Part of Nine Books of Anthologies

Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ηʹ.αʹ. Πῆξις τοῦ αʹ ὀργάνου.

Τὸ αʹ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ αʹ ἕως μοίρας θʹ τοιαύτην. τῇ αʹ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς βʹ, τῇ βʹ δʹ, τῇ γʹ ϛʹ, τῇ δʹ ηʹ, τῇ εʹ ιʹ, τῇ ϛʹ ιβʹ, τουτέστι παραύξησις μοιρῶν βʹ· εἶτα ἀπὸ τῆς ζʹ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδʹ, καὶ γίνονται ἐπὶ τῆς μοίρας ζʹ μοῖραι κϛʹ, ἐπὶ τῆς ηʹ μοίρας κηʹ, ἐπὶ τῆς θʹ μοίρας λʹ, ἐπὶ τῆς ιʹ βʹ, ἐπὶ τῆς ιαʹ δʹ, ἐπὶ τῆς ιβʹ ϛʹ. ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδʹ, καὶ γίνονται ἐπὶ τῆς ιγʹ μοίρας κʹ, ἐπὶ τῆς ιδʹ μοίρας κβʹ, ἐπὶ τῆς ιεʹ μοίρας κδʹ, ἐπὶ τῆς ιϛʹ μοίρας κϛʹ, ἐπὶ τῆς ιζʹ μοίρας κηʹ, ἐπὶ τῆς ιηʹ μοίρας λʹ. εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδʹ, καὶ γίνονται μοῖραι μδʹ, ἐξ ὧν ἀφελὼν τὰς λʹ λοιπαὶ ιδʹ· αὗται ἔσονται ἐπὶ τῆς ιθʹ μοίρας, ἐπὶ τῆς κʹ ιϛʹ, ἐπὶ τῆς καʹ ιηʹ, ἐπὶ τῆς κβʹ κʹ, ἐπὶ τῆς κγʹ κβʹ, ἐπὶ τῆς κδʹ κδʹ. καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδʹ καὶ γίνονται ληʹ, ἐξ ὧν ἀφελὼν τὰς λʹ λοιπαὶ ηʹ· αὗται ἔσονται ἐπὶ τῆς κεʹ, ἐπὶ τῆς κϛʹ ιʹ, ἐπὶ τῆς κζʹ ιβʹ, ἐπὶ τῆς κηʹ ιδʹ, ἐπὶ τῆς κθʹ ιϛʹ, ἐπὶ τῆς λʹ ιηʹ. ὥστε κατὰ μὲν μοίρας ϛʹ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδʹ μοιρῶν καὶ ἐφεξῆς τῶν τῆς παραυξήσεως βʹ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς αʹ μοίρας παρακειμένας βʹ, ἐπὶ δὲ τῆς λʹ μοίρας ιηʹ. ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ἰχθύες ὠργανοθέτηνται. εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς αʹ μοίρας ιδʹ καὶ τῆς παραυξήσεως τῶν βʹ προστιθεμένων γενήσονται ἕως τῆς ϛʹ μοίρας κδʹ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἕξει τῇ μοίρᾳ λʹ παρακειμένας λʹ. τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέσεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει βʹ· ταύταις προσέθηκα ιβʹ τοῦ κύκλου καὶ γίνονται ιδʹ. ταύτας ὁ Σκορπίος ἐπὶ τῆς αʹ μοίρας ἕξει. πάλιν τὰς ιδʹ προσέθηκα ταῖς ιβʹ καὶ γίνονται κϛʹ· ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς αʹ μοίρας καὶ ἐφεξῆς ἀνὰ ιβʹ προστιθέντες εὑρήσομεν τοῦ ἑξῆς ζῳδίου ταύτας παρακειμένας τῇ αʹ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβʹ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδʹ μοιρῶν συνθέσει ὅλον τὸ ὄργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας καὶ Ταῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακείμενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι. βʹ. Πῆξις τοῦ δευτέρου ὀργάνου φυσική.

Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέσμων πρόσθεσις, τουτέστιν αἱ ιδʹ, σημαίνουσι τὰ φῶτα τῆς Σελήνης, αἱ δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδʹ γίνονται κηʹ, κύκλος Σελήνης· ἐπεὶ οὖν αʹ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται βʹ, ἐκ τούτων ἀφεῖλον μοῖραν αʹ μʹ· λοιπὰ γίνονται ο κʹ, ὅ ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξʹ γίνεται ρηʹ· ταῦτα ἀναλύω ἕως τῶν ξʹ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμʹ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κʹ· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ αʹ μοίρας· ταῦτα γʹ γίνεται ξʹ, ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει βʹ κʹ. ἔσονται οὖν ἐπὶ τῆς βʹ μοίρας τοῦ Ζυγοῦ βʹ μʹ, ἐπὶ τῆς γʹ εʹ ο, ἐπὶ τῆς δʹ ζʹ κʹ, ἐπὶ τῆς εʹ θʹ μʹ, ἐπὶ τῆς ϛʹ ιβʹ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ ιδʹ φῶτα τῆς Σελήνης τοῖς ιβʹ ο ἕξομεν κϛʹ ο· ἐκ τούτων ἀφείλαμεν αʹ μʹ, καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζʹ μοίρας κδʹ κʹ. ἐπὶ τῆς ηʹ μοίρας παλινδρομήσομεν δύο κʹ, καὶ ἔσονται κϛʹ μʹ, ἐπὶ τῆς θʹ κθʹ ο, ἐπὶ τῆς ιʹ αʹ κʹ, ἐπὶ τῆς ιαʹ γʹ μʹ, ἐπὶ τῆς ιβʹ ϛʹ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν ἀφαιρεῖν δεῖ αʹ μʹ, ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι βʹ κʹ· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ αʹ ὀργάνου εὑρίσκομεν τοῦ ἑξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ αʹ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου ὀργάνου εὑρήσομεν. γʹ. Πῆξις ὡροσκοπούσης μοίρας πρὸς τὰ προκείμενα βʹ ὄργανα.

Πρὸ παντὸς μὲν τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς στήσαντας σκοπεῖν δεήσει τὴν προγενομένην σύνοδον, ἐάνπερ συνοδικὴ τυγχάνῃ ἡ γένεσις, πότε γέγονε καὶ πόστῃ ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπʼ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας τὸ γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στοχάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιεʹ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβʹ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιεʹ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δʹ, ψηφιζομένων ὡρῶν γʹ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπληρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαφορὰν ἔχουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γὰρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συνδέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσελήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω βʹ ἢ γʹ μοίρας ἀπέχουσα τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δʼ ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπιπροσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀποφαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς σεληνιακῆς μοίρας χρὴ λαμβάνειν τὸ διάστημα, ἢ ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως τῆς πανσελήνου.

Ὑποδείγματος χάριν ἔστω Ἥλιος Ταύρου μοίρᾳ γʹ, Σελήνη Κριοῦ μοίρᾳ βʹ· τὸ μὲν ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα γίνεται τκθʹ, αἵπερ εἰσὶν ἡμέραι σεληνιακαὶ κζʹ, τὸ δὲ ἀπὸ τῆς συνοδικῆς ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθʹ. ἀφεῖλον τὰς συνοδικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιεʹ· λοιπαὶ γίνονται ἡμέραι ιδʹ· ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβʹ, γίνονται ρξηʹ. τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἀπὸ Σκορπίου μοίρας γʹ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθʹ μοῖραι· πλεονάζουσι δὲ αἱ ρξηʹ τῶν ρμθʹ μοίραις ιθʹ· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλʼ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθʹ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα αʹ ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν αʹ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδʹ, ἔσονται λοιπαὶ ιβʹ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπʼ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά ἐστι μοιρῶν λβʹ, ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ βʹ ἥμισυ, ἐὰν ταύτας προσθῶμεν ταῖς ιβʹ ἡμίσει, ἔσονται ιεʹ πλήρης τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθʹ, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζʹ γʹ, ὁ δὲ ἀνώμαλος κζʹ 𐅵ʹ.

Ἄλλως. Λογισάμενος τὸ ἀπὸ συνόδου ἐπὶ τὴν Σελήνην διάστημα ἢ τὸ ἀπὸ πανσελήνου ἐπὶ τὴν Σελήνην, καὶ ἐὰν μὲν ἐντὸς τῶν ρπʹ μοιρῶν εὑρεθῇ, χρῆσθαι τῷ ὑποδεδειγμένῳ τρόπῳ· ἐὰν δὲ ὑπὲρ τὰς ρπʹ μοίρας, ἀφελόντες τὰς ρπʹ τὰς λοιπὰς συγκρίνειν, πόστον μέρος ἐστὶ τοῦ δρόμου, καὶ τοῦτο ἐκκρούειν ἐκ τοῦ ὡριαίου μεγέθους.

Ἄλλως. Ἐπεξεύρομεν δὲ καὶ ἄλλως τὸ μέγεθος τὸ τῇ ἡλιακῇ μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον. πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξʹ τὰς λοιπὰς ἡγεῖσθαι γνώμονα ὡροσκοπικόν· ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην λαβὼν πρὸς ἀναφορὰν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γὰρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως. δʹ. Πῶς χρὴ τῶν διδυμογόνων τὴν γεννητικὴν ὥραν ἱστάνειν.

Περὶ διδύμων λόγος ἔσται τοιόσδε. ἐάν τις λέγῃ τὸν ἕνα γεγενῆσθαι ὥρᾳ πρώτῃ, νοείσθω ἐν τῷ αὐτῷ σημείῳ ἀμφοτέρους γεγενῆσθαι ὥρας πρώτης μέρει δʹ, τὸ δὲ ἄλλο ἐν τῷ ἄλλῳ μέρει τῷ δʹ· δυνατὸν δέ ἐστιν καὶ ἀμφοτέρους ἐν τῷ αὐτῷ μέρει τῷ δʹ γεγενῆσθαι καὶ ἕτερον ἑτέρῳ ἀκολουθῆσαι. εἰ δὲ λέγει τὸ μὲν πρῶτον γεγενῆσθαι ὥρᾳ βʹ πρωίας, τὸ δὲ δεύτερον ὥρᾳ γʹ, γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ βʹ. ἐὰν δὲ λέγῃ αὐτὸ γεγενῆσθαι ὥρᾳ εʹ, γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ γʹ 𐅵ʹ· ἐὰν δὲ ὥρᾳ ζʹ, γίνωσκε ὥρᾳ ϛʹ· ἐὰν δὲ ὥρᾳ ηʹ, γίνωσκε ὥρᾳ ζʹ 𐅵ʹ· ἐὰν δὲ ὥρᾳ ιʹ, γίνωσκε ὥρᾳ θʹ· ἐὰν δὲ ὥρᾳ ιαʹ, γίνωσκε ὥρᾳ ιʹ· ἐὰν δὲ ὥρᾳ ιβʹ, ἀσφαλές ἐστιν· οὐ γὰρ δυνατόν ἐστιν διάστασιν ἑτέραν γεγονέναι. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ αʹ πλήρει, τὸ δὲ δεύτερον ὥρᾳ βʹ, οὐ δυνατόν· ἀλλὰ καὶ τὸ ἕτερον ἤτοι ὥρᾳ βʹ 𐅵ʹ ἢ ὥρᾳ βʹ δʹ. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ βʹ, τὸ δὲ δεύτερον ὥρᾳ γʹ, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γʹ 𐅵ʹ· ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ γʹ, τὸ δὲ δεύτερον ὥρᾳ δʹ, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γʹ ἢ δʹ 𐅵ʹ. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ ϛʹ, τὸ δὲ δεύτερον ζʹ, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ϛʹ ἢ ζʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ζʹ τὸ δὲ ηʹ, γίνωσκε ηʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ηʹ τὸ δὲ θʹ, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ηʹ ἢ θʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν θʹ ὥρᾳ τὸ δὲ ιʹ, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ θʹ ἢ ιʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ιʹ τὸ δὲ ιαʹ, γίνωσκε καὶ τὸ δεύτερον ὥρᾳ ιʹ ἢ πρώτῃ ὥρᾳ τῆς νυκτὸς γεγενῆσθαι.

Δυνατὸν μὲν οὖν καὶ ἐν τῷ αὐτῷ μέρει τῆς ὥρας διδύμους γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν ἀνεικάστους τοὺς χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέσμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μείζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν. εʹ. Εἴσοδος τῶν προκειμένων δύο ὀργάνων.

Τὸ πρότερον ὄργανον ἁρμόζει πρὸς χρόνους ζωῆς, τὴν σύστασιν ἔχον καὶ τὴν εἴσοδον ἐκ τῆς τοῦ ὡροσκόπου μοίρας· καθʼ ἣν γὰρ ἂν εὑρεθῇ, ταύτης τὸ παρακείμενον κατὰ τὸ κλίμα μέγεθος δωδεκαπλασιάσαντες καὶ τὸ λʹ λαβόντες τοσαῦτα ἔτη φήσομεν τὰς παρακειμένας μοίρας μερίζειν καὶ τοσοῦτον διάστημα ἀπέχειν τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξʹ τοῦ δωδεκαπλασιασθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήσῃ ἡ ὡροσκοποῦσα μοῖρα, τὰ γεννηθέντα ὀλιγοχρόνια ἔσται. ἔπειτα εἰσελθόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖραν θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλασιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέντοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς. ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοίραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρόνου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιματικὰς διαφοράς.

Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ αʹ μοίρας παράκειται ἀριθμὸς βʹ, τὰ δὲ βʹ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λʹ τῶν ρπʹ, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἕκτον· σύγκειται γὰρ μοιρῶν λʹ. ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λʹ μοῖραι ρπʹ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξʹ τῶν ρπʹ λάβωμεν, εὑρήσομεν γʹ, ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λʹ γίνεται Ϟʹ. φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξʹ ἢ τὸ 𐅵ʹ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.

Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν … προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, τὸ ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ἠβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφθονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων· ἃς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφθονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οἶμαι αὐτοὺς πείσεσθαι.

Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφʼ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσίρεως, ἄλλη δὲ Κριτοδήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.

Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοποῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.

Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἢ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους λογισόμεθα τοὺς προκειμένους χρόνους τῶν ὅρων, πρῶτον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθήσομεν τῷ πρώτῳ. ἐν δὲ τοῖς ὀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρωμεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγομεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα.

Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον. εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατʼ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπίκεντρος ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δʼ ἂν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν· ἐὰν γὰρ οὕτως εὑρεθῇ, ὁδὶ ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ καθʼ ὃν δήποτε οὖν τρόπον· λύσεως δέ ἐστιν ὁ ιβʹ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατʼ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν ὁ τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῷ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτωκέναι Καρκίνου μοίρᾳ ηʹ, ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ αὐτῷ σελιδίῳ καὶ μοῖρα θʹ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θʹ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κεʹ ἕως κηʹ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϛʹ καὶ κζʹ μοῖρα.

… Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.

Ἡ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ τὸ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κʹ· ταῦτα ἐδίπλωσα, γίγνονται μʹ. προσέταξα τὴν αʹ μοῖραν ο μʹ, αἵτινές εἰσι μηʹ· τὴν βʹ μοῖραν αʹ κʹ· τὴν γʹ βʹ ο, τὴν δʹ βʹ μʹ, τὴν εʹ γʹ κʹ· καὶ ἕως τῆς λʹ μοίρας ἐπισυναγόμενα τὰ ο μʹ πληροῖ τὰ κʹ ἔτη.

Ἑξῆς δὲ τὸν βʹ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν αʹ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδʹ, ταύτας ἐδίπλωσα, γίγνονται μηʹ, ἃς προσέθηκα ταῖς κʹ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν αʹ μοῖραν τοῦ Ταύρου κʹ μηʹ, κατὰ τὴν βʹ μοῖραν καʹ λϛʹ, κατὰ δὲ τὴν γʹ κβʹ κδʹ, κατὰ δὲ τὴν δʹ κγʹ ιβʹ, κατὰ δὲ τὴν εʹ κδʹ ο· καὶ ἑξῆς ἕως τῆς λʹ μοίρας τὰς ο μηʹ ταῖς κʹ ἐπιπροσθέντες εὑρήσομεν μδʹ ο.

Τὸν τρίτον ὅρον οὕτως ἐπισυντάξομεν ἀκολούθως. τὴν αʹ μοῖραν τοῦ τρίτου ὅρου μδʹ νϛʹ, κατὰ δὲ τὴν βʹ μεʹ νβʹ, κατὰ δὲ τὴν γʹ μϛʹ μηʹ, κατὰ δὲ τὴν δʹ μζʹ μδʹ, κατὰ δὲ τὴν εʹ μηʹ μʹ, καὶ ἕως τῶν λʹ. τὰς οὖν νϛʹ ἐπισυντάξαντες εὑρήσομεν οβʹ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ ζῳδίου ἐν τῷ αʹ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ βʹ τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γʹ τοῦ γʹ ζῳδίου, καθʼ ὃ κλίμα τις βούλεται.

Περὶ μὲν οὖν τῶν ἀναφορῶν καὶ ἐν τῇ αʹ βίβλῳ ἐδηλώσαμεν, νυνὶ δὲ τοὺς ὅρους διεκρίναμεν. διδασκαλικῶς μὲν οὖν οἶμαι προκεῖσθαι τὴν ὑφήγησιν· καὶ ἦν ἀρκετὸν κατὰ τοὺς λοιποὺς ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξῃ εὐμετάγνωτον ἦθος εἰληφέναι, ὑποτάξομαι δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ ἀγωγῇ καὶ οἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγραφέα· ὅρον παντὸς ἀποτελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος· εἶτα ἐπὰν χρόνους μερίζῃ ζωτικούς, ἐχόμενος ὁρᾶται πρακτικῶν τε καὶ ἀπράκτων χρόνων.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος αʹ Ἀθὺρ βʹ ὥρα γʹ νυκτερινή. Ἥλιος Σκορπίῳ μοίρᾳ ιʹ, Σελήνη Ὑδροχόῳ μοίρᾳ λʹ, ὡροσκόπος Τοξότῃ. τὰς ιʹ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἰχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ιʹ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Τοξότῃ· εὗρον περὶ μοίρας ιδʹ ιεʹ. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λʹ μοίραις ποῖον ζῴδιον παράκειται· εὗρον πάλιν Ὑδροχόον· εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδʹ καὶ εὑρίσκω παρακείμενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ· εὗρον περὶ μοίρας αʹ βʹ γʹ· οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ αʹ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ ϛʹ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων προάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δʹ, ἅπερ εἰσὶν μοῖραι δʹ, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος μοίραις ιδʹ. ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Τοξότῃ μοίρα ιηʹ· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ϛʹ κλίμα ἐν τῷ γʹ ὅρῳ ἔτη ογʹ· καὶ ἐτελεύτησεν τῷ ογʹ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδʹ τὴν προσθαφαίρεσιν τουτέστι δʹ· καὶ γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ιʹ.

Ἄλλη. κλίμα δʹ Τίτου ἔτος αʹ Φαμενὼθ κʹ εἰς τὴν καʹ. Ἥλιος Ἰχθύσι μοίραις κθʹ, Σελήνη Αἰγόκερῳ κζʹ, ὡροσκόπος Σκορπίῳ· ταῖς κθʹ τοῦ Ἡλίου ἐν τῷ ὀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθʹ παράκειται Αἰγόκερως· τοῦτον ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δʹ εʹ· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὃν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζʹ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δʹ εʹ τοῦ ἡλιακοῦ γνώμονος· εὗρον ἐν τῷ βʹ σελιδίῳ περὶ μοίρας δʹ εʹ τὸ ζῴδιον Αἰγόκερων. τοῦτον ἐν τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δʹ εʹ ἐν τῷ βʹ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δʹ μοίρας ἔρχομαι εἰς τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δʹ κλίμα ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη οβʹ λγʹ· ἐτελεύτα ἐτῶν οβʹ ἥμισυ.

Ἄλλη. Τραϊανοῦ ἔτος ιζʹ κλίμα βʹ … ζʹ εἰς ηʹ ὥρα νυκτερινὴ ιʹ. Ἥλιος Λέοντι κβʹ, Σελήνη Ταύρῳ ιδʹ, ὡροσκόπος Κριῷ. ἐν τῷ ὀργάνῳ κατὰ τὰς κβʹ μοίρας τοῦ Ἡλίου ἐν τῷ Λέοντι εὗρον Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβʹ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϛʹ· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδʹ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακειμένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κϛʹ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας καʹ· οὗτος γέγονεν σεληνιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον αʹ, ὃ δηλοῖ μοῖραν αʹ. ταύτην προσέθηκα ταῖς προευρεθείσαις μοίραις κϛʹ καὶ γίνονται μοῖραι κζʹ· ὁ ὡροσκόπος Κριῷ ἔσται μοίραις κζʹ. εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ βʹ κλίμα καὶ εὗρον ἐν τῷ βʹ ὅρῳ κατὰ τὰς κζʹ παρακείμενα ἔτη μαʹ λϛʹ· ἐτελεύτα τῷ μβʹ ἔτει.

Ἄλλη. Τραϊανοῦ ἔτος ιηʹ Παϋνὶ ιδʹ ὥρα ἡμερινὴ εʹ κδʹ. ὁ Ἥλιος Διδύμοις κʹ, Σελήνη Ταύρῳ κζʹ, ὡροσκόπος Παρθένῳ. ταῖς κʹ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κʹ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας αʹ βʹ γʹ· οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σελήνης μοίραις κζʹ παράκειται Κριός· ἐν Κριῷ τὰς τοῦ ἡλιακοῦ γνώμονος ζητῶ αʹ βʹ γʹ, εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας δʹ εʹ· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ αʹ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφορὰς ἐν τῷ αʹ κλίματι καὶ εὗρον κατὰ τὴν αʹ μοῖραν τῆς Παρθένου ἐν τῷ βʹ ὅρῳ ἔτη λθʹ λϛʹ· ἐτελεύτα ἐτῶν μʹ.

Ἄλλη. Ἀδριανοῦ ιβʹ Ἀθὺρ αʹ ὥρα ἡμερινὴ θʹ κλίμα εʹ. Ἥλιος Σκορπίῳ ηʹ, Σελήνη Αἰγόκερῳ ιζʹ, ὡροσκόπος Ἰχθύσι μοίραις ηʹ. τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας θʹ. εἶτα ἐν ταῖς ιζʹ τοῦ Αἰγόκερω ταῖς σεληνιακαῖς μοίραις παράκειται Ταῦρος· ἐν Ταύρῳ ταῖς τοῦ ἡλιακοῦ γνώμονος μοίραις θʹ παράκειται Παρθένος. Παρθένον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας ιεʹ· τὰ μεταξὺ σελίδια βʹ, ἅτινά εἰσιν βʹ μοῖραι. ταῦτα ἀφαιρῶ ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τῶν θʹ, ἐπεὶ ὁ σεληνιακὸς γνώμων εὑρέθη προάγων, καὶ λοιπαὶ γίγνονται ζʹ, αἵτινες ἐν Ἰχθύσιν ὡροσκοποῦσιν, αἷς παράκεινται κατὰ τὸ αʹ κλίμα ἐν τῷ βʹ ὅρῳ ἔτη κϛʹ μγʹ. ἔζησεν ἔτη κζʹ.

Ἄλλη. Οὐεσπασιανοῦ ἔτος αʹ Ἐπιφὶ κβʹ ὥρα ἡμερινὴ εʹ κλίμα ϛʹ. Ἥλιος Καρκίνῳ κηʹ, Σελήνη Σκορπίῳ γʹ, ὡροσκόπος Ζυγῷ. ταῖς κηʹ μοίραις τοῦ Ἡλίου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κηʹ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δʹ εʹ ϛʹ. εἶτα ταῖς τῆς Σελήνης μοίραις γʹ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δʹ εʹ, εὗρον παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβʹ. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν ζʹ, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δʹ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζʹ, αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ϛʹ κλίματι ἐν τῷ βʹ ὅρῳ ἔτη παʹ. ἐτελεύτα ἐτῶν παʹ.

Ἄλλη. Τραϊανοῦ ἔτος ιηʹ Θὼθ ιδʹ εἰς ιεʹ ὥρα νυκτερινὴ θʹ. Ἥλιος Παρθένῳ κβʹ Σελήνη Ὑδροχόῳ δʹ ὡροσκόπος Λέοντι … παράκειται Λέων. ἐν Λέοντι τῇ αʹ βʹ γʹ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ τὴν αὐτὴν μοῖραν αʹ βʹ γʹ. ὡροσκοπεῖ Λέοντος μοῖρα αʹ, ᾗ παράκειται κατὰ τὸ αʹ κλίμα ἔτος αʹ· ἐτελεύτα τῷ αʹ ἔτει.

Ἄλλη. Ἀντωνίνου ἔτος εʹ Τυβὶ κηʹ εἰς κθʹ ὥρα νυκτερινὴ ιαʹ. Ἥλιος Ὑδροχόῳ ϛʹ, Σελήνη Ταύρῳ κηʹ, ὡροσκόπος Αἰγόκερῳ ϛʹ. τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας αʹ βʹ· τῇ δὲ κηʹ σεληνιακῇ μοίρᾳ ἐν Ταύρῳ παράκειται Κριός. ἐν Κριῷ τὴν αʹ βʹ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ιʹ ιαʹ. τὰ μεταξὺ σελίδια γʹ· ἀφαιρῶ ἀπὸ τῆς βʹ τῆς Παρθένου τὰς γʹ. καὶ γίνονται λοιπαὶ Τοξότου κηʹ, αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γʹ.

Ἄλλη. Ἀντωνίνου ἔτος ιεʹ Τυβὶ ιβʹ ὥρα ἡμερινὴ αʹ. Ἥλιος Αἰγόκερῳ κʹ, Σελήνη Διδύμοις κηʹ, ὡροσκόπος Αἰγόκερῳ. ταῖς κʹ τοῦ Αἰγόκερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθʹ λʹ. εἶτα ταῖς κηʹ σεληνιακαῖς μοίραις ἐν Διδύμοις εὗρον παρακείμενον Ὑδροχόον, ἐν Ὑδροχόῳ ταῖς κθʹ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὗρον πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγʹ κδʹ· τὰ δὲ μεταξὺ σελίδια βʹ προσέθηκα ταῖς κθʹ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ αʹ, ᾗ παράκειται κατὰ τὸ ϛʹ κλίμα ο μδʹ· ἐτελεύτα ἐν τῷ αʹ.

Ἄλλη. Ἀντωνίνου ἔτος καʹ Ἀθὺρ κηʹ εἰς κθʹ ὥρα νυκτερινὴ γʹ. Ἥλιος Τοξότῃ ϛʹ, Σελήνη Ὑδροχόῳ εʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς ϛʹ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν ϛʹ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γʹ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ ϛʹ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κʹ· τὰ μεταξὺ σελίδια εʹ· ταύτας ἀφεῖλον ἀπὸ τῶν ϛʹ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα αʹ, ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται αʹ βʹ· ἔζησεν μαʹ.

Ἄλλη. κλίμα ϛʹ Τραϊανοῦ ἔτος ηʹ Φαρμουθὶ κϛʹ. ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶσαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γʹ, Σελήνη Τοξότῃ κγʹ. ταῖς γʹ μοίραις τοῦ Ἡλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγʹ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιηʹ. τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγʹ καὶ γίνονται κδʹ, αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γʹ κλίμα εὗρον κδʹ νεʹ. ἐβίωσεν ἔτη κβʹ ἡμέρας μεʹ.

Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαίρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.

Ἄλλη. Ἀδριανοῦ ἔτος θʹ Φαμενὼθ κηʹ εἰς κθʹ ὥρα νυκτερινὴ γʹ. Ἥλιος Κριῷ ϛʹ, Σελήνη Κριῷ λʹ, ὡροσκόπος Σκορπίῳ. ταῖς ϛʹ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ϛʹ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβʹ· οὗτος ἔσται ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λʹ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· ἐν Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβʹ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας ηʹ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας ϛʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη μοίρας λʹ καὶ γίνονται μοῖραι μδʹ· ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δʹ καὶ ιʹ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ ἐν Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ εὗρον περὶ μοίρας ιβʹ. τὰς οὖν μεταξὺ τῆς κβʹ μοίρας σελίδιά ἐστι γʹ· ταύτας προστίθημι ταῖς κβʹ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κεʹ, αἷς παράκεινται κατὰ τὸ ϛʹ κλίμα ἐν τῷ αʹ ὅρῳ λαʹ κηʹ· ἐτελεύτα τῷ λαʹ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.

Ἄλλη. Ἀδριανοῦ ἔτος ιεʹ Ἐπιφὶ ιϛʹ ὥρα ἡμερινὴ γʹ. Ἥλιος Καρκίνῳ κʹ, Σελήνη Διδύμοις κεʹ, ὡροσκόπος Παρθένῳ. ταῖς κʹ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κʹ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κεʹ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κʹ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθʹ. ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι βʹ. ταύτας ἀφαιρῶ ἐκ τῶν κʹ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιηʹ. τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην· ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβʹ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη κεʹ καὶ γίγνονται νζʹ. ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζʹ, αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κϛʹ· τὰ δὲ μεταξὺ τῆς ιηʹ μοίρας σελίδια ηʹ ἀφαιρῶ ἐκ τῶν ηʹ· λοιπαὶ γίγνονται ιϛʹ Παρθένου, αἷς παράκειται κατὰ τὸ βʹ κλίμα καʹ κʹ. ἐτελεύτα τῷ καʹ ἔτει.

Ἄλλη. Νέρωνος ἔτος ιδʹ Θὼθ ιδʹ εἰς ιεʹ ὥρα νυκτὸς ιαʹ. Ἥλιος Παρθένῳ κεʹ, Σελήνη Κριῷ ιʹ, ὡροσκόπος Παρθένῳ. ταῖς κεʹ μοίραις τῆς Παρθένου παράκειται Αἰγόκερως, ἐν Αἰγόκερῳ κεʹ παράκειται Σκορπίος· τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας ιαʹ. εἶτα τῇ σεληνιακῇ μοίρᾳ ιʹ ἐν Κριῷ παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ιαʹ Σκορπίος. λαμβάνω οὖν τὰς λοιπὰς μοίρας τῆς Παρθένου ιθʹ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας κεʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη ιʹ, γίνονται νδʹ. ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ταύρῳ μοίραις κδʹ, αἷς παράκειται Καρκίνος· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κʹ. τὰ δὲ μεταξὺ σελίδια τῆς ιαʹ μοίρας ἐτύγχανεν γʹ· ταύτας ἀφαιρῶ ἀπὸ τῶν ιαʹ καὶ λοιπαὶ ηʹ· τοσούτων μοιρῶν ὁ ὡροσκόπος Παρθένῳ. εἰσελθὼν οὖν εἰς τὰς ἀναφορὰς εὗρον ἐν τῷ γʹ ὅρῳ τοῦ αʹ κλίματος παρακείμενα ἔτη νϛʹ· τοσούτων ἐτελεύτα.

Ἄλλη. Τραϊανοῦ ἔτος ιβʹ Παϋνὶ ηʹ ὥρα ἡμερινὴ βʹ. Ἥλιος Διδύμοις μοίραις ιγʹ, Σελήνη Αἰγόκερῳ δʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς τῶν Διδύμων μοίραις ιγʹ παράκειται Ζυγός, ἐν Ζυγῷ Παρθένος· ταύτην ἐν τῷ ὡροσκοποῦντι Καρκίνῳ εὗρον περὶ μοίρας κʹ. εἶτα ταῖς δʹ μοίραις τῆς Σελήνης ἐν Αἰγόκερῳ εὗρον Παρθένον, ἐν Παρθένῳ ταῖς κʹ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δʹ· οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια ϛʹ, ταύτας προστίθημι ταῖς κʹ καὶ γίνονται κϛʹ μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς δʹ τοῦ Καρκίνου καὶ τὰς ιγʹ τοῦ Ἡλίου καὶ τὰς δʹ τῆς Σελήνης, γίνονται καʹ· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν καʹ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιηʹ. τὰ δὲ μεταξὺ τῆς κϛʹ σελίδια βʹ· ταῦτα προστίθημι πάλιν ταῖς κϛʹ καὶ γίνονται μοῖραι κηʹ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελθὼν οὖν εἰς τὸ ϛʹ κλίμα εὗρον τῷ μὲν αʹ ὅρῳ παρακείμενα λʹ κεʹ, τῷ δὲ βʹ ξζʹ νεʹ, τῷ δὲ γʹ ριʹ κηʹ. τοῦ μὲν αʹ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ βʹ καὶ τοῦ γʹ μῆνας, οἳ γίγνονται ἔγγιστα ρπαʹ, ἅ ἐστιν ἔτη ιεʹ, καὶ τὰ τοῦ αʹ ὅρου ἔτη λʹ· γίγνονται ὁμοῦ μεʹ ἔτη· ἐτελεύτα δὲ τῷ μεʹ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη.

Ἄλλη. Δομετιανοῦ ἔτος βʹ Παχὼν κʹ ὥρα αʹ. Ἥλιος Ταύρῳ κζʹ, Σελήνη Παρθένῳ κʹ, ὡροσκόπος Διδύμοις. ταῖς κζʹ τοῦ Ταύρου παράκειται Κριός, ἐν Κριῷ Καρκίνος· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας κʹ. ταῖς κʹ τῆς Σελήνης ἐν Παρθένῳ παράκειται Καρκίνος, ἐν Καρκίνῳ ταῖς προευρεθείσαις κʹ παράκειται Παρθένος· ταύτην ἐν Διδύμοις εὗρον περὶ μοίρας δʹ. τὰ μεταξὺ τῆς κʹ σελίδια ϛʹ· ταύτας προστίθημι ταῖς κʹ καὶ γίγνονται κϛʹ Διδύμοις· εἶτα λαμβάνω τὰς λοιπὰς τῶν Διδύμων δʹ καὶ τὰς τοῦ Ἡλίου κζʹ καὶ τὰς τῆς Σελήνης κʹ, γίγνονται ναʹ. ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ζυγῷ μοίραις καʹ τόποις Καρκίνου· ταύτας ἐν Διδύμοις εὗρον περὶ μοίρας ιαʹ· τὰ μεταξὺ σελίδια εʹ· ταύτας προστίθημι ταῖς κϛʹ τῶν Διδύμων καὶ γίγνεται ὁ ὡροσκόπος Καρκίνου μοῖρα αʹ, ᾗ παράκειται ἐν τῷ δʹ κλίματι καὶ κατὰ τὸν γʹ ὅρον ἔτη οαʹ· ἃ καὶ ἐβίωσεν.

Ἄλλη. Δομετιανοῦ ἔτος εʹ Ἀθὺρ κδʹ ὥρα εʹ ἥμισυ. Ἥλιος Τοξότῃ γʹ, Σελήνη Διδύμοις δʹ, ὡροσκόπος Ἰχθύσι. ταῖς μοίραις τοῦ Τοξότου παράκειται Τοξότης, πάλιν ταῖς γʹ Τοξότης. τοῦτον ἐν Ἰχθύσι περὶ ιαʹ ιβʹ μοίρας εὗρον. εἶτα καὶ ταῖς τῆς Σελήνης μοίραις δʹ ἐν Διδύμοις παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ιαʹ παράκειται Σκορπίος· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας κϛʹ. τὰ μεταξὺ σελίδια εʹ· ταύτας ἀφεῖλον ἀπὸ τῶν ιαʹ καὶ λοιπαὶ ϛʹ. ἔλαβον οὖν τὰς λοιπὰς κδʹ καὶ Ἡλίου γʹ καὶ Σελήνης δʹ, γίγνονται λαʹ· ταύτας ἀπέλυσα ἀπὸ τῶν Διδύμων καὶ κατέληξαν Καρκίνῳ μοίρᾳ αʹ τόπῳ Σκορπίου. τοῦτον ἐν Ἰχθύσιν εὗρον πάλιν περὶ μοίρας ϛʹ, μεταξὺ ζῴδια ζʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ϛʹ τῶν Ἰχθύων, λοιπαὶ γίγνονται Ὑδροχόου μοῖραι κθʹ, αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται κατὰ τὸ δʹ κλίμα τῷ μὲν πρώτῳ ὅρῳ κβʹ λγʹ, τῷ δὲ βʹ ὅρῳ μβʹ κζʹ, γίγνονται ξεʹ· ἐτελεύτα τῷ ξεʹ ἔτει.

Ἄλλη. Τίτου ἔτος βʹ Χοιὰκ αʹ ὥρα θʹ ἥμισυ. Ἥλιος Τοξότῃ ηʹ, Σελήνη Ταύρῳ κζʹ, ὡροσκόπος Ταύρῳ. ταῖς ηʹ τοῦ Τοξότου παράκειται Καρκίνος, ἐν Καρκίνῳ Ταῦρος· τοῦτον ἐν τῷ αὐτῷ ὡροσκόπῳ περὶ μοίρας αʹ βʹ γʹ εὗρον. ταῖς κζʹ τῆς Σελήνης ἐν Ταύρῳ παράκειται Κριός, ἐν τῷ Κριῷ τῇ αʹ βʹ γʹ παράκειται Λέων· τοῦτον ἐν Ταύρῳ εὗρον περὶ μοίρας ιθʹ. τὰ μεταξὺ σελίδια ϛʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῆς αʹ Ταύρου καὶ λοιπὸν Κριοῦ κεʹ· λοιπαὶ Κριοῦ εʹ καὶ Ἡλίου ηʹ καὶ Σελήνης κζʹ, γίγνονται μʹ. ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Διδύμοις μοίρᾳ ιʹ τόπῳ Τοξότου. τοῦτον ἐν Κριῷ εὗρον περὶ μοίρας ϛʹ ζʹ καὶ τὰ μεταξὺ τῆς κεʹ μοίρας ἐστὶν ϛʹ. ταύτας προσέθηκα ταῖς κεʹ τοῦ Κριοῦ· γίγνεται ἡ ὥρα Ταύρου μοίρᾳ αʹ, ᾗ παράκειται κατὰ τὸ Βαβυλῶνος κλίμα τῷ μὲν αʹ ὅρῳ ο μηʹ, τῷ βʹ κδʹ κϛʹ, τῷ δὲ γʹ νγʹ δʹ· συνέθηκα οὖν τοὺς γʹ ὅρους, γίγνονται οηʹ μηʹ· ἐβίωσεν ἔτη οζʹ μβʹ.

Ἄλλη. Ἀντωνίνου ἔτος ιδʹ Μεχὶρ κγʹ ὥρα ἡμερινὴ θʹ. Ἥλιος Ἰχθύσι γʹ, Σελήνη Λέοντι ιγʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γʹ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιʹ. ὁμοίως ταῖς ιγʹ μοίραις τῆς Σελήνης τῆς ἐν Λέοντι παράκειται Ὑδροχόος, ταῖς ιʹ παράκειται Ζυγός· τοῦτον ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιηʹ. τὰ μεταξὺ ζῴδια βʹ· ταῦτα ἀφεῖλον ἀπὸ τοῦ ιʹ, λοιπαὶ ηʹ. ἔλαβον τὰς λοιπὰς κβʹ τοῦ Καρκίνου καὶ Ἡλίου γʹ καὶ Σελήνης ιγʹ, γίγνονται ληʹ· ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ ηʹ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιηʹ. τὰ μεταξὺ τῆς ηʹ μοίρας ἐστὶ ζῴδια γʹ. ταύτας ἀφεῖλον ἀπὸ τῶν ηʹ, λοιπαὶ γίγνονται εʹ Καρκίνου μοῖραι, αἷς παράκειται εʹ κʹ· ἐτελεύτα τῷ ϛʹ ἔτει.

Ἄλλη. Ἀδριανοῦ ἔτος εʹ Παχὼν κγʹ εἰς κδʹ ὥρα νυκτερινὴ ιʹ. ὡροσκόπος γέγονεν Αἰγόκερῳ, εὕρομεν δὲ ἡμεῖς Ὑδροχόον οὕτως. Ἥλιος Ταύρῳ κθʹ, Σελήνη Σκορπίῳ ιεʹ. ταῖς κθʹ τοῦ Ταύρου παράκειται Σκορπίος, ἐν Σκορπίῳ Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ εὗρον περὶ μοίρας ιʹ. εἶτα ταῖς ιεʹ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κʹ καὶ Ἡλίου κθʹ καὶ Σελήνης ιεʹ, γίγνονται ξδʹ· ταύτας ἀπολύω ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δʹ τόπῳ Παρθένου. ζητῶ Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας ϛʹ· τὸ μεταξὺ σελίδιον αʹ· τοῦτο προστίθημι ταῖς ιʹ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ιαʹ, αἷς παράκειται κατὰ τὸ βʹ κλίμα ἐν τῷ βʹ ὅρῳ λαʹ κεʹ· ἐτελεύτα συμπληρώσας ἔτη λβʹ. Ὅθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἥλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρʼ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκιμάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνιακῶν μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕτως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.

Ἄλλη. Ἀδριανοῦ ἔτος γʹ, Φαμενὼθ κθʹ εἰς λʹ, ὥρα νυκτερινὴ δʹ ἥμισυ. Ἥλιος Κριῷ μοίραις ζʹ, Σελήνη Ἰχθύσι βʹ, ὡροσκόπος Σκορπίῳ. οὗτος μὲν καθʼ αὑτὸ οὐκ ἐδήλου τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐκ δὲ τῆς ἐκβάσεως τοῦ ἀποτελέσματος καὶ τῆς διακρίσεως ἀπὸ τοῦ Τοξότου ἐν τῷ Σκορπίῳ εὑρέθη οὕτως. ταῖς ζʹ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζʹ παράκειται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν ϛʹ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις βʹ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς ϛʹ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβʹ· μεταξὺ σελίδιον αʹ· τοῦτο ἀφεῖλον ἀπὸ τῶν ϛʹ, λοιπὸν γίγνεται εʹ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κεʹ καὶ Ἡλίου ζʹ καὶ Σελήνης βʹ· γίνονται λδʹ· ταῦτα ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν περὶ μοίρας δʹ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδʹ· τὰ μεταξὺ τῆς εʹ μοίρας σελίδιά ἐστιν ζʹ· ταῦτα ἀφεῖλον ἀπὸ τῶν εʹ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κηʹ, αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ βʹ κλίμα παράκειται ἔτη κηʹ μοῖραι ἐν τῷ αʹ ὅρῳ λγʹ λγʹ· ἐτελεύτησεν πληρώσας ἔτη λγʹ.

Τῆς δὲ προκειμένης διευκρινήσεως οὕτως ἐχούσης εὕρομεν καὶ ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λʹ, Σελήνη Τοξότῃ μοίραις κεʹ, ὡροσκόπος Παρθένῳ. ταῖς λʹ μοίραις παράκειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κριῷ ταῖς λʹ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ιαʹ· οὗτος ἡλιακὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κεʹ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κεʹ ζητῶ ἐν Σκορπίῳ· εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας κϛʹ· οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελίδια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη εʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ιαʹ, γίγνονται ϛʹ· τοσούτων ὁ ὡροσκόπος γίγνεται, αἷς παράκειται κατὰ τὸ ζʹ κλίμα ἔτη οαʹ, ἃ ἔζησεν.

Ἄλλη. Ἥλιος Τοξότῃ μοίραις γʹ, Σελήνη Τοξότῃ μοίραις ζʹ, ὡροσκόπος Ζυγῷ. ταῖς γʹ τοῦ Τοξότου παράκειται Τοξότης, τοῦτον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ιαʹ· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώμων. ὁμοίως ταῖς τῆς Σελήνης ζʹ ἐν Τοξότῃ παράκειται Καρκίνος, ἐν Καρκίνῳ τὰς ζʹ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν Ζυγῷ περὶ μοίρας ιηʹ· οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ μεταξὺ σελίδια βʹ· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ιαʹ, λοιπαὶ θʹ, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θʹ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσομένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν τοῦ κύκλου τξʹ, ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει ἐν ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δʼ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλʼ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν ἡμερονυκτίῳ διέρχεται, ἀλλʼ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις.

Πολλὴν οὖν διαφορὰν προσθέσεως ἢ ἀφαιρέσεως ἐτῶν καὶ ἡ μοῖρα αὐτοῦ καὶ ἡ ὥρα ἐπέχει καὶ τὰ λεπτά, καὶ μάλιστα ὅταν ἐπὶ συνδέσμους δράμῃ. οἷον τῇ τοῦ Λέοντος μοίρᾳ βʹ παράκειται ϛʹ, ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβʹ. τῇ γʹ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κʹ, ἅτινα σημαίνει ἔτη οεʹ· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγίστους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μειζόνων εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσοχρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἔστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον τάς τε ἡλιακὰς καὶ σεληνιακὰς μοίρας, μήποτε κατὰ σύνδεσμον συνδράμωσιν· οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχειρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περιτρέπουσι καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνιδίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισφαλεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλʼ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τούτου τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύνταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπʼ αὐτόν.

Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωγῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέμεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοίρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφορον τῶν ἐτῶν γενήσεται. ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζʹ παράκειται ἔτη ρδʹ, τῇ δὲ κηʹ μοίρᾳ ἔτη ζʹ· ἔσται οὖν πολλὴ διαφορὰ καὶ ἔστιν εἰκάσαι τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ βʹ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολὺν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν· ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἡλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ἠμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων ἐν τῷ θερινῷ κύκλῳ· πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς … τουτέστι τὰ Ϟαʹ ἢ οεʹ βιῶσαι. δεῖ γὰρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς Ϟαʹ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς οεʹ. εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ ἀντὶ καλῶν φήσει τινὰ ὑπὲρ τὰ Ϟʹ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, ὅτι διαψεύσεται βουλόμενος τὸ ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ μέρους ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ συνδραμεῖ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθήσει δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγονέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γʹ, προσκοπεῖν δεήσει καὶ τὸ τῆς βʹ ὥρας καὶ τὸ τῆς δʹ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γʹ, οἷον τὴν ζʹ ἢ ηʹ ἢ θʹ ιʹ ιαʹ ιβʹ — τεχνικὸς γὰρ οὗτος ὁ τόπος γενήσεται —, ἀλλὰ τὴν πλησίον· τῆς μέντοι γε ὑστέρας μοίρας τὸ ϛʹ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ βʹ προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ ἔτη ζʹ ιϛʹ ιεʹ ιδʹ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζʹ ιϛʹ ιεʹ ιδʹ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ τὸ ἀνάλογον. ἐκ παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα. ζʹ. Τῶν προκειμένων ἐφόδων εἰς τὸ βʹ ὄργανον ὑποδείγματα.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος ϛʹ Τραϊανοῦ Χοιὰκ αʹ εἰς τὴν βʹ ὥρα νυκτερινὴ ηʹ σύνοδος Τοξότῃ ηʹ λʹ. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζʹ ὧραι ιδʹ, αἵπερ εἰσὶν ἥμισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιεʹ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβʹ οʹ τῆς τοῦ Τοξότου μοίρας ηʹ, ὅπερ ἐστὶ ιβʹ, ὧν τὸ ἥμισυ γίγνεται ϛʹ· τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφίσας οὖν ὥρας θʹ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθʹ εὗρον τὰς πάσας τογʹ κʹ, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξʹ· λοιπαὶ ιγʹ κʹ. ταύτας ἔχων εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθʹ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϛʹ κεʹ· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθʹ ἄλλας ηʹ, ἃς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Ταύρου ζʹ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Ταύρου μοῖραν ζʹ καὶ εὗρον παρακείμενα κʹ· τὰ δὲ κʹ τῆς ἑξηκοντάδος ἐστὶ γʹ. λαμβάνω τοῦ μεγέθους τὸ γʹ οὕτως· ἐπεὶ τῇ κθʹ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ιϛʹ κδʹ, ταῦτα ποιῶ ἐπὶ τὸν ιβʹ καὶ γίγνονται ρϞϛʹ μηʹ· τούτων λαμβάνω τὸ γʹ, γίγνονται ἔτη ξεʹ ἥμισυ· τῷ ξεʹ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν ηʹ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἣν αἰτίαν ἐποιησάμην, ἐν τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.

Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζʹ Ἐπιφὶ κεʹ εἰς τὴν κϛʹ ὥρα νυκτερινὴ ϛʹ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζʹ μγʹ, Σελήνη Ἰχθύσι ιβʹ νβʹ, πανσέληνος Ἐπιφὶ κβʹ ὥρᾳ ἡμερινῇ ϛʹ Αἰγόκερῳ κʹ. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γʹ ὧραι ιβʹ, αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιεʹ, εʹ λʹ. τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κʹ, ὅπερ ἐστὶ ιβʹ κʹ, καὶ λοιπαὶ γίγνονται εʹ ιβʹ· τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας βʹ καὶ προσέθηκα τὸ μέρος ἐγκλίματος τζʹ, γίγνονται τμʹ νεʹ. ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθʹ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς ηʹ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζʹ. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζʹ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϛʹ, αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γʹ ιʹ· τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθʹ ἐτύγχανεν ιγʹ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβʹ, γίγνονται ρνϛʹ· εἶτα λαμβάνω τὸ γʹ καὶ τὸ ιʹ, γίγνονται ξηʹ· ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθʹ ἥμισυ ἔτει.

Ἄλλη. Ἔτος ιηʹ Ἀδριανοῦ Φαμενὼθ βʹ ὥρα ἡμερινὴ δʹ. Ἥλιος Ἰχθύσι θʹ μϛʹ, Σελήνη Αἰγόκερῳ θʹ μʹ, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δʹ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Ταύρῳ μοίρᾳ κθʹ. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθʹ μοίρᾳ τοῦ Ταύρου ιʹ, ὅπερ ἐστὶ τῆς ἑξηκοντάδος ϛʹ· τὸ δὲ μέγεθος ἦν τῆς κθʹ μοίρας τοῦ Ταύρου ιζʹ κζʹ. ταῦτα ἐπὶ τὸν ιβʹ γίγνεται σιʹ ἔγγιστα· τούτων τὸ ϛʹ λαμβάνω, γίνεται λεʹ· ἐτελεύτα τῷ λαʹ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα ἕκασται ἔτος τὸ δʹ ιϛʹ ιζʹ.

Ἄλλη. Ἔτος ιεʹ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κεʹ εἰς τὴν κϛʹ, ὥρα νυκτερινὴ θʹ ἔληγεν, κλίμα ϛʹ. Ἥλιος Τοξότῃ βʹ νβʹ, Σελήνη Τοξότῃ ϛʹ μηʹ, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα· πλήρης ἡ ὥρα ψηφισθεῖσα ἡ θʹ οὐ συνεφώνησεν, ἡ δὲ ηʹ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβʹ· μετὰ τῆς προσθήκης τῶν ηʹ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δʹ, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιεʹ. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γʹ μέγεθος ιεʹ· ταῦτα ἐπὶ τὸν ιβʹ γίγνονται ρπʹ, τούτων τὸ ιεʹ γίγνεται ιβʹ· ταῦτα ἔζησεν. ηʹ. Περὶ τῶν ἐχθρῶν τόπων καὶ ἀστέρων. περὶ κλιμακτηρικῶν τόπων πρὸς τὸ αʹ ὄργανον.

Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.

Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ καʹ ὁρίοις Ἀφροδίτης· διαμετρεῖ Αἰγόκερως ὅρια Ἄρεως· οὗτος ἦν Ταύρου μοίρᾳ κζʹ· ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδʹ ὁρίοις Κρόνου· ἡ δὲ ιδʹ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς οὐ γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφορον Σκορπίου Λέων, ἡ δὲ ιδʹ μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τόπους Ἡλίου ἀπεχθεῖν εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.

Ἄρης Ταύρου μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ ἐν Σκορπίῳ ὅρια Σελήνης. ἐχθρὸς δὲ αὑτοῦ οὐδεὶς γίγνεται· ζητῶ οὖν τὰς Λέοντος μοίρας κζʹ ἐν τῷ ἰσαναφόρῳ, οἵ εἰσι Δίδυμοι ὅρια Ἀφροδίτης. ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσανατόλοις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν δὲ λογίσηταί τις τὰς κζʹ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ· ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.

Ἀφροδίτη Σκορπίῳ μοίραις κζʹ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου κζʹ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζʹ, εἰσὶ δὲ Ἑρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ἑρμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαίους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται.

Πρῶτον εἰπεῖν χρὴ περὶ τῆς πήξεως τοῦ ὀργάνου, ἵνα κἂν βούληταί τις ἀποκατάγειν ἀπὸ χειρῶν ῥᾳδίως εὕρῃ τὴν σύστασιν. περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ὀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξʹ πολυπλασίασον ἐπὶ τὸ λʹ καὶ τὸ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας, ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξʹ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα βʹ ἢ βʹ δʹ· ἕως ϛʹ παραύξεται ἡ δυὰς καὶ γίγνονται ϛʹ, αἳ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβʹ. ἔπειτα λύει τὸν σύνδεσμον· κατὰ γὰρ ϛʹ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προστίθησιν οὖν τὸν ιδʹ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζʹ κϛʹ, τῶν ηʹ κηʹ, τῶν θʹ λʹ, καὶ ἐπειδὴ πεπλήρωται τὰ λʹ, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ιαʹ δʹ, τοῖς ιβʹ ϛʹ καὶ πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συνδέσμου, καὶ πάλιν προστίθεται τὰς ιδʹ ταῖς ϛʹ καὶ γίγνονται ἐπὶ τοῦ ιγʹ στίχου κʹ. οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν ιʹ τῷ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδʹ, ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὕτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακοστῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέθοδος ἥδε, ἧστινος ὑπόκειται ἑξῆς … Κανόνιον αʹ καὶ πλινθίονΖυγοῦ Σκορπίου Τοξότου μοῖραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι α Ἡλίου β ϛ α ιε Ἄρεως ιδ λθ ο Διός κϛ ξϛ ϛ β δ ιβ γ ιϛ μδ ε κη οβ ϛ γ ϛ ιη γ ιη μθ ο λ οζ δ η κα δ κ νε β β ε β ε ι λ γ ιε κβ ξ ϛ δ ιε γ ιε ϛ Ἄρεως ιβ λϛ ζ κδ ξε ο ϛ ιθ ε ζ κϛ οη ο η κα ια Κρό— κ να β η κη πδ ο ι κζ β νου κβ νϛ β θ λ πθ ια ιβ λε ζ κδ ξα γ ιε ι β ϛ ο ιδ λη ο κϛ ξϛ γ ια θ ια θ ιϛ μγ γ κη οα δ ιβ Διός ϛ ιζ α ιη μη ζ λ ϛ ϛ ιγ κ μθ ια β ε δ ιδ λε ζ ιε ιδ κβ ξδ ε ιε δ ι θ ιϛ μ ζ ιε ιε κδ ο ϛ ϛ ιϛ α ιη με η ιϛ Κρό— κϛ ογ η η κα ε Ἀφρο— κ ν θ ιζ νου κη πα γ ι κϛ θ δίτης κβ νε θ ιη λ πζ δ ιβ λβ ο κδ ξ ι ιθ Ἀφρο— ιδ μ ια κϛ ξε β η κ ι κ δίτης ιϛ μϛ θ κη οδ δ ι κε δ κα ιη να θ λ οθ ϛ ιβ λ ε κβ κ νζ ια β ε γ Ἡλίου ιδ λε ε κγ κβ ξβ ε ιε δ ι ϛ ιϛ μ ε ι κδ κδ ξη η ϛ ιε θ ιη με ε ιε κε η κβ δ Ἡλίου κ νβ ϛ β ε γ κϛ ι κη ε ιε κβ νζ ο δ ι δ κζ ιβ λγ ι κδ ξβ ο ϛ ιε α κη ιδ λθ ε κϛ ξβ ια η κ γ κθ ιϛ μθ ι ιε κη οβ ια ι κε β λ ιη ν δ λ οζ ζ ιβ λ β Αἰγόκερω Ὑδροχόου Ἰχθύων ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι μοῖραι η κ ϛ Ἑρμοῦ κ μ ι Ἀφρο— β ε α α ι κε α κβ νε ια δίτης δ ι θ β ιβ λ β κδ ξα ο ϛ ιϛ β γ ιδ λε α κϛ ξϛ β η κα ζ δ ιϛ μ α κη οα δ ι κζ ο ε ιη με ο λ οϛ ϛ ιβ λβ ϛ ι ϛ β ε ο Ἀφρο— ιδ λθ η Ἡλίου κϛ ο ζ ζ δ ι α δίτης ιϛ μ η κη οε ζ η ϛ ιε α ιη μϛ α λ π β θ η κ α Ἡλίου κ να δ Ἄρεως β πε ε ιε ι ι κε α κβ νϛ ζ δ ια ο ια ιβ λα α κδ ξα ι ϛ ιϛ ϛ ιε ιβ κϛ ξε β η ιθ γ κ νε δ ιγ κη ογ γ ι κε γ κβ ξα β ιδ λ οε δ ιβ λα α κδ ξϛ ι ιε β ο ο Ἄρεως ιδ λϛ ϛ Διός κϛ οβ η ιϛ δ ι α ιϛ μα θ κη οη β ιζ ϛ ιε α ιη μζ ι λ πα ϛ ιη κ η δ β ε γ ιδ λθ η ιθ κβ νε ε δ ι ϛ ιϛ με α κ κδ ξ ϛ ϛ ιε θ ιη να β κα κϛ ξε η Διός η κα ο Κρό— κ νζ ο κβ κη ο ε ι κϛ δ νου κβ ξβ ια κγ λ οε ε ιβ μ θ κδ ξη ια κδ ιδ λε θ Κρό— κϛ ξθ ο η κϛ ια κε ιϛ μ ϛ νου κη οδ δ ι κη ια κϛ ιη με η λ οθ η Ἑρμοῦ ιβ λδ ε κζ κ ν η β ε δ ιδ μ ε κη κβ νε θ δ ι η ιϛ νϛ η κθ κδ ξ ι ϛ ιϛ ϛ ιη νβ ζ λ Κριοῦ Ταύρου Διδύμων μοῖραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι α ιδ μα α κς πγ ϛ η κζ γ β ιϛ μζ α κη Ϟ β ι λδ α γ ιη νγ β λ Ϟζ ο ιβ μα ο δ Ἡλίου κ νθ γ Ἀφρο— β ϛ ϛ ιδ μζ ι ε κβ ξε ε δίτης δ ιγ γ ιϛ νδ ι ϛ κδ οα ζ ϛ ιθ ζ ιη ξα θ ιε ζ η κδ ο κ ξε ο β ϛ ι ιε η ι λ ο κβ οβ β δ ιγ θ θ ιβ λϛ α κδ οη ε ϛ κ η ι Ἀφρο— ιδ μβ β κϛ πδ δ η κζ ζ ια δίτης ιϛ μη δ κη Ϟβ γ ι λδ ϛ ιβ ιη νδ ϛ λ Ϟθ ο ιβ μα ε ιγ Ἑρμοῦ β ϛ α ιδ μϛ γ κϛ πθ η ιε ιδ δ ιβ β ιϛ νγ ο κη Ϟϛ η ιε γ ιη δ ιη νθ γ λ ργ η ιϛ η κδ ζ κ ξϛ θ β ϛ ια ιζ ι λ η κβ ογ δ δ ιγ ι ιη ιβ λζ θ κδ π ο ϛ κ θ ιθ Κρό— κϛ π ο η κϛ η κ ξθ α κ νου κη πζ ο ι λγ ε κβ ογ γ κα λ Ϟγ ϛ ιβ μα κδ πγ β κβ β γ ϛ ιδ μϛ ζ κϛ Ϟ α ιε κγ δ ιβ ϛ ιϛ νγ ε κη Ϟζ ο ιε κδ ϛ ιη ια ιη ξ ζ λ ρδ β κε Διός κ ξγ α β ϛ θ ιδ με η ιε κϛ κβ ξθ ν δ ιγ ϛ ιϛ νε ζ ιε κζ κδ οϛ β ϛ κ γ ιη ξβ ζ κη Ἄρεως κϛ πα θ η κζ α κ ξθ η κθ κη πθ ε ι λδ ο κβ οϛ ζ λ λ Ϟγ η ιβ μ ο κδ πγ ζ Καρκίνου Λέοντος Παρθένου ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι μοῖραι κ ξθ θ β ϛ ια Ἄρεως ιδ μϛ ε α κβ οϛ η δ ιγ ι ιϛ νγ η β κδ πγ η ϛ κ ε ιη νθ ο γ κϛ Ϟ θ Διός η κζ ζ κ ξϛ ο δ κη Ϟζ θ Ἄρεως ι λδ ϛ κβ οβ ϛ ε λ ρδ ι ιβ μα ε κδ οη ια ϛ ιδ μθ ο κϛ πθ ζ Ἡλίου η κϛ ϛ ιε ζ ιϛ νϛ ο κη Ϟϛ ϛ ι λβ ε η ιη ξγ ο λ ργ θ ιβ λθ γ θ κ ξθ ια Ἡλίου β ϛ ι Ἀφρο— ιδ με ζ ι κβ οϛ ϛ δ ιγ η δίτης ιϛ νβ ο ια κδ πη θ ε ϛ κ ϛ ιη ϛ γ ιε ιβ η κζ ια κ ξη δ β ιβ ε ιγ ι λδ ι ιε κβ οε δ δ ιθ ϛ ιε ιδ ιβ μα ι κδ πα η ϛ κε γ ιε ιδ μη θ Ἀφρο— κϛ πη ε Ἑρμοῦ η λα ζ ιϛ ιϛ νε θ δίτης κη Ϟε ο ι λη ια ιε ιζ ιη ξβ η λ ρα ζ ιβ πβ δ ιη β ϛ ια ιδ μζ δ κϛ πη ια ιθ δ ιγ γ ιϛ νδ ι κη ζ η κ ϛ κ ι ιη ξ η λ Ϟδ η κα η κζ ια Ἑρμοῦ κ ξγ δ β ϛ γ ιε κβ ι λδ ε κβ ογ ια δ ιθ ϛ κ κγ ιβ μα η κδ π ε ϛ ιη θ ζ κδ κϛ Ϟ α ιε η κϛ ε Κρόνου κ ξβ ε κε κη Ϟζ ϛ ι λγ ε κβ ξη ε κϛ λ ρδ ο ιβ μ δ κδ οδ δ ιε κζ β ϛ ια Κρόνου ιδ μϛ η κϛ π γ κη δ ιγ ι ιϛ νβ ια κη πϛ β κθ ϛ κ ι ιη νθ ι λ Ϟ λ Κανόνιον δεύτερον καὶ πλινθίονΖυγοῦ Σκορπίου Τοξότου μοῖραι ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες α ο κ α ο ιβ κ κδ κδ κ ξγ α β β μ η β ιδ μ μ δ κϛ μ ξθ ο γ ε ο ιε γ ιζ ο μη γ κθ ο οδ ια δ ζ κ κβ δ ιθ κ νγ θ α κ γ α ε θ μ κθ δ κδ μ νθ δ γ μ θ ο ϛ ιβ ο λϛ γ κδ ο ξε δ ϛ ο ιε δ ζ κδ κ ογ γ ϛ κ ιζ ια ιη κ μγ ια η κϛ μ π ο η μ κγ α κ μ να ο θ κθ ο πζ θ ια ο κθ η κγ ο νη η ι α κ δ ια ιγ κ λϛ ο κε κ ξδ ζ ια γ μ ια θ ιε μ μβ ζ κζ μ ξθ ε ιβ ϛ ο ιη ιβ ιη ο μη ια λ ο οϛ α ιγ ιη κ νε ι ο κ ο β ιβ κ λα ο ιδ κ μ ζβ ϛ β μ ζ γ ιδ μ λζ β ιε κγ ο ξθ θ ε ο ιγ ζ ιζ ο μγ α ιϛ κε κ οϛ η ζ κ ιθ η ιθ κ μθ ζ ιζ κζ μ πγ η θ μ κε ο κα μ νε ο ιη λ ο Ϟ θ ιβ ο λβ θ κδ ο ξ α ιθ ιθ κ λζ δ κδ κ ξδ η ϛ κ ιγ ο κ ιδ μ μδ ια κϛ μ οβ ι η μ κα ια κα ιζ ο να ϛ κθ ο οθ ϛ ια ο κζ ι κβ ιθ κ νη α α κ γ ι ιγ κ λγ η κγ κα μ ξε ϛ γ μ θ η ιε μ λθ γ κδ κδ ο οβ γ ϛ ο ιε α ιη ο μϛ δ κε ϛ κ ιθ ια ιη κ μη α ο κ ο ι κϛ η μ κϛ ο κ μ νδ α β μ ϛ η κζ ια ο λγ ο κγ ο ξ ια ε ο ιβ ζ κη ιγ κ μ ϛ κε κ ξε ια ζ κ ιη δ κθ ιε μ μζ ια κζ μ οα ο θ μ κδ β λ ιη ο νδ δ λ ο οη ιβ ο λβ ο Αἰγόκερω Ὑδροχόου Ἰχθύων ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες μοῖραι ϛ κ οϛ ζ ιη κ μγ ζ ο κ ο ια α η μ κα θ κ μ νβ ζ β μ ϛ ι β ια ο κζ ϛ κγ ο νη ϛ ε ο ιγ θ γ ιγ κ λγ ϛ κε κ ξδ ϛ ζ κ ιθ θ δ ιε μ μ ϛ κζ μ ο ϛ θ μ κϛ λ ε ιη ο με ο λ ο οϛ ε ιβ ο λβ ϛ ϛ ο κ ο ια ιβ κ λα β κδ κ ξϛ ζ ζ β μ ϛ γ ιδ μ λζ β κϛ μ οβ ζ η ε ο ιγ ια ιζ ο μβ ια κθ ο οε ο θ ζ κ ιη ζ ιθ κ μθ ζ α κ γ ια ι θ μ κδ ζ κα μ νε ζ γ μ θ ια ια ιβ ο λ ια κδ ο ξε ια ϛ ο ιϛ ϛ ιβ κα κ ξα γ ϛ κ ιϛ θ ιη κ μη α ιγ κϛ μ ξϛ β η μ κβ ϛ κ μ νζ γ ιδ κθ ο οβ γ ια ο κη ϛ κγ ο ξδ β ιε λ κ γ ϛ ιγ κ λε ϛ κε κ ο γ ιϛ γ μ θ θ ιε μ μ θ κζ μ οζ δ ιζ ϛ ο ιε ο ιη ο μζ ϛ λ ο πδ δ ιη ιη κ μϛ ι ο κ ο ια ιβ κ λε α ιθ κ μ νβ ια β μ ϛ α ιδ μ μα ϛ κ κγ ο νη α ε ο ια β ιζ ο μη β κα κε κ ξβ β ζ κ ιθ ϛ ιθ κ νε α κβ κζ μ ο ϛ θ μ κε θ κα μ ξδ ια κγ λ ο οη η ιδ ο λα γ κδ ο ξη ια κδ ιβ κ λα ϛ κδ κ ξδ α ϛ κ ιη β κε ιδ μ λζ θ κθ μ ο θ η μ κε ο κϛ ιζ ο μγ ϛ κϛ ο οϛ η ια ο λα ια κζ ιθ κ μθ η λ κ γ ο ιγ κ λη δ κη κα μ νδ θ γ μ θ θ ιε μ με η κθ κδ ο ξ ια ϛ ο κ ο ιη ο νβ η λ Κριοῦ Ταύρου Διδύμων μοῖραι ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες α ιβ κ λϛ α κδ κ οη β ϛ κ κα ζ β ιδ μ μβ β κϛ μ πε ια η μ κθ ϛ γ ιζ ο να δ κθ ο Ϟγ η ια ο λϛ η δ ιθ κ νζ ε α κ δ δ ιγ κ με α ε κα μ ξδ ϛ γ μ ια ια ιε μ νε α ϛ κδ ο οα ζ ϛ ο ιθ ζ ιη ο ξα η ζ ϛ κ ιη γ ιη κ νθ ζ ο κ α β η η μ κϛ ο κ μ ξζ θ β μ η ϛ θ ια ο λγ ε κγ ο οϛ ι ε ο ιδ γ ι ιγ κ λθ ϛ κε κ πγ δ ζ κ κη γ ια ιε μ μζ θ κζ μ Ϟα β θ μ λγ δ ιβ ιη ο νδ ϛ λ ο Ϟθ ϛ— γ — ιβ ο μα ε ιγ ο κ α γ ιβ κ μ θ κδ κ πδ η ιδ β μ η δ ιδ μ μη ζ κϛ μ Ϟβ β ιε ε ο ιε θ ιζ ο νϛ ε κθ ο ρ γ ιϛ ζ κ κ γ ιθ κ ξδ β α κ δ ζ ιζ θ μ κε δ κα μ οβ α γ μ ιβ η ιη β ο κζ η κδ ο π β ϛ ο κ θ ιθ κδ κ οε ζ ϛ κ κα β ιη κ ξγ ϛ κ κϛ μ πβ ϛ η μ κζ ια κ μ οα η κα κθ ο Ϟ ε ια ο λζ δ κγ ο οθ θ κβ α κ δ δ ιγ κ μδ η κε κ πα θ κγ γ μ ια δ ιε μ νβ η κζ μ Ϟϛ α κδ ϛ ο ιη γ ιη ο ξ ζ λ ο ρδ β κε ιη κ νη γ ο κ α α ιβ κ μβ θ κϛ κ μ ξε β β μ θ θ ιδ μ να α κζ κγ ο ογ β ε ο ιϛ δ ιζ ο νθ β κη κε κ π α ζ κ κδ ι ιθ κ ξζ δ κθ κζ μ πη α θ μ λβ ε κα μ οε ϛ λ λ ο Ϟϛ ο ιβ ο μ ε κδ ο πβ η Καρκίνου Λέοντος Παρθένου ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες μοῖραι ιη κ ια ο κ α β ιβ κ μα α α κ μ α β μ θ β ιδ μ μη ζ β κγ ο γ ε ο ιζ β ιζ ο νϛ α γ κε κ δ ζ κ κε γ ιθ κ ξγ ι δ κζ μ η θ μ λγ θ κα μ οα δ ε λ ο ια ιβ ο μα δ κδ ο οη ια ϛ ιβ κ α κδ κ πγ ι ο κ κ θ ζ ιδ μ δ κϛ μ Ϟα ι η μ κη δ η ιζ ο α κθ ο Ϟθ ζ ια ο λε ια θ ιθ κ ζ α κ δ ζ ιγ κ μγ β ι κα μ θ γ μ ιβ ζ ιε μ ν ια ια κδ ο β ϛ ο κ ϛ ιη ο νη δ ιβ γ κ ια ιη κ ξβ η ο κ α α ιγ η μ γ κ μ ο ϛ β μ η ζ ιδ ιδ ο β κγ ο οζ α ε ο ιϛ α ιε ιγ κ ϛ κε κ πε β ζ κ κγ ϛ ιϛ ιε μ ζ κζ μ Ϟγ ια θ μ λ ζ ιζ ιη ο ια λ ο ρα η ιβ ο λη ζ ιη ο κ ζ ιβ κ μα θ κδ κ οζ γ ιθ β μ α ιδ μ μθ ϛ κϛ μ πδ ι κ ε ο δ ιζ ο νζ α κθ ο Ϟα ζ κα ζ κ δ ιθ κ ξε ια α κ δ ι κβ θ μ β κα μ οβ ϛ γ μ ια θ κγ ιβ ο α κδ ο π ϛ ϛ ο ιη θ κδ κδ κ δ ϛ κ κα ϛ ιη κ νζ β κε κϛ μ γ η μ κη ια κ μ ξδ γ κϛ κθ ο δ ια ο λϛ ια κγ ο οα δ κζ α κ ζ ιγ κ ογ δ κε κ ον δ κη γ μ η ιε μ πδ δ κζ μ πδ δ κθ ϛ ο θ ιη ο Ϟϛ ϛ λ ο Ϟϛ ϛ λ