ χρημάτων ἔμπλεοι Τῇ πενίᾳ λέγουσιν χαίρειν 〈εἰσ〉 ἀεί. |
| 59 | Ὁ μὴ βλέπων διὰ κοσκίνου τυφλός ἐστιν. Ἑρμηνεία. Ἀφορμὰς εἰς σύνεσιν εἰληφὼς ἀνήρ, Εἰ μὴ φρονοίη, τυφλώττειν ἐλέγχεται. |
| 60 | Χορδὴ ἅπαξ γελᾶται. Ἑρμηνεία. Χαριεντισμοῦ λόγος ἀπαιδευσίαν Πρὸς ὀλίγον τέρπει· εἰ δ’ ἐπιμένει λυπεῖ. |
| 61 | Ἔ〈ρω〉ς εἰς κλιμάκιον οὐκ ἀναβαίνει. Ἑρμηνεία. Ἡδὺς ὁ πόθος ἐστίν, εἰ δίχα μόχθου 〈Τ〉ῶν ποθουμένων ἡ κτῆσις προσγενήσεται. |
| 62 | 〈Ε〉ἰ μὴ ἄλλῳ κακός, ἄλλῳ καλὸς οὐ γίνῃ. Ἑρμηνεία. 〈Ἄ〉λλ〈οισ〉 ἀπ’ ἄλλων ἐπιφοιτῶν ὁ χρόνος Τῷ μὲν ἦρε τὸν πλοῦτον, τῷ δ’ ἐνέθηκεν. |
| 63 | Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν. Ἑρμηνεία. Πλουσίῳ παντὶ δυστυχίαν λαχόντι Ἐπιτίθενται πένητες χαιρέκακοι. |
| 64 | Ἔντερα μάχονται, ἀλλ’ οὐ διασπῶνται. Ἑρμηνεία. Δίκας κινοῦντες παῖδες πρὸς 〈τοὺσ〉 τοκέας, Εὔνοιαν οὐκ ἀλλοιοῦσιν τὴν τῆς φύσεως. |
| 65 | Εὐείμαντος ἔντιμος, ἀνείμαντος ἄτιμος. 〈 Ἑρμηνεία.〉 Εὐσχήμονες ἕξουσιν ἐντεῦθεν γέρας, Οἱ δ’ ἀσχήμονες εἰσκομίζονται ψόγον. |
| 66 | Εἰς τράπεζαν χεῖρες κολοβαὶ οὐκ εἰσίν. 〈 Ἑρμηνεία.〉 Ἀνὴρ φροντίζων ὅπως ἕξει τὸ τρυφᾶν, Στ〈υγεῖ ἁμαρτ〉εῖν τοῖς ἔργοις τείνων χεῖρας. |
| 67 | Κύων σπεύδουσα τυφλὰ γεννᾷ. 〈 Ἑρμηνεία.〉 Φύσις ἤπερ πέφυκεν καὶ καιρῷ νέμει, Ταχυτῆτι δὲ πραττομένη συμφορὰς νέμει. |
| 68 | Καὶ ὧδε οὐδὲν ποιῶ καὶ εἰς τὴν οἰκίαν ζητοῦμαι. 〈 Ἑρμηνεία.〉 Ἀνὴρ ἀφανὴς αὐτὸς ἑαυτῷ γίνεται Ἐπιχειρῶν πράγμασι τοῖς ἀμηχάνοις. |
| 69 | Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι. Ἑρμηνεία. Πληροφορίας ἔργον αἱρεῖσθαι μᾶλλον Τοῦ κακῶς / τι δρᾶν τὸ μη〈δὲν〉 ὅλως ποιεῖν. |
| 70 | Κ〈άλλο〉ς οἶκον οὐ τρέφει. Ἑρμηνεία. Λυπεῖ τὸ κάλλος ὅταν χάριν τοῦ καιροῦ Ἡ τῶν πραγμάτων ἐκφορὰ λιμὸν ποιῇ. |
| 71 | Εἰς ἀπορίαν φθόνος. 〈 Ἑρμηνεία.〉 Ἀπλήστῳ βασκανίᾳ λυσσῶντές τινες Καὶ τοῖς πένησι τὸν φθόνον ὁπ〈λί〉ζουσι. |
| 73 | Καλὸν μὴ ποιήσῃς καὶ κακὸν οὐ μὴ ἀπολάβῃς. 〈 Ἑρμηνεία.〉 Κακοὺς εὖ ποιῶν οὔ μοι δόξεις σωφρονεῖν· Οἱ γὰρ κάκιστοι δρῶ〈σιν ἀεί σε κακῶς. 〉 Καιρὸς ἀνάγει καὶ καιρὸ〈ς αὖ κατάγει.〉 〈 Ἑρμηνεία.〉 〈Χρό〉νος ἀμφότερα τοῖς βρο〈τοῖς κομίζει〉, Καὶ πλούτου κτῆσιν καὶ πε〈νί〉ας τὴν ν〈όσ〉ον. |
| 74 | Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ ἐμπ〈οδ〉ίζει. Ἑρμηνεία. Πονηρίας ἔνδειξις ἀνδρὸς ἀναιδοῦς Τροφῆς κωλύειν ἄλλον, ἧς οὐχ ἅπτεται. |
| 75 | Λόγοι μὲν ῥήτορος, ἔργα δ’ ἀλέκτορος. Ἑρμηνεία. Τοῖς 〈κενοῖσ〉 λόγοις ἐλέγχονται οἱ ψευδεῖς, Γιγάντων ῥήματα 〈μάτην προφέροντες 〉. |
| 76 | 〈 〉 τῆς καρδίας σου. 〈 Ἑρμηνεία.〉 Ἑκὼν λάνθανε καὶ μὴ παντὶ ἀνθρώπων Τὸ προσεχὲ〈σ〉 τῆς φρενὸς ἐπάγειν ἔθελε. |
| 77 | Ἀτυχεῖν ἔξεσ〈τιν〉, ἀμελεῖν οὐκ ἔξεστιν. Ἑρμηνεία. Ἄνδρα φέροντα τῆς τύχης τὸ σύμπτωμα Τῆς γνώμης τὸ ῥάθυμον ἐκφυγεῖν πρέπει. |
| 78 | 〈 〉 Ἑρμηνείς. Ὁ ῥαθυμεῖν ἐθέλων ἐν τοῖς πρακτέοις Σκοτεινὸν ἕξει καὶ λυπηρὸν τὸν βίον. |
| 79 | Ἀγαθῷ 〈θε〉ῷ λίβανος οὐκ ἀναβαίνει. Ἑρμηνεία. Σύνηθές ἐστι τοῖς κακοῖς οὐκ ἐθέλειν Τοὺς ἀγαθοὺς ἀμείβεσθαι ταῖς θείαις τιμαῖς. |
| 80 | Ἀρχομένους ἀνάστελλε καὶ οὐ μὴ στασιάσουσιν. Ἑρμηνεία. Ἀρχὴν κακὴν μέλλουσαν εἰδὼς κωλύειν Ταράχου μακρὰν ἔσῃ καὶ κακῆς πλάνης. |
| 82 | Ἀκρότητες ἰσότητες. Ἑρμηνεία. Πλοῦτος ὁ πολὺς καὶ πεν̣ί̣α̣ με〈γάλη〉 Ἀνάπαυσιν ἴσην φροντί〈δων ἔχουσι. 〉 Ἀπαντήσει σοι γρα〈ῦς .......... 〉α Ἑρμηνεία. Εἰς πτῶμα πεσεῖται κ〈αὶ ὁ σοφὸς ἀνὴ〉ρ Οὐ κωλύων τὰ ὦτα φληνάφων λόγων. |
| 83 | Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται. |
| 84 | Ἡ ψυχὴ τοῦ στρουθοῦ παρὰ τὴν κέγχρον. Ἑρμηνεία. Ἐκεῖ τὴν διάνοιαν ἄνθρωπος στρέφει, Ἔνθα καὶ 〈ἡ〉 τῆς ἡδονῆς τρυφὴ κεῖται. |
| 85 | Ἢ λάλει ὡς φρονεῖς ἢ φρόνει ὡς λαλεῖς. 〈 Ἑρμηνεία.〉 Πένης τὴν γλῶτταν καὶ πλούσιος τὴν στολὴν Κόραξ ταῶνός ἐστι τοῖς πτεροῖς κομῶν. |
| 86 | Ἡ κάμηλος ἔλεγε τῇ μητρί “ὀρχήσομαι,” κἀκείνη “τέκνον,” φησί, “καὶ ὁ περίπατός σου καλός ἐστιν.” Ἑρμηνεία. Οἷς μοχθηρίᾳ τρόπων κωλύζεται τὸ ζῆν, Τούτοις ἀπηγορεύσθω τὸ τέρψει συζῆν. |
| 88 | Σὺ κατὰ τοῦ ὀφθαλμοῦ μου κἀγὼ κατὰ τοῦ νώτου σου. 〈 Ἑρμηνεία.〉 Ἐν οἷς πλήττειν ἐθέλεις οὐ πράττων καλῶς 〈 〉 Κἀξ καμήλου ἐπιστολὴ Χά〈ρ〉ωνος. Ἑρμηνεία. Ἀνὴρ νοῦν οὐκ ἔχων θυμώδει 〈τῇ〉 πληγῇ Τάφοις παραδίδωσι τοὺς ἐμπίπτοντας. |
| 89 | Ὀρέστα, τίς σε ἀπώλεσεν; “ἡ ἰδία μου συνείδησις.” Ἑρμηνεία. Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ. |
| 90 | Οὔρει· κατὰ τοῦ δέρματος οὐρεῖς. Ἑρμηνεία. Ὁ βάλλειν τολμῶν εἰς ὕψος θρασεῖς ψόγους Ἐπὶ κεφαλῆς ἕξει τὴν τιμωρίαν. |
| 91 | Οἶνος οἶνον διαλύει, ἀμφότεροι δὲ τὸν ἄνθρωπον. Ἑρμηνεία. Κακοῖς κακὰ θέλοντες ἰᾶσθαι βροτοὶ Εἰς κινδύνους πίπτουσι τοὺς θανατώδεις. |
| 92 | Πρὸ ποταμῶν μὴ ἀναστέλλου. Ἑρμηνεία. Οἷς ἀνήρτηται πράως πρὸς ἀντίδικον, Τούτοις περιττόν 〈σε〉 πρὸ τῆς δίκης κινεῖν. |
| 93 | Περισσὸν φάγε· περιττὸν εἰς τὸν οἶκόν σου μὴ εἰσενέγκῃς. Ἑρμηνεία. Τῇ γαστρὶ τὸ περισσὸν χαίρων 〈σὺ〉 διδούς, Τὸν περίεργον ἄνδρα ἐκ δόμων σόβει. |
| 94 | Ἵστασαι ἀπὸ ἄμμου σχοινίον πλέξαι. Ἑρμηνεία. Κακόμαχος ἄνθρωπος ἐξεπαπορῶν Ἐκεῖνα πράττειν ἐθέλει ἃ μὴ δύναται. |
| 95 | Στρεβλὸς ὁ διορθωτής. 〈 Ἑρμηνεία.〉 Μεγίστη ἡ μωρία ὅταν βοηθεῖν Ὑδρωπικὸς σπληνικῷ ἐπαγγέλληται. |
| 96 | Στρογγύλα λάλει, ἵνα κἂν κυλίηται. Ἑρμηνεία. Εἴπερ τὸ ψεῦδος εἰς ἀεὶ τιμᾶν ἔθου, Κἂν τρεχούσῃ κέχρησο τῇ φλυαρίᾳ. |
| 97 | Σύρος οὐδὲ ἄνεμος ἀγαθός. 〈 Ἑρμηνεία.〉 Ἐλευθέρᾳ | τῇ γλώττῃ 〈το〉ὺς κ〈α〉κοὺς λέγε Κακίστους εἶναι μηδὲν τὸ γένος ὁρῶν. |
| 98 | Ἄρτον τις φαγεῖν οὐκ ἔχων προσφάγι〈ον ἐζ〉ήτει. Ἑρμηνεία. Τροφὴν ὅστις οὐκ ἔχων 〈τὸ〉 τρυφᾶν ζητεῖ, 〈Πᾶσιν ἀνθρώποισ〉 καταγέλαστός ἐστιν. |
| 99 | Τὸν κναφέα μὴ ἴδῃς πῶς φορεῖ, ἀλλὰ πόθεν ὢν πῶς ἐκφέρεται. Ἑρμηνεία. Ἀλλοτρίᾳ τῇ στολῇ ὁ καλλυνόμενος Ἐπ’ ἐκφορᾷ θανάτου γελασθήσεται. |
| 100 | Τὸ οὐκ οἶδα εἰς φυλακὴν οὐ βάλλει. Ἑρμηνεία. Παντὸς ἄρνησις κακίστου 〈του〉 πράγματος Τὸν βίον ἀκίνδυνον τοῖς ἀνθρώποις τηρεῖ. |
| 101 | Τέχνη νοσεῖ μέν, οὐκ ἀποθνῄσκει δέ. Ἑρμηνεία. Τύχῃ τὴν τέχνην τοῖς βροτοῖς εἶναί φημι· Πρὸς βραχὺ δὲ πίπτουσα αὖθις ἀνίσταται. |
| 102 | Σὸν φίλον εἰ θέλεις δοκιμάσαι, ἢ μέθυσον ἢ ὕβρισον. Ἑρμηνεία. Καὶ τὸν οἶνον καὶ τὴν ὕβριν ἴσθι σαφῶς Ἀποκαλύπτειν φίλοις τοὺς φίλων τρόπους. |
| 103 | Πᾶν ἕτοιμον εἰς ἐξουσίαν ἀργὸν εἰς ἐπιθυμίαν. Ἑρμηνεία. Ἔρως πρὸς τὰ μὴ ὄντα φιλεῖ γίνεσθαι· Τοῖς γὰρ παροῦσιν ὁ πόθος κεκοίμηται. |
| 104 | Τὰ νυκτερινὰ ἔργα ἐν ἡμέρᾳ εὐκαταγέλαστα. Ἑρμηνεία. Ἅπερ ἐν νυκτὶ τοῖς αἰσχροῖς καλύπτεται, Ταῦτα εἰς φῶς λαληθέντα τὴν ὕβριν φέρει. |
| 105 | Τὸν ἀτυχῆ καὶ τὸ πρόβατον ἔδακεν. Ἑρμηνεία. Ὃν ἡ Τύχη τέρπεται ἔκδοτον εἶναι, Καὶ παρὰ τῶν ἀγαθῶν μάστιγας κομίζεται. |
| 106 | Τὸ νοοῦν σῶμα, | τὸ μὴ νοοῦν πτῶμ〈α〉. 〈 Ἑρμηνεία.〉 〈 〉 παραβολὰς ὕβρεων, Ὁ δὲ α〈 〉σῶν νεκρὸς κείσεται. |
| 107 | Τὰ λα〈λοῦντα στρου〉θία πολλοῦ πωλεῖται. Ἑρμηνεία. Φλυ〈αροῦντας καὶ〉 τοὺς θορυβοῦντας μάτην Ἐν τιμῇ 〈πολλῇ〉 τάττουσιν ἄνδρες μωροί. |
| 108 | Ἐν καιρ〈ῷ ἀ〉νάγκης τὴν λάμιαν μητέρα κάλει. Ἑρμηνεία. Ἐν ἀν〈άγ〉κης καιρῷ 〈δυσκαίρῳ ληφθείς,〉 Καὶ τοὺς θηριώδεις ἄνδρας π〈ατέρασ〉 κάλει. |
| 109 | Τοὺς φίλους ἔχε μετὰ τῶν ἐλαττω〈μά〉των. Ἑρμηνεία. Ἔχειν φιλητῶς τοὺς φίλους ψηφι〈στέον·〉 Φέρειν δὲ τούτων ὀνείδη μαρτύρωμα. |
| 110 | Τύχη τέχνην ἐπανορθοῖ. Ἑρμηνεία. Συμμαχεῖν ε〈ἴ〉περ ἐθέλει Τύχη βροτοῖς, Τρέπει τὴν 〈δυ〉στυχίαν τῇ εὐτυχίᾳ. |
| 111 | Τὸν κλέπτ〈ην〉 δεῖ καὶ μνήμονα εἶναι. Ἑρμηνεία. Τὴν τοῦ δειν〈όν τι〉 πράττειν μνήμην ἔχουσιν Ἄνδρες κακ〈οῦρ〉γοι συλῶντες τἀλλότρια. |
| 112 | Τὸν θ〈έ〉λοντα βοῦν ἔλαυνε, τὸν μὴ θέλοντα ἔα. 〈 Ἑρμηνεία.〉 Τοὺς φιλομόχθους ἐργάτας σαυτῷ ποι〈ῶν〉 Τοῖς μισοπόνοις λέγε τὸ μακρὰν χαίρειν. |
| 113 | Χρῶμα ἔχεις, χωρίον ἔχεις. Ἑρμηνεία. Ὁδὸν εἰς 〈εὐ〉πορίαν ἔδειξαν 〈—〉 Τὴν ἀναίδειαν ἄνδρες 〈οἱ〉 ἀνευλαβεῖς. |
| 115 | Φαγέτω μ’ ἡ ἰδία φθεὶρ καὶ μὴ 〈ἡ〉 ἀλλοτρία. Ἑρμηνεία. Οὐ τοῖς ξένοις τὰς κτήσεις ἀλλὰ τοῖς ἐμοῖς Τηρεῖν, κἂν ἐχθροὶ νομίζωνται, 〈βούλομαι. 〉 Ὡς αὐλεῖς, ὀρχοῦμαί σοι. Ἑρμηνεία. Πηδ〈ήμ〉ατα σ〈 〉 | 〈 〉χησ〈 〉ς. |
| 116 | Χωρικοῦ ἐνθύ〈μησις, ἐ〉νιαυτοῦ ζήτημα. Ἑρμηνεία. Νοῦς ἀπαί〈δευτος οὐδὲν ῥ〉ᾳδίως νοῶν Τὰ τοῦ βίου πράγ〈ματα νοε〉ῖ οὐδαμῶς. |
| 117 | Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυρις. Ἑρμηνεία. 〈Μ〉όνος ἔρημος, δεύτερος εἰ γένοιτο, Τρίτῳ συμμίξας ἀσφαλῶς βιώσεται. |
| 118 | Ἐμοὶ δὲ οὐδὲ κεράμιον ἀπὸ δώματος. Ἑρμηνεία. Εὐδαιμονίαν πολλοῖς ἡ Τύχη νέμει· Ἐμοὶ δὲ τῷ ποθοῦντι οὐδὲ τὸν τάφον. |
| 119 | 〈Ε〉ἰ μὴ ἀλέκτωρ κοκκύσῃ, τὰς ὥρας ἀγνοοῦμεν. Ἑρμηνεία. Πείθουσιν ἡμᾶς οἱ ῥήτορες 〈πάντοτε〉 Δίχα τῆς αὐτῶν γλώττης μὴ δύνασθαι ζῆν. |
| 120 | Κατὰ τὸ παλλίον σου τεῖνε καὶ τοὺς πόδας σου. Ἑρμηνεία. Πρὸς τὴν ὕπαρξιν τ〈ὴν〉 χρῆσιν μετρῶν ἀεὶ Ἐν γαλήνῃ βιώσεις φεύγων τοὺς ψόγους. |
| 121 | Κενὰ τῷ ἡνιόχῳ 〈ὅ〉ταν μὴ οἶδεν ἀπὸ θυρῶν ποῦ ἀπέρχεται. 〈 Ἑρμηνεία.〉 〈Μ〉έμψις παντὶ λαχόντι ἀρχικὸν θρόνον, Εἰ μὴ βαδίζοι τῶν νόμων ἐνώπιον. |
| 122 | 〈 〉 〈Ἑρμηνεία.〉 Ἔχειν λογίζου τέρψιν ἐν κακοῖς, ὅταν Κακοὺς κακοὶ κακῶσιν ἐν τοῖς πρακτέοις. |
| 123 | Καὶ καλὸν ποιῶν πρόσεχε. Ἑρμηνεία. Χρηστοὺς εὖ ποιῶν κακοῖς μὴ δίδου ἔλεον· Κρυπτοῦσι γὰρ τὸν λύκον προβάτου δορᾷ. |
| 124 | Κύψον, πίε, ἔνι· 〈κύ〉ψον, φά〈γ〉ε, οὐκ ἔνι. Ἑρμηνεία. Οὐκ εὐπόριστος ἡ 〈τρο〉φ〈ὴ μό〉χθου δίχα, Κἂν τὸ ποτὸν ἀφθό〈νωσ〉 | ἡ φύσις ἔχῃ. |
| 125 | Κακῇ κεφαλῇ πολιᾶς 〈δίκη.〉 Ἑρμηνεία. Νόμοις ὑπάρχων ὑπεύθυνος ὁ νέος 〈Εἰς τὸ〉 γῆρας ἐλάσει τὴν δίκην διδούς. |
| 126 | Κ〈ρη〉τίζει. |
| 127 | Οἶδας μέ, καὶ οἶδα σέ. Ἑρμηνεία. Εἰδὼς εἰδ〈ότα με〉 τὴν πρόσθεν σου τύχην, Κάτω τὰς ὄ〈ψεισ〉 ἔχε, μὴ μέγα φρόνει. |
| 128 | Καὶ τίς λέγ〈ει τῷ〉 λέοντι ὅτι “ὄζει τὸ στόμα σου”; Ἑρμηνεία. Τυραννικ〈ὸν〉 φρόνημα οὐκ ἂν δύναιτο Πένης ἐλέγξαι, ἐν οἷς πλημμελεῖν φιλεῖ. |
| 129 | Λύκου καὶ προβάτου ποία συνοδία; Ἑρμηνεία. Τὸ πρᾶον ἦθος θηριωδίας τρόπῳ Ἀπ’ ἐναντίας ἔχειν ἡ φύσις βοᾷ. |
| 130 | Μὴ τὸ “ταχὺ ἦλθες,” ἀλλὰ “καλῶς ἦλθες.” Ἑρμηνεία. Ἐν ἔργοις ταχυτῆτα θαυμάζων σκόπει, Εἴ σοι τὰ κατὰ γνώμην τὸ τάχος φέρει. |
| 131 | Ὁ θεὸς εἰδὼς τὸν μύρμηκα εἰς δύο αὐτὸν ἐποίησεν. Ἑρμηνεία. Τοὺς κακοὺς τῇ προγνώσει τὸ θεῖον σαφῶς Καὶ πρὸ δίκης χειροῦται κολάζον ἀεί. |
| 132 | Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται. Ἑρμηνεία. Τυράννων εἴ τις τῆς πείρας βλάβην ἔχει, Φεύγει φυλαττόμενος καὶ νεκρῶν τάφους. |
| 133 | Ὁ παθὼν ἰατρός. Ἑρμηνεία. Τὰ πάθη τοῖς ἀνθρώποις οὐκ ἐμπειρία Ἐλάττω διδόασιν ἢ τοῖς τεχνίταις. |
| 134 | Ὁ εὐγνώμων τῶν ἀλλοτρίων κύριος. Ἑρμηνεία. Εὐγνωμοσύνην ὅστις ἐν βίῳ τιμᾷ, Ὧν ἂν χρημάτων θέλῃ, τὸ κῦρος ἔχει. |
| 135 | Ὁ φιλῶν πλήξει σε, ὁ δὲ μισῶν κολακεύσει σε. Ἑρμηνεία. 〈Κόλ〉ακες ἄνδρες ἀπατῶσι τοὺς νέους, 〈Τοὺσ〉 δ’ εὔνοιαν ἔχοντας μισοῦσιν ἀεί. |
| 136 | Ὅ〈που ἡ〉 βία πάρεστιν οἱ νόμοι ἀσθενοῦσιν. Ἑρμηνεία. Λήθη〈ν τῶν〉 νόμων πᾶς ἄνθρωπος τίθεται Περιστάσει 〈βιασ〉θεὶς 〈τῇ〉 τῶν κακούργων. |
| 137 | Οὐκ ἀεὶ τὸ 〈κερ〉άμιον ὑπάγει εἰς τὴν κρήνην καὶ ἔρχεται στερρόν. Ἑρμηνεία. Τρεπτὸς ὁ βίος καὶ μὴ θέλων εἰς τέλος Φυλάττειν τοῖς τρυφῶσι τὴν εὐτυχίαν. |
| 138 | Ὅταν ἴδῃς γέροντα τρέχοντα, νόησον ὅτι ὑπὸ παιδίου παίζεται. Ἑρμηνεία. Δάκνει τὸ γῆρας ἡ πλάνη τῶν νηπίων Ἔχειν τε πείθει τὸν γελώμενον δρόμον. |
| 139 | Ὅπου λείπει, ἐκεῖ περισσεύει. Ἑρμηνεία. Ἔνδεια φέρει πένησιν εὐπορίαν, Καὶ λιμὸς τοῖς πεινῶσιν τὴν ἀφθονίαν. |
| 140 | Ὁ καεὶς ἔζησεν καὶ ὁ γελῶν ἀπέθανεν. Ἑρμηνεία. Ὁ πλούσιος τρυφῇ κωμάζων ἔθανεν, Ὁ δὲ πένης πεινῶν εἰς φῶς τὸν βίον ἔχει. |
| 141 | Ὁ Χάρων ἕνα λαμβάνει. Ἑρμηνεία. 〈Πλέον ἣ〉 ἅπαξ οὐδεὶς ἄνθρωπος θνῄσκει, Ὅπως καὶ αὐτὸς τὴν ἀμετρίαν φεύγοις. |
| 142 | Πάντα ὁ ἄνθρωπος καὶ 〈οὐ〉δὲν ὁ ἄνθρωπος. Ἑρμηνεία. Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δ’ ὄλλυται θανάτῳ δοθείς. |
| 143 | Ποτὲ βοῦς, ποτὲ βοτάνη. Ἑρμηνεία. Ἐπὶ γῆς ὁ βαδίζων καὶ λαμπρῶς τρυφῶν Εἰς γ〈ῆν〉 κεῖται γεωργοῖς 〈τὰσ〉 τροφὰς διδούς. |
| 145 | Ἀρχὴ ἀηδίας· “χαῖρε, φαλακρέ.” Ἄσπορος ἀγρός, ἀμέριμνος οἰκονόμος. |
| 146 | Ἀργῷ μαγείρῳ πάντα ἐκζεστά. |
| 148 | Ἀργὸς ἐκλάσθη καὶ εἶπεν “αἱ εὐχαί μου ἐπληρώθησαν.” Ἀργὸς ἐργάτης δρέπανον ἀλλάσσει. |
| 149 | Βαλανεῖον ἔχω καὶ οὐ λούει· εἰ εἶχεν, ἔλουε. |
| 150 | Γὺψ κόρακα ἐγγυᾶται. |
| 151 | Γέροντά μοι εἶπας· κακόν μοι εἶπας. |
| 153 | Γραῖα ἰδοῦσα θόρυβον εἶπεν “ἄνδρα μοι δότε.” Δειλοῦ μήτηρ οὐ κλαίει· ἀλλ’ οὐδὲ χαίρει. |
| 154 | Δῶρα καὶ θεοὺς ἔπεισαν. |
| 155 | Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις. |
| 156 | Εὐτυχοῦντι μὴ ἐμπόδιζε· τὰς γὰρ ὥρας ἀπώλεσας. |
| 157 | Ζῆσον πρῶτον, εἶθ’ οὕτως ζήτησον. |
| 107* | Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται. |
| 159 | Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· “ὦ πάτερ μου, οἱ μάγειροι ἀπέθανον” κἀκεῖνος εἶπεν “οὐαί σοι, τέκνον, ὅτι εἰς ἰδιώτου χεῖρας μέλλεις ἐμπεσεῖν.” Τὰ μὴ ὄντα σὰ μὴ χάριζε. |
| 160 | Τίς ποτε ἰδὼν παλάτιον τὸν ἑαυτοῦ οἶκον ἐνέπρησεν. |
| 161 | Τίς ποτε ἐξ ἀνάγκης τὰ ἴδια τέκνα ἐπώλησεν, καὶ ἄλλος ταῦτα ἐν πίστει ἠγόρασεν. |
| 48* | Τὸ ταχὺ καὶ χάριν ἔχει. |
| 163 | Τίς ἑαυτῷ κακὰ ἐπίσταται; Φαλακρὸς καθήμενος ἀπέναντι κριοῦ ἐνύσταζε. |
| 164 | Τοῦ τρέχοντος τὸ σκέλισμα βλέπε. |
| 165 | Τὰ μεγάλα κέρδη μεγάλας ζημίας προξενοῦσιν. |
| 166 | Ὕβρις ἔρωτα λύει. |
| 167 | Ὕδωρ ἱστάμενον ὄζει. |
| 168 | Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ. |
| 170 | Φαλακρέ, πῶς κατὰ τρίχα ἐμαδίσθης; Φίλος βλάπτων οὐ διαφέρει ἐχθροῦ. |
| 171 | Φίλος καὶ ἵππος ἐν ἀνάγκῃ δοκιμάζονται. |
| 114* | Φάγει με ἡ διαφορά, καὶ μὴ ἀλλότριος. |
| 172 | Φίλους κτίζε, καὶ μὴ χρήματα. |
| 2* | Χωλῷ παροικήσας ὑποσκάζειν μαθήσῃ. |
| 173 | Χρεώστης νεῦρα οὐκ ἔχει. |
| 116* | Χωρικοῦ ἐνθύμησις ἐνιαυτοῦ ζήτημα. |
| 174 | Χωρικὸν εὑρηκὼς ὄξος πότισον. |
| 175 | Χορεία κυνός, ὄνομα λέοντος. |
| 177 | Ὦ καιρέ, διὰ τί οὐκ αὐλεῖς; Ὠμόν, ἀλλ’ ἐμόν. |
| 178 | Ὥρας μιᾶς ἔργον ἐνιαυτοῦ μέριμνα. |
| 179 | Ὦ εἷς πυρετός, καὶ τὰ πάντα κάτω. |
| 180 | Ἄνευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο σημαίνει τῶν δωρεῶν. |
| 181 | Ἔνθεν ἐκεῖθεν οὐαί, οἷς περιστοιχίζεται κακά. |
| 182 | Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ. |
| 183 | Ζητῶν Ἑρμῆν γλύψαι Κέρκωπα ἔγλυψα. |
| 184 | Ἣ Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος. |
| 185 | Μακρὰς ἐλπίδας μισῶ. |
| 186 | Ὁ ἐγγὺς Διὸς ἐγγὺς κεραυνοῦ. |
| 187 | Οὐδεὶς κενὸν βαστάσας ἐξέβη κυρτός. |
| 94* | Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν; Ἐξ ἄμμου σχοινίον πλέκειν. |
| 96* | Στρογγύλα λέγε, ἵνα καὶ κυλίεται (sic). |
| 105* | Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει. |
| 189 | Ὃν ἡ Τύχη προπηλακίζει καὶ πάντων πραγμάτων μάστιγας εὑρίσκει. |
| 190 | Τὰ προλήμματα νικήματα. |
| 168* | Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ. |
| 191 | Δυστυχείτω καὶ λοιδορείτω με. |
| 192 | Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. |
| 193 | 〈Πρὸς Κρῆτα〉 κρητίζει. 〈 Ἑρμηνεία.〉 Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλ’ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί. |
| 194 | Γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται. 〈 Ἑρμηνεία.〉 Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ, Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει. |
| 195 | Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι. |
| 196 | Δέδοται καὶ κακοῖς ἄγρα. |
| 197 | 〈 〉 〈 Ἑρμηνεία.〉 Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ· Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ. |
| 198 | Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου. |
| 199 | 〈 〉 〈 Ἑρμηνεία.〉 Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν. |
| 200 | 〈 〉 〈Ἑρμηνεία.〉 Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει· Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς. |