αʹ. Περὶ τῆς τῶν ἀστέρων φύσεως.
Ὁ μὲν οὖν παντεπόπτης Ἥλιος, πυρώδης ὑπάρχων καὶ φῶς νοερόν, ψυχικῆς αἰσθήσεως ὄργανον, σημαίνει μὲν ἐπὶ γενέσεως βασιλείαν, ἡγεμονίαν, νοῦν, φρόνησιν, μορφήν, κίνησιν, ὕψος τύχης, θεῶν χρηματισμόν, κρίσιν, δημοσίωσιν, πρᾶξιν, προστασίαν ὀχλικήν, πατέρα, δεσπότην, φιλίαν, ἔνδοξα πρόσωπα, τιμὰς εἰκόνων ἀνδριάντων στεμμάτων, ἀρχιερατείας πατρίδος, … τόπων· τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν καρδίας, πνευματικῆς ἤτοι αἰσθητικῆς κινήσεως, νεύρων· οὐσίας δὲ χρυσοῦ, καρπῶν δὲ σίτου καὶ κριθῶν· ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ κίτρινος, τῇ δὲ γεύσει δριμύς.
Ἡ δὲ Σελήνη γενομένη μὲν ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς καὶ νόθον φῶς κεκτημένη σημαίνει μὲν κατὰ γένεσιν ἀνθρώποις ζωήν, σῶμα, μητέρα, σύλληψιν, μορφήν, πρόσωπον, θέαν, συμβίωσιν ἤτοι γάμον νομικόν, τροφόν, ἀδελφὸν μείζονα, οἰκουρίαν, βασίλισσαν, δέσποιναν, χρήματα, τύχην, πόλιν, ὄχλων συστροφήν, λήμματα, ἀναλώματα, οἰκίαν, πλοῖα, ξενιτείας, πλάνας· οὐ γὰρ εὐθείας παρέχει διὰ τὸν Καρκίνον. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης, σπληνῶν, μηνίγγων, μυελοῦ, ἔνθεν καὶ ὑδρωπικοὺς ἀποτελεῖ· οὐσίας δὲ ἀσήμου καὶ ὑέλου. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά.
Ὁ δὲ τοῦ Κρόνου ποιεῖ μὲν τοὺς ὑπʼ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὅρασιν ἔχοντας, αὐχμηρούς, μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστικούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπὰς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνασκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωργοὺς ποιεῖ διὰ τὸ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημάτων καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητὰς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μολύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει σκελῶν, γονάτων, νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμονισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας, ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ἐν ὕδατι ἢ διʼ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός.
Ὁ δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρωτας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώνια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίωσιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην, χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον ἐν ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς.
Ὁ δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυγάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγαδείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθορὰς γυναικῶν, ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φίλων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φόνους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώσεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγεσίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς, ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ τὸ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός.
Ἡ δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσοφορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμοὺς κόσμου, συναλλαγὰς ἐπὶ τὸ ἀγαθόν, γάμους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐμορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυροβαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορίας ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαντουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκαθαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ παρὰ τὰ τῶν ζῳδίων αὐτῆς ὅρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ἐξ ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχήλου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς, συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύμονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευκή, τῇ δὲ γεύσει ἐλλιπωτάτη.
Ὁ δὲ τοῦ Ἑρμοῦ σημαίνει παιδείαν, γράμματα, ἔλεγχον, λόγον, ἀδελφότητα, ἑρμηνείαν, κηρυκείαν, ἀριθμόν, ψῆφον, γεωμετρίαν, ἐμπορίαν, νεότητα, παίγνια, κλοπήν, κοινότητα, ἀγγελίαν, ὑπηρεσίαν, κέρδος, εὑρέματα, ἀκολουθίαν, ἄθλησιν, πάλην, φωνασκίαν, σφραγίζεσθαι, ἐπιστέλλειν, ἱστάναι, κρέμασθαι, δοκιμάζειν, ἀκούειν, ποικιλεύεσθαι. ἐστὶ δὲ δοτὴρ καὶ διανοίας καὶ φρονήσεως, κύριος ἀδελφῶν καὶ τέκνων νεωτέρων καὶ πάσης ἀγοραίου καὶ τραπεζιτικῆς ποιητής· κυρίως δὲ ποιεῖ ἱεροτεύκτας, πλάστας, ἀγαλματογλύφους, ἰατρούς, γραμματικούς, νομικούς, ῥήτορας, φιλοσόφους, ἀρχιτέκτονας, μουσικούς, μάντεις, θύτας, ὀρνεοσκόπους, ὀνειροκρίτας, πλοκεῖς, ὑφάντας, μεθοδικοὺς καὶ τοὺς ἐπὶ πολεμικῶν ἢ στρατηγικῶν ἔργων προεστῶτας καὶ ἐπιχειροῦντας τὰ παράδοξα καὶ μεθοδικὰ διὰ ψήφων ἢ παραλογισμῶν, ἰσχυροπαίκτας ἢ μιμῳδούς, ἀπὸ ἐπιδείξεως τὸν βίον ποριζομένους, ἔτι δὲ πλάνης καὶ ἀλητείας καὶ ἀκαταστασίας. οὓς δὲ τῶν οὐρανίων ἴδριας ἢ καὶ ἐρευνητὰς γινομένους, διὰ τέρψεως καὶ εὐθυμίας τὸ θαυμαστὸν ἔργον ἐνδοξοκοποῦντας τῆς ὠφελείας χάριν. οὗτος γὰρ ὁ ἀστὴρ πολλῆς μεθόδου δύναμιν ἔχων κατὰ τὰς τῶν ζῳδίων ἐναλλαγὰς ἢ καὶ τὰς τῶν ἀστέρων συμπλοκὰς ἑτεροσχήμονας παρέχει πράξεις, οἷς μὲν εἴδησιν, οἷς δὲ προπωλήν, τισὶ δὲ ὑπηρεσίαν, τοῖς δʼ αὖ ἐμπορίαν ἢ διδασκαλίαν περιποιῶν, τισὶ δὲ καὶ γεωργίας ἢ νεωκορίας ἢ δημοσίας ἀρχάς, οἷς δʼ αὖ αὐθέντησιν ἢ προμίσθωσιν ἢ ἐργολαβίαν ἢ ἐπίδειξιν ῥυθμικὴν ἢ προεστάναι λειτουργίας ἢ καὶ δορυφορίας ἢ λινοστολίας θεῶν ἢ δυναστῶν τῦφον περιτιθείς. πάντας ἀνωμάλους ταῖς τύχαις καὶ πολυπερισπάστους πρὸς τὰ τέλη ποιήσει, πλέον δὲ τοὺς ἐπὶ κακοποιῶν ζῳδίων ἢ μοίρας αὐτῶν ἔχοντας τὸν ἀστέρα τοῦτον περιτρέπεσθαι πρὸς τὸ χεῖρον ἔτι ποιήσει. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει χειρῶν, ὤμων, δακτύλων, ἄρθρων, κοιλίας, ἀκοῆς, ἀρτηρίας, ἐντέρων, γλώσσης. οὐσίας δὲ κυριεύει χαλκοῦ καὶ νομίσματος παντός, δόσεως λήψεως· κοινὸς γὰρ ὁ θεός.
Οἱ μὲν οὖν ἀγαθοποιοὶ ἐπιτόπως καὶ καλῶς κείμενοι τὰ ἴδια ἀποτελοῦσι κατά τε τὴν ἰδίαν καὶ τὴν τοῦ ζῳδίου φύσιν, συνεπικιρναμένης τῆς ἑκάστου ἀστέρος μαρτυρίας ἢ συμπαρουσίας. παραπεπτωκότες δὲ ἐναντιωμάτων εἰσὶ δηλωτικοί· ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ χρηματίζοντες ἐπιτόπως καὶ τῆς αἱρέσεως ἀγαθῶν δοτῆρες καὶ μειζόνων τάξεων καὶ προκοπῶν δηλωτικοί, ἀχρημάτιστοι δὲ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσι.
Τούτων δὲ οὕτως διατεταγμένων λεκτέον καὶ περὶ τῆς τῶν ιβʹ ζῳδίων φύσεως.
Ἕκαστος δὲ ἀστὴρ ἰδίας ἐστὶ κύριος πρὸς τὸν κόσμον οὐσίας πρός τε συμπάθειαν καὶ ἀντιπάθειαν καὶ ἀλληλοπάθειαν ταῖς τε συγκρατικαῖς ἀλλήλων ὅτε κατὰ συναφὴν καὶ ἀπόρροιαν καὶ καθυπερτέρησιν ἢ καὶ ἐμπερίσχεσιν καὶ δορυφορίαν καὶ ἀκτινοβολίαν καὶ προσφορίαν τῶν δεσποτῶν, Σελήνη μὲν προνοίας, Ἥλιος δὲ αὐγῆς, ἀγνοίας δὲ καὶ ἀνάγκης Κρόνος, δόξης δὲ καὶ στεμμάτων καὶ προθυμίας Ζεὺς κύριος καθέστηκε, πράξεως δὲ καὶ μόχθου ὁ τοῦ Ἄρεως, ἔρωτος δὲ καὶ ἐπιθυμίας καὶ κάλλους ὁ τῆς Ἀφροδίτης, νόμου δὲ καὶ συνηθείας καὶ πίστεως ὁ τοῦ Ἑρμοῦ. οἵτινες ἀστέρες τῶν ἰδίων εἰσὶν ἀποτελεσμάτων. βʹ. Περὶ τῆς τῶν ιβʹ ζῳδίων φύσεως.
Κριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερσαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγαθόν, εὐμετάβολον, διοικικόν, δημόσιον, πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λιχῆνες· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπτικόν. ἔσονται οὖν οἱ γεννώμενοι ἐν τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι, μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες, μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητικοί, ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλικοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες.
Κριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνεμώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιεʹ μοίρας εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων· ἔχει δὲ λαμπροὺς ἀστέρας τὸ ζῴδιον ιθʹ, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγʹ, λαμπροὺς δὲ κδʹ, σκιεροὺς δὲ κζʹ, καὶ ὑπολάμπρους κηʹ, ἀμαυροὺς δὲ μηʹ· συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου, νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου τὸ λειπόμενον.
Ἐστὶ δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βαβυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βαβυλωνία· κατὰ τὸ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ῥυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός.
Ταῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον ἐν τῇ ἐαρινῇ τροπῇ, ὀστῶδες, μελοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος ἐν τῷ ἀφανεῖ κόσμῳ κεῖται. ἔστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας αʹ ἕως εʹ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βροντοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπὰς γεννῶντα· αἱ δὲ ἑξῆς βʹ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ δὲ δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγʹ ἐν ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχόμενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζʹ, βορρόθεν συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δήμητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ αἱ κνῆμαι τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν δὲ συνανατέλλει ὁ Ὠρίων ξίφος ἔχων ἐν τῇ δεξιᾷ χειρὶ ἀνατετακώς, τῇ εὐωνύμῳ κατέχει τὸ λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ τὸ ζῴδιον κόσμου περιποιητικόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλιγόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν, ἀμετάβολον, ἐργαστικόν, ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτικὸς τόπος ἐν τῷ βορρᾷ κατὰ τὸ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώμενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλήδονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ καὶ ὁ οἰκοδεσπότης καλῶς πέσῃ, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάντων, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί.
Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῷ Ἡνιόχῳ δεξιά, Σκυθία· ἡ Πλειάς, Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ τὸ κύρτωμα ἄρχονται· ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ τὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.
Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ αἱ γʹ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γʹ ἕως ζʹ, εὔυγρα· εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζʹ ἕως ιεʹ· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει καʹ. κεῖται δὲ ἐν ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὗ ἡ δορά. εἰς τὸ νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γραμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῷ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ τὸ λοιπὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἥφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου τὸ ἥμισυ.
Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία, Γαλατία, Θρᾴκη καὶ Βοιωτία. μέσα, Αἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία, Συρία.
Καρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης, σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ιʹ ποιεῖ τὸν ἀέρα κάθυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμβρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δʹ. Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου τὸ ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡροσκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν, εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, εὐφθαρτικοί, φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμῃ ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες, ἐπὶ μιᾶς πράξεως ἢ τὸ πολὺ δύο μὴ μένοντες, ἐν πλάναις καὶ ξενιτείαις γινόμενοι.
Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη τῇ Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρμενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος.
Λέων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν, ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχῃ ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ ἐν τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κʹ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα, τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων … . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος, νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς τὸ λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Δράκοντος, ἣν βαστάζει Ὀφιοῦχος. βορρόθεν δέ ἐστι Δελφίν, Λύρα, τὸ Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ τὸ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή.
Ἔστι δὲ τῷ Λέοντι ὑποτεταγμένα κλίματα· ἐν τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη, Ἀδρίας, Λιβύη· ἐν τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς.
Παρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποειδές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλελεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφωνον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκονόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοί, περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, ἐν δὲ τοῖς μέσοις εὐποροῦντες.
Ζυγὸς οἶκος Ἀφροδίτης, ἀρρενικόν, τροπικόν, ἀνθρωποειδές, ἀνωφερές, ἀερῶδες, θηλυνόμενον, φωνῆεν, ἀγαθόν, εὐμετάβολον, ὑπαρχόντων μειωτικόν, ὑπόγειον κόσμου, δημόσιον, ἐκλειπτικόν, προεστὸς καρπῶν, οἰνικῶν, ἐλαϊκῶν, μυρεψικῶν, σταθμῶν, μέτρων, ἐργαστηριακῶν. οἱ γεννώμενοι ἀγαθοὶ μὲν καὶ δίκαιοι ἀλλὰ βάσκανοι, ἀλλοτρίων ἀγαθῶν ἐπιθυμηταί, μέτριοι, τὰ πρῶτα κτηθέντα ἀπολλύντες καὶ ἐν ὑψοταπεινώματι γινόμενοι, ἀνωμάλως βιοῦντες, προϊστάμενοι δὲ ἐπὶ μέτρων ἢ σταθμῶν ἢ εὐθηνίας.
Σκορπίος οἶκος Ἄρεως, θηλυκόν, στερεόν, ὑδατῶδες, πολύσπερμον, φθοροποιόν, κατωφερές, ἄφωνον, δουλικόν, ἀμετάβλητον, δυσωδίας αἴτιον, ὑπαρχόντων ἀφαιρετικόν, ἐκλειπτικόν, πολύχουν. οἱ δὲ γεννώμενοι δόλιοι, πονηροί, ἅρπαγες, φονικοί, προδόται, ἀμετάβλητοι, ὑπαρχόντων ἀφαιρετικοί, λαθρεπίβουλοι, κλῶπες, ἐπίορκοι, ἀλλοτρίων ἐπιθυμηταί, συνίστορες φόνων ἢ φαρμακειῶν ἢ κακούργων πραγμάτων, μισοΐδιοι.
Τοξότης οἶκος Διός, ἀρρενικόν, πυρῶδες, ἀνωφερές, φωνῆεν, κάθυγρον διὰ τὴν Ἀργώ, ἀγαθόν, πτερωτόν, εὐμετάβολον, δίσωμον, διφυές, αἰνιγματῶδες, ὀλιγόγονον, ἡμιτελές, ἡγεμονικόν, βασιλικόν· οἱ δὲ γεννώμενοι ἀγαθοί, δίκαιοι, μεγαλόψυχοι, κριτικοί, εὐμετάδοτοι, φιλάδελφοι, φιλόφιλοι· τὰ δὲ πρῶτα κτηθέντα μειοῦντες, πάλιν κτώμενοι, ἐχθρῶν καθυπερτεροῦντες, φιλόδοξοι, εὐεργετικοί, ἐπίσημοι, αἰνιγματωδῶς διαπλέκοντες τὰ πράγματα.
Αἰγόκερως οἶκος Κρόνου, θηλυκόν, τροπικόν, γεῶδες, φθοροποιόν, ἄγονον, κατωφερές, κατεψυγμένον, ἄφωνον, δουλικόν, κακῶν αἴτιον, ἀσελγές, λατρευτικόν, αἰνιγματῶδες, διφυές, κάθυγρον, ἡμιτελές, κυρτοειδές, χωλόν, δύσις κόσμου, μόχθων καὶ πόνων δηλωτικόν, λαοξοϊκόν, γεωργικόν. οἱ γεννώμενοι κακοί, ἑτερότροποι, ὑποκρίσει ἀγαθοὶ καὶ ἁπλοῖ, πονικοί, πολυμέριμνοι, ἐπάγρυπνοι, φιλογέλωτες, μεγάλων ἔργων ἐπίβουλοι, δυσαμάρτητοι, εὐμετανόητοι, κακοῦργοι, ψεῦσται, ἐπίψογοι, ἔπαισχροι. ἐστὶ δὲ καὶ εὔκρατος ἐπʼ ἀμφότερον· κατὰ μέρος ἔχει δὲ τὰ πρῶτα φθαρτικά, τὰ δὲ δεύτερα κάθυγρα, ὀμβρικά, κινητικά, τὰ δὲ μέσα πυρώδη, τὰ δὲ ἔσχατα φθαρτικά. ἀστέρας δὲ ἔχει … . κατὰ τὰ Σφαιρικὰ βορρόθεν ἀνατέλλει Κασσιέπεια καὶ τὰ δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος. εἰσὶ δὲ θεοί· Ἀφροδίτη, Σελήνη, Δημήτηρ, Ἑρμῆς. βορρόθεν οὐδέν ἐστιν.
Ἔστι δὲ τῷ Αἰγόκερῳ ὑποτεταγμένα κλίματα τάδε, πρὸς ἑσπέραν καὶ μεσημβρίαν πάντα. κατὰ τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος· κατὰ τὴν ζώνην Σικυών· κατὰ τὸν νῶτον θάλασσα Μεγάλη· κατὰ τὴν οὐρὰν Ἰβηρία· κατὰ τὴν κεφαλὴν Τυρρηνικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν τὰ … ἐνοικοῦντα ἔθνη. μέση Αἴγυπτος, Συρία, Καρία.
Ὑδροχόος ἐστὶν ἐν οὐρανῷ ζῴδιον ἀρρενικόν, στερεόν, ἀνθρωπόμορφον, πάρυγρον, μονογενές· ἐστὶ δὲ ἄφωνον, κατάψυχρον, ἐλεύθερον, ἀνωφερές, θηλυνόμενον, ἀμετάβλητον, κακόν, ὀλιγόγονον, αἴτιον μόχθων τῶν διʼ ἀθλήσεως ἢ βασταγμάτων καὶ σκληρουργίας, ἐργαστικόν, δημόσιον· οἱ δὲ γεννώμενοι βάσκανοι καὶ μισοΐδιοι, ἀμετάβλητοι, μονογνώμονες, τυφώδεις, δόλιοι, ἀποκρυπτόμενοι πάντα, μισάνθρωποι, ἄθεοι, κατήγοροι, προδόται δόξης καὶ ἀληθείας, ἐπίφθονοι, μικρολόγοι, ὅτε δὲ εὐμετάδοτοι διὰ τὴν ἔκρυσιν τοῦ ὕδατος, ἀκόλαστοι· ἐστὶ δὲ ὁλοσχερῶς κάθυγρος, καὶ τὰ μὲν μέρη τὰ πρῶτα κάθυγρα, τὰ δὲ ἀνωτέρω πυρώδη, τὰ δὲ κατωτέρω εὐτελῆ καὶ ἀχρεῖα. ἀστέρας ἔχει … . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά. νοτόθεν ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς. Ἥρας, Ἡρακλέους, Ἡφαίστου, Κρόνου. βορρόθεν δύνει οὐδέν. νοτόθεν δὲ τοῦ Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος. κεῖται δὲ τὸ ζῴδιον ἐν ἀνέμῳ λιβί, πρόσκειται δὲ τῷ κλίματι τῷ τῆς Αἰγύπτου καὶ ταῖς πέριξ πόλεσιν, ἐκ μὲν τῶν νοτίων αὐτοῦ μερῶν ἄχρι Ψελχέως καὶ Δωδεκασχοίνου καὶ Συκαμίνου, ἐκ δὲ τῶν πρὸς λίβα μερῶν ἄχρι τῆς Ἀμμωνιακῆς χώρας καὶ τῶν πέριξ πόλεων, ἐκ δὲ τῶν πρὸς ἀπηλιώτην μερῶν ἄχρι τῆς Ἐρυθρᾶς θαλάσσης κατὰ θίξιν, ἐκ δὲ τῶν βορείων αὐτοῦ ἄχρι Σεβεννύτου τόπων καὶ στόματος Ἡρακλεωτικοῦ. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατὰ τὸν νότιον πόλον ποταμὸς ὁ καλούμενος Ἠριδανὸς καὶ Ἰχθὺς ὁ μέγας, ψαύων τῆς οὐρᾶς τοῦ Ἰχθύος. ἐν δὲ τοῖς βορεινοῖς τόποις ἔσω τοῦ βορείου πόλου ἐστὶν ὁ λεγόμενος Ὄρνις, ὑπὲρ ὃν Ὀϊστὸς παρατείνει, ὅπου ἡ Ἄρκτος ἡ λεγομένη Κυνόσουρα ἀποβλέπουσα εἰς βορρᾶν.
Πρόσκειται δὲ αὐτῷ κλίματα τάδε· ἐμπρόσθια, Συρία· μέσα, Εὐφράτης καὶ Τίγρις, Αἴγυπτος καὶ Λιβύη καὶ οἱ συνεχεῖς Αἰγυπτίων ποταμοὶ καὶ Ἰνδὸς ποταμός· κατὰ δὲ τὸ μέσον τῆς Κάλπης Τάναϊς καὶ οἱ λοιποὶ ποταμοὶ ἐκ τοῦ ὑπὸ τοὺς πόδας ῥέοντες πρὸς νότον καὶ ζέφυρον.
Ἰχθύες εἰσὶν ἐν οὐρανῷ θῆλυ, κάθυγρον, πάρυγρον, δίσωμον, πολύγονον, λιχηνῶδες, λεπιδωτόν, νευρῶδες, κυρτωτόν, ἀλφῶδες, δίμορφον, ἄφωνον, πολυκίνητον, λεπρῶδες, ἀντικείμενον ἑαυτῷ διὰ τὸ τὸν μὲν νότιον εἶναι, τὸν δὲ βόρειον· ἐστὶ δὲ καὶ κάθυγρον, κατωφερές, δουλικόν, εὐμετάβολον, πολύγονον, δίσωμον, συνουσιαστικόν, μελοκοπούμενον, πλάνης αἴτιον, ποικίλον· οἱ οὖν γεννώμενοι ἄστατοι, ἀμφίβολοι, ἐκ κακῶν εἰς ἀγαθὰ μεταβάλλοντες, ἐρωτικοί, λατρευτικοί, ἀσελγεῖς, πολύγονοι, ὀχλικοί. εἰσὶ δὲ ὁλοσχερῶς ψυχεινοί, πνευματώδεις· κατὰ μέρος δʼ ἔχουσι τὰ πρῶτα εὔκρατα, μέσα κάθυγρα, ἔσχατα φθαρτικὰ καὶ εὐτελῆ. ἀστέρας δὲ ἔχει … . βορρόθεν συνανατέλλει τὰ λειπόμενα τῆς Ἀνδρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, τὰ δὲ ἐν δεξιῷ καὶ τὸ ὑπὸ τὸν Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος ἡ κεφαλή. Ποσειδῶνος, Ἄρεως, Ἑρμοῦ, Ἀφροδίτης, Διός. νοτόθεν δύνει Θυμιατήριον καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν. πρόσκειται δὲ ἀνέμῳ βορρᾷ. πρόσκειται δὲ κλίματι τῆς Ἐρυθρᾶς θαλάσσης, ἔχον νήσους οὐκ ὀλίγας παρʼ ἑαυτό, ἃς ὑπέρκειται ἡ Ἰνδία καὶ ὁ λεγόμενος Ἰνδικὸς ὠκεανός· ἐν δὲ τοῖς ἀπηλιωτικοῖς αὐτοῦ μέρεσι τὴν Παρθίαν ἔχει καὶ τὴν Ἰνδικὴν χώραν κατὰ θίξιν καὶ τὸν Ἀπηλιωτικὸν ὠκεανόν, ἐκ τῶν βορείων αὐτοῦ μερῶν τὴν Σκυθικὴν χώραν· ἐκ δὲ τῶν πρὸς λίβα αὐτοῦ μερῶν ψαύει προσκλύζον Μυοσόρμου, Ὀρθοῦ ὅρμου καὶ τῶν πέριξ πόλεων. πρόσκειται δὲ αὐτοῖς κατὰ τὰ Σφαιρικὰ πρὸς μὲν τὰ βόρεια μέρη τεμνόμενος ὑπὸ τοῦ βορείου πόλου Ἀετὸς καὶ κατά τι μέρος Ὀϊστός, ἔσω δὲ τοῦ βορείου πόλου, οὐ πολὺ διεστώς, ἔστι ὁ καλούμενος Πήγασος ἔσω τοῦ ἀρκτικοῦ πόλου.
Ἀφέστηκε δὲ τῶν ἄλλων τμημάτων ὁ ἀρκτικὸς πόλος ἐν μέσῳ τῶν πάντων κείμενος, ἔχων ἐν ἑαυτῷ τὴν Ἄρκτον τὴν λεγομένην Κυνόσουραν, φερομένην ἀπὸ τῶν βορείων ἐπὶ τὰ ἀπηλιωτικά, ποτὲ δὲ καὶ ἀπὸ τῶν νοτίων, τὴν δὲ ἑτέραν, τὴν καλουμένην μικρὰν Ἄρκτον, ἥτις μεσαζούσης τῆς νυκτὸς ἀνατέλλει, ἃς κατέχει ὁ καλούμενος Ἀρκτοφύλαξ περίτασιν φέρων κατὰ τοῖν δυεῖν ἄρκτοιν· ὅς ἐστιν ἀφανὴς κατὰ τὴν ἀνάδοσιν τῶν δύο Ἄρκτων· ἡ μὲν γὰρ εἰς τὰ βόρεια ἀποβλέπει, ὁ δὲ εἰς τὰ νότια.
Εἰσὶ δὲ καὶ κατὰ μέρος ὑποτεταγμένα κλίματα τάδε. ἐμπρόσθια, Εὐφράτης καὶ Τίγρις. μέσα, Συρία, Ἐρυθρὰ θάλασσα· Ἰνδικὴ μέση, Περσὶς καὶ οἱ συνεχεῖς τόποι, Ἀραβικὴ θάλασσα καὶ Ἐρυθρὰ καὶ Βορυσθένης ποταμός. οὐρά, ...... ............ ὁ δὲ σύνδεσμος πρὸς ἀνατολὴν καὶ ἀπηλιώτου βορείου ἀστέρος· ὁ νότιος, Θρᾴκη, μέσον πέλαγος Βορυσθένης καὶ Ἀσία καὶ Σαρδώ. γʹ. Περὶ ὁρίων.
Πεντήκοντα Κριὸς καὶ μοῖραι πρῶται Διός εἰσιν, εὔκρατοι, εὔρωστοι, πολύσπερμοι, ἀγαθοποιοί· αἱ δὲ ϛʹ Ἀφροδίτης, ἱλαραί, εὔτεχνοι, διαυγεῖς, ἄρτιοι, καθαροί, εὔχροοι. αἱ δὲ ἐχόμεναι Ἑρμοῦ ἐπαμφοτερίζουσαι, μεταβολικαὶ καὶ εὐφυεῖς, ἀκίνητοι, ἀνεμώδεις χαλαζώδεις βροντώδεις κεραυνοβόλοι. αἱ δὲ εʹ Ἄρεος φθοροποιοὶ διάπυροι ἄστατοι ἀνθρώπων κακούργων προπετῶν καὶ … αἱ δὲ ἑξῆς εʹ Κρόνου κατάψυχροι στειρώδεις βάσκανοι ἐπισινεῖς.
Ταύρου δὲ αἱ μὲν πρῶται ηʹ Ἀφροδίτης πολύσπερμοι πολύγονοι ὑγραὶ καταφερεῖς ἔλεγχοι μεσωνικώτεραι. αἱ δὲ ἑξῆς ϛʹ Ἑρμοῦ συνεταὶ φρόνιμοι κακοῦργοι ὀλιγόσποροι κακόψιδες θανατοποιαί. αἱ δὲ ἑξῆς ηʹ Διὸς μεγαλόφρονες ἔπανδροι εὐερμεῖς ἀρχοντικαὶ καὶ εὐεργετικαὶ μεγαλόψυχοι εὔκρατοι φιλαιδεῖς. αἱ δὲ τέταρται εʹ Κρόνου κατάστειροι ἄγονοι εὐνουχικαὶ ἀγυρτικαὶ ἐπίψογοι θεατρώδεις ἀνεύφραντοι ἐπίμοχθοι. αἱ δὲ ἐπὶ πᾶσι γʹ Ἄρεως ἀρρενικαὶ τυραννικαὶ πυρώδεις χαλεπαὶ φονικαὶ ἱερόσυλοι παμπόνηροι, οὐκ ἄσημοι δέ, πλὴν φθοροποιοὶ καὶ οὐ πολυχρόνιοι.
Τῶν δὲ Διδύμων αἱ μὲν πρῶται ϛʹ Ἑρμοῦ εὔκρατοι εὔδιοι συνετοὶ πολύτεχνοι ἐπιστημονικαὶ πρακτικαὶ ἀοίδιμοι πολύσπερμοι. αἱ δʼ ἑξῆς ϛʹ Διὸς ἀγωνιστικοὶ εὔκρατοι εὔδιοι πολύσπερμοι εὐτραφεῖς εὐεργετικαί. αἱ δὲ τρίται εʹ Ἀφροδίτης ἀνθηραὶ μουσικαὶ ἀκροαματικαὶ ποιητικαὶ στεφανηφόροι ὀχλικαὶ εὐφρόσυναι πολύσπερμοι. αἱ δὲ τέταρται ζʹ Ἄρεως πολύμοχθοι ἀνάδελφοι σπανότεκνοι ἐπιδημητικαὶ εὔποροι φθαρτικαὶ ὠμαὶ πολυπράγμονες. αἱ δὲ ἑξῆς ϛʹ ἐπὶ πᾶσι Κρόνου εὔκρατοι διοικητικαὶ κτητικαὶ νοητικαὶ πολύγνωστοι ἐπίσημοι, συνέσει διάφοροι, μεγάλων κατορθωτικαί, εὐδοξότατοι.
Τοῦ δὲ Καρκίνου αἱ πρῶται ζʹ Ἄρεως κεραυνοβόλοι ἄλλεσι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπανιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς ϛʹ Ἀφροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ πάμμικτοι. αἱ δὲ ἑπόμεναι ϛʹ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημοσίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. αἱ δὲ τέταρται ζʹ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δʼ ἐπὶ πᾶσι δʹ Κρόνου, καθʼ ὃ τὸ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ τῶν ἰδίων καὶ περὶ τὸ τέλος ἐνδεητικαί.
Τοῦ δὲ Λέοντος αἱ πρῶται ϛʹ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν ταπεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς εʹ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζʹ Κρόνου πολύπειροι φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων, στειρώδεις δὲ καὶ ἄσποροι. αἱ δὲ ἑξῆς ϛʹ Ἑρμοῦ ἀκροαματικαὶ ὀχλικαὶ σχολαργικαὶ ἀφηγητικαὶ νομικαὶ συνεταί. καὶ αὗται ἄσποροι, πολυχρονίων δὲ ἀνθρώπων. αἱ δὲ ἐπὶ πᾶσιν ϛʹ Ἄρεως φαυλόταται τερατώδεις φθαρτικαὶ ἐπισινεῖς νωθραὶ ἐπίψογοι καὶ ἀτυχεῖς.
Τῆς δὲ Παρθένου αἱ πρῶται μοῖραι ζʹ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγάλων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα δὲ αὗται αἱ μοῖραι καὶ αἱ Ἀφροδίτης· αὗται μὲν γὰρ εὐκατηγορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· ἐν παντὶ δὲ τὸ ἔξοχον μάλιστα προδώσουσιν ἐν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ιʹ Ἀφροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς δὲ πλήθη ἁμαρτιῶν ὡς συγχωρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίου δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ. αἱ δὲ τρίται δʹ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων· εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέταρται ζʹ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων μυσταιτῶν πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ βʹ Κρόνου τερατώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀνθρώπων.
Τοῦ δὲ Ζυγοῦ αἱ πρῶται ϛʹ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτικαὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ ἐπιπρασσόντων· εἰσὶ δὲ στειρώδεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς εʹ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηριακαὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί, καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται ηʹ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφʼ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπιφάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐ μὴν εὔπαιδες. αἱ δὲ τέταρται Ἀφροδίτης ζʹ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνιτῶν, οἷον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῶν θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομάτως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων. αἱ δὲ λοιπαὶ δʹ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.
Τοῦ δὲ Σκορπίου αἱ πρῶται ζʹ μοῖραι εἰσὶν Ἄρεως τεθορυβημέναι εὐκίνητοι ἄστατοι ὀργίλοι ἐλευθερόγλωσσοι μεγαλόφρονες σπανότεκνοι πολυάδελφοι, ἀνώμαλοι ταῖς τύχαις, διάπυροι, εὔθετοι ταῖς εἰς στρατιὰν καὶ ἐκδημίαν γενέσεσιν. αἱ δὲ ἑξῆς δʹ Ἀφροδίτης εὐτυχῶν ἐπὶ γάμοις, θεοσεβῶν, φιλουμένων ὑπὸ πάντων, φιλοτέκνων, εὐπόρων, περὶ πάντας ἐκλελεγμένων, ἡδυβίων. αἱ δὲ τρίται ηʹ Ἑρμοῦ ὁπλικαὶ ἀγωνιστικαὶ στεφανηφόρων καὶ περὶ λόγων πικρῶν ἀγωνιστικῶν ἀκαταφρονήτων· εἰσὶ δὲ καὶ αὗται πολύσποροι· καθόλου δὲ κακεντρεχῶν τῇ διανοίᾳ, μάλιστα κατὰ τῶν πειραζόντων ἢ τῶν πονηρὰ δρώντων. αἱ δὲ τέταρται ϛʹ Διὸς πολυτέχνων εὐτυχῶν ἀρχιερέων, δοξαζομένων χρυσῷ πορφύραις ἀρχαῖς κατὰ τὰ ἴδια μεγέθη τῶν γενέσεων, εὐεργετικῶν, καθόλου φιλανθρώπων φιλοθέων. αἱ δʼ ἐπὶ πάσαις ϛʹ Κρόνου κολαστικῶν σπανοτέκνων σπαναδέλφων μισοϊδίων φαρμακευτῶν μελαγχολικῶν μισογυναίων κρυπτὰ σίνη ἐχόντων καθόλου κολαστικωτάτων μεμψιμοιροτάτων· μισοῦνται δὲ καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων· οὗτοι δὲ πρὸς τοὺς ὑπερέχοντας ἀντερείδονται, ὑπὸ δὲ τῶν ταπεινῶν καταφρονοῦνται.
Τοῦ δὲ Τοξότου αἱ πρῶται ιβʹ Διὸς εἰσὶν ἀνθρώπων πρακτικῶν· εἰσὶ δὲ ὑγραὶ σὺν τῷ εὐκράτῳ, ὅλως δὲ παμποίκιλοι περὶ πᾶσαν τέχνην καὶ πρᾶξιν, πολύσπερμοι μὲν καὶ πολύτεκνοι πολυάδελφοι, σπανιστικοὶ δέ. αἱ δὲ ἑξῆς εʹ εἰσὶν Ἀφροδίτης, εὔκρατοι ἔνδοξοι νικητικαὶ στεφανηφόροι θεοσεβεῖς, τιμωμένων ἀνδρῶν ἐν ὄχλοις καὶ παρʼ ἡγεμόσιν, εὔτεκνοί τε καὶ εὐάδελφοι περί τε γυναῖκας πλείονας γενέσθαι … . αἱ δὲ τρίται μοῖραι δʹ Ἑρμοῦ φιλολόγων περισσοφρόνων πραγματικῶν αἰώνια γεννώντων φιλοσόφων, καθόλου ἐξοχὰς ἐχόντων περὶ ἐπιστήμην καὶ φρόνησιν, φιλιστόρων, ἐπὰν ὁ Ἑρμῆς προσνεύσῃ· ἐπὰν δὲ ὁ Ἄρης, φιλόπλων τακτικῶν. αἱ δὲ εʹ ἑξῆς Κρόνῳ ἐπιβάλλουσι, στειρωτικαὶ καὶ σινωτικαὶ κατάψυχροι βλαπτικαὶ φαύλων ἀνθρώπων καὶ περὶ πάντα δυστυχούντων. αἱ δὲ ἑξῆς δʹ Ἄρεώς εἰσιν, ἔνθερμοι ῥιψοκίνδυνοι ὑβριστικαὶ ἀναιδεῖς φθαρτικαί, πλὴν τὸ πολυκίνητον ἔχουσαι ἐν παντί. πᾶσαι δὲ ἐν τῷ Τοξότῃ ποικίλαι περὶ πάντα τὰ πράγματα.
Τοῦ δὲ Αἰγόκερω αἱ πρῶται ζʹ Ἑρμοῦ εἰσι, θεατρικαὶ σατυρικαὶ μιμητικαὶ ψευστικαὶ πορνικαὶ προαγωγοί, τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ ἄδοξοι, ἀφυεῖς δὲ περὶ πάντα καὶ εὐχάριστοι καὶ εὔποροι, οὐχ ὑψηλαὶ δέ. αἱ δὲ ἑξῆς ζʹ Διὸς ἐν ὑψοταπεινώματι ποιοῦσαι δόξης τε καὶ ἀδοξίας, πλούτου καὶ πενίας, ἐπιδόσεων καὶ θεατρισμῶν, στειρώδεις θηλυγόνοι ἢ τερατογόνοι μικροπρεπεῖς ἰδιωτικαί. αἱ δὲ ἑξῆς ηʹ Ἀφροδίτης ἀσώτων λάγνων καὶ κατωφερῶν ἀκρίτων ἐπιψόγων, εὐμεταβόλων περὶ τὰ τέλη, οὐκ εὐθανατούντων οὐδὲ περὶ τοὺς γάμους εὐσταθῶν. αἱ δὲ τέταρται δʹ Κρόνου αὐστηραὶ ἀνεύφραντοι ἀλλοιώδεις δύστεκνοι δυσάδελφοι ὠμαὶ φθαρτικαὶ κατάψυχροι ἀσύγκλωστοι βάσκανοι μελλητικαὶ καὶ δόλιοι. αἱ δʼ ἐπὶ πᾶσιν δʹ Ἄρεως ὑψηλαὶ ἐξουσιαστικαὶ τυραννικαί, ἐπὶ παντὶ τὸ ἡγεμονικὸν περιτιθεῖσαι, σπανιστικαὶ τῶν ἰδίων συγγενῶν καὶ ἀναιρετικαὶ ἀνθρώπων, ἀποδημητικαὶ φίλεροι ἕως τέλους ἐρισταί.
Ὑδροχόου αἱ πρῶται ζʹ μοῖραι Ἑρμοῦ πλουσίων φιλοθησαύρων, ἡδέως ἀποθησαυριζόντων πρὸς τὰ μέτρα τῶν γενέσεων, συνετῶν νομικῶν συνακριβούντων πάντα, ἐπιτακτικῶν μικροψύχων πολυμερίμνων, φιλούντων παιδείαν καὶ πᾶσαν πολυτεχνίαν, διοικητικῶν οἰκονομικῶν φιλανθρώπων. αἱ δὲ ἑξῆς ἓξ Ἀφροδίτης καλῶς φιλουμένων θεοσεβῶν χωρὶς πόνου εὐπορούντων αἰφνιδιοτυχῶν εὐπόρων πλευστικῶν· εἰσὶ δὲ αὗται πολύσποροι μοῖραι, συμβαίνει δὲ τὸν κατʼ αὐτὰς γενόμενον γραυσὶ συνέρχεσθαι ἢ ἐπισινέσιν ἢ εὐνούχοις συνέρχεσθαι, προβιβάζεσθαι δὲ ὑπὸ ἀσπέρμων ἢ προβεβηκότων. αἱ δὲ ἑξῆς ζʹ Διὸς εὐτυχεῖς μικρολόγοι ἐνδόμυχοι ἀφιλόδοξοι ἀνεπίφαντοι εὔπαιδες ἀφιλάδελφοι. αἱ δὲ ἑξῆς εʹ Ἄρεως ἐπισινεῖς μάλιστα περὶ τὰ ἐντός, δικασχολούμενοι, πονηρῶν ἀνθρώπων ἀδρανῶν καὶ ἐκλελυμένων, πλὴν ταχέως ἐπιχειρούντων τοῖς κακοῖς. αἱ δὲ λοιπαὶ εʹ Κρόνου στειρώδεις κάθυγροι δύσγονοι σινωτικαί, καὶ μάλιστα περὶ μήνιγγας καὶ τὰ ἐντὸς εἴδη καὶ ὕδρωπας καὶ σπασμούς, σπανιστικαὶ σπανάδελφοι σπανότεκνοι φθονεραί, ἐπὶ τῷ τέλει οὐκ εὐτυχεῖς.
Τῶν δὲ Ἰχθύων αἱ πρῶται ιβʹ Ἀφροδίτης, ἱλαραὶ πολύσπερμοι καταφερεῖς ἀπολαυστικαὶ καὶ ἡδύβιοι χαιρητικοὶ ἐπιχάριτοι ἐπέραστοι, αὐτομάτως προβιβάζουσαι, προσφιλεῖς θεοῖς. αἱ δὲ ἑξῆς δʹ Διὸς φιλολόγων ἐπιστημονικῶν, ἐν ὄχλοις διαπρεπόντων καὶ λόγοις πάντων περιγινομένων, πολυάδελφοι πολύγονοι πολύτεκνοι περισσομελεῖς περισσάδελφοι. αἱ δὲ ἑξῆς γʹ Ἑρμοῦ πολύσπερμοι ἀρχικαὶ ἐντίμων πολύφιλοι χαριστικαὶ φιλότροφοι ἐλεήμονες φιλόθεοι εὔκρατοι. αἱ δὲ θʹ Ἄρεως εἰσὶ πρακτικαὶ θαλασσομάχοι ἀφηγηταὶ καὶ εὐψυχεῖς, περὶ τὰ ἄρρητα ποιητικαί, ἁρπακτικαὶ καὶ πάλιν μεταδοτικαί, ποικίλαι οὐκ ἰδιοθάνατοι. αἱ δʼ ἐπὶ πᾶσι βʹ Κρόνου σινωτικαὶ κάθυγροι σπασματώδεις, περὶ πάντα ἀτυχεῖς.
Ἐκθέμενοι οὖν διδασκαλικῶς περὶ ἑκάστης μόνης μοίρας τί ἀποτελεῖ, τοῦ οἰκοδεσπότου αὐτοῖς ἐπικειμένου ἀποτελέσει τὸ ἴδιον ἤτοι φαῦλον ἢ ἀγαθόν. νυνὶ δὲ περὶ ὡροσκόπου ἐκθήσομαι.
Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ τὸ δωδεκατημόριον ἐκπίπτει, καὶ οὗ ἂν ἐκπέσῃ, τούτου τὸ εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ· τούτου τὸ δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου τὸ εὐώνυμον τρίγωνόν εἰσιν Ἰχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν.
Ὅσων ἂν ᾖ μοιρῶν ὁ Ἥλιος, ἐπιγνοὺς ἀκριβῶς ἡμέρας ταύταις πρόσθες τὴν ἀναφορὰν τοῦ ζῳδίου, ἐν ᾧ ὁ Ἥλιος τυγχάνει, καὶ ἀπόλυε ἀπὸ τῆς κατὰ γένεσιν Σελήνης, ἑκάστῳ ζῳδίῳ ἀνὰ μίαν μοῖραν διδούς· ὅπου ἐὰν καταλήξῃ, ἐκεῖ ὁ ὡροσκόπος, ἢ καθὼς πρόκειται εἰς τὰ ὁμοιόπτωτα. νυκτὸς δὲ ἐπιθεὶς τὴν ἀναφορὰν τοῦ σεληνιακοῦ ζῳδίου ἀπόλυε ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου. οἷον ἐπὶ τοῦ προκειμένου παραδείγματος Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ· ταύταις προσέθηκα τὴν ἀναφορὰν τοῦ ζῳδίου λζʹ· γίνονται νθʹ. ταύτας ἀπέλυσα ἀπὸ Ἡλίου, κατέληξεν Αἰγόκερῳ· ἐκεῖ ὁ ὡροσκόπος.
Ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας τὸ πλῆθος ἀναλαβὼν καὶ τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν πεντεκαίδεκα καὶ προσθεὶς τῷ πρώτῳ ἀριθμῷ ἀπόλυε ἡμέρας μὲν ἀπὸ Αἰγόκερω ἀνὰ λʹ, νυκτὸς δὲ ἀπὸ Ἰχθύων. ἢ πάλιν τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν ιεʹ καὶ προσθεὶς τὰς τοῦ Ἡλίου μοίρας ἀπόλυε ἡμέρας μὲν ἀπὸ αὐτοῦ τοῦ Ἡλίου πρὸς ἀναφορὰν κατὰ τὸ γεννητικὸν κλίμα, νυκτὸς δὲ ἀπὸ τοῦ ὡροσκόπου πρὸς ἀναφοράν. Μυστικὸς δὲ καὶ ἀναγκαστικὸς ὡροσκόπος οὕτως εὑρίσκεται· ἐπὶ μὲν ἡμερινῆς γενέσεως ὡροσκοπήσει τὸ σπόριμον τρίγωνον τοῦ Ἡλίου ἢ τὰ τούτου ἑξάγωνα, ἐπὶ δὲ νυκτερινῆς τὰ τούτων διάμετρα. ὥστε καὶ ἄτερ ὥρας ἐὰν ἐπιγνῷς, πότερον νὺξ ἢ ἡμέρα, εὑρήσεις τὸ ὡροσκοποῦν ζῴδιον.
Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τὸ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡροσκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δʹ Μεχὶρ ιγʹ ὥρα νυκτὸς αʹ· Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ, Σελήνη Σκορπίου μοίρᾳ ζʹ, τὸ δρόμημα τῆς Σελήνης ἐν τῇ ιδʹ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγʹ νβʹ· εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον εἰς τὰς ιδʹ μοίρας τὰς ἐν τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϛʹ. ταῦτας ἀπέλυσα ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβʹ· κατέληξεν ἐν τῷ Αἰγόκερῳ περὶ μοῖραν ηʹ. ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει.
Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λʹ ἢ εἰς τὸ μέγεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κεʹ τοῦ Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβʹ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λʹ, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγοκέρωτος· ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκόπος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν. εʹ. Ὡροσκοπικὸς γνώμων.
Λαβὼν τὰς τοῦ Ἡλίου μοίρας ἐπὶ ὡροσκόπου χρηματιζούσας ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τῆς διαμέτρου, δεκαπλασίασον αὐτὰς καὶ τὸ γενόμενον ποσὸν πάλιν πολλαπλασίασον ἐπὶ τὰς ἀναδοθείσας ὥρας ἤτοι ἡμερινὰς ἢ νυκτερινὰς ἤτοι ὅλας ἢ καὶ μετὰ μοιρῶν, καὶ ἐκκρούσας ὅλους κύκλους τὰ λοιπὰ ἡγοῦ ὡροσκοπικὸν γνώμονα. κλίμα … ὥρα ἡμέρας βʹ· Ἥλιος Καρκίνου ζʹ, Σελήνη Κριοῦ κβʹ. ἡμερινοὶ ὡροσκόποι τῆς τοῦ Ἡλίου μοίρας κη μβ δεκάκις, γίνονται σκδʹ· ταῦτα δίς, γίνονται μετὰ κύκλων πηʹ· οὗτος ὁ ὡροσκοπικὸς γνώμων.
Οἷον ἔστω Ἥλιος Αἰγόκερω μοίρᾳ ιθʹ· ἐγενήθη δέ τις ὥρᾳ νυκτερινῇ τρίτῃ. τὸ δὲ δρόμημα τῆς Σελήνης ἐστὶ μοιρῶν ιβʹ 𐅵ʹ ιεʹ. εἰσέρχομαι εἰς τὸ σελίδιον τῆς τρίτης ὥρας, ἔνθα παράκειται ἐπὶ μὲν τῶν ιβʹ μοιρῶν τοῦ δρομήματος μοῖραι μαʹ 𐅵ʹ, ἐπὶ δὲ τῶν ιεʹ 𐅵ʹ μοῖραι μδʹ 𐅵ʹ. ἡ ὑπεροχὴ τῶν μδʹ 𐅵ʹ πρὸς τὰς μαʹ 𐅵ʹ γίνεται μοῖραι γʹ, τούτων τὸ 𐅵ʹ ιεʹ γίνεται αʹ 𐅵ʹ εʹ. ταύτας προστίθημι ταῖς μαʹ 𐅵ʹ διὰ τὸ εἶναι τὸ τῆς Σελήνης δρόμημα μοιρῶν ιβʹ 𐅵ʹ ιεʹ. γίνονται οὖν ὁμοῦ μοῖραι μγʹ εʹ. ταύταις πρόσθες τὰς τοῦ Ἡλίου μοίρας ιθʹ· ὁμοῦ γίνονται μοῖραι ξβʹ εʹ· ἃς ἀπέλυσα ἀπὸ τοῦ Καρκίνου διὰ τὸ νυκτερινὴν εἶναι τὴν γένεσιν, καὶ κατέληξεν ὁ ὡροσκόπος μοίρᾳ βʹ Παρθένου λεπτοῖς ιβʹ· ἦν δὲ ἀπὸ τοῦ κανόνος ὁ ὡροσκόπος Αἰγόκερω μοίρᾳ γʹ.
Σκοπεῖν δεήσει ἐπὶ μὲν τῶν συνοδικῶν τὸ ὅριον τῆς συνόδου καὶ τὸν κύριον τοῦ ζῳδίου, καὶ ὃς ἂν τούτων συνεγγιζούσας μοίρας τῇ ὥρᾳ ἔχῃ, ἐκεῖναι ὡροσκοπήσουσιν. ἐπὶ δὲ τῶν πανσεληνιακῶν τὸ ὅριον τῆς πανσελήνου καὶ τὸν κύριον τοῦ ζῳδίου συγκρίνειν.
Ἡμέρας τὰς τοῦ Ἡλίου δεῖ λαμβάνειν καὶ τὰς λοιπὰς τὰς τῆς Σελήνης καὶ ἐκκρούειν τριακοντάδας, τὰς δὲ περιλειπομένας εἰσενέγκαντας εἰς τὸν ἀναφορικὸν λόγον τὸ παρακείμενον μέγεθος τῷ ἡλιακῷ ζῳδίῳ ποιεῖν ἐπὶ τὰς μοίρας τοῦ ζῳδίου, καὶ ἐπιπροσθέντας τὰς ἡλιακὰς μοίρας ἀπολύειν τριακοντάδας· ὅσαι δʼ ἂν λείψωσιν, ἔσονται ἡλιακὸς γνώμων, ὃν καὶ σημειωσάμενοι ποιήσομεν καὶ τὸν τῆς Σελήνης γνώμονα οὕτως. διπλώσαντες ἃς ἔχει μοίρας ἡ Σελήνη ἀφαιροῦμεν τριακοντάδας, τὰς δὲ περιλειπομένας δωδεκαπλασιάσαντες καὶ ἐπιπροσθέντες τὰς τῆς Σελήνης μοίρας ἀφαιροῦμεν τριακοντάδας, καὶ αἱ λοιπαὶ ἔσονται τῆς Σελήνης γνώμων. νυκτὸς δὲ τὰς λοιπὰς τῆς Σελήνης μοίρας καὶ ἃς ἔχει ὁ Ἥλιος ἐπισυνθέντες καὶ ἐκκρούσαντες εἰς τὸν ἀναφορικὸν τριακοντάδας τὰς λοιπὰς εἰσφέρομεν ἐπὶ τὸ ἡλιακὸν ζῴδιον καὶ ἐπιγνόντες τὸ ὡριαῖον μέγεθος πολλαπλασιάζομεν τὰς τοῦ Ἡλίου μοίρας καὶ ἐπιπροσθέντες, ὅσας ἔχει μοίρας ὁ Ἥλιος, ἀφαιροῦμεν τριακοντάδας· καὶ αἱ περιλειπόμεναι ἔσονται ἡλιακὸς γνώμων. ἐὰν οὖν ὑπερέχῃ ὁ τοῦ Ἡλίου γνώμων τὸν τῆς Σελήνης, ἡ ὥρα ἀφαίρεσιν ἔχει· ἐὰν δὲ ὁ τῆς Σελήνης, πρόσθεσιν, ὅση ἡ ὑπεροχή· ἐὰν δὲ ἴση, οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει. ὁμοίως καὶ ἐὰν ὑπὲρ τὰς ιεʹ ἢ ἐντὸς αἱ περιλειπόμεναι πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχωσι.
Ζῳδιακῶς ἐπιγνόντες τὸ ὡροσκοποῦν ζῴδιον τὴν μοῖραν οὕτως εὑρήσομεν. μαθόντες τὸ ἔτος τῆς τετραετηρίδος ὡς ὑπόκειται τὰς παρακειμένας ὥρας τῇ γεννητικῇ ὥρᾳ ἐπιπροσθέντες καὶ ψηφίσαντες τὴν Σελήνην, πόση ἐστί, τοσοῦτον ἡγησόμεθα τὸν ὡροσκόπον. ἔχει δὲ τὸ πρῶτον ἔτος ὥρας ιαʹ, τὸ δεύτερον ὥρας ϛʹ, τὸ τρίτον ὥρας ιβʹ, τὸ τέταρτον ὥρας ϛʹ· προσῳκείωται δὲ καὶ τὸ ἔτος τῆς τετραετηρίδος πρὸς τὴν τοῦ Κυνὸς ἄστρου ἐπιτολήν. Ἔτος πρῶτον τῆς τετραετηρίδος· ἀνατέλλει Καρκίνῳ ὥρᾳ πρώτῃ νυκτερινῇ. τὸ δεύτερον ἔτος, ἀνατέλλει Ζυγῷ ὥρᾳ ἡμερινῇ ϛʹ. τὸ τρίτον ἔτος, ἀνατέλλει Αἰγόκερῳ ὥρᾳ ἡμερινῇ ιβʹ. τὸ τέταρτον ἀνατέλλει ὥρᾳ ϛʹ νυκτὸς ἐν Κριῷ. οὕτως καὶ ἐπὶ τῶν ἀντιγενέσεων χρησιμεύει ὁ ὡροσκόπος, προστιθεμένων τῶν τῆς τετραετηρίδος ὡρῶν κατὰ τὸ ζητούμενον ἔτος καὶ ἀπολυομένων ἀπὸ τῆς γενεσιακῆς ὥρας· εἰς ποῖον ἂν ἐκπέσῃ ἡμικύκλιον ἤτοι νυκτερινὸν ἢ ἡμερινόν, ἐκεῖ ἡγεῖσθαι τὸν ὡροσκόπον καὶ τοὺς κατʼ ἐκεῖνο καιροῦ ἀστέρας ἐπικέντρους συγκρίνειν πρὸς τὴν γένεσιν. … Περὶ μεσουρανήματος.
Μεσουράνημα δὲ ἀπὸ χειρὸς εὑρεῖν οὕτως. ἀπὸ τῆς δυνούσης μοίρας λαβὼν κατὰ τὰς ἀναφορὰς τοῦ κλίματος ἕως τοῦ διαμέτρου τούτων τὴν ἡμίσειαν ἀπόλυε ἀπὸ τῆς δυτικῆς μοίρας· ὅπου δʼ ἂν ἐκπέσῃ, τοσοῦτον ἔσται τὸ μεσουράνημα. οἷον ἔστω ὡροσκόπος Αἰγόκερῳ μοίρᾳ ιεʹ κατὰ τὸ δεύτερον κλίμα, ἔλαβον ἀπὸ τῆς δυνούσης μοίρας Καρκίνου ιεʹ ἕως τῆς τοῦ Αἰγόκερω ιεʹ· συνάγονται ἀναφοραὶ σιδʹ· τούτων τὸ ἥμισυ ρζʹ. ταύταις προσθεὶς τὰς ιεʹ τοῦ Καρκίνου ἀπέλυσα ἀπὸ τοῦ αὐτοῦ· κατέληξεν ἐν Σκορπίῳ μοίρᾳ βʹ, ἔνθα τὸ μεσουράνημα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ καὶ τὸ μέγεθος τῶν ὡρῶν τῆς ἡμέρας ἐπιγνῶναι θέλῃς, πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς διαμετρούσης τὰς ἀναφορὰς ἐπισυνθεὶς καὶ τούτων τὸ ιεʹ λαβὼν ἐπιγνώσῃ τὸ μέγεθος. οἷον τὴν προκειμένην δύνουσαν Καρκίνου μοῖραν ιεʹ ὑπόθου εἶναι ἡλιακήν· ἕως οὖν τοῦ διαμέτρου γίνονται ἀναφοραὶ σιδʹ. τούτων τὸ ιεʹ ιδʹ δʹ· λοιπά εἰσιν εʹ ιεʹ μέρος ὥρας. ἔστω οὖν ἡ ἡμέρα Ἡλίου ὄντος ἐν Καρκίνῳ περὶ μοίρας ιεʹ κατὰ τὸ κλίμα τῆς Συρίας ὡρῶν ιδʹ εʹ ιεʹ. εἰ δὲ καὶ τὸ τῆς νυκτὸς μέγεθος ἐπιγνῶναι θέλεις, ἀπὸ τῆς διαμετρούσης μοίρας τὸν Ἥλιον ἐπισυνθεὶς τὰς ἀναφορὰς ἕως ἧς ἐπέχει πραγματεύου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. ζʹ. Περὶ ἀναφορᾶς τῶν ζῳδίων.
Πόσων δὲ ὡρῶν ἕκαστον ζῴδιον ἀναφέρεται, ἐκ τῆς ἑκάστου ἀναφορᾶς γνωστέον. οἷον ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κʹ, ἡ δὲ ὥρα ἔχει χρόνους ἰσημερινοὺς ιεʹ, ἐὰν ἀφέλῃς ἐκ τῶν κʹ τὰς ιεʹ, λοιπὰ εʹ, ἅ ἐστι τρίτον μέρος τῶν ιεʹ. ἀνενεχθήσεται οὖν ὁ Κριὸς ὥρᾳ αʹ καὶ τρίτῳ. πόσον δὲ χρόνον ἑκάστη μοῖρα ἰσχύει, γνώσῃ οὕτως. δίπλωσον τὴν ἀναφορὰν ἑκάστου ζῳδίου καὶ ταῦτα ἑξάκις· γίνονται σμʹ· ἡ μοῖρα μῆνες ηʹ. ἕκαστον δὲ ζῴδιον πόσην πρόσθεσιν ἢ ἀφαίρεσιν ἀναφορᾶς ἔχει, οὕτως γνωστέον. ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κʹ, ὁ Ζυγὸς ἐν μʹ εἰς συμπλήρωσιν τῶν ξʹ. ὅσων γὰρ ἕκαστον ἀναφέρεται ζῴδιον, εἰς συμπλήρωσιν τῶν ξʹ τὸ κατὰ διάμετρον ζῴδιον ἐφέξει· καὶ ὅσων ὡρῶν ἕκαστον, εἰς συμπλήρωσιν τῶν δʹ ὡρῶν τὸ κατὰ διάμετρον· καὶ ὅσων ἡμερῶν καὶ μηνῶν, δυοῖν ἐτῶν τὸ κατὰ διάμετρον ἐφέξει. ᾧ γὰρ πλεονάζει ἕκαστον, τὸ κατὰ διάμετρον λείπεται· ᾧ δὲ λείπεται, τούτῳ πλεονάζει τὸ κατʼ εὐθύ. ἀφεῖλον οὖν ἀπὸ τοῦ προκειμένου μεγίστου τὸ ἐλάχιστον, τοῦτʼ ἔστιν ἀπὸ τῶν μʹ τὰ κʹ· λοιπὰ κʹ. τούτων τὸ πέμπτον γίνεται δʹ· ἡ προσθαφαίρεσις ἑκάστου ζῳδίου τέτταρα. ταῖς οὖν κʹ τοῦ Κριοῦ ἐὰν προσθῶμεν δʹ, γίνονται κδʹ· ἐν τούτοις ὁ Ταῦρος ἀνενεχθήσεται· οἱ δὲ Δίδυμοι ἐν κηʹ, ὁ Καρκίνος ἐν λβʹ, ὁ Λέων ἐν λϛʹ, ἡ Παρθένος ἐν μʹ, ὁ Ζυγὸς μʹ. εἶτα ἀπὸ Σκορπίου ὁμοίως ἀφαιρήσεις δʹ ἕως Ἰχθύων. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσῃ.
Ἄλλως. ἔστω τὸν Λέοντα ἀναφέρεσθαι ἐν λϛʹ, ὁμοίως δὲ καὶ Σκορπίον, τὸν δὲ Ταῦρον καὶ τὸν Ὑδροχόον ἐν κδʹ· λοιπὰ ιβʹ, ὧν τὸ τρίτον δʹ· αὕτη προσθαφαίρεσις. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσεις. ἡ δὲ διαφορὰ τῶν κλιμάτων καὶ παραύξησις οὕτω γιγνώσκεται. ἐπεὶ ἐν τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου συνάγονται ἀναφοραὶ σιʹ, τὸ ἕκτον γίνεται λεʹ· ἐν τούτοις ὁ Λέων ἀνενεχθήσεται. καὶ ὁμοίως κατὰ τὴν προκειμένην ἔφοδον, ἐὰν ἀφέλῃς τὰς κεʹ τοῦ Ὑδροχόου καὶ τῶν λοιπῶν τὸ τρίτον λάβῃς, ἐπιγνώσεις τῶν ζῳδίων τὰς ἀναφοράς. ἐπεὶ οὖν ἑπτὰ κλίματα τυγχάνει, ἐν δὲ τῷ ἑβδόμῳ ἀπὸ Καρκίνου συνάγονται ἀναφοραὶ σλδʹ, ἀφʼ ὧν ἐὰν τὰ σιʹ τοῦ πρώτου κλίματος ἀφέλωμεν, περιλειφθήσονται κδʹ ὑπεροχαί· ὧν τὸ ϛʹ, ἐπεὶ μεταξὺ ϛʹ κλίματα τυγχάνει, γίνονται δʹ. αὕτη αὔξησις ἑκάστου κλίματος πρὸς τὴν πῆξιν τοῦ ἀναφορικοῦ· ὡς εἶναι ἐν μὲν τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου ἀναφορὰς σιʹ, ἐν δὲ τῷ βʹ κλίματι σιδʹ, ἐν δὲ τῷ γʹ σιηʹ, ἐν δὲ τῷ τετάρτῳ σκβʹ, ἐν δὲ τῷ πέμπτῳ σκϛʹ, ἐν δὲ τῷ ϛʹ σλʹ, ἐν δὲ τῷ ζʹ σλδʹ. ηʹ. Περὶ ἀκουόντων καὶ βλεπόντων ζῳδίων.
Ὁμοίως καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ἑξαγώνων ζῳδίων ἐκ τῶν ἀναφορῶν γνωστέον, οἷον οὕτως. οἱ Ἰχθύες βλέπουσι τὸν Ταῦρον· ἀπὸ Ἰχθύων ἓξ ζῳδίων ἀναφοραὶ κατὰ τὸ δεύτερον κλίμα γίνονται ρξʹ καὶ ἀπὸ Ταύρου ἕως Ζυγοῦ σʹ· γεγόνασιν οἱ Ἰχθύες ἥττονες τοῦ Ταύρου καὶ ἀκούουσιν αὐτοῦ· καὶ τῶν βʹ αἱ ἀναφοραὶ πληροῦσι τὰς τξʹ. ὁμοίως ἀπὸ Διδύμων ἕως Σκορπίου σιβʹ καὶ ἀπὸ Λέοντος ἕως Αἰγόκερω σιβʹ· Δίδυμοι οὖν καὶ Λέων ἰσανάφοροι καὶ ἀκούουσιν ἀλλήλων. πάλιν ἀπὸ Παρθένου ἕως Ὑδροχόου σʹ καὶ ἀπὸ Σκορπίου ἕως Κριοῦ ρξʹ· βλέπουσιν. ἀπὸ Ζυγοῦ ἕως Ἰχθύων ρπʹ, ἀπὸ Τοξότου ἕως Ταύρου ρμηʹ, ἀπὸ Ὑδροχόου ἕως Καρκίνου ρμηʹ· ἀκούουσι καὶ ἰσανάφοροι. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν. Τινὲς δὲ τὴν συμπάθειαν τῶν ἑξαγώνων οὕτως ἡγοῦνται· τῶν δύο ζῳδίων τὰς ἀναφορὰς ἐπισυνθέντες καὶ τούτων τὴν ἡμίσειαν ἀναλαβόντες σκοποῦσιν, εἰ τὸ μεταξὺ ζῴδιον οὕτως ἀναφέρεται. οἷον Κριὸς κʹ οἱ Δίδυμοι κηʹ, γίνονται μηʹ, ὧν τὸ ἥμισυ κδʹ· ἐν τούτοις ὁ Ταῦρος ἀναφέρεται. διὰ τοῦτο ὁ Κριὸς πρὸς τοὺς Διδύμους ἕξει συμπάθειαν· ὁμοίως ὁ Ταῦρος πρὸς τὸν Καρκίνον, ἐπεὶ τῶν δύο αἱ ἀναφοραὶ γίνονται νϛʹ, ὧν τὸ ἥμισυ κηʹ· ἐν τούτοις οἱ Δίδυμοι ἀναφέρονται, καὶ ὁμοίως οἱ Δίδυμοι πρὸς τὸν Λέοντα καὶ ὁ Καρκίνος πρὸς τὴν Παρθένον. ὁ δὲ Λέων πρὸς τὸν Ζυγὸν οὐκ ἔχει διὰ τὸ συνάγεσθαι οηʹ, ὧν τὸ ἥμισυ λθʹ, ἡ δὲ Παρθένος ἐν μʹ ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. θʹ. Σύνοδοι καὶ πανσέληνοι ἀπὸ χειρός.
Σύνοδον καὶ πανσέληνον ἀπὸ χειρὸς εὑρεῖν. λαβὼν ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν καὶ ἐπιγνοὺς πόσα ἐστὶ δωδεκατημόρια ἀνάδραμε ἀπὸ τῆς ἡλιακῆς μοίρας κἀκεῖ εὑρήσεις τὴν σύνοδον. καὶ ἡ Σελήνη δὲ τοσαύτας ἀπὸ συνόδου ἐφέξει μοίρας, ὅσα ἐὰν εὑρεθῇ δωδεκατημόρια. ἐπὶ δὲ τῶν πανσελήνων γενέσεων ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας λάμβανε ὡς ἐπὶ τὴν Σελήνην καὶ ἐπιγνούς, πόσα ἐστὶ δωδεκατημόρια, ἀφαίρει ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας· κἀκεῖ ἔσται ἡ πανσέληνος. ἐὰν δὲ τῇ πανσεληνιακῇ μοίρᾳ προσθῇς ιεʹ, εὑρήσεις τὴν μέλλουσαν σύνοδον. ὁμοίως δὲ καὶ τῇ συνοδικῇ μοίρᾳ ἐὰν προσθῇς ιεʹ, εὑρήσεις τὴν μέλλουσαν πανσέληνον.
Οἷον Μεσωρὶ βʹ Ἥλιος Λέοντι μοίρᾳ εʹ, Σελήνη Ζυγῷ μοίρᾳ κϛʹ· τὸ διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται παʹ, ἅ ἐστι δωδεκατημόρια ζʹ ἔγγιστα. ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου. πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κηʹ· ἐκεῖ ἡ σύνοδος ἐγένετο. καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζʹ· γίνεται Ἐπιφὶ κεʹ· ταῖς οὖν κηʹ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιεʹ, γίγνεται Λέοντι ιγʹ. ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγʹ.
Τὴν δὲ πανσέληνον οὕτως· ἔστω Μεχὶρ ιγʹ Ἥλιος Ὑδροχόῳ μοίρᾳ κβʹ, Σελήνη Σκορπίῳ μοίρᾳ ζʹ. ἔλαβον ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβʹ ἕως τῆς σεληνιακῆς· γίνονται οεʹ. εἰσὶν οὖν δωδεκατημόρια ϛʹ, ἅτινα ἀφαιρῶ ἀπὸ τῆς τοῦ Λέοντος μοίρας κβʹ· λοιπαὶ ιϛʹ, ἐν αἷς γέγονεν ἡ πανσέληνος. πάλιν τὰς ϛʹ ἀφεῖλον ἀπὸ τῆς ιγʹ τοῦ Μεχίρ· γέγονε τοῦ Μεχὶρ ζʹ. ὁμοίως ἐπεὶ ἀπὸ συνόδου ἕως πανσελήνου εἰσὶν ἡμέραι ιεʹ, ταύταις προσέθηκα τὰς ηʹ· γίνονται καʹ. τοσαύτας ἡμέρας ἡ Σελήνη ἀπὸ τῆς συνόδου ἀφέξει. ιʹ. Περὶ ἑπταζώνου ἤτοι σαββατικῆς ἡμέρας ἀπὸ χειρός.
Περὶ δὲ τῆς ἑβδομάδος καὶ σαββατικῆς ἡμέρας οὕτως. τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη καὶ τὰς ἐμβολίμους ἀναλαβὼν πρόσθες καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκ τούτων ἀφαίρει ὁσάκις δύνῃ ἑπτά, τὰς δὲ λοιπὰς ἀπὸ Ἡλίου· εἰς οἷον δʼ ἂν καταλήξῃς ἀστέρα, ἐκείνου ἔσται ἡ ἡμέρα. ἡ δὲ τάξις τῶν ἀστέρων πρὸς τὰς ἡμέρας οὕτως ἔχει· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεὺς Ἀφροδίτη Κρόνος. ἡ δὲ τῶν ζωνῶν διάθεσις οὕτως· Κρόνος Ζεὺς Ἄρης Ἥλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη· ἐκ ταύτης δὲ τῆς διαθέσεως αἱ ὧραι σημαίνονται, ἐκ δὲ τῶν ὡρῶν ἡ ἡμέρα τοῦ ἑξῆς ἀστέρος. οἷον ἔτος δʹ Ἀδριανοῦ Μεχὶρ κατὰ Ἀλεξανδρεῖς ιγʹ νυκτὸς ὥρα αʹ· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρμηʹ καὶ ἐμβόλιμοι λϛʹ καὶ ἀπὸ Θὼθ ἕως ιγʹ Μεχὶρ ἡμέραι ρξγʹ· γίγνεται τμζʹ. ἀφαιρῶ ἑβδομάδας μθʹ, λοιπαὶ δʹ· ἀπὸ Ἡλίου καταλήγει εἰς Ἑρμοῦ ἡμέραν, καὶ ἡ αʹ ὥρα νυκτὸς Ἑρμοῦ, ἡ δευτέρα Σελήνης, ἡ τρίτη Κρόνου, ἡ τετάρτη Διός, ἡ πέμπτη Ἄρεως, ἡ ἕκτη Ἡλίου, ἡ ἑβδόμη Ἀφροδίτης, ἡ ὀγδόη Ἑρμοῦ, ἡ ἐνάτη Σελήνης, ἡ δεκάτη Κρόνου, ἡ ἑνδεκάτη Διός, ἡ δωδεκάτη Ἄρεως· ἡμέρα αʹ Ἡλίου, βʹ Ἀφροδίτης, τρίτη Ἑρμοῦ, τετάρτη Σελήνης, πέμπτη Κρόνου, ἕκτη Διός, ἑβδόμη Ἄρεως, ὀγδόη Ἡλίου, ἐνάτη Ἀφροδίτης, δεκάτη Ἑρμοῦ, ἑνδεκάτη Σελήνης, δωδεκάτη Κρόνου. εἶτα ἑξῆς γίγνεται ἡ ἐπιοῦσα ἡμέρα τουτέστι Μεχὶρ ιδʹ· ἔσται Διὸς καὶ ἡ αʹ ὥρα.
ιαʹ. Περὶ οἰκοδεσπότου ἔτους.
Εἰ δὲ καὶ τὸν οἰκοδεσπότην τοῦ ἔτους θέλεις ἐπιγνῶναι τῷ αὐτῷ τρόπῳ, οἷον ἐπὶ τοῦ αὐτοῦ ὑποδείγματος τὰ πλήρη Αὐγούστου ἔτη ρμηʹ καὶ ἐμβόλιμοι λϛʹ καὶ τοῦ Θὼθ αʹ· γίγνονται ρπεʹ· ἐκ τούτων ἀφαιρῶ ἑβδομάδας κϛʹ· λοιπαὶ γʹ. ταύτας ἀπὸ Ἡλίου· καταλήγει τὸ ἔτος Ἄρει. ἐπὰν οὖν ἐπιγνῷς τὸν κύριον τοῦ ἔτους, εὑρήσεις καὶ τὸν κύριον τοῦ μηνὸς οὕτως, τῇ τῶν ζωνῶν διαθέσει ἀνωφερῶς χρώμενος. οἷον ὁ Θὼθ ἔσται Ἄρεως· ἐπεὶ οὖν ἡ κθʹ τοῦ Θὼθ πάλιν εἰς τὸν Ἄρεα καταλήγει, ἡ λʹ Ἑρμοῦ, ἡ πρώτη τοῦ Φαωφὶ ἔσται Διός, ἡ λʹ Ἀφροδίτης· ἡ αʹ τοῦ Ἀθὺρ Κρόνου, ἡ τοῦ Χοιὰκ αʹ Σελήνης, ἡ τοῦ Τυβὶ Ἑρμοῦ, ἡ τοῦ Μεχὶρ Ἀφροδίτης. ἐπεὶ οὖν τοῦ μὲν ἔτους κύριος Ἄρης, τοῦ δὲ μηνὸς Ἀφροδίτη, τῆς δὲ ἡμέρας Ἑρμῆς, τῆς δὲ ὥρας Ἥλιος, τούτους σκοπεῖν δεήσει ἐπὶ τῆς γενέσεως πῶς εἰσι κείμενοι. ἐπιτόπως μὲν γὰρ καὶ τῆς αἱρέσεως πράξεως δηλωτικοί, καὶ μάλιστα ὅταν ὁ κύριος τοῦ ἔτους διαπορευόμενος τύχῃ τὸν καταγόμενον ἐνιαυτόν, ὁ δὲ τοῦ μηνὸς τὸν μῆνα καὶ ὁ τῆς ἡμέρας τὴν ἡμέραν. ἐὰν δέ πως παραπέσωσιν ἢ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐναντιωμάτων καὶ ταραχῶν εἰσιν δηλωτικοί.
Ἐμοὶ δὲ μᾶλλον φυσικώτερον ἔδοξε τὰ πλήρη ἀπὸ Αὐγούστου ἔτη καὶ τὰς ἐμβολίμους λαβόντα, καθὼς πρόκειται, καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας καὶ ἐκκρούσαντα ἑβδομάδας καὶ τὰς λοιπὰς ἀπολύσαντα ἀπὸ Ἡλίου ἐκεῖνον κρίνειν τοῦ ἔτους κύριον, εἰς ὃν κατέληξεν ὁ ἀριθμός· ἑκάστης γὰρ γενέσεως ἡ νουμηνία τὴν γεννητικὴν ἡμέραν ἐφέξει. ἐν δὲ τῷ αὐτῷ ἔτει τοὺς γεννωμένους ὑπὸ μίαν οἰκοδεσποτίαν τετευχέναι οὐ δοκεῖ λόγον ἔχειν. καθολικῶς οὖν τοῦ ἔτους τὸν κύριον καὶ κοσμικῶν κινήσεων οἱ παλαιοὶ ἐκ τῆς νουμηνίας τοῦ Θὼθ κατελάβοντο — ἔνθεν γὰρ τὴν ἀρχὴν τοῦ ἔτους ἐποιήσαντο —, φυσικώτερον δὲ ἐκ κυνὸς ἐπιτολῆς. ιβʹ. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν.
Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. τῶν μὲν ἀρρενικῶν ζῳδίων αἱ πρῶται βʹ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί, αἱ δὲ ἑξῆς βʹ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται βʹ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνιακοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ἐν ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἢ ἡ Σελήνη. ιγʹ. Περὶ φωτισμῶν Σελήνης.
Εἰσὶ δὲ καὶ οἱ φωτισμοὶ τῆς Σελήνης οὕτως. πρωταία μὲν γὰρ οὖσα φαίνει ὥρας 𐅵ʹ δʹ κʹ· δευτεραία αʹ 𐅵ʹ ιʹ· καὶ ἀεὶ ὅσων ἂν ᾖ ἡμερῶν, τετράκις ποιήσας πέμπτον λαβὼν ἀποφαίνου τὴν ὥραν. οἷον ιεʹ ἐστὶ τῆς Σελήνης· τετράκις ταῦτα γίνεται ξʹ, ὧν εʹ ιβʹ· φαίνει ἄρα λείπουσα ὥρας ιβʹ. πρωταία μὲν γὰρ οὖσα φαίνει ὥρας 𐅵ʹ δʹ κʹ; δευτεραία ὥραν αʹ 𐅵ʹ ιʹ, τριταία ὥρας βʹ γʹ ιεʹ, τεταρταία ὥρας γʹ εʹ, πεμπταία ὥρας δʹ, ἑκταία ὥρας δʹ 𐅵ʹ δʹ κʹ, ἑβδομαία ὥρας εʹ ιʹ, ὀγδοαία ϛʹ ϛʹ ιεʹ, ἐναταία ὥρας ζʹ εʹ, δεκαταία ὥρας ηʹ, ἑνδεκαταία ὥρας ηʹ 𐅵ʹ δʹ κʹ, δωδεκαταία ὥρας θʹ εʹ ιʹ, τρισκαιδεκαταία ὥρας ιγʹ ιεʹ, τεσσαρακαιδεκαταία ὥρας ιαʹ εʹ, πεντεκαιδεκαταία ὥρας ιβʹ. ὁμοίως ιϛʹ πρὸς ἀφαίρεσιν ὡς ἀπὸ αʹ ἕως ιεʹ ἐστίν. ιδʹ. Περὶ κρύψεως Σελήνης.
Ἀφανὴς δὲ γίνεται ἡ Σελήνη ἐπὶ σύνοδον φερομένη καθʼ ἕκαστον ζῴδιον μοιρικῶς οὕτως. ὅπου ἂν εὑρεθῇ ὁ Ἥλιος, τοῦ ζῳδίου λάμβανε τὴν ἡμίσειαν ἀναφοράν, κἀκεῖ ἔσται λείπουσα. οἷον Ἥλιος Κριῷ ἐπὶ τοῦ δευτέρου κλίματος· ἡ ἀναφορὰ τοῦ ζῳδίου κʹ, ὧν τὸ ἥμισυ ιʹ· ἀφαιρουμένων τῶν ιʹ ἐκ τῶν λʹ Σελήνη ἀφανὴς ἐν Ἰχθύσιν περὶ μοίρας κʹ. Ἥλιος Ταύρῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς ιβʹ· ἔσται ἡ Σελήνη ἀφανὴς ἐν Κριῷ περὶ μοίρας ιηʹ. Ἥλιος Διδύμοις· τὸ ἥμισυ τῆς ἀναφορᾶς τοῦ ζῳδίου ιδʹ· ἔσται οὖν ἡ Σελήνη περὶ τὰς ιϛʹ μοίρας τοῦ Ταύρου ἀφανής. Ἥλιος Καρκίνῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς ιϛʹ· ἔσται ἀφανὴς ἡ Σελήνη Διδύμοις περὶ μοίρας ιδʹ. Ἥλιος Λέοντι· τὸ ἥμισυ τῆς ἀναφορᾶς ιηʹ· ἔσται ἀφανὴς ἡ Σελήνη Καρκίνῳ περὶ μοίρας ιβʹ. Ἥλιος Παρθένῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς κʹ· ἔσται ἀφανὴς ἡ Σελήνη Λέοντι περὶ μοίρας ιʹ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. ιεʹ. Περὶ τριταίας ἑβδομαίας τεσσαρακοσταίας Σελήνης.
Περὶ δὲ τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας οὕτως. ἔστω Σελήνη Σκορπίῳ μοίραις ζʹ· ἡ τριταία ἔσται Τοξότῃ μοίραις ζʹ. οὕτω γὰρ δέον ζητεῖν τὰς ἡμέρας, ἄλλως τε ἡ τοῦ Τοξότου ζʹ μοῖρα καθέστηκε τριταία ἡμέρα. ἡ δὲ ἑβδομαία εὑρεθήσεται πρὸς ἀποτελεσματογραφίαν ἐν τῇ τετραγώνῳ πλευρᾷ περὶ Ὑδροχόου μοίρας ζʹ· ἡ δὲ τεσσαρακοσταία περὶ Ταύρου μοίρας ζʹ. τινὲς δὲ ταῖς κατὰ γένεσιν Σελήνης μοίραις προστιθέασιν ρξʹ καὶ ἀπολύουσιν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου. οἱ δὲ τὴν σεληνιακὴν γενεσιακὴν μοῖραν παρὰ τὰς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας ἐπιπροσθέντες καὶ ψηφίσαντες τὴν Σελήνην ἐκεῖ λογίζονται. καθολικῶς οὖν σημειοῦνται τάς τε εὐτυχεῖς καὶ ἀτυχεῖς καὶ μέσας γενέσεις ἐκ τῆς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας· τούτων μὲν γὰρ τῶν τόπων θεωρουμένων ὑπὸ ἀγαθοποιῶν ἐν χρηματιστικοῖς τόποις καὶ μὴ ὑπὸ κακοποιῶν ὑπερευτυχεῖς καὶ μεγάλας ἀποφαίνου, τῶν δὲ δύο ἐπιθεωρουμένων ὑπὸ ἀγαθοποιῶν τοῦ δὲ ἑτέρου ὑπὸ κακοποιῶν μέσας, τῶν δὲ τριῶν ὑπὸ κακοποιῶν μόνων τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων ἀτυχεῖς· ἐὰν δὲ ἀναμεμιγμένοι ὦσιν, μέσας λέγε. ιϛʹ. Ἀναβιβάζοντα ἀπὸ χειρὸς εὑρεῖν.
Ἀναβιβάζοντα δὲ ἀπὸ χειρὸς εὑρεῖν, τὰ πλήρη ἔτη ἀπὸ Αὐγούστου λαβὼν πολυπλασίασον ἐπὶ τὸν ιθʹ γʹ καὶ ἑκάστου μηνὸς Αἰγυπτίου ἀνὰ μοῖραν αʹ εʹ λεʹ, ἑκάστης δὲ ἡμέρας εʹ γʹ συνθεὶς ἀφαίρει τοῖς πρώτοις ἀνὰ τξʹ. τὸν δὲ καταλειπόμενον ἀριθμὸν ἀνωφερῶς ἀπὸ Καρκίνου δίδου ἑκάστῳ ζῳδίῳ ἀνὰ λʹ· καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀναβιβάζων. οἷον Ἀδριανοῦ δʹ Φαμενὼθ ιθʹ· τὰ ἀπὸ Αὐγούστου πλήρη ἔτη ρμηʹ· ταύτας ἐπὶ τὸν ιθʹ τρίτον γίνονται ͵βωξβʹ· καὶ ἀπὸ Θὼθ ἕως τοῦ Φαμενὼθ συνάγονται μοῖραι ιʹ· γίγνονται ὁμοῦ ͵βωοβʹ. αἱρῶ κύκλους ἐκ τούτων ζʹ ἀνὰ τξʹ· λοιπαὶ καταλείπονται τνβʹ. ταύτας ἀνωφερῶς ἀπὸ Καρκίνου· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν ηʹ· ἔσται οὖν ὁ ἐκλειπτικὸς τόπος ἐνταῦθα, ὁ δὲ καταβιβάζων ἐν τῷ διαμέτρῳ.
Σκοπεῖν οὖν δεήσει, ἐν τούτοις εἰ ἀγαθοποιοί εἰσι καὶ μάλιστα τῷ ἀναβιβάζοντι· ἔσται γὰρ ἡ γένεσις εὔπορος καὶ πρακτική· κἂν μετρία εὑρεθῇ ἢ ἐν καθαιρέσει γινομένη, ἀναβιβασθήσεται καὶ ἐν δόξῃ γενήσεται. οἱ δὲ κακοποιοὶ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσιν. ἀπὸ δὲ τῶν σεληνιακῶν ἐποχῶν καὶ ἡμερησίων ὁ ἀναβιβάζων καὶ τὸ ζῴδιον τοῦ πλάτους οὕτως εὑρίσκεται. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως δʹ ἔτει Ἀδριανοῦ Φαμενὼθ ιθʹ ἀπὸ ἐποχῆς ἕως γενεσιακῆς ἡμέρας γίνονται σδʹ· καὶ ἐποχῇ μὲν παράκεινται πλάτους μοῖραι ιβʹ ιηʹ καὶ εἰς τὰς σδʹ τοῦ πλάτους ιαʹ λζʹ, γίνονται κγʹ νεʹ· ταύτας ἐπὶ τὸν ιεʹ γίνονται τνηʹ μεʹ· ἀπολύω ἀπὸ Λέοντος κατὰ τὰ ἑξῆς· καταλήγει Καρκίνῳ κηʹ μεʹ. ιζʹ. Ἄλλως συντομώτερον.
Τὰς κγʹ νεʹ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ βʹ· ἕως οὖν Διδύμων γίνονται κβʹ, καὶ λοιπὰ αʹ νεʹ· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιεʹ· γίνονται κηʹ μεʹ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύρου πάντοτε ἀνὰ μοῖραν αʹ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθʹ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις ἐστὶ Σκορπίου ζʹ· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν ηʹ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ τὸ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβʹ ιηʹ πολυπλασιάζω ἐπὶ τὸν ιεʹ· γίνονται ρπδʹ λʹ· ἀπολύω ἀπὸ Λέοντος· καταλήγει εἰς Ὑδροχόου δʹ λʹ. εἶτα τὰς τῆς ἡμερησίας ταῖς σδʹ παρακειμένας πλάτους μοίρας ιαʹ λζʹ πολυπλασιάζω ἐπὶ τὸν ιεʹ. γίνονται ροδʹ ιεʹ. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δʹ λʹ ἀπέλυσα ἀπʼ αὐτοῦ· κατέληξε Καρκίνῳ κηʹ μεʹ. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν τὸ ζῴδιον τοῦ πλάτους.
ιηʹ. Περὶ εὑρέσεως βαθμῶν καὶ ἀνέμων τῆς Σελήνης.
Τὸν δὲ βαθμὸν καὶ τὸν ἄνεμον οὕτως εὑρήσομεν. ἀπὸ Λέοντος ἕως Ζυγοῦ ἡ Σελήνη καταβαίνει βόρεια, ἀπὸ δὲ Σκορπίου ἕως Αἰγόκερω καταβαίνει νότια, ἀπὸ δὲ Ὑδροχόου ἕως Κριοῦ ἀναβαίνει τὰ νότια, ἀπὸ δὲ Ταύρου ἕως Καρκίνου ἀναβαίνει τὰ βόρεια. οἱ δὲ βαθμοὶ εὑρίσκονται οὕτως. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιεʹ, τὸ δὲ ζῴδιον ἐπέχει μοίρας λʹ, ἐφέξει ἓν ἕκαστον ζῴδιον βαθμοὺς βʹ. ἀπὸ Λέοντος οὖν τὴν ἄφεσιν ποιούμενοι τοῦ πλάτους εὑρήσομεν τὸν βαθμόν. ἐπεὶ οὖν ἐν τῇ προκειμένῃ γενέσει τὸ πλάτος εὑρέθη κγʹ νεʹ, ἀπολύσαντες ἀπὸ Λέοντος ἀνὰ μοίρας βʹ εὑρήσομεν Καρκίνου μοῖραν αʹ νεʹ. ἔγνωμεν ὅτι ἡ Σελήνη ἀναβαίνει τὰ βόρεια περὶ βαθμὸν τοῦ ἀνέμου ἕκτον. ιθʹ. Ἱππάρχειον περὶ ψήφου Σελήνης ἐν ποίῳ ζῳδίῳ.
Εὗρον δὲ καὶ ἐν ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως. ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῷ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γʹ μὴ λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ αʹ, πρόσθες τʹ τῷ ἀριθμῷ· ἐὰν δὲ βʹ, κʹ· ἐὰν δὲ γʹ, μηδέν· ἄρτιος γὰρ ὁ ἀριθμός. εἶτα τὸ ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὼν καὶ τὰς ἡμέρας ἐπιπροσθεὶς τῷ πρώτῳ ἀριθμῷ καὶ ἀφελών, ἐὰν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἐν ἀρχῇ ᾖ, ἀνὰ βʹ 𐅵ʹ, ἐὰν δὲ ἐν ὑστέραις, τὸ ἐπιβάλλον. ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη.
Ὁμοίως δὲ τῷ αὐτῷ τρόπῳ τεθείσης γενέσεως τὴν ἡμέραν εὑρεῖν· τῷ ζητουμένῳ ἔτει τὴν πρόσθεσιν ἐπισυνθεὶς καὶ μερίσας ὡς πρόκειται εἰς τὸν γʹ καὶ τὸ ἥμισυ τῶν μηνῶν ἐπιπροσθεὶς σημειοῦ τὸν ἀριθμόν· εἶτα εἰκάσας τὸ ἀπὸ Ἡλίου διάστημα ἕως τῆς Σελήνης ὡς ἑκάστου ζῳδίου ἀνὰ βʹ γʹ σύγκρινε, τίς πλείων ἀριθμός. ἐὰν γὰρ τὸ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα πλεονάζῃ, ἐκ τούτων ἀφελεῖς τὸν πρῶτον συναχθέντα ἀριθμόν, καὶ αἱ καταλειπόμεναι τὴν ἡμέραν δηλώσουσιν. ἐὰν δὲ ἥττους ὦσιν αἱ τοῦ διαστήματος, ἐπιπροσθεὶς αὐταῖς λʹ οὕτως ἀφαίρει τὸν προσυναχθέντα ἀριθμόν. ἐὰν δὲ οἱ δύο ἀριθμοὶ ἀνὰ λʹ εὑρεθῶσιν, συνοδεύει ἡ Σελήνη τῷ Ἡλίῳ.
Οἷον ἔτος γʹ Ἀδριανοῦ Ἀθὺρ κηʹ. τῷ γʹ ἔτει προσέθηκα τὰς ἐξ ἔθους τῷ βασιλεῖ προστιθεμένας βʹ· γίνονται εʹ· ἐμέρισα εἰς τὸ γʹ· λοιπαὶ βʹ, ἀνθʼ ὧν προσβάλλω κʹ· γίνονται κεʹ. καὶ τὸ ἥμισυ τῶν μηνῶν αʹ 𐅵ʹ καὶ τὴν κηʹ· γίνονται νδʹ 𐅵ʹ. ἀφαιρῶ τριακοντάδα μίαν· λοιπαὶ κδʹ 𐅵ʹ· ἔσται ἡ Σελήνη ἀπὸ συνόδου τοσαύτας ἔχουσα ἡμέρας. ταύτας ἀπολύω ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου Τοξότου ἀνὰ β𐅵ʹ· καταλήγει ἡ Σελήνη Παρθένῳ τῇ προκειμένῃ ἡμέρᾳ.
Τὴν δὲ ἡμέραν οὕτως· πάλιν τῷ γʹ ἔτει προσέθηκα τὰς βʹ καὶ ἐμέρισα παρὰ τὸν γʹ· λοιπαὶ βʹ. ἀνθʼ ὧν προσέθηκα κʹ καὶ τὸ ἥμισυ τῶν μηνῶν α𐅵ʹ, γίνεται κϛʹ 𐅵ʹ· εἶτα εἴκασα τὸ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα τουτέστιν ἀπὸ Τοξότου ἕως Παρθένου, ἡμερῶν κδʹ ἥμισυ. ἐπεὶ οὖν ἐκ τούτων οὐ δυνατὸν ἀφελεῖν τὰς κϛʹ ἥμισυ τὰς προσυναχθείσας, προσέθηκα αὐταῖς λʹ· γίνεται νδʹ ἥμισυ· ἐκ τούτων ἀφεῖλον κϛʹ ἥμισυ· λοιπαὶ κηʹ, αἵτινες τὴν γεννητικὴν ἡμέραν ἐδήλουν.
κʹ. Περὶ ψήφου Ἡλίου καὶ τῶν εʹ ἀστέρων.
Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενεθλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας ηʹ, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζʹ, τῷ Παχὼν ϛʹ, τῷ Παϋνὶ εʹ, τῷ Ἐπιφὶ δʹ, τῷ Μεσωρὶ γʹ. οἷον ἐν Φαωφὶ ϛʹ, προσέθηκα ηʹ· γίνονται ιδʹ· τοσούτων μοιρῶν ὁ Ἥλιος ἐν Ζυγῷ. Παχὼν ϛʹ καὶ ϛʹ· γίνεται ιβʹ· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.
Ἐπεὶ δέ τινες τῶν φιλομαθῶν περὶ τὴν τῶν ἀριθμῶν ἀγωγὴν προθυμότεροι καθίστανται, τούτοις ἀναγκαῖον ὑποτάξαι καὶ τοὺς λοιποὺς ἀστέρας ἀπὸ χειρός, ὅπως διὰ τῆς τοιαύτης τριβῆς ἡδεῖαν τὴν μοιρικὴν καὶ ἀκριβῆ διδασκαλίαν ἀναλαβόντες οὕτως καὶ τὴν τῶν μειζόνων αἱρέσεων διάκρισιν ποιήσωνται μετὰ πάσης προθυμίας.
Τὸν μὲν οὖν Κρόνον οὕτως ψηφιστέον· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λʹ, τὰ δὲ περιλειπόμενα πολυπλασίασον ἐπὶ τὸν ιβʹ· καὶ ὁσάκις εἶ ἐκκεκρουκὼς τριακοντάδας, ἑκάστου κύκλου ἀναλάμβανε εʹ καὶ ἀπὸ Θὼθ ἑκάστου μηνὸς ἀνὰ αʹ, ἑκάστης δὲ ἡμέρας ἀνὰ λβʹ, καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Καρκίνου κατὰ τὸ ἑξῆς ἀνὰ λʹ· καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀστήρ.
Τὸν δὲ Δία οὕτως. Τὰ ἀπὸ Καίσαρος πλήρη μέριζε παρὰ τὸν ιβʹ, τὰς δὲ καταλειπομένας πολυπλασίασον ἐπὶ τὸν ιβʹ καὶ συναναλάμβανε τούτοις, ὁσάκις ἂν ᾖς ἐκκεκρουκὼς δωδεκάδας, ἑκάστου κύκλου ἀνὰ αʹ καὶ ἑκάστου μηνὸς ἀνὰ αʹ καὶ ἑκάστης ἡμέρας εʹ θʹ· καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Ταύρου ἀνὰ ιβʹ ἑκάστῳ ζῳδίῳ.
Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λʹ, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσῃς, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν τὸ ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ βʹ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξʹ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἢ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ μοίρας εʹ. ὅπου δʼ ἂν καταλήξῃ, σημειωσάμενος τὸ ζῴδιον σκόπει τὸν Ἥλιον, ἐν ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῳδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.
Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζητεῖς ἔτους ἀναλαβὼν μέριζε παρὰ τὸν ηʹ, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν ηʹ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε τὸ πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητουμένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δʼ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐποχὴ αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροίσας δὲ τὸ κεφάλαιον καὶ ἀφελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκʹ, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπὰς ἀπὸ τοῦ ἐχομένου ζῳδίου τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ κεʹ. ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον αʹ γʹ δʹ ϛʹ ζʹ, στηρίζει· ἐὰν δὲ βʹ εʹ, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ιʹ Ταύρῳ, αἱ γʹ Φαωθὶ ιʹ Τοξότῃ, αἱ δʹ Παϋνὶ κβʹ Λέοντι, αἱ ϛʹ Τυβὶ ηʹ Ἰχθύσιν, αἱ ζʹ Μεσωρὶ ιδʹ Ζυγῷ· εἰς τὸ ηʹ ἔτος τὸν στηριγμὸν ἐπέχουσα.
Τὸν δὲ τοῦ Ἑρμοῦ οὕτως ψηφιστέον. ἕως τῆς γεννητικῆς ἡμέρας ἀναλαβὼν καὶ ταύταις ἐπιπροσθεὶς πάντοτε ἔξωθεν ρξβʹ καὶ συγκεφαλαιώσας, ἐὰν ᾖ ὑπὲρ τὰς τξʹ, ἀφελὼν κύκλον τὰς λοιπὰς ἀπόλυε ἀπὸ Κριοῦ ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ λʹ, καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ὁ ἀστήρ. πάντοτε μὲν οὖν ἔγγιστα τοῦ Ἡλίου αὐτὸν ποίει. οἷον ἐν ἀρχῇ ἦν τοῦ ζῳδίου ὁ Ἥλιος, ἐν τῷ ὄπισθεν αὐτὸν δυνατὸν εὑρεθῆναι· ἐὰν δὲ ἐπὶ τέλει, ἐν τῷ ἑξῆς ζῳδίῳ.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ιγʹ Τραϊανοῦ Φαμενὼθ ιηʹ· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρληʹ. ἐκ τούτων ἀφεῖλον δʹ τριακοντάδας, ἀνθʼ ὧν ἀναλαμβάνω ἑκάστου κύκλου ἀνὰ εʹ, γίνονται κʹ· τὰς δὲ περιλειφθείσας ιηʹ πολυπλασιάζω ἐπὶ τὸν ιβʹ, γίνονται σιϛʹ· καὶ ἀπὸ Θὼθ ἕως Φαμενὼθ ἑκάστου μηνὸς ἀνὰ αʹ, γίνονται ζʹ· ὁμοῦ πᾶσαι σμγʹ. ἔπειτα ταύτας ἀπολύω ἀπὸ Καρκίνου ἀνὰ λʹ, καταλήγει ἐν Ἰχθύσιν· ἐκεῖ Κρόνος. —Πάλιν ρληʹ ἐμέρισα εἰς τὰς ιβʹ, ιαʹ καὶ λοιπὰ ϛʹ· ταῦτα δωδεκάκις γίνονται οβʹ, καὶ ἑκάστου ἐκκρουσθέντος κύκλου ἀνὰ αʹ, γίνονται ιαʹ, καὶ τῶν μηνῶν ζʹ, γίνονται Ϟʹ· ταύτας ἀπὸ Ταύρου ἀνὰ ιβʹ. καταλήγει Τοξότῃ· ἐκεῖ Ζεύς. —Εἶτα τὸν Ἄρεα οὕτως· ἀπὸ Καίσαρος ἕως τοῦ ζητουμένου ἔτους γίνονται ρλθʹ, ἐκ τούτων λʹ ἀφεῖλον τετράκις, λοιπαὶ ιαʹ. ἐπεὶ οὖν ὁ περιλειφθεὶς ἀριθμὸς ἄνισος εὑρέθη, ἔγνων ὅτι τὴν ἄφεσιν ἀπὸ Ζυγοῦ δεῖ με ποιῆσαι. ταύτας οὖν ἐδίπλωσα, γίνονται κβʹ, καὶ ἑκάστου μηνὸς ἕως Φαμενώθ, γίνονται ιζʹ, ὁμοῦ πᾶσαι λθʹ· ἐμέρισα ταύτας. ἀπολύω ἀπὸ Ζυγοῦ διδοὺς ἑκάστῳ ζῳδίῳ ἀνὰ εʹ, καταλήγει Ταύρῳ· ἐκεῖ Ἄρης. —Τὴν δὲ Ἀφροδίτην οὕτως. ρλθʹ ἐμέρισα παρὰ τὸν ηʹ, λοιπαὶ γʹ, αἳ σημαίνουσι στηριγμόν, ἐποχὴν δὲ Φαωθὶ ιʹ Τοξότῃ. παραλαμβάνω τὰς λοιπὰς τοῦ Φαωθὶ κʹ, ἀπὸ δὲ Ἀθὺρ ἕως Μεχὶρ ρκʹ καὶ τοῦ Φαμενὼθ τὰς ιηʹ, γίνονται ὁμοῦ ρνηʹ. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ καὶ τοῦ Τοξότου ρκʹ, λοιπὰ ληʹ, ἃ ἀπολύω ἀπὸ Αἰγοκέρωτος ἀνὰ κεʹ· καταλήγει Ὑδροχόῳ· ἐκεῖ Ἀφροδίτη.
Ἐπειδὴ δὲ δοκεῖ πολλὴ περὶ τὴν γένεσιν ὑπάρχειν … , καὶ ἐπὶ ἑτέρας γενέσεως ἐκθήσομαι. Ἀδριανοῦ δʹ Ἀθὺρ λʹ, τὰ ἀπὸ Αὐγούστου γίνονται ρμηʹ· ἃ ἐμέρισα παρὰ τὸν ηʹ, λοιπὰ δʹ, αἳ σημαίνουσιν ἐποχὴν Παϋνὶ κβʹ Λέοντι. ἐπεὶ οὖν οὐ χρηματίζει αὕτη ἡ ἐποχὴ διὰ τὸ ὑπὲρ τὴν γένεσιν εὑρεθῆναι, ἀνατρέχω εἰς τὴν ἀνωτέραν, ἥτις ἐστὶ τρίτη Φαωθὶ ιʹ Τοξότῃ. λαμβάνω τὰς λοιπὰς κʹ τοῦ Φαωφὶ καὶ ἀπὸ Ἀθὺρ ἕως Μεσωρὶ τʹ καὶ ἐπαγομένων εʹ· γίνονται τκεʹ τοῦ προεληλυθότος ἔτους καὶ αὐτοῦ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως λʹ Ἀθὺρ Ϟʹ, γίνονται αἱ πᾶσαι υιεʹ. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ καὶ τοῦ ζῳδίου Τοξότου ρκʹ, λοιπαὶ σϞʹ εʹ. ταύτας ἀπὸ Αἰγοκέρωτος ἀνὰ κεʹ, καταλήγει Τοξότῃ κʹ· ἐκεῖ ὁ ἀστήρ. —
Ἄλλως. Ἀδριανοῦ δʹ Μεχὶρ ιγʹ, ἀπὸ Αὐγούστου ρμθʹ. παρὰ τὸν ηʹ, λοιπαὶ εʹ, αἳ οὔτε ἐποχὴν οὔτε στηριγμὸν σημαίνουσιν· ἀνατρέχω εἰς τὴν ἐπάνω ἐποχήν, ἥτις ἐστὶ Παϋνὶ κβʹ Λέοντι· ἀναλαμβάνω τὰς λοιπὰς ηʹ τοῦ Παϋνὶ καὶ Ἐπιφὶ καὶ Μεσωρὶ καὶ ἐπαγομένας εʹ, γίνονται ογʹ· καὶ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως Μεχὶρ ιγʹ, γίνονται ρξγʹ· γίνονται σλϛʹ. ἐκ τούτων ἀφαιρῶ στηριγμοῦ καὶ ζῳδίου Λέοντος ρκʹ, λοιπαὶ ριϛʹ· ταύτας ἀπὸ Παρθένου ἀνὰ κεʹ, καταλήγουσιν Αἰγοκέρωτι μοίραις ιϛʹ. ἐκεῖ ἡ Ἀφροδίτη.
Ὁμοίως ἐπὶ τῆς αὐτῆς γενέσεως καὶ τὸν Ἑρμῆν οὕτως ἐψήφισα· ἔλαβον τὰς ἀπὸ Θὼθ ἕως τῆς ιγʹ τοῦ Μεχὶρ ρξγʹ καὶ ἔξωθεν προσέθηκα ρξβʹ, ὁμοῦ τκεʹ· ταύτας ἀπέλυσα ἀπὸ Κριοῦ ἀνὰ λʹ, κατέληξεν κεʹ Ὑδροχόου· ἔνθα ὁ ἀστήρ.
Ἡλίου τὸ μὲν δεύτερον καὶ τὸ ϛʹ καὶ τὸ ιβʹ καλόν, τὸ δὲ ζʹ καὶ δʹ σαπρόν. Σελήνης τὸ γʹ καὶ τὸ ηʹ καὶ τὸ θʹ σαπρόν, τὸ δὲ εʹ καὶ ιαʹ καὶ ιβʹ καλόν. Κρόνου τὸ δʹ καὶ τὸ ιʹ σαπρόν, τὸ δὲ ϛʹ καὶ ηʹ καὶ ιβʹ καλόν. Διὸς τὸ γʹ τὸ θʹ τὸ ιʹ καὶ τὸ ιαʹ καλόν, τὸ δὲ δʹ καὶ ζʹ σαπρόν. Ἄρεως τὸ γʹ τὸ δʹ καὶ τὸ θʹ καλόν, τὸ δὲ ζʹ καὶ ιʹ σαπρόν. Ἀφροδίτης τὸ γʹ καὶ ζʹ καὶ ηʹ καλόν, τὸ εʹ σαπρόν. Ἑρμοῦ τὸ βʹ τὸ εʹ τὸ ιαʹ σαπρόν, τὸ δὲ ζʹ καὶ ηʹ καὶ θʹ καλόν. Τὰ δὲ λοιπὰ ἑκάστου ἀστέρος ἀνώμαλα.
Γινόμενοι ἐν τούτοις τοῖς προειρημένοις τόποις οἱ ἀστέρες κατὰ τὰς ἐμβάσεις καὶ μάλιστα τῶν χρόνων δεσπόζοντες ἐν χρηματιστικοῖς τόποις καὶ ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυρούμενοι ἔσονται ἀγαθῶν ἢ κακῶν δοτῆρες, καθὼς ἐὰν πλεονάσωσιν· ἐὰν δὲ ὁμοῦ, ἀναμεμιγμένα τά τε φαῦλα καὶ τὰ ἀγαθὰ γενήσεται κατὰ τὴν ἑκάστου γένεσιν. ὅθεν παρατηρεῖν ἀεὶ κατὰ τὰς παρόδους ἀναγκαῖον τοὺς τόπους πρὸς τὰς ἐπιδιακρίσεις τῶν χρόνων. καʹ. Περὶ συμπαρουσίας καὶ συγκράσεως.
Ὑποτάξωμεν δὲ καὶ τὰς συμπαρουσίας καὶ συγκράσεις ἑκάστου ἀστέρος.
Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἱκονομικούς, φιλολόγους.
Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλὰς καὶ κακοποιΐας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἢ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἐπισήμους καὶ λαμπρὰς γενέσεις κατασκευάσωσιν· ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας.
Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολὰς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυΐστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς τὸ θεῖον, δυσσυνειδήτους.
Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς, συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλʼ ἐπί τινας χρόνους· εἶθʼ οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκὰς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.
Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημάτων θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἐξ ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ. πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χωρισμοὺς καὶ μίση καὶ πένθη. ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἢ νεύρων ἀλγήσεις καὶ ἀναγκαίων προσώπων θανάτους.
Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν οἱ ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μείζονα πρόσωπα καὶ ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβουλεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑποκριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄποροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς.
Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἐν ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται.
Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἢ τέκνων εὐεργετουμένους καὶ δωρεῶν καὶ τιμῶν καταξιουμένους, χρηματοφύλακας ἢ πολλὰ δανειστικοὺς ἢ πιστευομένους καὶ θησαυρῶν εὑρετάς, εὐχρηματίστους.
Ζεὺς καὶ Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασιλέων φίλους, στρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, ἐν δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ τῶν κτηθέντων ἀποβολὰς ποιουμένους.
Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμου σωμάτων δεσποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμματηφορίας χρυσοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους, ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι.
Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰκονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειρισμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ ἐν παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψωνίων καταξιουμένους. ἐὰν δέ πως καὶ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφελουμένους δανειστικούς.
Ἀφροδίτη καὶ Ἥλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δοτῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ καταγραφάς, καὶ περὶ τὰς ἐπιβολὰς εὐεπιτεύκτους· ἔσθʼ ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δύσιν τύχῃ ὁ ἀστήρ.
Ἀφροδίτη καὶ Σελήνη ἀγαθοὶ μὲν περὶ τὰς δόξας καὶ τὰς περικτήσεις καὶ περὶ τὰς τῶν πραγμάτων ἀφορμάς, περὶ δὲ τὰς συμβιώσεις καὶ φιλίας καὶ συναρμογὰς ἄστατοι, ἀντιζηλίας καὶ ἔχθρας ἐπιφέροντες καὶ συγγενικῶν ἢ φίλων κακουργίας ἢ ταραχάς· ὁμοίως δὲ καὶ εἰς τὸν περὶ τέκνων ἢ σωμάτων τόπον οὐκ ἀγαθοὶ ἀπαραμόνους τε τὰς κτήσεις παρεχόμενοι καὶ ψυχικὰς ἀνίας ἐπάγοντες.
Ἀφροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφίλους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαφόρους ταῖς μίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπιβόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυκῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας.
Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σωφροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ ἐν μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους περὶ τὰς συμβολάς.
Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ ἐν δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τὰ καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ἐν ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.
Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς τὸ μέλλον … γενναίους πρὸς τὰ φαῦλα, ἀνωμάλους δὲ περὶ τὸν βίον.
Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κακοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακτικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχομένους· γίνονται δὲ ἐν πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλήσεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, ἐν αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπομένουσιν.
Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ ἐπωφελεῖς. ἐὰν δὲ ἡ ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχικοὶ πόλεων, πραγμάτων προϊστάμενοι, ὄχλων προεστῶτες, εὐφαντασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασιλικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον τὸ ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τὸ τῆς Σελήνης μειωτικὸν σχῆμα. κβʹ. Περὶ σχηματισμῶν κατὰ πλείους.
Κρόνος Ζεὺς καὶ Ἥλιος ἀνώμαλοι καὶ ἀβέβαιοι εἴς τε τὰς περικτήσεις καὶ τὰς φιλίας καὶ τὰς λοιπὰς τῶν πραγμάτων ἐπιβολάς· τῶν γὰρ περικτηθέντων ἀποβολὰς ποιοῦσι καὶ ἐπιφθόνοις αἰτίαις περιπίπτοντας, καὶ ἐξ ἀδοκήτων ἢ νεκρικῶν ὠφελείας ἐνδειξάμενοι καὶ τῇ δόξῃ προσαυξήσαντες καθαιρέσεις ἢ αἰτίας ἀπεργάζονται αἰφνιδίους τε κινδύνους καὶ ἐπιβουλάς· ἀποτελοῦσι δὲ καὶ προστασίας ἢ ἐπιτροπὰς ἀλλοτρίων πραγμάτων φορολογίας τε ἢ μισθώσεις, ὧν χάριν ἢ ταραχὰς ἢ κρίσεις ὑφίστανται, καὶ τὴν ὑπόστασιν ἀνώμαλον ἢ ἐπίφοβον κατασκευάζουσι.
Κρόνος Ζεὺς Σελήνη σύμφωνοι, δόξας καὶ ὠφελείας περιποιοῦντες καὶ συστάσεις μειζόνων καὶ δωρεάς· γίνονται δὲ ἐν ξενιτείαις καὶ ἐπὶ ξένης ἢ ἀπὸ ξένων τὰς τῶν πράξεων κατορθώσεις ποιοῦνται οὐ μόνον ἰδίων ἀλλὰ καὶ ἀλλοτρίων πραγμάτων· εὐεργετοῦνται δὲ καὶ ἀπὸ θηλυκῶν καὶ ἐν περικτήσει γενόμενοι θεμελίων καὶ χωρῶν δεσπόζουσι· τινὲς μὲν οὖν καὶ ναύκληροι γενόμενοι τῷ βίῳ προσηύξησαν, ἢ ὅσα διʼ ὑγρῶν συνίστανται μεταχειρισάμενοι διῳκονόμησαν τὸν βίον.
Κρόνος Ζεὺς Ἄρης συγκράσεις ἀγαθῶν ἀποτελοῦσι· τινὰς μὲν οὖν ἐνδόξους, ἀρχιερατικούς, ἡγεμονικούς, ἐπιτροπικούς, ὄχλων καὶ χωρῶν προεστῶτας ἢ στρατιωτικῶν πραγμάτων, κελεύοντας καὶ ἐνακουομένους, οὐ τοσοῦτον τῇ περὶ τὸν βίον φαντασίᾳ κεκοσμημένους, ἐναντιώμασι δὲ καὶ κατηγορίαις καὶ βιαίοις πράγμασι περικυλιομένους καὶ ἐπιφόβως διάγοντας. τινὰς δὲ καὶ τῇ περὶ τὸν βίον ὑπάρξει κεκοσμημένους καὶ κτημάτων καὶ θεμελίων δεσπόζοντας καὶ ἀπὸ νεκρικῶν ὠφελουμένους, περὶ δὲ τὴν δόξαν ἥττονας· ὅθεν παρὰ τὰς τοποθεσίας καὶ τὰς τῶν ζῳδίων ἐνεργείας τὰ πράγματα κριθήσεται.
Κρόνος Ζεὺς Ἀφροδίτη ἀγαθοὶ καὶ ὠφέλιμοι περὶ τὰς πράξεις, περικτητικοί, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἀποτελοῦντες, καὶ φιλίας καὶ προβιβασμοὺς ἀπό τε νεκρῶν εὐεργεσίας, περὶ δὲ τὰς συνηθείας ἐπιψόγους καὶ ἐπιφθόνους καὶ ἀνωμάλους περὶ συναρμογάς, ψύξεις κατὰ καιρὸν ὑπομένοντας καὶ ἔχθρας ἢ κρίσεις. πλὴν φιλοσυνήθεις καὶ εὐσυμβιώτους, καινοτέραις καὶ πολλαῖς ἡδομένους φιλίαις, εἰς δὲ τὸν περὶ τέκνων λόγον καὶ σωμάτων οὐ διὰ παντὸς εὐσταθοῦντας οὐδὲ ἀλύπως ὑπομένοντας.
Κρόνος Ζεὺς Ἑρμῆς συσχηματιζόμενοι πρακτικοὺς ἀποτελοῦσιν, οἰκονομικούς, πιστούς, προεστῶτας ὄχλων, κελεύοντας καὶ ἐνακουομένους, χρημάτων χειριστὰς καὶ λόγων ἢ ψήφων διευθυντάς. οἱ δὲ τοιοῦτοι τὸ ἐλευθέριον καὶ ὑποκριτικὸν ἦθος κεκτημένοι ὅτε μὲν κακοῦργοι καὶ πανοῦργοι φαίνονται, ὅτε δὲ ἀγαθοὶ καὶ καλοί· ἀλλοτρίων ἐπιθυμηταὶ γενήσονται καὶ πλεονέκται, ὧν χάριν ταραχὰς ἢ κρίσεις ὑπομενοῦσιν καὶ χρεωστίας καὶ περιβοησίας ὀχλικάς. ὅτε δὲ τῇ περὶ τὴν πρᾶξιν εὐημερίᾳ καὶ πίστει φερόμενοι ὠφελείας μὲν ἀναδέξονται καὶ ἀπὸ μειζόνων δωρεῶν καὶ τιμῶν καταξιωθέντες καὶ εὐμετάδοτον σχῆμα κτησάμενοι ἰδίους καὶ ἀλλοτρίους εὐεργετήσουσι, μυστηρίων δὲ καὶ ἀλλοτρίων πραγμάτων μεθέξουσι καὶ τὰ λοιπὰ περίεργοι ἐννοηματικοὶ ἔσονται εἰς ἀφέλειαν τὸν τρόπον ἐμφαίνοντες.
Κρόνος Ἄρης καὶ Ἥλιος βιαίων καὶ ἀλλοτρίων καὶ ἐπικινδύνων πραγμάτων δηλωτικοί· θρασεῖς γὰρ καὶ ἁδρεπιβόλους περὶ τὰς πράξεις ἀποτελοῦσι, κακούργους ἀθέους, προδότας, ἀνυποτάκτους, μισοϊδίους, τῆς ἰδίας χωριζομένους μετὰ δὲ ἀλλοφύλων ἀναστρεφομένους, ἐν ἐπηρείαις καὶ κινδύνοις γινομένους, ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις ὑπομένοντας ἢ ἐμπρησμῶν φόβους, ἐπιμόχθους περὶ τὰς ἐγχειρήσεις, μὴ φυλάσσοντας τὰ περικτώμενα, ἀλλοτρίων ἐπιθυμητάς, ἐκ κακῶν πορίζοντας, ἐκτὸς εἰ μὴ στρατιωτικὸν ἢ ἀθλητικὸν τὸ σχῆμα τύχῃ· καὶ οὕτω μὲν ἐπίμοχθον, πλὴν οὐκ ἄπρακτον.
Κρόνος καὶ Ἄρης καὶ Σελήνη παραβόλους μὲν εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ γενναίους ἀποτελοῦσι, δυσεπιτεύκτους δὲ περὶ τὰς πράξεις καὶ ἐναντιώμασι περιτρεπομένους καὶ βιαίοις πράγμασι. γίνονται γὰρ βίαιοι, φιλέρημοι, κακοῦργοι, ἅρπαγες, τρόπον λῃστρικὸν ἔχοντες, ἔν τε ἀπολογίαις ἢ κρίσεσι περιπίπτοντες, συνοχῶν δὲ καὶ καταιτιασμῶν πεῖραν λαμβάνοντες, εἰ μή πως φιλοπάλαιστρος ἢ φίλοπλος ἡ γένεσις τύχοι, ἵνα διὰ τῆς κατοχῆς ταύτης τὸ τῆς συνοχῆς σχῆμα πληροφορηθῇ· τινὲς μὲν οὖν καὶ ἐπισινεῖς ἢ ἐμπαθεῖς γενόμενοι βίαιον τὸ τέλος ἐφέξουσι.
Κρόνος Ἄρης Ἀφροδίτη περὶ μὲν τὰς πράξεις καὶ τὰς φιλίας ἢ συναλλαγὰς κατʼ ἀρχάς εἰσιν ἐπιτήδειοι, ὠφελείας δόξας καὶ συστάσεις ἀποτελοῦντες· ἐξ ὑστέρου δὲ ἐπιτάραχοι καὶ ἐπίδικοι καθίστανται διά τινας ἀντιζηλίας καὶ προδοσίας, ὧν χάριν καταιτιασμοὺς μὲν ποιοῦνται καὶ ἔχθρας πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα ὑπομένουσι καὶ ψόγοις ἐπαίσχροις ἢ μοιχείαις περιτρέπονται καὶ περιβοησίας καὶ δειγματισμοὺς ἀναδέχονται· τινὲς μὲν οὖν ἀθεμίτοις μίξεσι καὶ ἀδιαφόροις ἀνεπιστρεπτοῦσι, συνίστορες δὲ ἢ ἐπίβολοι κακουργιῶν ἢ φαρμακειῶν γινόμενοι φόβον οὐ τὸν τυχόντα ὑπομενοῦσιν.
Κρόνος Ἄρης Ἑρμῆς κακουργίας καὶ δόλους ἀποτελοῦσι κρίσεις τε καὶ ταραχάς, γραπτῶν ἢ μυστικῶν χάριν πραγμάτων ἐγγύαις τε ἢ δάνεσι περιτραπέντες ἀγῶνας οὐ τοὺς τυχόντα ὑπομένουσι καὶ καθαιρέσεις. ἄλλως τε δριμεῖς καὶ εὐσυνέτους περὶ τὰς πράξεις ἀποτελοῦσι, ποικίλως τὸν βίον διερχομένους καὶ ὑπό τινων κακολογουμένους διά τινας βιαίους ἢ παρανόμους πράξεις· ἔσθʼ ὅτε μὲν οὖν καὶ πράξεων ἐπιμόχθων ἢ ἐπικινδύνων ἐντὸς γινομένοι καὶ ἐνδείαις περιπίπτοντες τὴν ἰδίαν μέμφονται τύχην καὶ εἰς θεοὺς βλασφημοῦσιν ἢ ἐπίορκοι καὶ ἄθεοι καθίστανται. ἐὰν δὲ καὶ ἀνοικείως πέσωσιν οἱ ἀστέρες, καὶ καταιτιασμοὺς καὶ συνοχὰς ποιοῦσιν. ἐὰν δὲ ἐν χρηματιστικοῖς τόποις ἢ ἰδίοις τύχωσι, τοὺς ὑπὲρ ἑτέρων ἀγῶνας ἀναδεχόμενοι τῶν πλείστων καθυπερτερήσουσιν ἢ καὶ ἀπὸ λόγων ἢ ψήφων ἢ στρατειῶν ὠφεληθέντες τῷ βίῳ προσαυξήσουσι.
Κρόνος Ἀφροδίτη Ἥλιος συστάσεων μεγάλων καὶ τιμῶν καὶ πράξεων δηλωτικοί, δόξης τε καὶ προφανείας καὶ προστασίας ὀχλικῆς αἴτιοι· ἀπαράμονοι δὲ πρός τε τὴν κτῆσιν καὶ πρὸς τὰ λοιπὰ ὑπάρχουσιν καὶ εἰς ἀνωμαλίας περιτρέπουσι καὶ τὰς φιλίας διαλύουσιν καὶ τοῦ βίου μειώσεις ἀπεργάζονται καὶ δειγματισμοὺς ἢ ζημίας ἕνεκεν θηλυκῶν προσώπων, μυστικῶν τε πραγμάτων προδοσίας, περὶ δὲ τὰς μίξεις καὶ τὰς συνουσίας ἀστάτους καὶ ἀδιαφόρους.
Κρόνος Ἀφροδίτη Σελήνη ἀνωμαλίας καὶ ἀστασίας βίου ἐπάγουσι καὶ μάλιστα εἰς τὸν περὶ γυναικὸς καὶ μητρὸς καὶ τέκνων τόπον. κακοηθείας γὰρ καὶ ἀχαριστίας ἐπιφέρουσι, ἔτι δὲ ἀντιζηλίας καὶ στάσεις, χωρισμούς, ψόγους, δειγματισμούς, ἀθεμίτους μίξεις· περὶ δὲ τὰς πράξεις οὐκ ἀπόρους, εὐεπινοήτους δὲ καὶ ἐν περικτήσει γινομένους, ἀπὸ νεκρικῶν ὠφελουμένους, πλὴν οὐ φυλάσσοντας, ἐπιβουλευομένους δὲ ὑπὸ πολλῶν ἢ καὶ αὐτοὺς συνίστορας κακουργίας ἢ φαρμακείας, παραινέτας δὲ γυναικῶν.
Κρόνος Ἀφροδίτη Ἑρμῆς συνετούς, νοεροὺς καὶ περὶ τὰς τῶν πράξεων ἀφορμὰς εὐφυεῖς καὶ εὐεπιβόλους ἀποτελοῦσιν, ἀπαραμόνους δὲ καὶ ψύχοντας τὰς πρώτας πράξεις καὶ ἑτέρων ἐπιθυμητάς, πολυΐστορας, περιέργους, ποικίλους, ἰατρικούς, ἡδομένους τῇ καινότητι καὶ μεταβολῇ καὶ ξενιτείᾳ. ἐὰν δὲ τούτων οὕτως ὄντων τὸ σχῆμα κακωθῇ ἢ καὶ ἐπιθεωρήσῃ Ἄρης, ἕνεκεν φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἢ θανατικῶν προφάσεων ταραχαῖς καὶ κρίσεσι περιπίπτουσιν ἢ καὶ ἐκ γυναικῶν ὑπομείναντες ἀδικίας μείωσιν βίου καὶ κακωτικὰς αἰτίας ἀναδέχονται. καθόλου εἰς τὸν περὶ γυναικὸς τόπον καὶ τέκνων καὶ σωμάτων ἀβέβαιοι καὶ ἐπίλυποι γενήσονται.
Ζεὺς Ἥλιος Σελήνη ἐνδόξους, λαμπρούς, πολυγνώστους ἀποτελοῦσι, δημοσίων πολιτικῶν βασιλικῶν πραγμάτων προεστῶτας, ἡγεμονικούς, στραταρχικούς, ἀνυποτάκτους, τυράννους, ἐπιφθόνους δὲ καὶ κακολογουμένους καὶ ὑπό τινων προδιδομένους, μισοϊδίους, εὐμετανοήτους, ποικίλους καὶ ἀστάτους ταῖς γνώμαις, ὑψαύχενας, ὑπὲρ ἑαυτοὺς φρονοῦντας καὶ ἐν ὑψοταπεινώμασι γινομένους, τῇ δὲ περὶ τὸν βίον φαντασίᾳ συγκεκοσμημένους, οὐ μέντοι μέχρι τέλους ταῖς εὐδαιμονίαις ἐπιμένοντας, σφαλλομένους δὲ ἔν τισιν ἢ καὶ τὸ τέλος ὀδυνηρὸν ἔχοντας.
Ζεὺς Ἄρης Ἥλιος ἐπιταράχους καὶ ἐπικινδύνους δηλοῦσι, θερμοτέρους δὲ καὶ εὐεπιτεύκτους εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ δόξης μετέχοντας, στρατιωτικοὺς ἡγεμονικούς, δημοσίων πραγμάτων προεστῶτας, ἐπισφαλεῖς διὰ τὸ ἐπακολουθεῖν φθόνους μειζόνων, ἀπειλάς, προδοσίας, οἰκείων ἐπιβουλάς, καταιτιασμούς. ἔνιοι μὲν γὰρ καὶ τῇ τῶν μειζόνων προαγωγῇ ἀπὸ μετρίας τύχης ἀναβιβασθέντες τῷ βίῳ καθῃρέθησαν.
Ζεὺς Ἄρης Σελήνη εὐεπιβόλους, θρασεῖς, δημοσίους, πολυφίλους, ἐν προβιβασμοῖς γινομένους καὶ ἀπὸ μικρᾶς τύχης ὑψουμένους καὶ πίστεως καταξιουμένους, στρατιωτικούς, ἀθλητικούς, ἐνδόξους, ἡγεμονικούς, ὄχλων καὶ τόπων προεστῶτας, τιμῶν καὶ ὀψωνίων μεταλαμβάνοντας ἢ ἱερωσύνης, ἐναντιώμασι δὲ καὶ κατηγορίαις περιπίπτοντας καὶ προδιδομένους ὑπὸ ἰδίων ἢ θηλυκῶν προσώπων καὶ τῶν περικτηθέντων μείωσιν ὑπομένοντας καὶ ἐξ ὑστέρου περικτωμένους ἀπὸ μυστικῶν ἢ ἀπροσδοκήτων πραγμάτων.
Ζεὺς Ἄρης Ἑρμῆς πρακτικούς, θερμούς, κεκινημένους ἀποτελοῦσιν, ἐν δημοσίοις τόποις ἢ στρατιωτικοῖς τάγμασιν ὀψωνίων μεταλαμβάνοντας ἢ βασιλικὰ ἢ πολιτικὰ πράσσοντας, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ τῶν περικτωμένων ἀναλωτάς, εὐνοήτους καὶ εὐπίστους οἰκονόμους, ῥᾳδίως τὰ ἁμαρτήματα διορθοῦντας καὶ τὰς αὑτῶν αἰτίας ἑτέροις ἐπιφέροντας, κακολογουμένους δὲ καὶ ἐναντιώμασι περιπίπτοντας. τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους ἢ καὶ ἀσκητὰς σωμάτων, πολυΐστορας, φιλεκδημητὰς ἢ ἐπὶ ξένης πορίζοντας, τῶν δὲ ἰδίων ἀστοχοῦντας.
Ζεὺς Ἄρης Ἀφροδίτη πολυφίλους μὲν καὶ φιλοσυνήθεις ἀποτελοῦσι, συστάσεών τε μειζόνων καὶ ὠφελειῶν καταξιουμένους, ἐν προκοπαῖς γινομένους, ὑπὸ γυναικῶν προβιβαζομένους· τινὰς μὲν οὖν ἀρχιερατικούς, στεφηφόρους, ἀθλητικοὺς ἢ ἱερῶν προεστῶτας, ὄχλων ἡδοναῖς ἐξυπηρετουμένους καὶ κατὰ καιρὸν ἀστάτως καὶ ἀνωμάλως διάγοντας, ἐπιψόγους δὲ καὶ ἀδιαφόρους περὶ τὰς συνελεύσεις, δειγματισμοὺς προδοσίας ὑπομένοντας, εἴς τε τὸν περὶ τέκνων καὶ σωμάτων τόπον λυπουμένους, καινοτέραις ἐπιπλοκαῖς ἡδομένους, χωρισμούς τε γυναικῶν ὑπομένοντας.
Ζεὺς Ἑρμῆς Ἥλιος πρὸς μὲν τὰς ἐπιβολὰς τῶν πράξεων εὐκατορθώτους καὶ πολυφίλους ἀποτελοῦσι, πίστεων, τιμῶν, οἱκονομιῶν καταξιουμένους συστάσεών τε μειζόνων καὶ προκοπῶν ἢ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους καὶ συγκοσμουμένους, πρὸς δὲ τὰς περικτήσεις ἀπαραμόνους καὶ εὐαλώτους ἢ ἐνδεεῖς κατά τινας χρόνους γινομένους καὶ μυστικῶς πολλὰ διαπρασσομένους· οὐκ ἀβίους δὲ ἀλλʼ ἐξ ἀδοκήτων καὶ μειζόνων ὠφελουμένους.
Ζεὺς Ἑρμῆς Σελήνη ἀγαθοὺς περικτητικοὺς καὶ εἰς τὰς πράξεις εὐεπιβόλους, συλλεκτικοὺς δωρεῶν καὶ πίστεων μεταλαμβάνοντας, μυστικούς, συνετούς, λογικούς, κτημάτων παραθηκῶν φύλακας, ἀπὸ λόγων καὶ ψήφων ἀναγομένους, δανειστικούς, φορολόγους, μισθωτάς, πολυφίλους, πολυγνώστους, ἐπιτροπικούς, διοικητὰς πραγμάτων, εὐμεταδότους· τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους, τιμῶν εἰκόνων ἀνδριάντων καταξιουμένους. ἐὰν δέ πως καὶ ἐν χρηματιστικοῖς τόποις τύχωσι, θησαυρῶν εὑρετὰς καὶ ναῶν, ἱερῶν ἐπιστάτας ποιοῦσιν, ἀνακτίσουσί τε καὶ καταφυτεύσουσι καὶ τόπους συγκοσμήσαντες ἀειμνήστου φήμης τεύξονται.
Ζεὺς Ἑρμῆς Ἀφροδίτη ἀγαθοί, περίκτησιν βίου καὶ εὐημερίας πράξεων ἀποτελοῦντες· γίνονται δὲ συνετοί, ἁπλοῖ, εὐμετάδοτοι, ἡδεῖς, φιλοσυμβίωτοι, εὐφραντικοί, παιδείας καὶ μουσικῆς μέτοχοι, καθάριοι, εὐπρεπεῖς, τιμῆς καὶ δόξης καταξιούμενοι, μετὰ μειζόνων ἀναστρεφόμενοι καὶ πίστεων καὶ οἰκονομιῶν μεταλαμβάνοντες, συγκοσμούμενοι τῷ βίῳ, φιλοτρόφοι τε καὶ φιλασκηταὶ ὄντες, σωμάτων κυριεύουσι καὶ ἐν τέκνων μοίραις ἀνατρέφουσί τινας καὶ εὐεργετοῦσι καὶ ἀπὸ θεῶν τὰ μέλλοντα προγινώσκουσι φιλόθεοι ὑπάρχοντες, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον ἄστατοι ἢ ἐπίλυποι γενήσονται.
Ζεὺς Ἀφροδίτη Ἥλιος εὐφαντασιώτους μὲν καὶ ἐπιδόξους ποιήσουσι, μικρολόγους δὲ καὶ ἀνωμάλους ταῖς γνώμαις, ὑψαύχενας, ὅτε μὲν παρεκτικοὺς καὶ εὐεργετικούς, εὐμετανοήτους δέ, ὅτε δὲ ταῖς ἑτέρων δόξαις καὶ περικτήσεσιν ἐπαιρομένους καὶ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους. γίνονται δὲ καὶ ἀρχιερεῖς, στεφηφόροι, ἀρχικοί, ἡγεμονικοί, δημοσίων πραγμάτων προεστῶτες καὶ ὄχλων ἀφηγούμενοι, τιμῶν ἢ δωρεῶν καταξιοῦνται καὶ τῷ βίῳ συγκοσμοῦνται, περὶ δὲ τὰς συνελεύσεις ἀθέμιτοι ἢ ἐπίψογοι γενήσονται. ἐὰν δέ πως ἀνατολικοὶ ἢ ἐν χρηματιστικοῖς τόποις τύχωσι, καὶ ἐπὶ γυναικὶ καὶ τέκνοις εὐφρανθήσονται.
Ζεὺς Ἀφροδίτη Σελήνη πρακτικοὺς ἐνδόξους ἀποτελοῦσιν, ἀρχιερατικούς, στεφηφόρους, ἱερῶν καὶ ναῶν προεστῶτας, δωρηματικοὺς φιλοδόξους, ὄχλων ἡδοναῖς ἐξυπηρετοῦντας, πόλεών τε ἢ χωρῶν, πίστεις ἀναδεχομένους καὶ τιμῶν καταξιουμένους καὶ εὐφημουμένους καὶ ἀντιζηλουμένους ἀπό τε οἰκείων καὶ φιλικῶν προσώπων, ἔχθρας καὶ ἀντικαταστάσεις ὑπομένοντας, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ συνηθείας τόπον ἀστάτους καὶ φιλονείκους, μετὰ ζηλοτυπιῶν καὶ χωρισμῶν καὶ ἀνάγκης διάγοντας, μετεώρους· ἔσθʼ ὅτε μὲν οὖν καὶ συγγενέσι συνέρχονται καὶ οὐδὲ οὕτως ἀτάραχον τὴν συνοίκησιν διαφυλάσσουσιν· ἐν μετουσίαις γινομένους· τὴν μέντοι περὶ τὸν βίον οὐσίαν εὐφαντασίωτοι γενήσονται, οὐ τοσοῦτον ἀληθείας ἀνάμεστοι ὅσον πλάνης.
Ἀφροδίτη Ἥλιος Σελήνη ἐνδόξους μὲν καὶ πρακτικοὺς ἀποτελοῦσιν, ἐν φαντασίαις γινομένους, κακοήθεις δὲ καὶ ἐπιψόγους, ὑπὸ τῶν πλείστων διαβαλλομένους καὶ φθονουμένους ὑπὸ μειζόνων καὶ φιλικῶν προσώπων, ἐν προκοπῇ δὲ καὶ κτήσει γινομένους καὶ τῇ τύχῃ ὑψουμένους, ἀνωμάλους δὲ εἰς τὸν περὶ γυναικὸς καὶ τέκνων λόγον· ἄλλως δὲ φιλόφιλοι, ἐν ξενιτείαις γινόμενοι καὶ ἐπὶ ξένης εὐτυχοῦντες.
Ἀφροδίτη Ἄρης Σελήνη οὐκ ἀπόρους μὲν οὐδὲ ἀπράκτους ποιοῦσι, ποικίλους δὲ καὶ ἀστάτους ταῖς γνώμαις, μεγαλοψύχους, ἀκρίτως ἀναλίσκοντας καὶ μὴ ἐπιτιθέντας τέλος τοῖς πράγμασι, ἁδρεπιβόλους, καταφρονητάς, πλανήτας, θρασεῖς, δημοσίους, στρατιωτικούς, ἀδιαφόρους ταῖς χρήσεσιν ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν, κακολογουμένους δὲ καὶ ἐν ἐπηρείαις καὶ κρίσεσι γινομένους καὶ τὰς φιλίας εἰς ἔχθρας μετατιθέντας διὰ τὰς τῶν πανούργων ἀφορμάς, τῷ δὲ βίῳ σφαλλομένους.
Ἑρμῆς Ἥλιος Σελήνη σεμνούς, καθαρίους, εὐυποκρίτους, οἰκονομικούς, πίστεων ἢ τάξεων μεταλαμβάνοντας, εὐεργετικούς, μυστηρίων μετόχους, κατορθωτὰς πραγμάτων, πλείστην φαντασίαν τῆς ὑπάρξεως κεκτημένους· γίνονται δὲ καὶ σωματοφύλακες, εἰσαγγελεῖς, ἐπάνω χρημάτων γραμμάτων ψήφων τεταγμένοι· τῶν δὲ τοιούτων καὶ ὁ λόγος ἐπισχύσει πρὸς συμβουλίαν ἢ διδαχήν.
Ἑρμῆς Ἥλιος Ἀφροδίτη πολυμαθεῖς, πολυπείρους, ἀγαθούς, τεχνῶν καὶ ἐπιστημῶν προηγουμένους καὶ πίστεων καὶ τάξεων καταξιουμένους, εὐμετανοήτους ἐν τοῖς διαπρασσομένοις, κατὰ καιρὸν ἀνωμαλοῦντας, πολυκινήτους δὲ ἢ ἐν ταῖς καινοποιΐαις τῶν πράξεων ἡδομένους, πολυφίλους, πολυγνώστους, καὶ ἀπὸ μειζόνων ἐν προκοπῇ γινομένους καὶ τῷ βίῳ καὶ τῇ δόξῃ συγκοσμουμένους, ἐπιψόγους δέ.
Ἑρμῆς Σελήνη Ἀφροδίτη ἀγαθούς, εὐσυμβιώτους, ἁπλοῦς, μεταδοτικούς, φιλογέλωτας, πολιτικούς, παιδείας ἢ ῥυθμῶν μετόχους, μηχανικούς, πολυπείρους, κοσμίους, καθαρίους, εὐφυεῖς, μυστικῶν πραγμάτων συνίστορας, ὑπηρετικούς, ζηλουμένους καὶ φθονουμένους, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ ἀδιαφόρους περὶ τὰς τῶν γυναικῶν καὶ ἀνδρῶν ἐπιμιξίας, εὐπόρους δὲ καὶ συλλεκτικούς.
Ἑρμῆς Ἄρης Ἀφροδίτη συσχηματιζόμενοι ὠφελείας καὶ δόξας καὶ πράξεις ἀποτελοῦσι, περί τε τὰς δόσεις καὶ λήψεις καὶ τὰς λοιπὰς ἐγχειρήσεις εὐεπιβόλους καὶ οἰκονομικούς, πανούργους δὲ καὶ πολυπείρους, ἀπὸ γραμμάτων ἢ ἀσκήσεων ἀναγομένους· ἐπιψόγους, πολυαναλώτους, εὐμεταδότους, ἐγγύαις καὶ δάνεσι περικυλιομένους καὶ ἀδικοῦντας, νοσφιστὰς χρημάτων ἀλλοτρίων, παραινέτας ἐπιχαρίτως διαψευδομένους, εὐπόρους δὲ καὶ βασκάνους, εὐμετανοήτους ἐν τοῖς διαπρασσομένοις.
Ἄρης Ἥλιος Σελήνη θρασεῖς, ἐπάνδρους, τολμηρούς, πρακτικοὺς ἀποτελοῦσι· γίνονται γὰρ ἀθλητικοὶ καὶ στρατιωτικοί, ἀρχικοὶ ἡγεμονικοί, ἀπὸ βιαίων πραγμάτων καὶ ἐπιφθόνων πορίζοντες καὶ ἐπιμόχθων τεχνῶν ἢ σκληρουργίας, ἐναντιώμασι δὲ καὶ ἐπικινδύνοις πράγμασι περιτρεπόμενοι καὶ ἐν μειζόνων ἔχθραις καὶ αἰτίαις γίνονται, ἐκτὸς εἰ μή πως ἀγαθοποιοὶ συσχηματισθέντες ἀκαθαίρετον τὴν ὑπόστασιν φυλάξωσιν.
Ἄρης Ἥλιος Ἀφροδίτη πολυφίλους καὶ πολυγνώστους ἀποτελοῦσι, συστάσεων καὶ τιμῶν καταξιουμένους, εὐπόρους φιλοσυνήθεις ἐπιψόγους καὶ πολυθρυλλήτους, ἀνεπιμόνους δὲ ταῖς φιλίαις καὶ ἀστάτους ταῖς πράξεσι, πολλῶν ἐπιθυμητάς, πολυδαπάνους, κακωτὰς γυναικῶν, εὐεπηρεάστους, ἐναντιώμασι καὶ ἔχθραις περιτρεπομένους διά τινας τοῦ λογισμοῦ ἀκρισίας.
Ἄρης Ἥλιος Ἑρμῆς πολυπείρους, ἐπινοηματικοὺς περὶ τὰς τῶν πράξεων ἀφορμὰς ἀποτελοῦσι, πολυμερίμνους δὲ καὶ δυσεπιτεύκτους πρὸς τὰς τῶν λογισμῶν ἐπιθυμίας, ἀπροσδοκήτως δὲ περιγινομένους· ὅθεν οἱ τοιοῦτοι ἀνώμαλοι ταῖς γνώμαις γίνονται, τολμηροί, πρακτικοί, ὀξύθυμοι, πρὸς τοὺς ἐχθροὺς φερόμενοι, αἰτίας δὲ κακωτικὰς αὐτοῖς ἢ βλάβας ἐπεισάγοντες μετανοοῦσι· ἔσθʼ ὅτε δὲ δειλὸν καὶ εὐκαταφρόνητον ἦθος ἀναλαμβάνοντες, ἐγκρατεῖς καὶ ὑποκριτικοὶ καὶ ἥττονες πρὸς οὓς οὐκ ἐχρῆν καθίστανται, ἀνωμάλως δὲ περὶ τὰ πλεῖστα τοῦ βίου διάγοντες καὶ ὑποχείριοι γινόμενοι τὴν ἰδίαν μέμψονται τύχην.
Ἄρης Σελήνη Ἑρμῆς ἐντρεχεῖς μηχανικούς, ῥᾳδίως περὶ τὰς πράξεις ὁρμωμένους καὶ πολυκινήτους, μετὰ τάχους πράττειν θέλοντας, περιέργους, ἀποκρύφων μύστας καὶ ἀπορρήτων συνίστορας πραγμάτων, κακωτάς, βιαίους, ἀνυποτάκτους, ἀλλοτρίων ἐπιθυμητάς, αἰτίαις καὶ βλάβαις περιπίπτοντας κρίσεσί τε καὶ ἐπικινδύνοις πράγμασι, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχὰς ὑπομένοντας, πλὴν εὐποροῦντας καὶ πολυδαπάνους ἀποτελοῦσι, τῷ δὲ βίῳ ἀστοχοῦντας.
Καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς διαστολὰς καὶ καθολικὰς προεθέμεθα. συνεπικιρναμένων δὲ καὶ ἑτέρων συγκράσεων ἤτοι κατὰ παρουσίαν ἢ κατὰ συμμαρτυρίαν κατὰ τὴν τοῦ ἀστέρος φύσιν καὶ τοπικὴν διάγνωσιν ἐναλλοιωθήσεται καὶ ἡ τῶν πραγμάτων δύναμις. οὐκ ἠβουλήθην γὰρ ἐπὶ πολὺ καὶ πολυμερῶς τὰς συγκράσεις συγγράφειν διὰ τὸ καὶ τοὺς παλαιοὺς περὶ τούτων προτεταχέναι· εὐσύνοπτος οὖν ὁ τρόπος κριθήσεται τοῖς γε νοῦν ἔχουσιν ἐκ τῆς ἑκάστου ἀστέρος καὶ ζῳδίου φυσικῆς ἐνεργείας· πρόκειται δὲ ἐν τῷδε τῷ συντάγματι, ὅθεν συγκρίνειν δεήσει τοῦ ἀστέρος τὴν τοποθεσίαν ὅπως ἐσχημάτισται, ἤτοι ἐπίκεντρος, ἢ ἀνατολικός, κλήρου, ὡροσκόπου, τριγώνου κύριος· ὁμοίως δὲ καὶ τὰ ζῴδια ἐν οἷς τετεύχασιν, ἤτοι οἰκεῖα ἢ ἰδίας αἱρέσεως, ὑπὸ τίνων δὲ μαρτυρούμενοι· οὕτως γὰρ βέβαια τὰ ἀποτελέσματα ἀποφαίνεται· ἐὰν δὲ ἐν ἀχρηματίστοις τόποις καὶ ζῳδίοις ἀνοικείοις ἐκπέσωσιν καὶ παρʼ αἵρεσιν, ἥττονα καὶ τὰ τῆς πράξεως καὶ τὰ τῆς τύχης γενήσεται. κγʹ. Περὶ σπορᾶς.
Τούτων οὕτως ἐχόντων λεκτέον καὶ περὶ τῆς σπορᾶς, παρέντας τὴν πλοκὴν καὶ τὸν φθόνον θεμένους. τριῶν ὅρων ὑπαρχόντων, ἐλαχίστου τε καὶ μέσου καὶ μεγίστου, ἡ ἑκάστου ὑπεροχή ἐστι μοιρῶν ιεʹ· ἃς ἐὰν προσθῶμεν ἢ ἀφέλωμεν ἑκάστου ὅρου, ὁ ἕτερος ἔσται καταληπτός· καὶ ὁ μὲν ἐλάχιστός ἐστιν ἡμερῶν σνηʹ, ὃς ἀποδειχθήσεται μετὰ τὴν δυτικὴν μοῖραν, τουτέστιν ἐν τῇ ἐπικαταδύσει τῆς Σελήνης οὔσης, ὁ δὲ μέσος σογʹ, ὃς πρόδηλός ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς Σελήνης οὔσης, ὁ δὲ μέγιστος σπηʹ, ὃς πρόδηλός ἐστι τῆς Σελήνης οὔσης ἐν τῇ δύσει. τὰς γὰρ ιεʹ μοίρας τῆς ὑπεροχῆς ἐὰν μετρήσωμεν εἰς τὸ ἡμισφαίριον, ὅ ἐστιν ἀπὸ ὡροσκόπου ἐπὶ δύσιν, εὑρίσκομεν ἑκάστου ζῳδίου ἐπιβαλλούσας μοίρας βʹ ἥμισυ. ἔστω οὖν ὡροσκοπεῖν Καρκίνον, δύνειν δὲ Αἰγόκερων· ἐὰν εὑρεθῇ ἡ Σελήνη ὑπὲρ τὸ τῆς δύσεως κέντρον, ἔσται ἡ σπόρα σνηʹ· ἐὰν δὲ Ὑδροχόῳ, σξʹ ἥμισυ· ἐὰν δὲ Ἰχθύσι, διακοσίων ξγʹ· ἐὰν δὲ ἐν Κριῷ, σξεʹ ἥμισυ· ἐὰν δὲ ἐν Ταύρῳ, σξηʹ· ἐὰν δὲ ἐν Διδύμοις, σοʹ ἥμισυ· ἐὰν δὲ Καρκίνῳ ἐν τῷ ὡροσκόπῳ, σογʹ· ἐὰν δὲ Λέοντι, σοεʹ ἥμισυ· ἐὰν δὲ ἐν Παρθένῳ, σοηʹ· ἐὰν δὲ ἐν Ζυγῷ, σπʹ ἥμισυ· ἐὰν δὲ Σκορπίῳ, σπγʹ· ἐὰν δὲ Τοξότῃ, σμεʹ ἥμισυ· ἐὰν δὲ Αἰγόκερῳ, σπηʹ.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτους ηʹ Νέρωνος Μεσορὶ ϛʹ εἰς τὴν ζʹ ὥρα ιαʹ, Σελήνη Ζυγῷ, ὡροσκόπος Καρκίνῳ. ἐπεὶ οὖν ἡ Σελήνη ἐν τῷ κέντρῳ εὑρέθη, ἐξετράπη ἡ γένεσις διʼ ἡμερῶν σπʹ καὶ ὡρῶν ιβʹ. ταύτας οὖν ἀφαιρεῖν δεήσει ἀπὸ τῶν τοῦ ἐνιαυτοῦ τξεʹ δʹ ἡμερῶν, λοιπαὶ πδʹ ὧραι ιβʹ· τὰς οὖν πδʹ ἐὰν προσθῶμεν τῇ τοῦ Μεσορὶ ϛʹ, ἔσται Φαωφὶ κζʹ ὥραι κγʹ, ἥτις ἔσται ἡ σποριμὴ ἡμέρα. καὶ πάλιν ἀπὸ τῆς κζʹ τοῦ Φαωφὶ ἐὰν λάβωμεν ἕως Μεσορὶ ϛʹ, ἔσονται σπʹ. ὑποδείξομεν δὲ καὶ διὰ πολλῶν μὲν αἱρέσεων, εἰς μίαν δὲ ὁδὸν εὐθεῖαν φερουσῶν. προτεθείσης γενέσεως ἐπιγνῶμεν, διὰ πόσων ἡμερῶν ἐξετράπη· ἐὰν ἡ Σελήνη εὑρεθῇ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, λογισάμενος τὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἕως τῆς Σεληνιακῆς καὶ ἑκάστης τριακοντάδος ἀναλαβὼν ἀνὰ βʹ 𐅵ʹ ἡμέρας ταύτας πρόσθες τῷ ἐλαχίστῳ ὅρῳ ταῖς σνηʹ καὶ τοσούτων ἡμερῶν εὑρήσεις τὴν σποράν· ἃς ἀναποδίσας ἀπὸ τῆς γεννητικῆς εἰς τὴν καταλήγουσαν εὑρήσεις τὴν σπορίμην ἡμέραν. εἰ δὲ ἄλλως θέλεις, ἀπὸ τῆς Σεληνιακῆς μοίρας ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος λογισάμενος ἀνὰ βʹ 𐅵ʹ ἡμέρας ταύτας ἀφαίρει ἀπὸ τοῦ μέσου ὅρου τῶν σογʹ· καὶ τοσούτων ἔσται ἡ σπορά. ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας λογισάμενος ἕως τῆς Σεληνιακῆς καὶ ἐκκρούσας ἑκάστης τριακοντάδος βʹ 𐅵ʹ ἡμέρας καὶ συγκεφαλαιώσας πρόσθες τῷ μέσῳ ὅρῳ ταῖς σογʹ· καὶ τοσούτων ἔσται ἡ σπορά. ἀπὸ δὲ τῆς Σεληνιακῆς λαβὼν ἕως τῆς δυτικῆς καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, πρὸς τὴν ποσότητα τῶν ἐκκρουσθεισῶν τριακοντάδων βʹ 𐅵ʹ ἡμέρας ἀφαίρει ἐκ τῶν σπηʹ· καὶ τοσούτων ἔσται ἡ σπορά.
Ἔστω δὲ πάλιν ἐπὶ ὑποδείγματος, ἵνα σαφέστερον οἱ ἐντυγχάνοντες τὴν ἐπίγνωσιν λαμβάνωσιν, Ἀδριανοῦ ἔτος ιʹ Μεχὶρ ιγʹ εἰς τὴν ιδʹ ἡμέρας ὥρα αʹ· Σελήνη Σκορπίῳ μοίρᾳ ζʹ, ὡροσκόπος Παρθένῳ μοίρᾳ ζʹ· ἐπεὶ ἡ Σελήνη εὑρέθη ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, λαμβάνω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς σεληνιακῆς μοίρας· γίνονται ξʹ· ἑκάστης δὲ τριακοντάδος ἀνὰ βʹ 𐅵ʹ λογίζομαι· γίνονται εʹ· καὶ ταύτας προστίθημι τῷ μέσῳ ὅρῳ ταῖς σογʹ· γίνονται σοηʹ· τοσούτων ἡ σπορά. ἀναποδίζω οὖν τὰς σπηʹ ἀπὸ … τῆς γεννητικῆς ὥρας· καταλήγει ἡ σπορίμη ἡμέρα εἰς Παχὼν ιαʹ. ἢ πάλιν τὰς τοῦ διαστήματος ἡμέρας εʹ ἀφαιρῶ ἐκ τῶν Ϟβʹ· λοιπὰ πζʹ· ἐπεὶ γὰρ ὁ μέσος σογʹ, λοιπαὶ ἐκ τῶν τξεʹ ἡμερῶν Ϟβʹ. τὰς οὖν πζʹ ἐὰν προσθῶμεν τῇ τοῦ Μεχὶρ ιδʹ καὶ ἀπολύσωμεν ἀπὸ τῆς γεννητικῆς ὥρας, καταλήξει εἰς τὸν Παχὼν ιαʹ. ἐὰν δὲ ἀπὸ τῆς σεληνιακῆς μοίρας ἕως τῆς δυτικῆς … τουτέστιν Ἰχθύων μοίρας ζʹ λογίσῃ, συνάγονται ρκʹ· ἑκάστου τριακονταμοιρίου βʹ 𐅵ʹ ἡμέρας λαμβάνοντες γίνονται ἡμέραι ιʹ· ταύτας ἐὰν ἀφέλω ἀπὸ τοῦ μεγίστου ὅρου τῶν σπηʹ, λοιπαὶ σοηʹ· ταύτας ἀναδραμὼν ἀπὸ τῆς γεννητικῆς ὥρας ψηφίσας τὴν Σελήνην εὑρήσεις ἐπὶ τοῦ κατὰ ἐκτροπὴν ὡροσκόπου.
Ἐὰν δὲ ἐν τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ βʹ 𐅵ʹ καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς Ϟβʹ προσθεῖναι καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννητικῆς ὥρας κατὰ τὸ ἑξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννητικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι βʹ 𐅵ʹ ἡμέρας ἀπονέμεις· ταύτας ἄφελε ἀπὸ τῶν Ϟβʹ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπορίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογʹ ἀναπόδιζε ἀπὸ τῆς γενεσιακῆς ὥρας.
Ἔστω δὲ καὶ ἐπὶ ἑτέρου ὑποδείγματος ἔτους ιζʹ Τραϊανοῦ Μεσορὶ βʹ ὥρα ἡμέρας ιαʹ 𐅵ʹ. Ἥλιος Λέοντι μοίραις εʹ, Σελήνη Ζυγῷ ιηʹ, ὡροσκόπος Αἰγόκερῳ κδʹ. ἐπεὶ οὖν ἡ Σελήνη ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ εὑρέθη, λαμβάνω ἀπὸ αὐτῆς ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται Ϟϛʹ ἔγγιστα· ἑκάστου τριακονταμοίρου ἀνὰ βʹ 𐅵ʹ λαμβάνω καὶ γίνονται ἡμέραι ζʹ 𐅵ʹ· ταύτας προστιθῶ ταῖς Ϟβʹ· γίνονται ἡμέραι Ϟθʹ 𐅵ʹ. ἀπολύω ἀπὸ τῆς γενεσιακῆς ἡμέρας κατὰ τὸ ἑξῆς ταύτας· καταλήγει εἰς τὴν τοῦ Ἀθὺρ ϛʹ. πάλιν ἀπὸ τῆς ϛʹ τοῦ Ἀθὺρ ἕως τῶν γενεσίων κατὰ τὸ ἑξῆς· συνάγονται ἡμέραι σξϛʹ· τούτων ἦν ἡ σπορά. ἐὰν δὲ μὴ θέλω ταῖς Ϟβʹ προσθεῖναι τὰς ζʹ, ἀφαιρῶ αὐτὰς ἐκ τῶν σογʹ· καὶ λοιπαὶ ἔσονται διακόσιαι ἑξήκοντα ἕξ· ταύτας ἀναποδίσας ἀπὸ τῆς γενεσιακῆς ἡμέρας καὶ ψηφίσας τὸν Ἥλιον εὗρον ἐν τῷ ὡροσκόπῳ Αἰγόκερῳ.
Τὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθʼ οὗ ζῴου τέτευχεν. ὅσαι δʼ ἂν ὦσι μοῖραι τῆς κατʼ ἐκτροπὴν Σελήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννητικὰς ὥρας διπλασιάσαντες λογίζονται τῷ ὡροσκόπῳ καὶ πάλιν μὲν τοῦ κατʼ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δʹ κἀκείνου τὸ προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητήσαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφʼ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι. κδʹ. Περὶ ἑπταμήνων.
Ὑποτάξομεν δὲ καὶ ἄλλως, πότερον πλήρη τίς χρόνον διέμεινεν ἐν τῇ γαστρὶ ἤτοι ἐλάσσονα, ὅπως τε οἱ ἀφανισμοὶ καὶ τὰ ἐκτρώματα γίνονται καὶ δυστοκίαι καὶ νεκρώσεις ἥ τε τῶν ἑπταμηνιαίων γέννα. ἔστι δὲ ἡ εὕρεσις οὕτως.
Λαμβάνω πάντοτε τὸν πρὸ τῆς γενέσεως ἐνιαυτὸν καὶ τὸν μῆνα τὸν γεννητικὸν καὶ τὴν ἡμέραν, καὶ ψηφίζω τὴν Σελήνην· καὶ ἐπιγνούς, ἐν ποίῳ ζῳδίῳ εὑρέθη, σημειοῦμαι. ὁμοίως καὶ μετὰ τὸν γεννητικὸν τοῦ δευτέρου ἐνιαυτοῦ λαβὼν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν ψηφίζω πάλιν τὴν Σελήνην καὶ εὑρὼν συγκρίνω τῷ πρώτῳ ἔτει. καὶ ἐὰν μὲν εὕρω ἐν ἀμφοτέροις τοῖς ἔτεσι τὴν Σελήνην κατὰ τὸ τρίγωνον τῆς κατὰ γένεσιν Σελήνης, ἀποφαίνομαι τελείαν εἶναι τὴν σποράν· ἐὰν δʼ ἐν τοῖς δύο ἔτεσιν εὑρεθῶσιν αἱ Σελῆναι κατὰ τετράγωνον πρὸς τὴν κατὰ γένεσιν, τῆς ἐλαχίστης σπορᾶς ἐφέξει τὸν χρόνον ὁ γεννώμενος, τουτέστιν ἐντὸς σνηʹ. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου ἔτους Σελήνη τρίγωνος εὑρεθῇ, ἡ δὲ τοῦ δευτέρου τετράγωνος, ἐντὸς σξθʹ ἔχει τῆς γαστρὸς τοὺς χρόνους. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον, καὶ αὐτὸς σξθʹ ἡμερῶν ἔχει χρόνον. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου ἀπόστροφος, ἔσται ἄτροφον. ἐὰν δέ πως ἐν τοῖς δυσὶ χρόνοις αἱ Σελῆναι εὑρεθῶσιν ἀσύνδετοι πρὸς τὴν τῆς γενέσεως Σελήνην, νεκρὸν ἔσται ἐν τῇ γαστρὶ ἢ ἐμβρυοτομηθήσεται καὶ τῇ μητρὶ κίνδυνον ἐπάξει. ἐὰν δὲ καὶ ἐκ τοῦ διαμέτρου εὑρεθῶσιν αἱ τῶν δύο ἐτῶν Σελῆναι σύμφωνοι, ἔσται ἑπταμηνιαῖον. ἐὰν δέ πως ἡ μὲν τοῦ πρώτου ἔτους κατὰ διάμετρον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον ἤτοι τοῦ ὡροσκόπου ἢ αὐτῆς, ἑπταμηνιαῖον ἔσται· τὸ δʼ αὐτὸ ἔσται, καὶ ἐὰν τετράγωνος εὑρεθῇ. καὶ ἐὰν ἡ μὲν τοῦ πρώτου ἐν τετραγώνῳ, ἡ δὲ τοῦ δευτέρου ἐν διαμέτρῳ, ἑπταμηνιαῖον ἔσται. τὸ δʼ ὅμοιον καὶ ὁ Ἥλιος ἀποτελεῖ διαμετρήσας τὸ ζῴδιον, ἐν ᾧ ἡ σύνοδος ἐγένετο.
Τοῦτον τὸν τόπον οἱ παλαιοὶ μυστικῶς καὶ σκοτεινῶς διέγραψαν, ἡμεῖς δὲ τηλαυγέστερον.