Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ϛʹ.Προοίμιον.
Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατὰ τὴν τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ χλευάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὅπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθὸν ἡγούμενοι κέκτηται συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γὰρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἂν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑπʼ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος· καὶ οὗτος ὀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἠρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὓς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλοὺς ἐραστὰς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φθείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταφέρει· τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμόσατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθʼ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις.
Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα ἐν τῷ βίῳ, ἧς ἄνευθεν οὐδὲν οὔτʼ ἔστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα … καὶ μοί τις ἐξήχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἑξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ᾗ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἔστι καὶ Μήνης ἀνωμάλους δρόμους, προσνεύσεις τε καὶ ἀναχωρήσεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφὰς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιασμοὺς καὶ τὰ λοιπὰ πάντα; ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε αἱ πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.
Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνουμένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα ἐν τοῖς αὐτοῖς οὐκ ἐπιμένει, ἀλλʼ ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀναλαμβάνει. εὐπροαίρετος δέ τις ὢν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὐτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἢ χλεύης ἐπάγεται τοὺς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωφελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς … ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχὼν ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθεν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ τὸ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρὰ τοὺς ἀρχαίους πείσειν τοὺς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ἐν ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη τὸ μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τὸ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον — ἐνθουσιᾷ γὰρ ὁ συγγράφων, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ —, ἃ δὲ καὶ ἐπίτηδες, ὥστε εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἐν ἑτέροις συγγεγραμμένα.
αʹ. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ᾐνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφʼ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον τὸ πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικὰς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἔκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως ὁ συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας τὸ λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι τὸ ἀποτέλεσμα· ἐὰν δὲ πλεονάζῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γὰρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.
Πολλάκις γὰρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἔστι συνιδεῖν πολλούς, οἳ ἑνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες ἢ καὶ εἰς ἀνυπέρβλητον τύχην χωρήσαντες κατὰ τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύνῳ περιέπεσον· ἕτεροι ἐν χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἢ καὶ ἀστοχήσαντες τῷ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδοκήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τὰς αὐτὰς πάλιν ἐπαλινδρόμησαν τύχας ἢ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθʼ ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κωλύεται ὑφʼ ἑτέρας κακωτικῆς αἰτίας· καὶ οἱ μὲν συνέχοντες μοιρικοὶ ἀριθμοὶ οἱ αὐτοὶ ἐξ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον ἀπολύονται ἀνακυκλούμενοι, ἐφʼ ὅσον ἂν ὁ ζητούμενος χρόνος χωρῇ· καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικοὺς ἀριθμοὺς εἰς τοὺς αὐτοὺς τόπους ἢ καὶ τοὺς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρναμένη κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φαύλων αἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τὰς ἐπαναφορὰς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐν ταῖς προσυντεταγμέναις βίβλοις δεδήλωται, ἵνα μὴ πολυλογῶμεν· οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδʼ ἀμυήτους ἐποιησάμην τοὺς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολὺ γὰρ συμβάλλονται πρὸς τὸ ἀναστρέψαι καὶ κατορθῶσαι τὰ πράγματα, καὶ μάλισθʼ ὁπότε κατὰ συμπαρουσίαν ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόζοντα κατοπτεύωσιν.
Οὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφʼ ἣν βέβηκε τὰ τῆς συναφῆς, ἀλλὰ καὶ τὰς παρʼ ἑκάτερα ἀνὰ γʹ ἄλλας, καθὼς ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γὰρ καὶ ὁ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἔστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεως χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδοὺς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχὺ ἐνδείκνυται τὸ γινόμενον, ἐπιμενεῖ δὲ μέχρις οὗ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οἷον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιθʹ. Σελήνῃ δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζῴδιον ἔτη βʹ μὴν αʹ, κατὰ δὲ μοῖραν ἡμέραι κεʹ· ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη βʹ μῆνας ϛʹ, κατὰ δὲ μοῖραν ἡμέρας λʹ. Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν αʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιβʹ· Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιεʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιεʹ· Ἀφροδίτη κατὰ μὲν ζῴδιον μῆνας ηʹ, κατὰ δὲ μοῖραν ἡμέρας ηʹ. Ἑρμῆς κατὰ ζῴδιον μῆνας κʹ, κατὰ δὲ μοῖραν ἡμέρας κʹ. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὁπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατʼ ἰδίαν τοὺς ἀριθμοὺς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γὰρ οἱ αὐτοὶ τυγχάνουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ἢ ἀπὸ Ἄρεως ἐπὶ Δία, οὔθʼ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διὰ τὰς περιόδους οὔτε τὸ αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ τὸ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπόταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀφέσεις ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν τὸ ἀποτέλεσμα, πότερον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν.
Ἀλλʼ, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας συνεμπιπτόντων. ἀλλʼ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννωμένου τύχην τε καὶ κατάστασιν, ἔσθʼ ὅτε δὲ καὶ τὸ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τὰς αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κἂν μὴ κατὰ τὸ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα ἢ μαρτυροῦντα ἐν κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἕτερον κέντρον· οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.
Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ λευκῶν καὶ μελαινῶν ψήφων μαρτυρίᾳ· παίγνιον γὰρ ὁ βίος καὶ πλάνη καὶ πανήγυρις. καὶ γὰρ φιλόνεικοί τινες ἄνδρες δόλον πανοῦργον ἀλλήλοις μηχανώμενοι κινοῦντες τὰς ψήφους διὰ πολλῶν εὐθειῶν κατατίθενται εἴς τινας χώρας προμαχεῖν προκαλούμενοι. καὶ ἐφʼ ὅσον μὲν ὁ τόπος ἄπρακτος τυγχάνει, ἀνεμπόδιστος φέρεται ὁ πεσσὸς κατὰ τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιεξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, ὁ δὲ χλεύην καὶ λύπην ἀπαράμονον κατεργάζεται· ὁ γὰρ πεπονθὼς τὸ ἀνιαρὸν μετʼ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαρὰν ἀντιπαραδίδωσι τὸ λύπης βάρος τῷ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέρων δυνάμεως νοείσθω. ἐφʼ ὅσον μὲν γὰρ ἀγαθοποιὸς διακρατεῖ τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμφερομένου, πρακτικὸς καὶ ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἂν ἄπειρος παιδείας τυγχάνῃ· καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυθείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφʼ οἷς κέκτηται καὶ μὴ σκοπῶν τὰς τῶν καιρῶν μεταβολὰς πολλοῖς ἀνιαρὰς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγώνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πανοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ εἰς ἀπόγνωσιν τὰς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τὰ παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθοποιοὶ κεκακωμένοι διακρατῶσι τοὺς χρόνους, ἀμφοτέρως συμβήσεται, μετʼ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες τὸ φαῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.
Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτονωτέρα ἂν ᾖ· ἐὰν μὲν γὰρ ἡ τῶν κακοποιῶν, σφαλέντες τῶν προσδοκωμένων ἀγαθῶν οἱ γενόμενοι κεναῖς ἐλπίσι βουκοληθέντες ἀνιαρὰς λύπας ἀναδέξονται· ἐὰν δὲ ἡ τῶν ἀγαθοποιῶν, μετʼ ἀναβολῆς καὶ κακοπαθείας καὶ ἐναντιωμάτων καὶ ἐξοδιασμῶν περιγενήσονται ἢ καὶ μετὰ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετʼ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρεσιν, καθὼς ἐν τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις ἢ μετρίου ἢ εἰς ὕψος μετροῦντος ἢ καθαιρουμένου ἢ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γὰρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.
Αἱ μέντοι πόρρωθεν διαστάσεις βραδυτέραν τὴν ἀποτελεσματογραφίαν κέκτηνται, αἱ δὲ πλησίον σύντομον. τινὲς δὲ συνοδεύουσαι τὸν χρόνον τὸ ὅμοιον ἀποτελοῦσι διὰ παντὸς κατὰ τὴν τοῦ ἀγαθοποιοῦ ἢ κακοποιοῦ παράδοσιν πρὸς βραχὺν χρόνον χρηματίσασαι προκοπὴν καὶ πίστιν καὶ ὠφέλειαν ἐνεδείξαντο καὶ μακαριότητα καὶ εὐεργεσίαν καὶ … δὲ τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἢ καὶ αἰφνίδιον κίνδυνον. ἔσθʼ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ παραλαμβάνοντος ἀποκατάστασιν τῆς τύχης καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡροσκόπου μοῖραν τὰς καταντήσεις· ἐκ τούτων γὰρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνονται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ καταθύμιοι κατὰ τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν παρουσίαν. οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρὰ ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργετικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖται δὲ καὶ τὸ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους κατὰ καιρὸν ἀγαθούς τε καὶ πονηροὺς ἀνθρώπους τυγχάνειν, ὅπερ οἱ φυσικοὶ τὴν ἐξ ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθʼ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τὸ τέλος μὴ ὑπομένουσα τῷ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῷ καταναγκάσαντι δαίμονι, φερομένη ὅποι ποτὲ ἐκεῖνος βούλεται. βʹ. Διὰ ποίαν αἰτίαν τοιαύταις χροιαῖς τοὺς πέντε πλάνητας καὶ τὴν Σελήνην καὶ τὸν Ἥλιον οἱ παλαιοὶ ἐτύπωσαν.
Δοκιμάζειν δὲ χρὴ τοὺς ἀστέρας ὁποῖοι τυγχάνουσιν. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν ζωγραφικῶν χρωμάτων ἕκαστον καθʼ ἣν κέκτηται φύσιν ἀνθηρότατον ἢ καὶ διαυγέστατον καθʼ αὑτὸ τυγχάνει καὶ τέρπει τοὺς ὁρῶντας καὶ χρήσιμον εἰς πολλὰ γίνεται, ἐπὰν δʼ ἕτερον συμφυρῇ, θολούμενον ἀλλοιοῦται καὶ οὔτε ἐκ φύσεως ὃ ἦν ἔτι ἔστιν οὔτε τὴν τοῦ μιγέντος μόρφωσιν ἐφύλαξεν, ἀλλʼ ἐπʼ ἀμφοτέροις διεψεύσθη ἐπὶ πλάτος καὶ ἀναγκαστικὸν ἀναλαβὸν χρῶμα τυφλόν τε καὶ ἀτερπές, ἔσθʼ ὅτε δὲ ἁρμόζουσαν τὴν μῖξιν ποιεῖσθαι εὐτυχῆσαν εὐκρασίαν καὶ καλλονὴν εἰργάσατο — ἀλλʼ ὅμως ὁ τεχνίτης διὰ πολλῶν καὶ ποικίλων μορφοῖ τὸν ἄνθρωπον, σκιὰν ἔργου καὶ ἀληθείας ἐνδεικνύμενος—οὕτως δὲ καὶ οἱ ἀστέρες ὅτε μὲν διαφυλάσσουσι τὴν ἐξ ἀρχῆς φύσιν κατὰ μόνας ὄντες, ἕτερος δʼ ἑτέρῳ συγκιρνάμενος συσταλάξει καὶ τὸ τῆς φύσεως ἰδίωμα. καὶ οὕτως χαλιναγωγοῦντες τὸν ἄνθρωπον μετὰ λύπης καὶ φαυλότητος καὶ συγκρασίας τινὸς ἄγουσι πρὸς τὰ τοῦ βίου πράγματα, ἐν οἷς διαθλεύσας ποικίλως καὶ τὸ τῆς ἐγκρατείας στέφος λαβών, ὅπερ ἦν οὐκ ὤν, τοῦτο γίνεται. ὅθεν εἰκότως οἱ παλαιοὶ τοῖς χρώμασι τοὺς ἀστέρας ἀπείκασαν. τὸν μὲν οὖν τοῦ Κρόνου μέλανα, ἐπεὶ χρόνου ἐστὶ σημεῖον· βραδὺς γὰρ ὁ θεός· ἔνθεν καὶ Βαβυλώνιοι Φαίνοντα αὐτὸν προσηγόρευσαν, ἐπεὶ πάντα τῷ χρόνῳ φανερὰ γίνεται. τὸν δὲ τοῦ Διὸς λαμπρόν· ζωῆς γὰρ αἴτιος καὶ ἀγαθῶν δομάτων. τὸν δὲ τοῦ Ἄρεος κιρρόν· πυρωτὸς γὰρ καὶ τομὸς καὶ κατεργαστικὸς ὁ θεός· Αἰγύπτιοι γὰρ καὶ ἄρτην αὐτὸν προσηγόρευσαν, ἐπεὶ τῶν ἀγαθοποιῶν καὶ τῆς ζωῆς παραιρέτης ἐστί. τὸν δὲ Ἥλιον διαυγέστατον διὰ τὸ εἰλικρινὲς καὶ ἀΐδιον φῶς τὸ ἐν αὐτῷ. Ἀφροδίτην δὲ ποικίλην τῷ σώματι, ἐπεὶ δεσπόζει ἐπιθυμίας, ἥτις εἰς πολλὰ ἐκτείνεται ἀγαθά τε καὶ φαῦλα καὶ τῶν πολλῶν τῶν ἐν βίῳ τελουμένων οἰκείων τε καὶ ἀναρμόστων μόνη δοκεῖ κυριεύειν, ἐπεὶ μετὰ τὴν μέσην τοῦ Ἡλίου ζώνην τὴν διορίζουσαν κληρωσαμένη τὸν κύκλον τάς τε ὑπὲρ αὐτὴν τῶν ἀστέρων ἀπορροίας καὶ τὰς τῶν ὑπʼ αὐτὴν ἀναλαμβάνουσα πολυμερεῖς καὶ τὰς ἐπιθυμίας καὶ τὰς πράξεις ἀπεργάζεται. τὸν δὲ τοῦ Ἑρμοῦ ὠχρὸν ἐποίησαν χολῇ παραπλήσιον· συνέσεως γὰρ λόγου καὶ πικρίας δεσπόζει, ἔνθεν καὶ οἱ ὑπʼ αὐτὸν γενόμενοι ὅμοιοι τῇ φύσει καὶ τῇ χροιᾷ τυγχάνουσι. τὴν δὲ Σελήνην ἀερώδη· ἄστατος γὰρ καὶ ἀνώμαλος αὐτῆς ὁ δρόμος, ὁμοίως δὲ καὶ αἱ πράξεις καὶ αἱ διάνοιαι τῶν ὑπʼ αὐτὴν τεταγμένων. καὶ ἵνα μὴ δόξωμεν δισσολογεῖν, πρόκεινται αὐτῶν αἱ φύσεις ἐν τῇ πρώτῃ βίβλῳ. γʹ. Διὰ τί οἱ κακοποιοὶ δοκοῦσι μᾶλλον ἐνεργέστεροι εἶναι τῶν ἀγαθοποιῶν.
Δοκοῦσι δὲ οἱ κακοποιοὶ πλεῖον σθένειν τῶν ἀγαθοποιῶν. καὶ γὰρ ὡς τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπρὰν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφίαν, τὸ δὲ διαυγὲς πλῆθος ἀτονεῖ τὸ βραχὺ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ ἐν οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἢ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπάνιον, ἐλέγχοντες καὶ ἀφαιρέται τῶν περικτηθέντων γενόμενοι αἰτίαις περιτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τὰς γενέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐτοῖς φρονεῖν ἁπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἁλίσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλʼ ὅμως ἐπὶ ταῖς καλοκαγαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι πάντας νομίζοντες καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαφυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκοντας μέχρι εἰς ὃ βούλεται αὐτοὺς περιτρέψαι οὓς μὲν εἰς ὕψος οὓς δὲ ἐπὶ τὸ χείριστον. τοιγαροῦν πολλοὶ μάτην εὐχόμενοι τὸ ζῆν κακοῖς περιπαρέντες καὶ ἀλγοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθʼ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτημάτων τυγχάνουσι καὶ σφόδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς τῶν πέλας κατηγορίαις, μετανοοῦντες δʼ ἐφʼ οἷς ἔπραξαν συνήγοροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν αἱ προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις, οἳ κἂν ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ ἐπὶ τῶν τὰς κανονοποιΐας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ φθόνον ἢ διὰ τὸ σκολιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρὴ δοκιμάσαντας τὸ ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κἂν ἐπὶ τὸ σύνεγγυς. καὶ γὰρ Ἀπολλινάριος πρὸς τὰ φαινόμενα κατὰ τὰς παλαιὰς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμενος ὁμολογεῖ παρὰ μίαν μοῖραν ἢ καὶ δύο διαπίπτειν. ἔστι δʼ εὐκατάληπτον τὸ τῆς παραμφοδίσεως τρόπῳ τοιῷδε, καθὼς καὶ αὐτὸς ἐπειράθην ἐξ αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγήσεως αὐτά σοι τὰ πράγματα ὑπʼ ὄψιν πάντα φανερώτερον ποιήσει τὸ λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ τὸ περὶ τῶν μελλόντων βεβαίως ἀποφαίνεσθαι δυνατὸν ἔσται· ἔστι γὰρ δυσεπίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος. δʹ. Περὶ ἐπεμβάσεων.
Εὔτονοι μὲν οὖν αἱ ἐπεμβάσεις τῶν ἀστέρων κριθήσονται, ὁπόταν τῶν χρόνων δεσπόζοντες ἐπεμβῶσι τοῖς τόποις ἢ καὶ εἰσὶ τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθʼ ἣν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλʼ εἴκει τοῖς τοῦ καιροῦ νόμοις, μέχρις οὗ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμπληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀποτελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλήλους μαρτυρίαι τε καὶ συμπαρουσίαι ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωνται· αἷς καὶ προσχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου. εʹ. Περὶ τῆς εἰς ιʹ ἔτη καὶ μῆνας θʹ διαιρέσεως ἐμπράκτων τε καὶ ἀπράκτων χρόνων.
Καὶ ταύτην δὲ τὴν διαίρεσιν κωφῶς καὶ εἰκαίως παρερριμμένην διὰ τὸ τὰς εἰσόδους αἰνιγματώδεις ἐσχηκέναι δοκιμάσας καὶ ἀνευρὼν καὶ συγκομίσας ὑπέταξα, ὅπως οἱ φιλόκαλοι διὰ πολλῶν εἰς μίαν δύναμιν ἀποτελέσματος κατελθόντες ἐκθειάσωσι τὴν φύσιν, λογισάμενοι διὰ πολλῶν εὐθειῶν ὁδῶν τε καὶ δυσβάτων εἰς ἓν χωρίον κατηντηκέναι.
Ἔστω οὖν ἡμῖν ὁ λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ᾖ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθὼς προγέγραπται ἡμῖν ἐν ταῖς ἐπικρατήσεσιν, ἐκεῖνον χρὴ κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτερινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατʼ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἑξῆς οἱ λοιποί.
Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ μηνῶν θʹ ἔστω Ἥλιος ἀφέτης· λήψεται αὐτὸς ἔτη δέκα μῆνας θʹ, καὶ μετʼ αὐτὸν ἑξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη ιʹ καὶ μῆνας θʹ, καὶ μέχρις οὗ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τοὺς περιοδικοὺς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἑβδομάδα. οὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κἂν εἰς τοὺς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων· ἕτερος δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τὰς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τοὺς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν, κἂν μὲν εἰς ἀγαθοποιοὺς χωρῶσι, προλέγειν τὸ ἀγαθόν, κἂν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον· προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμὰς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν. ἔσθʼ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἢ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τοὺς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον. ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιοὺς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις· ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τοὺς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ ἄκοντες ὑποτάσσονται.
Ἔστω δὲ ἡμῖν ἐπὶ ὑποδείγματος γένεσις, ἵνα συντομώτερον τὴν εἴσοδον ἐνδειξώμεθα. Σελήνη Ἰχθύσι μοίραις ιηʹ, Ἀφροδίτη Κριῷ, Ζεὺς Ζυγῷ, Κρόνος ὡροσκόπος Τοξότῃ, Ἄρης Ὑδροχόῳ, Ἥλιος Ὑδροχόου ἀρχαῖς, Ἑρμῆς Ἰχθύσιν· οὕτως γὰρ διέκειντο ἐφεξῆς. ζητοῦμεν ἔτη νβʹ καὶ τοῦ νγʹ Παϋνὶ ιεʹ. ἐπεὶ οὖν ἐπὶ ταύτης τῆς διαιρέσεως αἱ ἡμέραι καὶ οἱ κύκλοι πρὸς τξʹ ἡμέρας τὴν πραγματείαν ἔχουσι, τὰ δὲ γενεθλιακὰ ἔτη πρὸς τὸν τξεʹ δʹ, ἔλαβον τῶν ὁλοκλήρων ἐτῶν νβʹ τὰς ἀνὰ εʹ δʹ· γίνονται σογʹ· καὶ ἀπὸ Μεχὶρ ιβʹ ἕως Παϋνὶ ιεʹ· γίνονται ρκδʹ· καὶ ὁμοῦ γίνονται ἡμέραι τϞζʹ. ἀφεῖλον κύκλον τξʹ, λοιπαὶ ἡμέραι λζʹ. ἐκρίθη οὖν νυκτερινῆς οὔσης τῆς γενέσεως Σελήνη, ὑπόγειος οὖσα ἐν θηλυκῷ ζῳδίῳ τριγώνῳ συναιρετιστοῦ καὶ οἰκείως κειμένη, ἀφέτης τῶν καθολικῶν χρόνων. πρώτη οὖν ἔλαβεν ἐκ τῶν προκειμένων ἐτῶν ἔτη ιʹ μῆνας θʹ, εἶθʼ ἑξῆς Ἀφροδίτη ἐν Κριῷ ἔτη ιʹ μῆνας θʹ, εἶτα ἑξῆς Ζεὺς Ζυγῷ ἔτη ιʹ μῆνας θʹ, εἶθʼ ἑξῆς Κρόνος Τοξότῃ ἔτη ιʹ μῆνας θʹ· γίνονται κύκλοι δʹ ἔτη μγʹ. μετʼ αὐτοὺς ἑξῆς ἀκολουθεῖ Ἄρης· τούτου ὁ κύκλος ἔτη ιʹ μῆνες θʹ εἰς συμπλήρωσιν ἐτῶν νγʹ καὶ μηνῶν θʹ. ἐπεὶ οὖν ὑπὲρ τὸν προκείμενον χρόνον καὶ ζητούμενον ὑπερβάλλει ὁ ἐνιαύσιος χρόνος, εἰς τὸν μηνιαῖον κατέδραμον καὶ ἔδωκα αὐτῷ τῷ Ἄρει τῷ κυρίῳ τοῦ κύκλου μῆνας ιεʹ, προσθεὶς δὲ τῷ συντελεσθέντι τετάρτῳ κύκλῳ ἐτῶν διʼ ἀριθμοῦ μγʹ· καὶ ἐγένοντο ἔτη μδʹ μῆνες γʹ. εἶτα Ἡλίῳ ἔτος αʹ μῆνας ζʹ, εἶτα Ἑρμῇ μῆνας κʹ, εἶτα Σελήνῃ μῆνας κεʹ, εἶτα Ἀφροδίτῃ μῆνας ηʹ, εἶτα Διὶ μῆνας ιβʹ· καὶ γίνονται ἔτη ναʹ καὶ μῆνες γʹ. ἑξῆς Κρόνος λαμβάνει μῆνας λʹ εἰς συμπλήρωσιν τοῦ Ἀρεϊκοῦ κύκλου ἐτῶν νγʹ καὶ μηνῶν θʹ· ἐπεὶ οὖν καὶ οὗτος ὁ χρόνος ὑπερβάλλει τὸν προκείμενον, εἰς ἡμέρας ἀνέλυσα οὕτως· ἕως τοῦ Διὸς συνήγετο ἔτη ναʹ μῆνες γʹ· ἀνέλαβον τὰς λοιπὰς ἡμέρας τοῦ νβʹ ἔτους σοʹ καὶ τοῦ νγʹ τξʹ καὶ τοῦ νδʹ ἔτους ἡμέρας λζʹ· καὶ γίνονται ὁμοῦ ἡμέραι χξζʹ Κρόνου τοῦ ἀπὸ Ἄρεος παραλαμβάνοντος. ἐξ ὧν παρέδωκεν ἑαυτῷ καὶ τοῖς ἑξῆς κειμένοις κύκλον αʹ ἡμερῶν ρκθʹ· εἶτα τὸν βʹ κύκλον παρεχώρει Ἄρεϊ ὁμοίας ρκθʹ, κἀκεῖνος ἐμέρισεν ἑκάστῳ τὰς ἰδίας ἡμέρας· τὸν δὲ γʹ κύκλον Ἥλιος διεδέξατο ἀπὸ Κρόνου καὶ ἐμέρισεν ρκθʹ ἡμέρας, τὸν δὲ δʹ Ἑρμῆς, τὸν δὲ εʹ Σελήνη καὶ ἐμέρισεν ἡμέρας ρκθʹ. λοιπὸν περιλείπονται ἡμέραι κβʹ τοῦ ϛʹ κύκλου, ὅς ἐστιν Ἀφροδίτης. ἐμέρισεν οὖν ἑαυτῇ ἡμέρας ηʹ, ἔπειτα Διὶ ἡμέρας ιβʹ· λοιπαὶ βʹ ἡμέραι εἰς τὴν ζητουμένην ἡμέραν, αἵ εἰσιν Κρόνου.
Γέγονεν οὖν ὁ μὲν καθολικὸς χρονοκράτωρ τῶν ἐτῶν Ἄρης ἀπὸ Σελήνης παραλαβών, ὁ δὲ τῶν μηνιαίων Κρόνος ἀπὸ Ἄρεως παραλαβών, τῶν δὲ ἡμερῶν Ἀφροδίτη παρὰ Κρόνου τὸν κύκλον παραλαβοῦσα. τῷ οὖν νβʹ ἔτει ἐγένετο γυναικὸς θάνατος ἐπίλυπος καὶ νόσοι ἐπισφαλεῖς αὐτῷ ἐπηκολούθησαν καὶ ζημίαι· ἐν δὲ ταῖς προκειμέναις ἡμέραις ἡ γένεσις κατεδικάσθη δίκην ἔχουσα ὑπὲρ γυναικὸς καὶ πρὸς γυναῖκα περὶ νεκρικῶν καὶ παλαιῶν πραγμάτων καὶ ὑπὸ μειζόνων κατεσπουδάσθη καὶ μικροῦ δεῖν ἐκινδύνευσε καὶ οἰκείων ἢ ἀλλοτρίων λύπην ἀνεδέξατο, ὡς εἰς ἀπόγνωσιν χωρῆσαι, καὶ ἑτέροις πράγμασι καὶ ἐπισφαλέσι καὶ ἐπιζημίοις περιεπλάκη. ἔτι γὰρ διεκράτει τὸν χρόνον Κρόνος παρʼ αἵρεσιν ὡροσκοπῶν καὶ καθυπερτερῶν Σελήνην, τὴν ἄφεσιν, καὶ Ἑρμῆν· ὅθεν καὶ πλαστογραφίαι πλεῖσται παρηκολούθησαν καὶ ψευδηγορίαι καὶ πλάναι καὶ ἐξοδιασμοὶ πλεῖστοι καὶ νόσοι ἐπισφαλεῖς. … Περὶ τῆς ὑποδιαιρέσεως τῆς προκειμένης ἀγωγῆς.
Ἡ δὲ τρίτη ἐπιδιαίρεσις οὕτως γίνεται. Κρόνος δεσπόζει ἐτῶν βʹ καὶ μηνῶν ϛʹ· παραδώσει ἑαυτῷ μῆνας ϛʹ ἡμέρας κθʹ ὥρας ϛʹ ϛʹ, Διὶ μῆνας βʹ ἡμέρας κϛʹ ὥρας ηʹ δʹ, Ἄρει μῆνας γʹ ἡμέρας ιδʹ ὥρας ιεʹ ϛʹ, Ἡλίῳ μῆνας δʹ ἡμέρας ιβʹ ὥρας ιγʹ ϛʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιθʹ 𐅵ʹ, Ἑρμῇ μῆνας δʹ ἡμέρας ιθʹ ὥρας ιβʹ 𐅵ʹ, Σελήνῃ μῆνας εʹ ἡμέρας κδʹ ὥρας ιʹ· καὶ οὕτως συμπληροῦνται τὰ τοῦ Κρόνου ἔτη βʹ μῆνες ϛʹ.
Ὁ Ζεὺς ἔχει ἐνιαυτόν· παραδώσει ἑαυτῷ μῆνα αʹ ἡμέρας γʹ ὥρας ιαʹ, Ἄρει μῆνα αʹ ἡμέραν αʹ ὥρας κʹ, Ἡλίῳ μῆνα αʹ ἡμέρας κγʹ ὥρας κʹ 𐅵ʹ, Ἀφροδίτῃ ἡμέρας ιβʹ ὥρας ζʹ 𐅵ʹ γʹ, Ἑρμῇ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιβʹ ϛʹ, Σελήνῃ μῆνας ιβʹ ἡμέρας θʹ ὥρας ιηʹ γʹ, Κρόνῳ μῆνας βʹ ἡμέρας κγʹ ὥρας ιζʹ δʹ.
Ἄρης ἔχει ἐνιαυτὸν αʹ μῆνας γʹ· παραδίδωσιν ἑαυτῷ μῆνα αʹ ἡμέρας κβʹ ὥρας ζʹ δύο τρίτα, Ἡλίῳ μῆνας βʹ ἡμέρας ϛʹ ὥρας ϛʹ δύο τρίτα, Σελήνῃ ἡμέρας οαʹ ὥρας εʹ, Ἀφροδίτῃ ἡμέρας κζʹ ὥρας καʹ 𐅵ʹ γʹ, Ἑρμῇ μῆνας βʹ ἡμέρας κζʹ ὥρας ιηʹ γʹ, Κρόνῳ μῆνας γʹ ἡμέρας ιδʹ ὥρας εʹ, Διὶ μῆνα αʹ ἡμέρας ιαʹ ὥρας κʹ.
Ἥλιος ἔχει ἐνιαυτὸν αʹ μῆνας ζʹ· παραδίδωσιν ἑαυτῷ μῆνας βʹ ἡμέρας κγʹ ὥρας κβʹ δʹ, Ἑρμῇ μῆνας βʹ ἡμέρας κηʹ ὥρας ηʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας εʹ ὥρας ηʹ 𐅵ʹ, Σελήνῃ μῆνας γʹ ἡμέρας κʹ ὥρας ιδʹ δʹ, Κρόνῳ μῆνας δʹ ἡμέρας ιβʹ ὥρας ιγʹ δʹ, Διὶ μῆνα αʹ ἡμέρας κγʹ ὥρας ηʹ δʹ, Ἄρει μῆνας δύο ἡμέρας ϛʹ ὥρας ϛʹ δʹ.
Ἀφροδίτη δεσπόζει μηνῶν ηʹ· ἐξ αὐτῶν ἑαυτῇ παραδίδωσιν ἡμέρας ιδʹ, Ἑρμῇ μῆνα αʹ ἡμέρας ϛʹ ὥρας ζʹ εʹ, Σελήνῃ μῆνα αʹ ἡμέρας ιϛʹ ὥρας ιβʹ δʹ, Κρόνῳ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιθʹ, Διὶ ἡμέρας κβʹ ὥρας δʹ, Ἄρει ἡμέρας κηʹ ὥρας καʹ δʹ, Ἡλίῳ μῆνα αʹ ἡμέρας εʹ ὥρας ηʹ.
Ἑρμῆς ἔχει ἐνιαυτὸν αʹ μῆνας ηʹ· ἐξ ὧν ἑαυτῷ παραδίδωσι μῆνας γʹ ἡμέρας γʹ ὥρας θʹ 𐅵ʹ, Σελήνῃ μῆνας γʹ ἡμέρας ϛʹ ὥρας ϛʹ δʹ, Κρόνῳ μῆνας δʹ ἡμέρας ιθʹ ὥρας ιβʹ δʹ, Διὶ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιθʹ, Ἄρει μῆνας βʹ ἡμέρας θʹ ὥρας ιηʹ δʹ, Ἡλίῳ μῆνας βʹ ἡμέρας κηʹ ὥρας ηʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας ζʹ ὥρας εʹ.
Σελήνη δεσπόζει ἐτῶν βʹ μηνὸς αʹ· ἐξ ὧν ἑαυτῇ μερίζει μῆνας δʹ ἡμέρας κδʹ ὥρας ιʹ, Κρόνῳ μῆνας εʹ ἡμέρας ιδʹ ὥρας ιʹ, Διὶ μῆνας … ἡμέρας θʹ ὥρας ιηʹ, Ἄρει μῆνας βʹ ἡμέρας κβʹ ὥρας εʹ, Ἡλίῳ μῆνας γʹ ἡμέρας κʹ ὥρας ιαʹ, Ἑρμῇ μῆνας γʹ ἡμέρας κϛʹ ὥρας ϛʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας ιζʹ ὥρας ϛʹ δʹ. ζʹ. Μαθεῖν τίνος ἀστέρος εἰσὶν αἱ καταγόμεναι ἡμέραι τῆς προκειμένης ἀγωγῆς.
Ἄλλως δʼ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξεʹ δʹ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους ἀνὰ ρκθʹ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ αἱ ἡμέραι. οἷον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβʹ ἔτη ἐπὶ τξεʹ δʹ πολυπλασιάσαντες γίνονται ἡμέραι μυριὰς ͵ηϡϞγʹ· καὶ ἀπὸ Μεχὶρ ιβʹ ἕως τῆς ζητουμένης Παϋνὶ ιεʹ ἡμέραι ρκγʹ· ὁμοῦ γίνονται ἡμέραι μυριὰς ͵θριϛʹ. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθʹ· γίνονται κύκλοι ρμηʹ, καὶ λοιπαὶ ἡμέραι κδʹ τοῦ ρμθʹ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους καʹ, τουτέστιν ἐκ τῶν ρμθʹ· λοιποὶ περιλείπονται κύκλοι βʹ. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν αʹ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀφροδίτη ἡμέρας κδʹ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ηʹ, ἔπειτα Διὶ ἡμέρας ιβʹ· λοιπαὶ περιλείπονται ἡμέραι δʹ Κρόνου, ἐν αἷς κατεδικάσθη.
Ἢ πάλιν πειρατέον τοὺς ἑβδομαδικοὺς κύκλους εἰς μθʹετηρίδας κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς οἷον ἂν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθʹετηρίδος καὶ τοῦ πρώτου κύκλου τοῦ ἑβδομαδικοῦ· εἶθʼ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τοὺς κύκλους. οἷον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθʹ κύκλοι ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθʹετηρίδας γʹ· λοιποὶ περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθʹετηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθʹετηρίδος ἄρχει Κρόνος· καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῷ μερίσας τὸν δεύτερον παρέδωκε τῷ μετʼ αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδʹ, ἐξ ὧν ἑαυτῷ ἑμέρισεν ἡμέρας ιεʹ· καὶ λοιπαὶ ἡμέραι θʹ Ἡλίου. Ὅτι οὐ δεόντως ἔνιοι τὴν ἄφεσιν τῆς προκειμένης ἀγωγῆς ποιοῦνται.
Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέσεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου· ἔπειτα Διί, εἶτα Ἄρει, εἶτα Ἡλίῳ, μεθʼ ὃν Ἀφροδίτῃ, ἔπειτα Ἑρμῇ καὶ ἑξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἑξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι. ηʹ. Περὶ χρόνων ζωῆς ἀπὸ πανσεληνιακοῦ καὶ ὡροσκοπικοῦ γνώμονος.
Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διάκρισις καὶ ὁ σαφὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὗτος δέ μοι βραχὺς περιελείπετο — ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερφρονεῖν —, ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεωρημάτων ἀνασκοπούμενος ἐσημειούμην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσασι. ἐπεὶ οὖν τὸ συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς οὕτως ἐν τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δὲ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τὰς ματαιολογίας. πᾶσα γὰρ ἀγωγὴ συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν ἐνδείκνυται.
Ἔστω οὖν ἡμῖν λόγος πρός τε τὴν φωσφόρον Σελήνην καὶ πρὸς τὸν ὡροσκόπον· οὗτοι γὰρ ἑαυτοῖς συγκιρνάμενοι κατὰ τὰς ὡριαίας κινήσεις πρὸς τὰς ἐπικαίρους στάσεις καὶ τὴν φυσικὴν μόρφωσιν τὴν ἄφεσιν καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος ἐνδείκνυνται. τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώσαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον, μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσι τοῖς ἀκούουσι καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τὰς πρὸς Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν.
Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυναστικὰς τὰς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαφῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις … πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφορὰν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον· σπανίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλλως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἐν τῷ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα ἐν τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἢ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τοὺς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν αἱ τῆς Σελήνης μοιρικαὶ φάσεις καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀφέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος χρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα αἱ ἀπὸ Σελήνης· αὕτη γὰρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἱ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν πρῶτον φερομένης.
Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυμερῶς καὶ ποικίλως συντεταχέναι· ἀγαπητὸν γὰρ ἐμοὶ μὲν πᾶσαν ζητήματος θέσιν προμεμηνυκέναι, δυνατὸν δὲ καὶ τοῖς ἐντυγχάνουσι προγυμνασθεῖσι χρόνῳ ταῖς ἀγωγαῖς καὶ τὰ πολλὰ παραπεμψαμένοις ἐπὶ τὴν φυσικὴν καὶ ἀτρεκῆ ὁδὸν καταντῆσαι. προεῖπον γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι ἃ μὲν ἐκ τῶν παλαιῶν σκοτεινῶς συντεταγμένα ἐπελυσάμην, ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἵνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικοὺς καὶ ἀναιρετικοὺς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γὰρ τούτων αἵ τε αἰτίαι καὶ οἱ θάνατοι καταλαμβάνονται κατὰ τὰς φυσικὰς αὐτῶν ἐνεργείας. χρὴ οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἢ βοηθεῖται ἢ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε αἱ πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατʼ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἔμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτὰς μοίρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρὰ πολλῶν νομίζεται, ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χωρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφʼ ὅσον ἂν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως· καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ τὸ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὂν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιούτων ἀπείρους λόγους ἐποιήσαντο. ἀλλʼ ἄγε ἐκ παρατηρήσεως χρόνων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος συνέταξα δοκῶν κόρον ἐν ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνατυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθʼ ἡδονῆς· ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις περιπλέκουσα καινοτέροις θεωρήμασιν. θʹ. Εὕρεσις σπορίμης Σελήνης καὶ ὡροσκόπου.
Ψηφίζεται ἡ Σελήνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει τὸ πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γὰρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς τὸ πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς· οὐ γὰρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν ηʹ ἢ ιʹ ἐγένετο ὁ γεννηθείς.
Ἐὰν γὰρ ὁ σπόριμος Ἥλιος ὑποδείγματος χάριν ἐν Κριῷ ᾖ τῆς Σελήνης φερομένης ἀπὸ συνόδου ἄχρι μοιρῶν ρκʹ, ἕξει τὴν τελείαν σποράν — οὐ γὰρ δυνατὸν ὑπερβῆναι τὰς ρκʹ μοίρας διὰ τὸ ἐν αὐταῖς πληροῦσθαι τὸν τέλειον ὡροσκόπον τῶν σοʹ μοιρῶν — καὶ γίνεται ἐν τῷ δεκάτῳ μηνί. ἐὰν οὖν ὑπερβῇ τὰς ρκʹ μοίρας, πάντοτε τοῖς θʹ προστίθει εἰς τὰς ἡμέρας καὶ ἐπικεφαλαιώσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφθη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν· ὥσπερ γὰρ τροχὸς κυλιόμενος ἐνέκοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν.
Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκῃ ἢ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τοὺς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμενοι σκοτεινολογίας. ἐγὼ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ καμὼν καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γὰρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει· ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθὼς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ φιλόνεικοι καὶ ἐναντιόβουλοι ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραΰνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνεται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἔστι συνιδεῖν, ὡς ἄλλο τὸ πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς τὸ θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν καὶ πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ τὸ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς, ὡς καὶ καθʼ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξασθαι διὰ τοὺς ἐχθροὺς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώμενοι μάτην θεούς τε μὴ τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἄγονται δὲ ὑπὸ τοῦ δαίμονος· τῶν δὲ τοιούτων καὶ τὸ τέλος αἰφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι κατὰ τὸ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ᾗ κατακόλουθοι γενόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἂν δέ τις ἀληθινὸν ἀναλαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ, ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενόμενος μιμήσεται τὸν τραγικὸν Εὐριπίδην λέγων· ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γε κἂν ὀκνῶ· κἂν μὴ θέλω, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι. ἀλλʼ ἐπὶ παντὶ εἴδει λογικῷ τε καὶ ἀλόγῳ τέχνης καὶ ἐπιτηδεύσεως ἢ καὶ ἄλλης ἡσδηποτοῦν αἰτίας Νέμεσις χαλιναγωγὸς ἔπεστι, κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπὲρ τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτηται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέβαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὐτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὐτοῖς πάθεσι περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ἐξ ὑστέρου δὲ θελήσαντες ἐσφάλησαν.
Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον ϛʹ τετέλεσται.