Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ἕβδομον.Προοίμιον.
Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα· ποικίλως γὰρ καὶ ἀκολούθως τὰς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθʼ ἡμῶν οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφʼ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. καὶ καθάπερ ἂν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθών τις μετὰ πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος καί τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθʼ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὓς ὁρκίζω Ἡλίου μὲν ἱερὸν κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἐν ἀποκρύφοις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἢ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῷ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία. αʹ. Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον.
Ἐπεὶ οὖν ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἀναφορῶν ἐδηλώσαμεν, ὡς δύναμιν ἔχουσι περὶ τὰς τῶν χρόνων αἱρέσεις, ἀναγκαῖον καὶ νῦν ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς τῶν ἀστέρων ἐκτεθέντων σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην, πῶς ἐσχημάτισται ἢ ὑπὸ τίνων μαρτυρεῖται καὶ εἰ ἀνατολικὸς ἢ δυτικὸς καὶ εἰ οἰκεῖον σχῆμα ἢ ἀλλότριον τῆς αἱρέσεως κέκτηται, τόν τε τούτου ἐπίκοινον καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον συνορᾶν, ὁμοίως δὲ καὶ τὸ μέγεθος τῆς γενέσεως.
Ἐὰν γάρ πως ἐπίκεντρος ἢ χρηματίζων εὑρεθῇ ὁ οἰκοδεσπότης, αὐτὸς ἄρξει τῶν χρόνων, εἶτα ἑξῆς οἱ μετʼ αὐτόν. ἐὰν δὲ ἐν τῷ αὐτῷ ζῳδίῳ ὦσι, κατὰ τὰς μοίρας λογιστέον, ἐπεί τοι γε οἱ ἀνατολικώτεροι … . προηγουμένως δὲ συνορᾶν χρὴ τὸ ὡροσκοπικὸν κέντρον τόν τε τούτου οἰκοδεσπότην ὅπως ἐσχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρὼν ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα· εἰ δὲ ὑπὸ δύσιν τύχῃ ἢ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφορὰν ἢ τὴν ἐφʼ οὗ πάρεστιν ἢ τὴν οὗ τὸ ζῴδιόν ἐστιν περίοδον τελέσας ἀπολείπει τοὺς χρόνους· ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ ὁ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων· ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέντοι ὁ ἀνατολικώτερος ἢ οἰκειούμενος τῷ ζῳδίῳ. ὅμοια δὲ ἀποτελέσματα ἔκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προανηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ ζῳδίου μέρος κατὰ τὰς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων ἀριθμῶν καὶ ἀναφορῶν.
Μετὰ δὲ τὸ ὡροσκοπικὸν κέντρον θεωρεῖν δεῖ τὸ μεσουράνημα ὁμοίως καὶ τὸν τούτου κύριον συγκρίνειν καὶ ἑξῆς τὸ δῦνον, μεθʼ ὃ τὸ ὑπόγειον. ἐὰν δέ πως ἐπὶ τῶν κέντρων μὴ εὑρεθῶσι, τὴν ἐπὶ τῶν ἀναφορῶν ἡγεμονίαν σκοπητέον· ἐὰν δὲ μηδὲ οὕτως τύχωσιν οἱ ἀστέρες ἐπιπαρόντες, τοὺς ἐν τοῖς ἀποκλίμασι συνορᾶν χρή· εἰ γὰρ καὶ μὴ τοσαύτην δύναμιν κέκτηνται πρός τε τὰς πράξεις καὶ τοὺς τελείους χρόνους, πλὴν ἐνεργήσουσιν. ἀναγκαῖον δὲ καὶ τὴν τῆς Σελήνης συναφὴν ἢ ἐπιμαρτυρίαν καὶ τὸν τοῦ ζῳδίου κύριον συνθεωρεῖν· ἐὰν γάρ πως ἐπίκεντρος εὑρεθῇ αἱρέσεως σχῆμα ἔχων, οὗτος ἄρξει τῶν πρώτων χρόνων, μεθʼ ὃν οἱ ἐπικεντρότεροι ἢ φάσιν πεποιημένοι· οἱ μέντοι ἀνατολικώτεροι τῶν ἀπεράτων διοίσουσι.
Τούτων οὕτως κατʼ ἐξέτασιν ἠκριβωμένων λοιπὸν ἐνταῦθα ἀναγκαῖον προειδέναι τὴν καθολικὴν ὑπόστασιν τῆς γενέσεως, καὶ εἰς ποῖον μέγεθος ἢ ἐλάττωμα καταντᾷ, τούς τε βλάπτοντας καὶ ὠφελοῦντας ἀστέρας καὶ τίς τίνος τόπου ἢ εἴδους τὴν κυρίαν κεκλήρωται, οἷον πράξεως δόξης γυναικὸς τέκνων πατρὸς μητρὸς ἀδελφῶν καὶ τῶν λοιπῶν τῶν περὶ τὸ σῶμα καὶ ψυχὴν καὶ τὸν βίον ἀνηκόντων, ὧν ἐν τοῖς ἐπιμερισμοῖς πρόδηλα τὰ ἀποτελέσματα γίνεται.
Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολλάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους· κἂν ὁμόσε δὲ τύχωσιν ἐν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἢ ἐπαναφερόμενοι, τὰς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ τῆς περιόδου πλείων, τὴν ἀναφορὰν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν αἱ περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τὸ τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφορὰν μεριοῦσιν. … ἀλλὰ οἱ λόγον πρὸς τὸ μερίσαν ἔχοντες ζῴδιον· οἱ γὰρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ. Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως ἐν τοῖς ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τὰς ἑαυτῶν ἀναφορὰς οὔτε τὰς περιόδους τελείας μερίζουσι.
Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης παρεκτικοί· ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιοὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληθῶς κακοποιούς· ἀλλεπαλλήλοις γὰρ κακοῖς περιτρέπουσι, κἂν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τὰ περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ τὸ σῶμα καὶ ὀρεκτικοὺς περὶ τὰς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τὰς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικοὺς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γὰρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ τὸ ἀλλοτρίων ἐπιθυμεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρετικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρησμούς, ἀφορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ σχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας· τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύλλητον γίνεται.
Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς καταβολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικώτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεβαιότεροι πρὸς ἀποτέλεσμα οἱ ἐν οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. τὸ μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως· ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἕκαστος ἀστὴρ συντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.
βʹ. Ἀγωγὴ δευτέρα περὶ χρόνων διαιρέσεως πρὸς τὰς τῶν ζῳδίων ἀναφορὰς καὶ τὰς τῶν ἀστέρων περιόδους.
Τῶν μὲν οὖν καθολικῶν χρόνων κατὰ σύγκρισιν προκειμένων λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτικῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μὴ παρέργως μηδεμιᾷ αἱρέσει χρησαμένους ἀποφαίνεσθαι. πολλάκις γὰρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε … ἐσήμανεν — ὅπερ καὶ γενήσεται, ἐὰν μόνη τῶν χρόνων κυριεύσῃ· ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφία κατὰ τὴν γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέχρις ἂν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφίαν καὶ δοκῶν ἀπολείπειν τοὺς χρόνους … συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τὰς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη.
Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἷον ὑποδείγματος χάριν Ἥλιος Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγʹ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾧ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀφροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγʹ ἔτη. καὶ τῷ μὲν κζʹ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λʹ ἔτει καὶ τῷ μʹ σωματικὰ πάθη περὶ τὰς ὄψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κεʹ καὶ Ἄρεως ἐναντιουμένου ιεʹ. καὶ ἕως μὲν μβʹ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αἰγόκερω ἀναφορὰ ἐχρημάτισεν, ἐν οἷς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδραμοῦσα τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ.
Ἄλλη. Ἥλιος Ἀφροδίτη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἑρμῆς Παρθένῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Ζυγῷ· κλίμα γʹ. τῷ λθʹ ἔτει ἐφυγαδεύθη. τοῦ Κριοῦ ἀναφορὰ κʹ· ἐκεῖ Κρόνος, καὶ Ἡλίου διαμετροῦντος ιθʹ· ἠναντιώθησαν γὰρ ἀμφότεροι τοῖς ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως — ἔστι γὰρ ἀδελφός — παρεφυλάξαμεν τὸ λθʹ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τοὺς χρόνους, καίτοι ἐν διαφόροις κλίμασι γεννηθέντων.
Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Λέοντι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Σκορπίῳ· κλίμα βʹ. τῷ λδʹ ἔτει γυναικὸς θάνατος, τοῖς Λέοντος ιθʹ καὶ Σκορπίου ιεʹ ἢ αὐτοῦ τοῦ Ἄρεως· ἀμφότεροι δὲ οἱ κακοποιοὶ ἐμπεριέσχον τὴν Ἀφροδίτην. τῷ δὲ λϛʹ ἔτει διὰ τὴν αἰτίαν τοῦ θανάτου τῆς γυναικὸς ὡς ἐπιβουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϛʹ ἔτη ἀναφορὰ Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀφροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρωποτέρα χρονογραφία γίνεσθαι τῷ λζʹ ἔτει, Διὸς ιβʹ καὶ Σελήνης κατὰ διάμετρον κεʹ. πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλʼ ἃς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι.
Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. τῷ ιθʹ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ὀφθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αὐτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλίου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κʹ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν Διδύμων τὰ κʹ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε· καὶ ἡ Παρθένος τὰ κʹ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβʹ καὶ τῆς κατὰ τετράγωνον Ἀφροδίτης ηʹ γίνεται κʹ. πρὸς πολλοὺς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἢ μαρτυροῦντες ἥττονες εἰς τὸ εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλʼ ὅμως σθένουσι, καὶ μάλισθʼ ὅταν καθὼς προείπομεν συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἐν ἀποκλίμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἐν ἰσαναφόροις ζῳδίοις ἢ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ μάλισθʼ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα τὰ ζῴδια εὑρεθῇ.
Ἄλλη. Ἥλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλίμα γʹ. ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ ληʹ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ Ταύρου κγʹ καὶ Ἄρεως περίοδος ιεʹ, γίνονται ληʹ, ἀλλὰ καὶ ἑξάγωνος πλευρὰ Κρόνου καὶ Ἀφροδίτης ληʹ. ἀπὸ μὲν οὖν τοῦ λζʹ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κεʹ ἐδήλου καὶ Τοξότης τὰ ιβʹ· γίνονται λζʹ, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κεʹ καὶ Ζεὺς ιβʹ, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ δὲ λθʹ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κʹ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθʹ, καθυπερτερηθεὶς δὲ ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος· Διδύμων ἀναφορὰ κηʹ καὶ Τοξότου ιβʹ· γίνονται μʹ· γέγονεν οὖν καὶ ἐν τούτοις τοῖς χρόνοις ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναικὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν διʼ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὑποφαίνεσθαι, οὐ παντελὴς μείωσις οὐδʼ ἀδοξία παρακολουθήσεται· προϋποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, διʼ ὧν ὁ γενόμενος εὐπαρηγόρητος καθίσταται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κακοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατʼ ὀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαίρεσις κατασκευάζεται. ἐὰν δέ πως οἱ ἐν τριγώνοις ἢ ἑξαγώνοις ἢ καθʼ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, ἐν δὲ τῷ ἑξῆς χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὐτοῖς πράγμασιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις χρηματίσῃ.
Ἄλλη. Ἥλιος Κρόνος Ζεὺς Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ· κλίμα αʹ. τῷ ξθʹ ἔτει ἡγεμονίας κατηξιώθη καὶ ἐπίφοβος καὶ εὐφαντασίωτος γενόμενος καὶ ὑπὸ πολλῶν μακαρισθεὶς διεφθονήθη καὶ θορύβοις ὀχλικοῖς καὶ ταραχαῖς περιπεσὼν ἀτέλεστον τὴν ἀρχὴν ἐκτήσατο, ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γὰρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ ληʹ κʹ καὶ ἡ τοῦ Καρκίνου λαʹ μʹ· γίνονται ξθʹ· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται ξθʹ καὶ πάλιν Παρθένου ληʹ κʹ, Διὸς ιβʹ, Ἡλίου ιθʹ γίνονται ξθʹ. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ σχηματογραφίαν τὸ ἴδιον ἀπετέλεσεν.
Ὅτι δὲ οἱ πλείους τῶν ἀστέρων ἢ καὶ πάντες κατὰ τὸν αὐτὸν χρόνον δύνανται ἐνεργεῖν πρὸς τὰ ἀποτελέσματα, ἐκ τούτων ἔστι συνιδεῖν. εὑρίσκομεν ἐν τῷ κοσμικῷ καταστήματι τῆς γῆς κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οἷον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ οὐδʼ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμένης ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολακότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιπον τοῖς ἀνθρώποις. ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατʼ ἀρχὰς μὲν ἡδέως φέρονται ὀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον τὴν κτῆσιν ἔχοντες — ἡ γὰρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν αὐτοῖς περιτίθησιν —, ἐπὰν δὲ δίκαις καὶ μόχθοις καὶ ἐναντιώμασι περιπέσωσιν, αἱροῦνται οὐ μόνον τῆς κενοδόξου κληρονομίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ ὧν ἡδέως ἐκέκτηντο διὰ τὸν φθόνον καὶ τὴν μέριμναν, τὸν αὐτὸν τρόπον καὶ οἱ πολλαῖς ὕλαις συνταγμάτων ἐνδιατρίψαντες πολυχρονίαν νόσον μὴ θεραπεύσαντες προσαπώλεσαν καὶ τὸν νοῦν καὶ τὴν προϋπάρχουσαν παιδείαν καὶ τὴν πρᾶξιν. ἐγὼ δὲ εἰ καὶ φαντασίᾳ λόγων ἢ πλήθει βίβλων οὐ περιπεφρούρημαι, ἀλλʼ οὖν γε τῇ συντομίᾳ καὶ ἀληθείᾳ συγκεκόσμημαι· ὥστε τοὺς κληρονόμους ἄτερ δίκης καὶ φθόνου καρπώσασθαι, ἐφʼ ὅσον χρόνον διαμένουσι, τοὺς μὲν προσιόντας μετὰ πόνου καὶ ἀκριβείας πολλὰ τῶν ἀποτελεσμάτων, τοὺς δὲ ἀκροθιγῶς ἢ ἀκολάστως ὀλίγα, πλὴν περισσότερα καὶ μείζονα τῶν διὰ μοχθηρίας καὶ πολυχρονιότητος ἑτέραις αἱρέσεσιν ἐσχολακότων. ἐπεὶ οὖν αὐτὸς θησαυροῦ μηνυτὴς ἐγενόμην καὶ οὐ μόνον τοὺς παραφυλάσσοντας τόπους ἐμήνυσα, ἀλλὰ καί τινα τῶν ἀποκειμένων ἐφώτισα, συνεπινοεῖν δεῖ καὶ τοῦς ἐντυγχάνοντας, ὅπως κατὰ βάθους ὀρύττοντες τὰ μυστικῶς κατακεχωσμένα ἀνεύρωσιν. δεῖ μέντοι καὶ τὸν ἀπογραψάμενον τῇ ἐμῇ αἱρέσει προγινώσκειν τὸ ἴδιον διάθεμα ὁποίαν δὴ ὑπόστασιν κέκτηται, καὶ κατὰ τοὺς πρακτικοὺς χρόνους ἐπιβάλλεσθαι τοῖς ἀποτελέσμασιν, ἵνα καὶ ὠφελείας ἢ μαρτυρίας τύχῃ· ἐὰν δὲ κακοποιοῖς χρόνοις ἐπιβάληται, ἀποτυχὼν διʼ ἄγνοιαν ἢ παραλιπών τινα τόπον μέμψεται τὴν ἀγωγήν. ἀλλʼ ὅμως, ἐὰν μετὰ ἀκριβείας τις ζητῇ, οὐ διαψευσθήσεται τῆς δωρεᾶς ἢ καὶ τοσαύτης τιμῆς καταξιωθήσεται, ὅσην οἱ τῶν καιροφίλων τις ἐδήλου κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ταῦτα δὲ ἐν τοῖς ἐμαυτοῦ πεπειρακὼς ἐδήλωσα· ὥστε οὐ δεῖ μέμφεσθαι τοὺς χρόνους οὔτε ἐμαυτῷ οὔτε τῇ προγνώσει, ἀλλὰ καταμαθόντα τὸ μέγεθος τῆς ἑαυτοῦ γενέσεως συστρατεύεσθαι τοῖς καιροῖς γενναίως καὶ ἀλύπως — οὐδὲν γὰρ ἀνύει μοχθηρῶς διάγων καὶ ἑτέρων τύχαις ἐξισοῦσθαι βουλόμενος ἑαυτόν —, ἔχειν δὲ κατὰ νοῦν τὸ τοιοῦτον· ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος· ὡς ἕψομαί γʼ ἄοκνος. ἂν δὲ μὴ θέλω, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι καὶ τό·
γινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ καί·
μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.γʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον.
Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστάμενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀφθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ᾐνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐφθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἂν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς ἠδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εὗρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γὰρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφήσω. ἡ γὰρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν. ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.
Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἱ μὲν οὖν θανατικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρόνων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅρων συνεστώτων τῶν χρόνων, ἐλαχίστου μέσου καὶ μεγίστου, τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τὰς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφορὰς τῶν ζῳδίων, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς, κατὰ τοὺς ἐπικέντρους καὶ ἀνατολικοὺς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εἶτα μῆνας εἶτα τὰς περιόδους. ἐπὶ μὲν γὰρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφορὰς μερίζειν, ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ, Ἄρης Τοξότῃ, Ἑρμῆς Αἰγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα ϛʹ. οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εἶναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι. ἐλογισάμην οὖν κατά τε τὰς περιόδους καὶ τὰς ἀναφορὰς πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας ηʹ καὶ ὥρας ηʹ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος ϛʹ ὥρας γʹ, καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζʹ, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κριῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας ιεʹ· γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι ηʹ καὶ ὧραι ρκγʹ, αἵ εἰσιν ἡμέραι εʹ ὧραι γʹ· γίνονται αἱ πᾶσαι ἡμέραι ιγʹ ὧραι γʹ· ἔζησεν ἡμέρας ιγʹ ὥρας γʹ.
Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Ὑδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ, κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λέοντι. ὁ τούτου κύριος Καρκίνῳ τὰς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξϛʹ καὶ ιεʹ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κεʹ· γίνονται μῆνες ρϛʹ, οἵ εἰσιν ἔτη ηʹ μῆνες ιʹ. Ταύτας προεθέμην τὰς γενέσεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ταύρῳ, Κρόνος Τοξότῃ, Ζεὺς Κριῷ, Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη ὡροσκόπος Ἰχθύσι, κλίμα ϛʹ, κλῆρος τύχης Διδύμοις. ἔλαβον Ἑρμοῦ μῆνας οϛʹ, καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Ὑδροχόου τὴν ἀναφοφορὰν μῆνας κγʹ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας λγʹ· γίνονται οἱ πάντες μῆνες ρλβʹ, ἃ γίνεται ἔτη ιαʹ· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβʹ λαμβάνοντες εὑρήσομεν.
Συμμερίζουσι δὲ οἱ ἀστέρες ἀλλήλοις οἰκείως κείμενοι καὶ τῆς αἱρέσεως ὄντες. οἷον Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ἄρης Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότῃ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ϛʹ, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου ὁ κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ· ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξότου ἔτη λγʹ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβʹ· γίνεται ἔτη μεʹ. τούτῳ οὖν τρίγωνος Κρόνος ὑπάρχων συνεμέρισε τῆς ἰδίας περιόδου μῆνας νζʹ· γίνεται ἔτη ἔγγιστα νʹ· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας ληʹ καὶ ἡλίου μῆνας ιθʹ, τοσούτους μῆνας συνάξει.
Αὗται αἱ γενέσεις δεδοκιμασμέναι ἐξ αὐτοψίας πρόκεινται. εἰ δέ τις ἐξ ἀκοῆς θέλει δοκιμάζειν λαβὼν γένεσιν, διαψευσθήσεται τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ· ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματίζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου. δʹ. Ἀγωγὴ λεπτομερεστέρα καὶ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὰς ἀναφορὰς καὶ τὰς περιόδους τῶν ἀστέρων.
Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον· καὶ προκειμένου πλατικῶς τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὲ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδαλούργημα τὴν μὲν εὐθεῖαν στιγμὴν ἔχει, τὸν δὲ ἦχον ἐπὶ πολὺ κατασκευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ὀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ἐξ ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἱ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν ἐν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἱ πρὸς τὸν κλῆρον τῆς τύχης· τὰ γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα αʹ. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβʹ· ἔλαβον τὴν ἀναφορὰν τοῦ Ζυγοῦ ληʹ κʹ, ἅ ἐστιν ἔτη ληʹ μῆνες δʹ, καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες ληʹ, οἵ εἰσιν ἔτη γʹ μῆνες βʹ. γίνονται ὁμοῦ ἔτη μαʹ μῆνες ϛʹ· τούτῳ τῷ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ μδʹ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τοὺς Ἀφροδίτης μῆνας ηʹ διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιεʹ· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν χρόνον· Λέοντος ἀναφορὰ λεʹ καὶ Κρόνου μῆνες νζʹ καὶ Ἀφροδίτης μῆνες ηʹ καὶ Σελήνης μῆνες κεʹ καὶ Λέοντος μῆνες ιθʹ· γίνεται ὁμοῦ ἔτη μδʹ μὴν αʹ. ὥστε ἐφʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή· ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ τὸ λεπτομερέστατον τοῦ χρόνου τὸ ἀποτέλεσμα καταντήσῃ· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως· δυσεκλύτοις γὰρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν· οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφόμενοι τοὺς θεοὺς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαρτυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῷ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον· ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ᾖ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γὰρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.
Σημαίνεσθαι δεῖ τὰς ἀρχὰς καὶ τὰ πέρατα τῶν χρόνων, καθʼ οὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους· ἐν τούτοις γὰρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἔστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἢ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἢ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν· καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις ὑπομιμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γὰρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι· γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τὸ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον, εἴδησιν μεγίστην ἀναδέξονται.
Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπόζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκʹ ἐτῶν κεκτημένος τὰ ξʹ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθʹ, καὶ γίνεται οθʹ, ὧν τὸ ἥμισυ γίνεται λθʹ μῆνες ϛʹ, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρηʹ νδʹ καὶ ἐλάχιστα κεʹ, καὶ γίνονται ὁμοῦ οθʹ, ὧν τὸ ἥμισυ λθʹ μῆνες ϛʹ· ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϛʹ καὶ τὰ ἐλάχιστα ιεʹ, καὶ γίνονται παʹ, ὧν τὸ ἥμισυ μʹ ἔτη καὶ μῆνες ϛʹ. Ἀφροδίτη τὰ τέλεια πδʹ καὶ τὰ ἐλάχιστα ηʹ, γίνονται Ϟβʹ, ὧν τὸ ἥμισυ μϛʹ. Ἑρμῆς τὰ μέγιστα οϛʹ καὶ τὰ ἐλάχιστα κʹ, γίνονται Ϟϛʹ, ὧν τὸ ἥμισυ γίνονται μηʹ. Ζεὺς τὰ μέγιστα οθʹ καὶ τὰ ἐλάχιστα ιβʹ γίνονται Ϟαʹ, ὧν τὸ ἥμισυ γίνονται μεʹ μῆνες ϛʹ. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν. εʹ. Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὸ ἥμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Μετὰ πολλῆς μὲν οὖν κακοπαθείας καὶ ζητήσεως εὑρόντες τὰς αἱρέσεις καὶ ἐπιδιακρίναντες ἐκ τῶν γενέσεων προεθέμεθα. ὑποτάξομεν δέ, καθὼς ὁ βασιλεὺς καὶ Πετόσιρις ᾐνίξαντο περὶ χρόνων ἐμπράκτων τε καὶ ἀπράκτων. εἰ δέ πως δόξει τοῖς ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρεσιν, τὰ τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυσικῆς ἐνεργείας ἀποθαυμάσειεν. τὸ γὰρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπὰς ἀγωγὰς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, διʼ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γὰρ εἷς ἤτοι ἀγαθὸν ἢ φαῦλον ἀποτελεῖ κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαίνοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γὰρ ἐπὶ γενέσεως καθʼ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμονίαν, περίκτησιν βίου, θάνατον· καὶ τινὰς μὲν περὶ τὸ σῶμα κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυναῖκα καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δʼ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεως, ὁμοίως δὲ καὶ τὸ φαῦλον ὑπὸ τῆς τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀφύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακοποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νηπίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρηματίζοντας καὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἐπιθεωροῦντας τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γένεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκοπεῖν δεήσει, ἐφʼ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ, κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν.
Φησὶν οὖν ὁ βασιλεύς· ἐπὰν τῆς χρονογραφίας ὑπὸ ὄψιν ἐκτεθείσης — τουτέστι τῆς γενέσεως — χρηματίσωσιν ὁποῖοι ἂν τύχωσι, πρὸς πάντας λέγε τοὺς ἀστέρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρτυρήσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχῃ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν ἀρίθμιον τόπον ἐπίσχῃ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφʼ ἑτέρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνους κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθοποιοὶ προσόντες ἢ καὶ ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχῃ, δόξης δηλωτικὸς ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσεται — τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἢ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακοποιός, ἐν τοῖς τῶν ἀγαθοποιῶν χρόνοις καὶ τὸ κακὸν ἐπιτελεσθήσεται. συμπαραλαμβανομένου δὲ καὶ συμψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος χρόνου, ὅσοι ἂν ὦσι συμπεραιούμενοι, πρὸς τὰ τέλη τῶν περιόδων ἢ τῶν ἀναφορῶν τὰ ἀποτελέσματα λέγειν γίνεσθαι. πᾶς μὲν οὖν ἀστὴρ ἐπίκεντρος ὑπάρχων τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι — περὶ τούτου καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν —, ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν — τοῦτον δὲ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν.
Ἄλλως δὲ πάλιν ὑπόθου τὴν Σελήνην ἐπικρατεῖν τῷ προκειμένῳ τόπῳ, ἐπιπαρεῖναι δὲ τούτῳ τὸν τοῦ Κρόνου, ὡροσκοπεῖν δὲ τὸν τῆς Σελήνης τόπον, ὅπου ὁ τοῦ Κρόνου τέτευχεν ἐπιπροσών. ὁ μὲν οὖν ὁλοτελὴς τοῦ Κρόνου χρόνος ἔχει τὰ λʹ ἔτη πλήρη, ὁ δὲ τῆς Σελήνης λαʹ μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δήποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομένου ζῳδίου, ἐφʼ ὃν καὶ τὴν συναφὴν ποιήσεται, μαρτυρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἢ καὶ αὐτῆς τῆς Σελήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδίου χρόνους, ἐφʼ οὗ ὁ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρεως ἐπισυνθέντας, τούτους ἀνωμαλήσει ἢ καὶ ἐν ξενιτείαις ἔσται· ἐν δὲ τοῖς αὐτοῖς χρόνοις σινῶν καὶ τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ἡ Σελήνη ἐπὶ προσθέσεως ὑπάρχουσα καὶ μηδέπω ἐπὶ τὴν πανσέληνον, ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέντοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἶτʼ ἐχομένως τὰ τοῦ ἐπιμαρτυροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπροσόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι τῷ κλήρῳ, λέγειν· εἶθʼ ἑξῆς τοὺς ἐπαναφερομένους, καθʼ ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι.
Καὶ ταῦτα μὲν αὐταῖς λέξεσι προεθέμεθα διὰ τὴν ἐπακολουθοῦσαν ἐπίλυσιν· καὶ αὐτοὶ γὰρ δοκιμάσαντες καὶ συνεπινοήσαντες εὕρομεν.
Ἐὰν οὖν καθὼς προείπαμεν σχήματος χρόνος συντρέχῃ τῷ ζητουμένῳ χρόνῳ κατʼ ἐπισύνθεσιν ζῳδίου ἀναφορᾶς ἢ καὶ περιόδου ἀστέρος, χρῆσθαι τοῖς προκειμένοις παραγγέλμασι· εἶτʼ οὖν διὰ τὸ συνθέτους χρόνους συντρέχειν τοῖς μέλλουσι λέγεσθαι προσέχειν καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἐν τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατὰ μόνας συνάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ ᾖ καθʼ ἑτέρου σχηματογραφίαν, ἀλλʼ ἐν τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, ἐν οἷς πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γενήσονται, ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τὰς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπὰς φάσεις, ὁτὲ δὲ λήγοντες … οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. τὸ μέντοι λέγειν ἐν τῷ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοιριαίοις χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται τὸ μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Λέοντι, Κρόνος Παρθένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Τοξότῃ, Ἀφροδίτη Διδύμοις, Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζʹ. τῷ λζʹ ἔτει ὑπὲρ γυναικός, ἐξ ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρονομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός. τὰ μὲν οὖν λζʹ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κεʹ, Τοξότου δὲ ιβʹ, γίνονται λζʹ. καὶ Διὸς πρὸς Ἑρμῆν· Διὸς ιβʹ, Καρκίνου κεʹ, γίνονται λζʹ. ζητήσαντες καθὼς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφροδίτης χρηματίζουσαν οὕτως κατὰ τὸ ζʹ κλίμα καὶ τὴν τετράγωνον πλευράν· Κρόνου τῶν Διδύμων κζʹ καὶ Ἀφροδίτης ηʹ καὶ Παρθένου κʹ, γίνονται νεʹ, ὧν τὸ δίμοιρον γίνονται λϛʹ μῆνες ηʹ· τὸ αὐτὸ καὶ οἱ Ἰχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γὰρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῷ λεʹ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λεʹ τὸ μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναφορᾶς τῶν Ἰχθύων ιεʹ καὶ Διδύμων κʹ, καὶ πάλιν Διδύμων κζʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λεʹ, καὶ πάλιν Διδύμων κʹ καὶ Ἄρεως ιεʹ γίνονται λεʹ, καὶ πάλιν Παρθένου κʹ καὶ Ἄρεως ιεʹ γίνονται λεʹ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι ἐν δισώμοις, δεήσει πολλάκις περὶ αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετόσιρις ἔφη· οἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς.
Ἦν δὲ καὶ τῆς ἡττηθείσης γυναικὸς τὸ θέμα οὕτως ἔχον. Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζʹ. τῷ μὲν κεʹ ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κεʹ μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἥλιος ἐν Καρκίνῳ τὰ κεʹ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λʹ καὶ Ἑρμοῦ κατὰ διάμετρον κʹ γίνονται νʹ, ὧν τὸ ἥμισυ γίνονται κεʹ· καὶ πάλιν Κρόνου λʹ καὶ Ἑρμοῦ κʹ καὶ Σελήνης κεʹ γίνονται οεʹ, ὧν τὸ τρίτον γίνονται κεʹ· ὅθεν εἰς ἐναντίωμα ἐχώρει τὸ πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῷ κζʹ ἔτει κατεδικάσθη· ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κεʹ καὶ Ἄρεως διαμέτρου ιεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον γίνονται κϛʹ μῆνες ηʹ. ὡσαύτως δὲ καὶ ἐνθάδε ἐν δισώμοις οἱ ἀστέρες ἔτυχον.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ, Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι, κλίμα δεύτερον. τῷ νβʹ ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν δίκην ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν· ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελήνης κεʹ, Διὸς ιβʹ, Σκορπίου ιεʹ· γίνονται νβʹ. ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϛʹ, Διὸς ιβʹ, Κρόνου ἐπικειμένου τῷ κλήρῳ λʹ γίνονται οηʹ, ὧν τὸ δίμοιρον γίνονται νβʹ. καὶ πάλιν Ταύρου κδʹ, Ὑδροχόου κδʹ καὶ Κρόνου λʹ γίνονται οηʹ, ὧν τὸ δίμοιρον νβʹ. ἐχρημάτισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν ἐν τούτῳ τῷ χρόνῳ καὶ ἐν θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυπερτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν.
Ἡ δὲ ἡττηθεῖσα οὕτως εἶχε τὸ θέμα. Ἄλλη. Ἥλιος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Ὑδροχόῳ, Ζεὺς Παρθένῳ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, ὡροσκόπος Διδύμοις, κλίμα δʹ. τὸ νδʹ ἔτος Κρόνου καὶ Ἀφροδίτης ἐδήλουν λʹ καὶ κδʹ, γίνονται νδʹ· καὶ πάλιν Σκορπίου λϛʹ καὶ Ἄρεως ἐπικειμένου τῷ κλήρῳ, ὃς ἐχρημάτισεν, ιεʹ καὶ Κρόνου λʹ, γίνονται παʹ, ὧν τὸ δίμοιρον νδʹ· ἐχρημάτισε γὰρ καὶ αὕτη ἡ καθυπερτέρησις τῶν κακοποιῶν. τῷ μὲν οὖν νγʹ φαντασίαν καὶ οἴησιν νίκης ἔσχε διὰ μειζόνων προσώπων βοηθείας, ὅθεν καὶ ἐπὶ τὴν δίκην προετράπη, ἐπεὶ Σελήνη ἐμέρισεν κεʹ καὶ Αἰγόκερως κηʹ, γίνονται νγʹ. τῷ δὲ νδʹ ἔτει ὑπὸ τῶν βοηθῶν κατελείφθη· οὐδὲ γὰρ συμπαρῆσαν τοῖς χρόνοις οἱ ἀγαθοποιοί.
Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ, Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις, κλίμα αʹ. τῷ μὲν μζʹ ἔτει καὶ μηʹ καὶ μθʹ ἐνόσησε καὶ αἵματος πολλὴν ῥύσιν ὑπομείνας παρείθη, ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζʹ ἔτη ἐδήλου Καρκίνος λαʹ μʹ καὶ Ἄρης ιεʹ, γίνονται μϛʹ μῆνες ηʹ· τὰ δὲ μηʹ πάλιν Καρκίνου λαʹ μʹ καὶ Σελήνης κεʹ καὶ Ἄρεως ιεʹ, γίνονται οβʹ, ὧν τὸ δίμοιρον μηʹ. ἐχρημάτισε μὲν οὖν τῷ μηʹ ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορὰ κηʹ κʹ καὶ ἡ τοῦ Ἑρμοῦ περίοδος κʹ, γίνονται μηʹ μῆνες δʹ· ὅθεν καὶ μικρᾶς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθʹ ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθʹ καὶ λʹ, γίνονται μθʹ· οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἂν καὶ βιαιοθανασίαν ἐπήγαγον.
Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα ϛʹ. τῷ λεʹ ἔτει ἀπὸ δουλείας φυγὼν πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξʹ, ὧν τὸ ἥμισυ λʹ· Αἰγόκερω γὰρ κηʹ καὶ Ἑρμοῦ κʹ καὶ Διὸς ιβʹ γίνονται ξʹ, ὧν τὸ ἥμισυ λʹ· καὶ Κρόνου λʹ καὶ Ἄρεως ιεʹ, ὧν τὸ δίμοιρον λʹ· καὶ Καρκίνου κεʹ καὶ Διὸς ιβʹ, ἐκ τριγώνου δὲ Ἀφροδίτης ηʹ γίνονται μεʹ, ὧν τὸ δίμοιρον γίνεται λʹ. ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τοὺς κακοποιοὺς ἐμπεπτωκέναι.
Ἄλλη. Ἥλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Ζεὺς Ταύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσκόπος Παρθένῳ, κλίμα βʹ. οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδʹ ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν ιθʹ, Ἄρεως δὲ ιεʹ γίνονται λδʹ. τῷ δὲ λϛʹ ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορὰ τοῦ Λέοντος ἐχρημάτισε τῷ λϛʹ ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβʹ καὶ Ταύρου κδʹ γίνονται λϛʹ· ἀλλὰ καὶ Αἰγόκερω κηʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λϛʹ· οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθʹ ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη· οἱ γὰρ ἐν Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται λθʹ· καὶ λάβε τὸ δίμοιρον τῶν νηʹ, ὅπερ ἐστὶν νηʹ μῆνες ηʹ. πάλιν Ἡλίου ιθʹ Ἑρμοῦ κʹ καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον ιθʹ γίνονται νηʹ· Ἄρεως γὰρ ιθʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται νηʹ. τῷ δὲ μʹ ἔτει ἐπικινδύνως διῆξε καὶ νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μʹ ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται — Σελήνης γὰρ κεʹ καὶ Ἄρεως ιεʹ γίνονται μʹ — καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις τὸ αὐτὸ ἐδήλου· Διὸς γὰρ ιβʹ καὶ Ἀφροδίτης κηʹ γίνονται μʹ. καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.
Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ, κλίμα βʹ. τῷ μηʹ ἔτει πένθος βαρύτατον τέκνου φιλοστόργου θάνατον θεασάμενος, ἐν δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ τὸ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη ηʹ, Παρθένου δὲ μʹ γίνονται μηʹ· ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῷ ὡροσκόπῳ τὸ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μʹ καὶ Τοξότου λβʹ γίνονται οβʹ, ὧν τὸ δίμοιρον γίνονται μηʹ.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι, Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ὡροσκόπος Καρκίνῳ, κλίμα ϛʹ. ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσάμην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην· τῷ γὰρ ηʹ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θʹ σπασμοῖς περιέπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. τὸ μὲν οὖν ηʹ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ τῷ ἐνάτῳ ἡμίσει ἀναφορὰ γὰρ τοῦ Κριοῦ ιζʹ ἕως συμπληρώσεως μηνῶν ηʹ καὶ ἡμερῶν ιεʹ. ἀλλὰ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζʹ τὸ τρίτον γίνονται θʹ καὶ Ἡλίου ιθʹ καὶ Ἀφροδίτης ηʹ γίνονται κζʹ, ὧν τὸ τρίτον γίνονται θʹ. καὶ τοῖς μὲν ἄλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιεʹ καὶ ιζʹ καὶ κγʹ καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζʹ μῆνα· ἐκ προφάσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζʹ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιεʹ καὶ Σελήνης κεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον γίνονται κϛʹ ἡμέραι κʹ· Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφέρετο. ἄλλως τε Ἄρεως ιεʹ καὶ τοῦ ὡροσκόπου Καρκίνου κεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον κϛʹ ἡμέραι κʹ· ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζʹ, καὶ Ἄρεως ιεʹ καὶ Διὸς ιβʹ γίνονται κζʹ, καὶ πάλιν Ἡλίου ιβʹ καὶ Ἀφροδίτης ηʹ γίνονται κζʹ. ἀπὸ οὖν τοῦ κηʹ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβʹ μηνὶ ἐπισφαλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιεʹ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζʹ γίνονται λβʹ. τῷ δὲ λγʹ μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφορὰ τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ ἢ καὶ Σελήνης κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ· ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ τὸ ἰσανάφορον ἐλογισάμην.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι, ὡροσκόπος Καρκίνῳ, κλίμα ϛʹ. οὗτος πλούσιος ὑπάρχων περὶ τὸ μζʹ ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θʹ καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λʹ Ἰχθύων δὲ ιζʹ γίνονται μζʹ. ἀλλὰ καὶ τὸ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν ιεʹ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται ὁμοῦ οαʹ, ὧν τὸ δίμοιρον γίνεται μζʹ μῆνες δʹ· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζʹ Ἑρμοῦ δὲ κʹ, γίνονται μζʹ. τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα ὑπέμεινε.
Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέρας ἐπαναφερόμενος τῷ μεσουρανήματι τὸ αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ τὸ μεσουράνημα ἢ χρηματίσῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κεκινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ αἱ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, ἐν δὲ τοῖς δισώμοις πλεονάκις, ἐν δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, ἐν δὲ ταῖς ἐπαναφοραῖς ἐξ ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, ἐν δὲ τοῖς ἀποκλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἐν ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, ἐν καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ τὸ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἐν ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει τοὺς κινδύνους ἐπιφέρουσιν· ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· ἐν δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὁπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γὰρ τὸ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.
Πρὸς δὲ τὸ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ ἐν πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαδὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα βʹ. τῷ μʹ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κεʹ, Κριοῦ δὲ ιεʹ γίνονται μʹ· ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κʹ Ζυγοῦ μʹ γίνονται ξʹ, ὧν τὸ δίμοιρον γίνεται μʹ· γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. ἐν δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κηʹ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβʹ, γίνονται μʹ· καὶ πάλιν Αἰγόκερω λʹ καὶ Ταύρου κβʹ καὶ περιόδου ηʹ, γίνονται ξʹ, ὧν τὸ δίμοιρον μʹ.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ, κλίμα ζʹ. τῷ λεʹ ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιεʹ καὶ Παρθένου κʹ, γίνεται λεʹ· ἀλλὰ καὶ Ἀφροδίτης ηʹ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζʹ γίνεται λεʹ. καὶ πάλιν τὸ διάμετρον Κρόνου λʹ καὶ Καρκίνου λβʹ λʹ καὶ Ἀφροδίτης ηʹ γίνονται οʹ μῆνες ϛʹ, ὧν τὸ ἥμισυ γίνεται λεʹ μῆνες γʹ. ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβʹ μῆνες ϛʹ Καρκίνου κζʹ μῆνες ϛʹ γίνονται οʹ, ὧν τὸ ἥμισυ γίνεται λεʹ.
Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, ὡροσκόπος Ἑρμῆς Αἰγόκερῳ, κλίμα ϛʹ. τῷ λϛʹ ἡμίσει ἔτει κλιμακτῆρα ἔσχε. Διδύμων κζʹ μῆνες ϛʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λεʹ μῆνες ϛʹ· Ἡλίου ιθʹ, γίνονται νδʹ μῆνες ϛʹ, ὧν τὸ δίμοιρον γίνεται λϛʹ μῆνες δʹ. συμμετέσχον οὖν καὶ ἐνθάδε οἱ ἀγαθοποιοί.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Καρκίνῳ, Σελήνη Κριῷ, Ζεὺς ὡροσκόπος Διδύμοις, Κρόνος Ζυγῷ, Ἄρης Λέοντι, κλίμα αʹ. τῷ κζʹ κλιμακτῆρα ἔσχε. Ἡλίου μὲν ιθʹ Ζυγοῦ δὲ ηʹ γίνονται κζʹ· ἀλλὰ καὶ Διδύμων κηʹ μῆνες δʹ καὶ Διὸς ιβʹ γίνονται μʹ μῆνες δʹ, ὧν τὸ δίμοιρον μζʹ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθʹ καὶ Καρκίνου λαʹ μῆνες ηʹ, Κρόνου λʹ γίνονται πʹ μῆνες ηʹ, ὧν τὸ τρίτον γίνεται κζʹ ἔγγιστα.
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ, Ἀφροδίτη Ἑρμῆς Αἰγόκερῳ, ὡροσκόπος Ἰχθύσι, κλίμα ϛʹ. τῷ λγʹ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ· καὶ Κρόνου λʹ καὶ Ἡλίου ιθʹ γίνονται μθʹ, ὧν τὸ δίμοιραν λβʹ μῆνες ηʹ· ἀλλὰ καὶ Τοξότου ἀναφορὰ ἐχρημάτισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγʹ.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Σελήνη Ταύρῳ, Κρόνος Τοξότῃ, Ζεὺς Σκορπίῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ἰχθύσι, κλίμα βʹ. τῷ κβʹ ἔτει κλιμακτῆρα ἔσχε. Λέοντος ιθʹ καὶ Σελήνης κεʹ γίνονται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κβʹ· ἀλλὰ καὶ Σκορπίου λϛʹ καὶ Ταύρου ηʹ γίνονται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κβʹ.
Οὗτοι οἱ ϛʹ ἄνθρωποι πλέοντες, ἕτεροι δὲ πολλοὶ καὶ βίᾳ ἀνέμου περιπεσόντες ἀποπτερυγωθέντος τοῦ πηδαλίου ἐκινδύνευσαν ὑποβρύχιοι ἀπελθεῖν τοῦ σκάφους τὸ κῦμα ἐκδεξαμένου. ἀλλὰ τῇ φορᾷ τοῦ πνέοντος ἀνέμου καὶ τῷ ἀρμένῳ χρησαμένου τοῦ κυβερνήτου διέφυγον· καὶ ἑτέροις δὲ κινδύνοις περιέπεσον κατὰ τὸν αὐτὸν χρόνον κατὰ θάλασσαν καὶ διὰ πλάνην πειρατικήν.
Ὅθεν ἐὰν πολλάκις κατά τινας χρόνους οἱ πλείους ἢ πάντες οἱ ἀστέρες εὑρίσκωνται χρηματίζοντες, συγκρίνειν δεήσει ἑκάστῳ, πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ τὸ φαῦλον ἢ ὁ τὸ ἀγαθὸν ἀποτελῶν, κἀκείνῳ τὸ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν διʼ ἐλπίδος καὶ ὑπερθέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γὰρ ὑπʼ ὄψιν προδείξαντες τὸ ἀποτέλεσμα ἠτόνησαν διὰ τὸ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχηματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά. πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέκλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι, κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθυπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.
Ἔστω δὲ ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ, Σελήνη Ζεὺς Λέοντι, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα αʹ. τῷ ιηʹ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κεʹ ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει, τὸ τῆς εὐεργεσίας ἐν τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Ταύρου ἀναφορὰν τὰ κεʹ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κεʹ ἔφερεν, ὧν τὸ δίμοιρον γίνεται ιϛʹ μῆνες ηʹ· εἰ μὲν οὖν ἐπισυνῆν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, τὸ ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν· τῷ γὰρ ιηʹ ἔτει τὸ μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὐτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβʹ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιεʹ, γίνεται κζʹ, ὧν τὸ δίμοιρον ἔτη ιηʹ· ἀλλὰ καὶ Λέοντος ιθʹ καὶ Ταύρου ηʹ γίνονται κζʹ, ὧν τὸ δίμοιρον ιηʹ. τῷ ιθʹ ἔτει ὠφελείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθʹ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν Κρόνῳ ὢν ἐν Κριῷ ἐσήμαινε τὰ ιθʹ· καὶ πάλιν Ὑδροχόου λʹ καὶ Ταύρου ηʹ, ὧν τὸ ἥμισυ γίνεται ιθʹ. τῷ δὲ κʹ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ Ἄρης ιεʹ καὶ Σελήνη κεʹ, γίνονται μʹ, ὧν τὸ ἥμισυ κʹ· ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κεʹ καὶ Λέοντος λεʹ γίνονται ξʹ, ὧν τὸ τρίτον γίνεται κʹ· καὶ Ἑρμῆς δὲ ἐν Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κʹ. ὁμοίως δὲ καὶ τῷ καʹ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθʹ καὶ Ταύρου ηʹ, Ἄρεως ιεʹ γίνονται μβʹ, ὧν τὸ ἥμισυ γίνεται καʹ· καὶ ἀναφορὰ Κριοῦ καʹ μῆνες ηʹ καὶ Ἑρμοῦ κʹ γίνονται μαʹ μῆνες ηʹ, ὧν τὸ ἥμισυ ἔτη κʹ μῆνες ιʹ. καὶ τῷ κβʹ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθʹ καὶ Ταύρου κεʹ γίνεται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κβʹ. τὸ κγʹ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης ηʹ Ἄρεως ιεʹ γίνονται κγʹ.
Οὕτως πολλάκις κατὰ πλατικὴν καὶ καθολικὴν θεωρίαν οἱ ἀστέρες καλῶς δοκοῦντες ἐσχηματίσθαι ἐναντιωμάτων εἰσὶ δηλωτικοί, ἀνταναλυόμενοι ὑπὸ τῆς τῶν χρόνων δυνάμεως. οἷον τὸ καʹ ἔτος ἐσήμαινε μὲν Λέων ιθʹ καὶ Διὸς ἐπικειμένου ιβʹ, ὧν τὸ δίμοιρον γίνεται ἔτη κʹ μῆνες ηʹ· ἀλλὰ καὶ τὸ τρίγωνον Διὸς καὶ Ἡλίου τὸ αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασιλικὸν πρόσωπον, παρʼ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τὸ τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώματα καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρʼ αἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμαγμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἔνδειαι. εἶθʼ οὗτος ἐξ ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἐξ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ τὸ συμπληρωθῆναι τὰς ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεὺς ἐπὶ γενέσεως· ὁ τοιοῦτος διελθὼν τοὺς τῆς Ἀφροδίτης καιρικοὺς χρόνους ἄτεκνος τῶν ἀναγκαίων στερηθήσεται καὶ πάντα ἀχρειώσας τρόπον ἐπαίτου ζήσεται. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγαθῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δόξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Ἑρμῆς Ζυγῷ, Σελήνη Ταύρῳ, Κρόνος Καρκίνῳ, Ἄρης Τοξότῃ, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, κλίμα βʹ. ὁ τοιοῦτος διελθὼν τὸ μʹ ἔτος κατεδικάσθη φυγῇ. ἐδήλουν τὰ μʹ ἔτη ἡ καθυπερτέρησις Κρόνου Ζυγοῦ Καρκίνου μοῖραι λβʹ καὶ Ζυγοῦ ηʹ, γίνονται μʹ· καὶ τὸ διάμετρον Σελήνης πρὸς Ἀφροδίτην Ταύρου κεʹ Σκορπίου ιεʹ γίνονται μʹ· ἔνθεν καὶ διʼ εἴδη θηλυκὰ καὶ ὠφελείας πρόφασιν ἐνήργει τὸ ἀποτέλεσμα· καὶ πάλιν ἡ τῆς Σελήνης συναφὴ πρὸς Ἄρεα, Σελήνης κεʹ καὶ Ἄρεως ιεʹ γίνονται μʹ, ὡς καὶ ὁ βασιλεύς φησιν· ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δήποτε ζῳδίῳ τετευχέναι ἢ ἐπίκεντρον εἶναι, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐν τῷ ἐχομένῳ ζῳδίῳ ἐπόντα, ᾧ καὶ τὴν συναφὴν ποιήσεται. ὥστε κἂν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ συμπαρῇ ἀστὴρ τῇ Σελήνῃ, ἐν δὲ τῷ μεταξὺ ἢ ἐν τῷ τούτου τετραγώνῳ ἢ διαμέτρῳ εὑρεθῇ, βέβαιον τὴν συναφὴν προκρίνειν καὶ συμπεριθέντα τὰς τούτων περιόδους ἢ καὶ τὰς τῶν ζῳδίων ἀναφορὰς ἀποφαίνεσθαι τὸν χρόνον.
Πρὸ πάντων οὖν, καθὼς προείπαμεν, ἐκ τῶν καθολικῶν ἀποτελεσμάτων σκοπεῖν δεήσει τὰ σχήματα τῶν ἀστέρων ὁποῖα τυγχάνει, πότερον ἀγαθοποιὰ ἢ φαῦλα καὶ τίς ὁ τόπος καὶ τί δύναται σημᾶναι, καὶ τῶν ἐπιπαρόντων ἀστέρων ἢ μαρτυρούντων τὰς φάσεις, καὶ οὕτως ἐν τοῖς ἐπιμερισμοῖς τὰ ἀποτελέσματα προλέγειν. οἷον τὸ διάμετρον οὐ πάντως κακοποιὸν οὐδὲ τὸ τετράγωνον, ἀλλʼ ἔσθʼ ὅτε. ὥσπερ οὖν ἐν τοῖς καθολικοῖς ἀποτελέσμασιν ἐναλλοιοῦται ὑπὸ τοῦ τόπου ἢ μαρτυρίας ἢ κέντρου ἢ ἄλλης τινὸς φύσεως, οὕτως καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἐναλλοιοῦται ἢ βεβαιοῦται τὰ ἀποτελέσματα ἐκ τῆς τῶν ἀστέρων καιρικῆς ἐπεμβάσεως. τῇ οὖν ἐπεμβάσει τῶν ἀστέρων ἀναγκαίως δεῖ προσέχειν, ὅπως καὶ τὸ λεγόμενον ἀκριβὲς ᾖ καὶ εὐκατάληπτον τὴν δύναμιν ἔχῃ.
Ἵνα δὲ μὴ δόξω πάλιν τὰ αὐτὰ σοφίζεσθαι, καθὼς ἐμήνυσεν ὁ βασιλεὺς περὶ τούτων, αὐταῖς λέξεσιν ὑποτάξω. πάντα δὲ ἀστέρα ἢ ἐπὶ τοῦ ἰδίου τόπου ἐπιπαρόντα ἢ καὶ ἐπὶ τῶν τετραγώνων ὄντα, ἐάνπερ ᾖ προσφορώτερος ἐπὶ τῆς γενέσεως ἢ βλαπτικὸς ἐπὶ τῶν ὁμοίων τόπων, ἐάνπερ ᾖ βλαβερὸν ὑπὸ τῶν τῆς γενέσεως χρόνων. εἰ δὲ ὁ μὲν ὠφέλιμος ὑπάρχει, ὁ δὲ βλαβερός, καὶ τύχωσιν ἑκάτεροι ἐπὶ ἰδίου τόπου ἢ τετραγώνου, καὶ ὁ μὲν περιποιῶν ἐπιμερίσει ἐπὶ τὸν κακοποιοῦ τόπον ἐπιπαρελθών, ὁ δὲ στερητικὸς γενήσεται ὧν προεμέρισε, χάριν τοῦ ἑκάτερον αὐτῶν ἐκ τετραγώνου γενομένους τὸν μὲν δοτικὸν γεγονέναι, τὸν δὲ ἕτερον ἐπιμαρτυρήσαντα τῇ δόσει τῆς βλάβης τὸ μεῖον ἀποδεδειχέναι. πάλιν λέγει· νοεῖν δὲ χρὴ καὶ τὸν τῶν χρόνων κρατοῦντα πῶς τέτακται πρὸς τὰ τῆς γενέσεως πράγματα, ἔτι δὲ τοὺς ἐπικρατήτορας καὶ περιποιητικοὺς ἢ βλαπτικοὺς τόπους. οὐκ ἐπὶ μόνης δὲ τῆς καταρχῆς τῶν χρόνων, ὅπου τετεύχασιν οἱ ἀστέρες, συνορατέος ὁ τρόπος ἔσται ὁλοτελῶς, ἀλλὰ καὶ ἐν τοῖς διαμέσοις προσκοπητέον τὰς ἐπεμβάσεις τῶν λοιπῶν ἀστέρων τὰς τῶν προσμαρτυρούντων ἢ συμπαρεδρευόντων τῷ δεσπόζοντι τῶν χρόνων, συμπαραλαμβανομένων δὲ καὶ Ἑρμοῦ καὶ Σελήνης. ἐνδέχεται γὰρ ἐπὶ τῆς καταρχῆς τῶν χρόνων συμφόρων ὄντων αὐτῶν τὸν ἀγαθοποιὸν ἐπὶ τοῦ περιποιητικοῦ τόπου παρεῖναι ἢ μεθʼ ὁπόσον οὖν δήποθεν χρόνον τὴν ἐπέμβασιν ποιεῖσθαι, κακοποιὸν δὲ ἐπεμβεβηκέναι· καὶ τῶν χρόνων καλῶν ὄντων ἀποβολὴν τῶν εἰσοδιασθέντων ποιήσεται. εἰ δὲ τῶν χρόνων κατὰ τὸ ἐναλλὰξ ἀποβάντων ἀγαθοποιὸς ἐπὶ τοῦ περιποιητικοῦ τύχῃ, ὁ δὲ κακοποιὸς χρηματίσας πρὸς τὴν γένεσιν τύχῃ, ἐφʼ ὧν χρόνων ὁ κακοποιὸς ἐπικρατεῖ, τότε πάντοτε περιποιητικὸς ἔσται ὁ χρόνος οὐδενὶ τῶν χρόνων ἐναντίων ὄντων, προσεπισημανθήσεται δὲ ταῖς προσκυρούσαις δυσκολίαις καὶ ἀντερείσεσι.
Παρʼ ἕκαστα δὲ ἐπιτηρεῖν τὰς ἑκάστου ἀστέρος ἐπεμβάσεις εἰς τὰ προσήκοντα τῇ γενέσει ζῴδια· καὶ τῆς Σελήνης ἐπιμελῶς τοὺς δρόμους σκοπεῖν· ὁπότε γὰρ ἐπʼ ἀνατολῆς τύχῃ ἐν τοῖς τετραγώνοις τοῖς δεξιοῖς ἢ εὐωνύμοις ὑπὸ Ἄρεως ἢ Κρόνου κατοπτευομένη, προφυλακτέα ἡ παράδοσις ἔσται, ὅπερ οὐδὲν ὄφελος. κἂν μὲν ἐν χρόνοις κακοποιῶν τοῦτο συμβῇ, οἷον ἐπὶ τῶν τοῦ Ἄρεως χρόνων, ἐν συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν παλαιῶν τινῶν ἢ πατρικῶν ἢ τῶν ὁμοίων ἢ πρεσβυτέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων ὁ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης οἴκων τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχῃ, βασιλικῶν χάριν ἢ καὶ μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων ὁ τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως τὸ πράσσειν παρεχόντων, ἐπὰν ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἵνα οἱ χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπʼ αὐτοῦ παρέξει, τοῖς χρόνοις τούτοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προσηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ. προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδιασθέντα ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων· τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχῃ κατὰ τοὺς χρόνους δοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀποτελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις περιβαλεῖ. δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστολήν. τὸ δʼ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰκείων ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δʼ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένεσιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δʼ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην· εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐπὶ τῶν ἐναντίων τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρίους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαίρων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται.
Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδʼ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον· τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἂν εἰ αὐτὸς συνέταξας—ἀλλʼ ὅμως ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομισάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέως τῆς πρὸς Δάφνην γενεθλιαλογουμένων βιβλίον ζʹ τετέλεσται.