Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον τρίτον.αʹ. Περὶ ἐπικρατήσεως.
Περὶ μὲν οὖν τῆς ὑποστάσεως τῶν ζωτικῶν χρόνων ἄλλοι μὲν ἀλλοίως παρέδωκαν· ἐπεὶ δὲ δοκεῖ ποικίλος καὶ πολυμερὴς ὑπάρχειν ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινοβολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.
Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλίῳ, νυκτὸς δὲ Σελήνῃ· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δʼ ἀμφότεροι παραπέσωσι, τὸ ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ τὸ πλεῖστον δʼ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.
Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης ἐν τῇ ἐπικαταδύσει οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ Ἥλιος ἐν τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος ἐν τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, ὁ δὲ Ἥλιος ἐν θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἡλίου ἐν τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου τὸ μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς δὲ ἐν τῷ ὑπὸ γῆν ἀποκεκλικότων τὸ μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ δυτικῷ τύχωσι ζῳδίῳ, τὸ ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν ἐν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ὑπὸ γῆν, τὸ ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ ἐν αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἐν ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως ἐν τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύῃ τὴν φάσιν, ἔστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον. δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας τὸ πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.
Οἷον ὡροσκόπος Σελήνη Ὑδροχόῳ Κριῷ κβʹ· ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζʹ τοῦ αὐτοῦ ζῳδίου. τὸ διάστημα τὸ μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι εʹ, ἅτινα συνάγεται ἔτη δʹ. τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. καὶ μάλιστα ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναντιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ἐν ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις. βʹ. Περὶ μοιρῶν ἐπισήμων τῶν κέντρων.
Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρανοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συναχθέντος πλήθους τὸ τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἐν ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλʼ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως ἐν τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέντρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. ἐὰν δὲ ἐν τῷ ὡροσκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.
Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγʹ, μεσουρανεῖν Τοξότου μοίρας κβʹ, ὑπὸ γῆν εἶναι Διδύμους τῶν αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγʹ. ἔλαβον τὸ ἀπὸ τοῦ ὡροσκόπου διάστημα ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι Ϟθʹ. τούτων τὸ τρίτον γίνονται λγʹ· ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ Κριοῦ μοῖραν ιϛʹ· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπʼ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζʹ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι τὸ ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης· γίνονται παʹ· τούτων τὸ τρίτον γίνονται κζʹ· ταύτας ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθʹ. αὗται οὖν χρηματιστικαὶ καὶ αἱ τούτων διάμετροι, αἱ δὲ λοιπαὶ ἀχρημάτιστοι. τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς τὸ γινώσκειν τοὺς ἀστέρας πότερον ἐν χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις.
Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. τὸ μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τὸ τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπούσης κατὰ τὸ ἑξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, τὸ δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ τὸ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν τὸ μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, τὸ δὲ ἕτερον τρίτον μέρος μέσον, τὸ δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. κατὰ ταὐτὰ δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως … τὸ δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· τὸ δὲ λοιπὸν τρίτον ἕως τῆς τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων διάμετρα συνεπισχύσει.
Ταῦτα πάντα καὶ ὁ Ὠρίων ἐν τῷ βιβλίῳ ἐξέθετο.
γʹ. Περὶ ἀφέσεως.
Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν — πάντοτε γὰρ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς τὸ πλῆθος τῶν μοιρῶν κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται —, ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα ἐν τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ ὃ κλίμα γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἐν ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ τὸ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.
Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τύχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἔνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν εʹ ἢ ϛʹ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δʹ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη ἡ γένεσις εὑρεθῇ· τὸ γὰρ λέγειν … ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως τὸ ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι τὸ πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ τὸ πλῆθος τῶν ἐτῶν.
Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ τὸ βʹ κλίμα Διδύμοις μοίρᾳ ηʹ, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβʹ. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας ηʹ, ἀλλʼ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβʹ, καὶ τὸ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ ἐν τῇ κʹ μοίρᾳ τῶν Διδύμων ἢ τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβʹ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβʹ ἕξομεν, ἀλλʼ ἕως τῆς ηʹ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. ἔσθʼ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας ηʹ, ἕως τῆς κβʹ τοῦ Ὑδροχόου, τὸ τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει τὸ κεντρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.
Μυστικώτερος δὲ ἔστω οὗτος ὁ λόγος καὶ δεδοκιμασμένος ὑφʼ ἡμῶν καὶ ἀνηπλωμένος, τὴν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡς μεσουρανοῦσαν. ταύτης δὲ μεσουρανούσης σκοπεῖν δεήσει καὶ καθʼ ὃ κλίμα τις ζητεῖ, πόστη μοῖρα δύναται ὡροσκοπεῖν, καὶ ἐπιγνόντας ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι. οἷον ἔστω εἶναι ἀφετικὴν Σκορπίου μοῖραν ιβʹ κατὰ τὸ βʹ κλίμα· ἐὰν μὲν οὖν αὐτὴν λογιζώμεθα ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγʹ, ἔνθα τὸ ὑπόγειον κατέληξε. ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεσουρανοῦσαν αὐτήν, εὑρήσομεν ἐν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κηʹ, καὶ ἡ ἄφεσις ἔσται ἀπὸ τῆς ιβʹ μοίρας τοῦ Σκορπίου ἕως τῆς κηʹ τοῦ Αἰγόκερω. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαντες εὑρήσομεν. ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν καὶ ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκοποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν.
Ἔστω ὡροσκόπος ἡ Τοξότου μοῖρα ιηʹ, μεσουράνημα δὲ Ζυγοῦ μοῖρα δʹ, οἰκοδεσποτεῖν δὲ Ἑρμῆν καὶ εἶναι Παρθένῳ μοίρᾳ ιγʹ. λογίζομαι τὸ διάστημα τὸ ἀπʼ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λεʹ, ἅτινά ἐστι ὧραι βʹ καὶ μέρος γʹ ὥρας. ἐπεὶ οὖν οϛʹ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβʹ· ἐπιβάλλει ἄρα ἑκάστῃ ὥρᾳ ἔτη ϛʹ μῆνες δʹ. τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβʹ μῆνες ηʹ καὶ τοῦ τρίτου ἔτη βʹ μὴν αʹ ἡμέραι ιʹ· ὁμοῦ γίνεται ἔτη ιδʹ μῆνες θʹ ἡμέραι ιʹ. ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϛʹ· λοιπὰ ἔτη ξαʹ μῆνες βʹ ἡμέραι κʹ. τὸ δʼ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. τούτων οὕτως ὄντων ἔστω τὴν Σελήνην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας ηʹ· ἔλαβον τῶν λοιπῶν κβʹ μοιρῶν ἔτη κθʹ μῆνας δʹ καὶ τοῦ Σκορπίου λϛʹ καὶ τῶν ιζʹ τοῦ Τοξότου ἔτη ιηʹ μῆνα αʹ ἡμέρας ιηʹ· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγʹ μῆνες εʹ ἡμέραι ιηʹ. ἐπεὶ οὖν τὰ τοῦ ἀφέτου πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξαʹ μῆνας βʹ ἡμέρας κʹ· εἰ δʼ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγʹ, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγʹ ἔτη ζήσεσθαι. ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζούσης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραιρέται τῶν χρόνων γενήσονται. ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμπαρουσίας τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώνους τετραγώνους διαμέτρους.
Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθʼ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ ὅρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοῖραι κριθήσονται αἱ παρʼ ἑκάτερα τῆς ἀφέσεως γʹ, ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζʹ. ἐν ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβʹ· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θʹ ἕως τῆς ιεʹ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θʹ ἕως τῆς ιεʹ, ἀναιρεῖ οὐ μόνον εἰς τὸ αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ ἐν τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης εὑρεθῇ. Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιεʹ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβʹ ἢ ιγʹ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος ἐν Τοξότῃ τύχῃ μοίρᾳ ιγʹ ἢ καὶ ιβʹ ἢ καὶ κʹ, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δʼ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ ἐν Τοξότῃ εὑρεθῇ μοίρᾳ γʹ ἢ ζʹ, κατʼ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἔστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω. δʹ. Περὶ ἀνέμων τῶν ἀστέρων καὶ τῶν ὑψωμάτων καὶ βαθμῶν.
Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρότερον δὲ δεῖ σκοπεῖν, ἐν αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθʹ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου, ὁ δὲ Ζεὺς περὶ τὰς ιεʹ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κηʹ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν καʹ τοῦ Ζυγοῦ, ὁ δὲ Ἑρμῆς περὶ τὴν ιεʹ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζʹ τῶν Ἰχθύων. ἐν δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. τὸ οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ τὸ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθʹ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθʹ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ ἐν τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθʹ τοῦ Κριοῦ ἕως ιθʹ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθʹ τοῦ Καρκίνου ἕως ιθʹ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθʹ τοῦ Ζυγοῦ ἕως ιθʹ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιεʹ, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν τὸ διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιεʹ ἐπιγνώσομαι. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ· λαμβάνω ἀπὸ τῆς ιθʹ τοῦ Αἰγόκερω ἕως κβʹ Ὑδροχόου· γίνονται λγʹ· ἀφαιροῦμεν τὰς δὶς ιεʹ μοίρας λʹ, οἵ εἰσι βαθμοὶ βʹ· λοιπαὶ γʹ, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γʹ. τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ τὸ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐτῆς αἱρέσεως. ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθμοῖς ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδʼ ἐὰν ἐπίκεντρος τύχῃ ἐν τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέτην, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. ἐὰν δὲ ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν ὁρίων τότε σκοπεῖν δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς. τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· ἐν γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγματευόμενοι οὐ διηκρίβωσαν. εʹ. Περὶ αἱρέσεως τῶν ἀστέρων.
Δεῖ δὲ σκοπεῖν καὶ τὰς αἱρέσεις τῶν ἀστέρων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Κρόνος ἡμέρας ὑπέργειοι χαίρουσι, νυκτὸς δὲ ὑπόγειοι· Σελήνη δὲ καὶ Ἄρης καὶ Ἀφροδίτη νυκτὸς ὑπέργειοι χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰκοδεσπότου ἐν οἷς ἐστιν ὁρίοις. ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννωμένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. ἡ δὲ Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες. … Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα.
Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθʹ λʹ, Σελήνη Ἰχθύσι μοίρᾳ ιβʹ, Κρόνος Τοξότῃ μοίρᾳ κζʹ ηʹ, Ζεὺς Παρθένῳ μοίρᾳ κβʹ ιγʹ, Ἄρης Σκορπίῳ μοίρᾳ ζʹ κγʹ, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κηʹ ιγʹ, Ἑρμῆς Λέοντι μοίρᾳ ιαʹ κεʹ, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζʹ, μεσουράνημα Τοξότῃ μοίρᾳ κεʹ. ἀνοικοδεσπότητος ἡ γένεσις διὰ τὸ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ τὸ ἰσόμοιρον εὑρεθέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθʹ· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδʹ ἔζησεν ἄν.
Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κεʹ ηʹ, Σελήνη Διδύμοις μοίρᾳ ιϛʹ νγʹ, Κρόνος Ἰχθύσι μοίρᾳ αʹ κεʹ, Ζεὺς Τοξότῃ κδʹ ιηʹ, Ἄρης Ταύρῳ καʹ ηʹ, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θʹ, Ἑρμῆς Κρόνος Ταύρῳ λβʹ, ὡροσκόπος Ζυγῷ ιεʹ, μεσουράνημα Καρκίνῳ ιϛʹ. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς ἐν Σκορπίῳ μοίρας καʹ· τοῖς γὰρ ἀφετικοῖς ὁρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ ναʹ ἔτει. ἔστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφʼ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται ἢ τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἐν ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφʼ οὗ ὁ ἀναιρέτης τυγχάνει. ζʹ. Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου.
Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλʼ ὁπόταν ἡ Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. ηʹ. Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ τὸ αʹ ὄργανον Κριτοδήμου.
Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἂν ὁ χρόνος συντρέχῃ· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφορὰς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ καʹ ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζʹ. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· τὸ γὰρ μοιρικὸν τετράγωνον τοῦτο.
Ζεὺς Σκορπίου μοίρᾳ ιδʹ ὁρίοις Κρόνου· αἱ ιδʹ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. ἔστιν οὖν τὸ ἰσανάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδʹ μοῖραι Λέοντος ὅρια Ἡλίου· ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναιρεῖ.
Ἄρης Ταύρου μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς ἐν Λέοντι μοίρας κζʹ ἢ ἐν τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζʹ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζʹ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ· ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.
Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου μοῖραι λζʹ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· ζητῶ οὖν ἐν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζʹ, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.
Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον καὶ οἵους ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. ἔκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἑξῆς τοῖς ἄλλοις ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη ιʹ καὶ μῆνας θʹ. θʹ. Περὶ ἀνέμων καὶ τροπῶν.
Ἐμοὶ δʼ οὐκ ἔδοξεν ὥς τινες κατὰ τὴν ἑπτάζωνον τὰ ὅρια ὑπέθεντο, οἷον ηʹ ζʹ ϛʹ εʹ δʹ — καὶ οὐδʼ οὕτως συμφωνεῖ —, ἀλλὰ ἀπὸ τῶν οἴκων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶκος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γʹ· καθʼ ἕκαστον οὖν ζῴδιον γʹ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρκίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται δʹ· ὁμοίως οὖν ἔχει καθʼ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δʹ. Κρόνου οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δʹ· ὁμοίως καθʼ ἕκαστον ζῴδιον δʹ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια εʹ. Ἄρεως οἶκος Κριὸς Σκορπίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια εʹ. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθʼ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια εʹ. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δʹ· ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δʹ. ἐν οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γʹ, εἶτα δεύτερος Ζεὺς εʹ, εἶτα Ἀφροδίτη εʹ καὶ Σελήνη δʹ, ὁμοίως Κρόνος δʹ Ἑρμῆς δʹ καὶ ἑξῆς Ἄρης εʹ· γίνονται ὁμοῦ λʹ. νυκτὸς δὲ ἀνάπαλιν Ζεὺς εʹ, Ἥλιος γʹ, Σελήνη δʹ, Ἀφροδίτη εʹ, Ἑρμῆς δʹ, Κρόνος δʹ, Ἄρης εʹ· γίνονται ὁμοῦ λʹ. ὁμοίως ἐν Ταύρῳ Παρθένῳ Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκτὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος.
Ἵνα οὖν ἴδῃς, ὅτι ἀληθῶς ἐστι ταῦτα τὰ ὅρια, καὶ ἀπὸ τῆς τῶν ἀστέρων φύσεως γνώσῃ. ἐὰν ὁ Ἥλιος τὰ αὐτοῦ ὅρια παροδεύων τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, τὸ φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δὲ Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας καὶ δρόσος γίνεται· ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνῃ, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφʼ ἧς φάσεως φέρεται ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου. ιʹ. Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρόνων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς τὸ περὶ ἐμπράκτων χρόνων μεθʼ ὑποδειγμάτων.
Ἔστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς τὸ μερίσαι χρησόμεθα τῇ προκειμένῃ ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.
Σκοπεῖν δεήσει, πότερον συνοδική ἐστιν ἡ γένεσις ἢ πανσεληνιακή, καὶ ἐὰν μὲν συνοδικὴ εὑρεθῇ, ἀριθμεῖν τὰς μοίρας ἀπὸ τῆς συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπολύειν ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὸ ἑξῆς· καὶ ὅποι δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ὁ τοῦ ὁρίου κύριος ἔσται οἰκοδεσπότης τῆς ζωῆς καὶ τῆς ἀφέσεως. ἐὰν δὲ πανσεληνιακὴ ἡ γένεσις εὑρεθῇ, ἀριθμεῖν δεήσει ἀπὸ τῆς κατʼ ἐκτροπὴν σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ τὸ ἑξῆς ἀλλʼ ἀνωφερῶς, ὡς ἐπὶ τὸ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δʼ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ τὸ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἐν ἀρσενικῷ, ἢ Σελήνῃ ἐὰν ἐν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ τὸ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ. ἐὰν δὲ τὸ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἐν ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἔστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχηματίζεται καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ ἐν οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου, ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς τὸ σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακοδαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας.
Καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς δεήσει σκοπεῖν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τῆς ὡριμαίας ὑπεδείχθη, καὶ ἐὰν ἀνατολικὸς ἢ δυτικὸς ἢ ἔκκεντρος ἢ ἐπίκεντρος ἢ καὶ ἐνηλλαχὼς πρὸς τὸν τοῦ ζῳδίου κύριον καὶ ἀσύμφωνος αὐτῷ, καὶ οὕτως ἐπικρίνειν. ὁμοίως δὲ καὶ τὰς τῶν ἀναιρετικῶν ἀκτῖνας προβλέπειν, καὶ εἰ ἐν ἀρχῇ τῶν ὁρίων ἡ ἄφεσις ἐξέπεσεν ἢ ἐπὶ τέλει· ἐντεῦθεν γὰρ χρὴ συλλογίζεσθαι τὰς τῶν ὀλιγοχρονίων καὶ πολυχρονίων γενέσεις καὶ τὰς τῶν διδύμων. πολλάκις γὰρ περὶ μὲν τὸ πρῶτον τεχθὲν ὅριον κακοποιεῖ τῆς ἀφέσεως κυριεῦσαν, ἢ καὶ τοῦ οἰκοδεσπότου παραπεσόντος ὀλιγοχρονιότης ἐγένετο, περὶ δʼ ἕτερον ἐναλλαγέντος τοῦ ὁρίου πολυχρονιότης καὶ βίου ὑπόστασις παρηκολούθησεν· ὅθεν ὑπὸ μιᾶς καὶ δευτέρας μοίρας πολλάκις ἡ παραλλαγὴ μεγίστην δύναμιν ἐνδείκνυται. —Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ταύρου μοίρᾳ κεʹ ιηʹ, Σελήνη Ὑδροχόου ζʹ ιʹ, Κρόνος Κριοῦ μοίρᾳ κδʹ, Ζεὺς Ταύρου μοίρᾳ δʹ κεʹ, Ἄρης Καρκίνου μοίρᾳ κβʹ νγʹ, Ἀφροδίτη Διδύμων μοίρᾳ κηʹ ιϛʹ, Ἑρμῆς Διδύμων μοίρᾳ ϛʹ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ κζʹ. πανσελήνου οὔσης τῆς γενέσεως ἔλαβον ἀπὸ τῆς σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον, ἥτις ἐτύγχανε Διδύμοις μοίρᾳ βʹ κεʹ· γίνονται ριεʹ. ταύτας ἀναποδίζω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας· καταλήγει εἰς τὴν τοῦ Ζυγοῦ μοῖραν βʹ, ἔνθεν ἡ ἄφεσις ἕως τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Κρόνος μὲν γὰρ ἐκ διαμέτρου, Ἄρης δὲ ἐκ τετραγώνου περὶ τὰς αὐτὰς μοίρας βάλλοντες τὴν ἀναίρεσιν ἐποίησαν, Ζεὺς δὲ ἦν ἀπόστροφος, ἡ δὲ Ἀφροδίτη ἦν παραπεπτωκυῖα, ἣ οὐκ ἴσχυσε βοηθῆσαι. ἔζησεν ἡ γένεσις ἔτη κηʹ μῆνας θʹ. —Ἄλλη. Ἥλιος Τοξότῃ ιβʹ ιϛʹ, Σελήνη Τοξότῃ ιζʹ κδʹ, Κρόνος Ζυγῷ ιαʹ λγʹ, Ζεὺς Διδύμοις ιθʹ ιαʹ, Ἄρης Σκορπίῳ δʹ κʹ, Ἀφροδίτη Ζυγῷ κϛʹ, Ἑρμῆς Σκορπίῳ κζʹ, ὡροσκόπος Ζυγῷ κʹ. ἔλαβον οὖν ἀπὸ τῆς συνοδικῆς μοίρας ἕως τῆς σεληνιακῆς· γίνονται εʹ· ταύτας ἀπὸ τοῦ ὡροσκόπου, καταλήγει Ζυγῷ κεʹ· ἐντεῦθεν ἡ ἄφεσις ἕως τῆς ἐν Σκορπίῳ Ἄρεως μοίρας εʹ. ἐτελεύτα τῷ ιβʹ ἔτει. αὕτη δὲ ἡ συνάντησις εἰ μὴ ἐτετεύχει, ἔζη καὶ τὰ τῆς Ἀφροδίτης ἔτη πδʹ. ιαʹ. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
Ὑποδείξομεν δέ, καθὼς καὶ ὁ βασιλεὺς ἐσήμανε, περὶ κλιμακτῆρος ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς ἕως τῆς γενεθλιακῆς ἡμέρας λαμβάνειν, ἀπὸ δὲ τοῦ συναχθέντος ἀριθμοῦ τῶν ἡμερῶν ἐκκρούειν ὁσάκις δυνατὸν ἀνὰ νβʹ ζʹ, τὰς δὲ καταλειφθείσας πολλαπλασιάζειν, ὁσάκις ἂν ᾖς ἐκκεκρουκώς, καὶ σκοπεῖν, ἐὰν ὁ συναχθεὶς ἀριθμὸς ἐκ τοῦ πολυπλασιασμοῦ ἔχει κατʼ ἔλλειψιν τὸν ἴδιον τοῦ κλιμακτῆρος ἀριθμόν. Οἷον ὑποθέσεως χάριν ἔστω τὰ συναχθέντα ἡμέραι σκʹ· ἐκκρούω τετράκις ἀνὰ νβʹ ζʹ, γίνονται ἡμέραι σηʹ καὶ δʹ ἕβδομα καὶ καταλείπονται ιαʹ καὶ ἕβδομα γʹ. τοῦτόν φαμεν ἑβδομαδικὸν κλιμακτῆρα.
Λέγει δʼ ὁμοίως σκοπεῖν, μὴ ὁ κατʼ ἔλλειψιν τοῦ ἀριθμοῦ τῶν ἐτῶν κλιμακτὴρ συνεμπέσῃ. οἷον ἐπὶ ὑποδείγματος ἡ ὑπόστασις ἐὰν ᾖ ἐτῶν μζʹ, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν μεʹ, συναιρεθήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατʼ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβδομαδικὸς ἤνεγκε μοίρας εʹ· ταῦτα ἀναλύεται εἰς τὸν θʹ· παράκειται γὰρ ἐννάκις εʹ· γίνονται μεʹ. συνεμπέπτωκεν οὖν ὁ ἑβδομαδικὸς εἰς τὸν ἐννεαδικόν. ἐὰν μὲν οὖν ὁ κατʼ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται τὸ προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος.
Ἡμεῖς δὲ συντομώτερον ἔφαμεν ἐπὶ τὸν εʹ δʹ πολυπλασιάζειν καὶ κεχρῆσθαι τῷ αὐτῷ τρόπῳ, ὡς ἐπὶ τῶν νβʹ, καὶ εὑρόντα πρῶτον ἐννεαδικὸν ζητεῖν, μὴ συνεμπίπτῃ αὐτῷ ἑβδομαδικός. οὐκ ἀρέσκει δέ τισι τὸ ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς πεποιῆσθαι τὴν ἀρχήν. δυνατὸν οὖν ἰδίως τοῦτο ὑποδείγματος χάριν πεποιηκέναι, ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος τὸ ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας· ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δʼ ἡμερινοῖς τὰς ἐννεαδικὰς δοκεῖ τισι· κατʼ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατʼ ἀμφότερα δὲ καὶ οὗτοι τὴν ἐναλλαγὴν ἐφέξουσι τῶν κλιμακτήρων. κατὰ μὲν γὰρ Ἥλιον καὶ Σελήνην Κρόνος ἑβδομαδικὸς ἔσται, Ἄρης ἐννεαδικὸς διὰ τὸ τῷ Καρκίνῳ καὶ τῷ Λέοντι ἀπὸ τοῦ ἐβδόμου τόπου ἐναντιοῦσθαι τὸν Αἰγόκερω καὶ τὸν Ὑδροχόον, ἅπερ Κρόνου οἰκητήρια, τὸν δὲ Κριὸν ἔνατον ἀπὸ Λέοντος καὶ τὸν Καρκίνον ἀπὸ Σκορπίου. φυσικώτερον οὖν λαμβάνεται ἀπὸ τοῦ ὑψώματος τῆς Σελήνης τοῦ Ταύρου ἑβδομαδικὸς μὲν Ἄρης διὰ τὸν Σκορπίον, ἐννεαδικὸς δὲ Κρόνος διὰ τὸν Αἰγόκερω.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος γʹ Ἀδριανοῦ Ἀθὺρ κζʹ κατὰ Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου ιζʹ Φαμενὼθ ιαʹ. ἔλαβον τὰ πλήρη ἔτη λεʹ καὶ γενέθλιον λοιπὸν γʹ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δʹ ὑφαιρουμένων καταλείπονται θʹ· καὶ τὰς τοῦ Φαμενὼθ ιαʹ· γίνονται αἱ πᾶσαι κʹ. καὶ ἐμβόλιμοι ηʹ· γίνονται αἱ πᾶσαι κηʹ. ἔστω οὖν ἡ ιαʹ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι τὸ ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν εʹ δʹ, ἐπεὶ ἕκαστος ἐνιαυτὸς ἔχει ἐννεάδας μʹ καὶ περιλείπονται εʹ δʹ, τῶν δὲ πλήρων μηνῶν ἑκάστου ἡμέρας γʹ, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γʹ καὶ λοιπαὶ γʹ, καὶ τὰς λοιπὰς ἡμέρας ἕως τῆς ζητουμένης συναθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς καὶ ἐπὶ ἐνιαυτοῦ χρῆσθαι δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβδομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος Ἰχθύες.
ιβʹ. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθʼ ὑποδειγμάτων.
Ἐπεὶ δὲ καθʼ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν ἐλέγχων ὑπομιμνήσκω, ἵνα μὴ δόξω διὰ τῦφον ταῦτα ποιεῖν, ἀναδραμὼν εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνάμενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δʼ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀνθρώπων ἐγχρονίσας καὶ βουκολήσας οὓς μὲν τοῦ ζῆν περιέγραψε, οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἔρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ κατʼ ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆσδε τῆς βίβλου τὰ ὅλα συνέχεσθαι διʼ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπειρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς γὰρ καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικὰς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς ματαιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφάλαια μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀνδρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανόητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν.
Τῆς οὖν οἰκοδεσποτικῆς καὶ ἀναιρετικῆς ἀκτινοβολίας οὕτως καθὼς πρόκειται διατεταγμένης τοῦ τε ἀριθμίου κλήρου καὶ τῶν ἀναιρετικῶν καὶ δυναστικῶν τόπων δοκιμάσας οὐκ ἐβουλήθην ἀποκρύψαι ἀλλὰ μεταδοῦναι. πρὸ πάντων οὖν σκοπεῖν δεήσει ἐπὶ πάσης γενέσεως, πότερον ἐπικράτησιν ἢ καὶ οἰκοδεσποτείαν ἔχει. ἐὰν μὲν οὕτως εὑρεθῇ, χρὴ τοῖς προκειμένοις ὁρίοις χρῆσθαι· ἐὰν δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδεμιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας τὸ πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοίρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ τὸ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθʼ ὃ κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ πανσελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ τὸ μεσουράνημα ἀνωφερῶς πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως τὸ μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ τὸ ἑξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισαμένους ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόντας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοιπὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν κατὰ τὸ ἑξῆς ὡς ἐπὶ τὸ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ τὸ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον ἐν τῷ ὑπὲρ γῆν ἢ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐν ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συνοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τούτων διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ καταβιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ τὸ ἑξῆς ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοιρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.
Ἔσθʼ ὅτε δὲ καὶ ἐπικρατήσεως καὶ οἰκοδεσποτείας οὔσης καὶ αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐτονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων ἢ ἐπὶ τῶν ἐν τῇ μήτρᾳ. ὁ δʼ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπορᾶς εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται. ιγʹ. Πῶς δεῖ εὑρεῖν ἀκριβῶς τὸν ἐν τῇ σπορᾷ Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον.
Συντομώτερον δὲ τὴν εὕρεσιν κατὰ πλάτος διασαφήσομεν. ἐπὶ πάσης γενέσεως τὸ μὲν τετράγωνον Ἡλίου ἐστὶ σπόριμον ζῴδιον — ἔσθʼ ὅτε μὲν οὖν καὶ τὸ τρίγωνον, ὅταν πολλῶν μοιρῶν ὁ Ἥλιος τύχῃ καὶ μάλιστα ἐν τοῖς ὀλιγαναφόροις ζῳδίοις· ἐν δὲ τοῖς πολυαναφόροις εἰς τὰ ἑξάγωνα· ὅπου δʼ ἂν ὁ ὡροσκόπος τῆς ἐκτροπῆς ἐκπέσῃ, ἐκεῖ σημειοῦσθαι τὴν σπορίμην Σελήνην καὶ οὕτως ἐπιγινώσκειν, πότερον συνοδικὴ ἢ πανσεληνιακὴ ἡ σπορὰ τέτευχε. οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, ὡροσκόπος Παρθένῳ· ὁ σπόριμος Ἥλιος Ταύρῳ, Σελήνη σπορίμη Παρθένῳ· δῆλον ὅτι συνοδικὴ ἡ σπορά· οὐδέπω γὰρ ἡ Σελήνη τουτέστιν ὁ ὡροσκόπος τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου παρήλλαξεν. ἐὰν δὲ ὁ ὡροσκόπος ὁ τῆς ἐκτροπῆς μετὰ τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου εὑρεθῇ, πανσεληνιακὴ ἡ σπορὰ ἔσται. τὰς αὐτὰς δὲ ἀφέσεις καὶ ἐπὶ τῆς σπορᾶς δεῖ ποιεῖσθαι, καθὰ καὶ ἐπὶ τῆς ἐκτροπῆς δεδήλωται. κατὰ τὸ πλεῖστον δὲ οἱ συνοδικὴν σπορὰν ἔχοντες ἐν πανσελήνῳ οὗτοι τελευτῶσιν, οἱ δὲ πανσεληνιακὴν συνοδικῆς οὔσης τῆς Σελήνης τελευτῶσιν.
Ἄλλως. ἐπιγνόντας, ἐν ποίῳ ζῳδίῳ γέγονεν ἡ σύνοδος ἢ ἡ πανσέληνος, ἀριθμεῖν ἀπὸ τῆς αὐτῆς μοίρας κατὰ τὸ ἑξῆς ἕως ἀναβιβάζοντος καὶ τὸ συναχθὲν πλῆθος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ἀπὸ ὡροσκόπου κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινή, ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμπέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ὡς ἐπὶ τὸν ὡροσκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ᾖ, ἀνωφερῶς ἐπὶ τὸ δύνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερινῆς μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυτικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων ἐν τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δʼ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπογείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβάζων Διδύμοις μοίρᾳ κγʹ, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας ηʹ, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δʹ, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρεʹ. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει εἰς τὴν τῶν Διδύμων μοῖραν ιθʹ· κατὰ δὲ τὸ βʹ κλίμα συνάγουσιν ἔτη οϛʹ μῆνας … ἔγγιστα· ταῦτα ἐβίωσε.
Ταύτας τὰς αἱρέσεις ἔταξα, αἷς καὶ αὐτὸς ἐχρησάμην· ἐσκόπουν γὰρ καὶ ἐπὶ γενέσεως ἐκ τῶν προκειμένων ὅρων, εἰ συντρέχουσι κατὰ τὸ αὐτὸ δύο ἢ τρεῖς ἢ πλείους, καὶ οὕτως ἀπαραβάτως περὶ τέλους ἀπεφαινόμην. ὅθεν οὐκ εἰκῆ οὐδʼ ὡς ἔτυχεν ἐδήλωσα, ὅτι πᾶσα ἀγωγὴ καὶ καθʼ ἑαυτὴν καὶ πρὸς ἑτέραν συγκρινομένη εὐάρμοστός ἐστιν· ἣν εἴ τις φυλάττοι, εὐκατάληπτον ἕξει τὴν τῶν ζητουμένων ἀλήθειαν. τινὰ μὲν οὖν καὶ μυστικῶς διεγράψαμεν εἰς διάκρισιν καὶ σύγκρισιν τῶν ἐντυγχανόντων οὐ φθόνῳ φερόμενοι οὐδὲ ἀφελότητι, ἀλλὰ προθυμίαν τινὰ καὶ ἐπιμονὴν βουλευόμενοι παρεισφέρειν τῷ μαθήματι. πᾶς γὰρ καταθυμίου προαιρέσεως ἀκολάστως τυχὼν ἀχάριστον τὴν δωρεὰν ἡγήσατο, ὁ δὲ μετὰ πόνου καὶ ζητήσεως οὐ μόνον ἡδονὴν ἀλλὰ καὶ κατόρθωσιν τῇ πραγματείᾳ ἐπεισήνεγκεν.
Ἔστω ὑποδείγματος χάριν Ἥλιος Ταύρου μοίρᾳ αʹ, Σελήνη Διδύμων μοίρᾳ ιϛʹ, ὡροσκόπος Ταύρου μοίρᾳ ιδʹ, ἡ σύνοδος περὶ μοίρας κζʹ τοῦ Κριοῦ, ἀναβιβάζων Αἰγόκερω μοίρᾳ κεʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἐπὶ τὸν ἀναβιβάζοντα ἀνωφερῶς· γίνονται Ϟβʹ· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀνωφερῶς ἀπέλυσα· κατέληξεν εἰς τὴν τοῦ Ὑδροχόου μοῖραν ιβʹ. συνάγουσιν οὖν αἱ Ϟβʹ κατὰ τὸ Ἀλεξανδρείας κλίμα ἔτη οʹ μῆνα αʹ· ἐτελεύτα τῷ οʹ ἔτει καὶ μηνὸς αʹ. ἀπὸ δὲ τῆς σπορᾶς οὕτως· ἐπεὶ ἡ πανσέληνος τῆς σπορᾶς γέγονεν Αἰγόκερω μοίρᾳ καʹ … ἅτινα συνεγγίζει τοῖς εὑρεθεῖσιν ἔτεσιν. Ἄλλη. Ἥλιος Ὑδροχόου μοίρᾳ κθʹ, Σελήνη ἀρχαῖς Κριοῦ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ ιηʹ, σύνοδος Ὑδροχόου μοίρᾳ κϛʹ, ἀναβιβάζων Σκορπίου μοίρᾳ ιϛʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἀνωφερῶς ἕως τῆς τοῦ ὡροσκόπου μοίρας· γίνονται ληʹ· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας κατωφερῶς· συνάγεται ἔτη ἐν τῷ πρώτῳ κλίματι ἔγγιστα λγʹ· ἔζησεν ἔτη λβʹ μῆνας πέντε. ὁ δὲ τῆς σπορᾶς τόπος οὐκ ἔσχε τὴν ἄφεσιν· κατὰ γὰρ τὰς αὐτὰς μοίρας καὶ ἡ πανσέληνος τῆς σπορᾶς καὶ ὁ ἀναβιβάζων ἔτυχεν. ὅθεν καὶ ἐπικίνδυνον τὴν ἐκτροπὴν ἔσχε καὶ τὸ τέλος βίαιον. ιδʹ. Περὶ κλήρου τύχης εἰς τὸν περὶ ζωῆς τόπον μεθʼ ὑποδείγματος· ἐν ᾧ καὶ τὰ ἐλάχιστα ἔτη τῶν ἀστέρων.
Εὗρον δὲ καὶ ταύτην τὴν αἵρεσιν περὶ χρόνων ζωῆς ὑπὸ μὲν τῶν ἀρχαίων ἀναπεπλεγμένην ποικίλως· αὐτὸς δὲ διὰ πείρας ἀναζητήσας διέκρινα καὶ οἴομαι μᾶλλον τοῖς πλείστοις ἀρέσκειν. ἐν γὰρ τῇ ιγʹ βίβλῳ ὁ βασιλεὺς μετὰ τὸ προοίμιον καὶ τὰς τῶν ζῳδίων διατάξεις κλῆρον τύχης ἐπιφέρει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου, ὃ μεγίστην περιποιεῖ καὶ ἐν ὅλῃ τῇ βίβλῳ μνημονεύει καὶ κύριον κρίνει τόπον, περὶ οὗ καὶ αἴνιγμα τέθεικε τὸ ἔμπαλιν καὶ ἀνάπαλιν· καὶ ὁ Ἥλιος ἀπὸ ἠοῦς ἀρχόμενος παντὸς αἰῶνος κύτος παραδίδωσι ἕσπερον κύκλον διανύων, καθάπερ ὁρᾶται. νυκτὸς δὲ ἐπερχομένης οὐ πάντοτε ἡ Σελήνη φαεσφοροῦσα τεύξεται, ἀλλʼ ὁτὲ μὲν ἑσπέρας φανεῖσα δύεται, ὁτὲ δὲ ἐπίμονος μέχρι τινὸς μέρους, ἔσθʼ ὅτε δὲ διὰ τέλους τῆς νυκτὸς πορεύσεται· διόπερ ἀκολούθως ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρηγγεγύηκεν. περὶ μὲν οὖν τούτου τοῦ διανοήματος ἄλλοι ἄλλως φανοῦσιν· ἐμοὶ δʼ ἔδοξεν ἐπὶ μὲν ἡμερινῆς γενέσεως λαμβάνειν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῆς, ἐφʼ ὅσον μὲν ἡ Σελήνη ὑπέργειός ἐστι τουτέστι μέχρις οὗ δύνει, ἀπʼ αὐτῆς ἐπὶ τὸν Ἥλιον λαμβάνειν καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, μετὰ δὲ τὴν δύσιν ἀπὸ Ἡλίου ἐπʼ αὐτήν. τὸ γὰρ ἐπιλέγειν· διόπερ ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρεγγεγύηκε τοῦτο δοκεῖ. σκοπεῖν δὲ δεήσει, εἰς ποῖον τόπον ἐξέπεσεν ὁ κλῆρος, καὶ τοῦτον ἡγεῖσθαι κύριον, ἔπειτα συνορᾶν τοῦ ζῳδίου τὸν κύριον ἐν ποίῳ ζῳδίῳ τέτευχε, τρίτον δὲ τὸν τούτου οἰκοδεσπότην· ἐκ τούτων γὰρ τῶν τριῶν τόπων καὶ τῶν τούτων οἰκοδεσποτῶν ὁ βιώσιμος χρόνος εὑρεθήσεται κατὰ τοὺς τρεῖς ὅρους.
Οἷον ἕκαστος τῶν ἀστέρων ἰδίας περιόδου δεσπόζει, Κρόνος μὲν οὖν ἐτῶν λʹ, Ζεὺς ιβʹ, Ἄρης ιεʹ, Ἥλιος ιθʹ, Ἀφροδίτη ηʹ, Ἑρμῆς κʹ, Σελήνη κεʹ· ὁμοίως δὲ καὶ ἕκαστος ἰδίων ἀναφορῶν κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπίκεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρτυροῦντες ἢ ἐν οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντιθέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτοὺς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δʼ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὁπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ· καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ καὶ ἐν τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν. ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κεʹ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβʹ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβʹ· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθʹ· τοσούτων ἐτῶν ἐτελεύτα.
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παρʼ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λʹ καὶ μῆνας τοὺς αὐτοὺς ἐν ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδʹ ἔτει.
Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἐν ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις. ιεʹ. Περὶ κλιμακτήρων.
Εἰσὶ δὲ καὶ οἱ κληρικοὶ κλιμακτῆρες καὶ μάλιστα τῶν κακοποιῶν συνόντων ἢ μαρτυρούντων τὴν τύχην. ἐν μὲν οὖν τῷ διαμέτρῳ τῷ διὰ τῶν ἑβδομάδων ἐνιαυτῶν, ἐν δὲ τῷ δεξιῷ τριγώνῳ τῷ διὰ τοῦ θʹ, ἐν δὲ τῷ ἀριστερῷ τριγώνῳ τῷ διὰ εʹ, ἐν δὲ τῷ δεξιῷ τετραγώνῳ τῷ διὰ ιʹ, ἐν δὲ τῷ ἀριστερῷ τῷ διὰ δʹ. οἱ δὲ βλάπτοντες ἐν τῷ δεξιῷ ἑξαγώνῳ διὰ ιαʹ, οἱ δὲ ἐν τῷ ἀριστερῷ ἑξαγώνῳ διὰ γʹ, οἱ δὲ ἐν τῇ προηγήσει τῆς τύχης διὰ ιβʹ, οἱ δὲ ἐν τῇ συναφῇ αὐτῆς ὄντες διὰ βʹ. ἐν Κριῷ ἐὰν ἐπιπαρῇ ὁ κεκληρωμένος τὴν τύχην, ἕξει διʼ ἐτῶν θʹ, ἐν Ταύρῳ διὰ κεʹ, ἐν Διδύμοις διὰ κʹ, ἐν Καρκίνῳ διὰ κεʹ, ἐν Λέοντι διὰ ιβʹ, ἐν Παρθένῳ διὰ ηʹ, ἐν Ζυγῷ διὰ λʹ, ἐν Σκορπίῳ διὰ ιεʹ, ἐν Τοξότῃ διὰ ιβʹ, ἐν Αἰγόκερῳ διὰ ηʹ, ἐν Ὑδροχόῳ διὰ λʹ, ἐν Ἰχθύσι διὰ ιεʹ.
ιϛʹ. Μέσα ἔτη τῶν ἀστέρων.
Τὰ δὲ μέσα ἔτη τῶν ἀστέρων ἐστὶ ταῦτα. Κρόνου μῆνες εʹ, Διὸς μῆνες θʹ, Ἄρεως μῆνες βʹ, Ἀφροδίτης μῆνες ϛʹ, Ἑρμοῦ μῆνες ηʹ, Ἡλίου ξδʹ. μερίζουσιν οὖν καὶ ταῦτα τὰ ἔτη σὺν ταῖς περιόδοις ἢ ταῖς ἀναφοραῖς τῶν ζῳδίων, ὁπόταν χρηματίζοντες τυγχάνωσιν.
Ἄλλως τὰ μέσα ἔτη. Ἑκάστου ἀστέρος τὴν μεγάλην περίοδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζʹ καὶ τὰ ἐλάχιστα λʹ γίνονται πζʹ, ὧν τὸ ἥμισυ μγʹ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη οθʹ καὶ τὰ ἐλάχιστα ιβʹ γίνονται Ϟαʹ, ὧν τὸ ἥμισυ μεʹ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν ἢ διετίαν συνδράμῃ ὁ χρόνος—ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ αʹ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου ληʹ γʹ· καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λαʹ δύο τρίτα· γίνονται οʹ· τοσαῦτα ἐβίωσεν.
Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ, Σελήνη Ἰχθύσι, Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κηʹ· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδʹ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιεʹ. ἐτελεύτα τῷ ξζʹ ἔτει.
Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκόπος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κʹ καὶ περιόδου Διὸς ιβʹ. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κʹ καὶ Ἄρεως ιεʹ· γίνονται ξζʹ· ταῦτα ἐβίωσε.
Βουληθεὶς μέντοι τὰς συντεταγμένας μοι βίβλους ἰδιωτικωτέρας οὔσας διὰ τὸ τοιούτοις καὶ νέοις μου θρεπτοῖς προσπεφωνηκέναι, ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετασυντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρεπτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.