Στίχοι ὑπεραπολογητικοὶ Ἀράτου
εἰ κατάρατος Ἄρατος ἄρα, φίλος,
οὐκ ἂν σοφὸς γένοιτο ταῦθʼ ὁ μανθάνων
ὅσων Ἄρατος συγγραφεύς σοι τυγχάνει.
εἰ δʼ ὃς πονήσας ὑπεράντλους τοὺς πόνους
εἰς σὴν σοφὴν προὔθηκε μάθησιν λόγους
λαβὼν συνεργὸν ὡς ἐγὼ θεὸν λέγω
ἦν ἄρα κατάρατος ὡς σὺ λέγεις,
σχολῇ γʼ ἂν ἄλλος ἐκφυγὼν τὴν κατάραν
ῥάθυμος ὤν τις εὐλογηθείη τάχα.
εἰ δʼ ὡς πλάνην πάσχοντι σεπτῶν δογμάτων
αὐτῷ προσῆψας ἰταμῶς τὴν κατάραν,
ὡς δύσκολός τις καὶ τραχὺς εἶ, γεννάδας
κριτὴς καταστὰς πρὶν θεὸς στήσῃ κρίσιν,
τὴν ἀπόφασιν προφθάνων τοῦ δεσπότου,
ἣν οὐ γινώσκεις πῶς γένοιτο καὶ πότε.
ἐγὼ δὲ τοῦτον οὐ κατάρατον λέγω,
τὸν μὴ προφητῶν συμβαλόντα τοῖς λόγοις,
τὸν μὴ τυχόντα Μωσέως νομοθέτου,
τὸν Χριστὸν αὐτὸν οὐκ ἰδόντα τοῖς κάτω,
κηρύγματός τε τῶν σοφῶν ἀποστόλων
ὃς οὐ κατηξίωτο, φεῦ τῆς ζημίας.
οἴκτου δὲ τοῦτον ἀξιοῦν μᾶλλον πρέπει·
σὺ δὲ φθονεῖν ἔοικας Ἀράτῳ, φίλος.
Ἕτεροι ἀντιβατικοὶ Ἀράτου Θωμᾶ
οὐ μὴν Ἄρατος κατάρατος, ὦ φίλος;
τίς γὰρ σοφὸς γένοιτʼ ἂν αὐτὰ μανθάνων
ἃ δὴ συνεγράψατο γνῶσις Ἀράτου;
ἐπεὶ πονήσας ὑπεραπείρους πόνους
προὔθηκεν ἀνόνητον ἔκθεσιν λόγων,
ὡς μὴ σύνεργον τοῖς πόνοις θεὸν φέρων.
ἦν γὰρ Ἄρατος κατάρατος, ὡς λέγω.
ἄλλος δὲ σύμπας ἐκφύγοι τὴν κατάραν,
ἐπευλογηθεὶς οἷς προσέσχεν ἐν θεῷ.
ὡς γὰρ πρὸς ὀρθὴν μὴ τραπέντι τὴν τρίβον
αὐτῷ προσάπτω τὴν κατάραν εὐλόγως,
σαφὴς ἀληθὴς ὢν πρὸς αὐτόν, γεννάδας
οὐχὶ κριτής, τὰ πλὴν θεοῦ κρίσιν λέγω,
τὴν ἀπόφασιν ἀνάγων τῷ δεσπότῃ,
ἣν οἱ κατʼ αὐτόν, οἶδα, δέξονται τότε.
ἐντεῦθεν αὐτὸν τρισκατάρατον λέγω,
τὸν μὴ λόγοις οἷς εἶχε γνόντα τὸ πρέπον,
τὸν μὴ δραμόντα πρὸς νόμους θεογραπτούς,
τὸν οὐκ ἰδόντα καὶ Χριστοῦ σεπτοῖς τύποις
οἷς προὔγεγραπτο καὶ στῖφος τῶν κηρύκων,
ὧν οὗτος οὐχ ἥψατο, φεῦ ἀγνωσίας.
οἶκτος δὲ τούτῳ τίς πρέπων; μὴ κατάρα,
εἰ μὴ συναίρειν Ἀράτῳ δοκεῖς, φίλος;