Letter to King Antigonus is two short fragments under the name Zeno of Citium, addressed to Antigonus II Gonatas, Koine Greek.
Diogenes Laertius preserves them. Zeno praises the king’s learning, excuses himself by age, and sends companions. The complete letter is not shown.
Early Stoic Greek here is quotation in a host, not a recovered court book.
| 1 | Βασιλεῖ Ἀντιγόνῳ Ζήνων χαίρειν. |
| 2 | Ἀποδέχομαί σου τὴν φιλομάθειαν καθ’ ὅσον τῆς ἀληθινῆς καὶ εἰς ὄνησιν τεινούσης, ἀλλ’ οὐχὶ τῆς δημώδους καὶ εἰς διαστροφὴν ἠθῶν ἀντέχῃ παιδείας. ὁ δὲ φιλοσοφίας ὀρωρεγμένος, ἐκκλίνων δὲ τὴν πολυ θρύλητον ἡδονήν, ἥ τινων θηλύνει νέων ψυχάς, φανερός ἐστιν οὐ μόνον φύσει πρὸς εὐγένειαν κλίνων ἀλλὰ καὶ προαιρέσει. φύσις δὲ εὐγενὴς μετρίαν ἄσκησιν προσλαβοῦσα, ἔτι δὲ τὸν ἀφθόνως διδάξοντα ῥᾳδίως ἔρχεται πρὸς τὴν τελείαν ἀνάληψιν τῆς ἀρε τῆς. ἐγὼ δὲ συνέχομαι σώματι ἀσθενεῖ διὰ γῆρας· ἐτῶν γάρ εἰμι ὀγδοήκοντα. διόπερ οὐ δύναμαί σοι συμμῖξαι. ἀποστέλλω δέ σοί τινας τῶν ἐμαυτοῦ συσχολαστῶν, οἳ τοῖς μὲν κατὰ ψυχὴν οὐκ ἀπολείπονται ἐμοῦ, τοῖς δὲ κατὰ σῶμα προτεροῦσιν. οἷς συνὼν οὐδενὸς καθυστερήσεις τῶν πρὸς τὴν τελείαν εὐδαιμονίαν ἀνηκόντων. |