ΜΙΘΡΙΔΑΤΙΚΑ.
Πλούταρχος : Ἐν δὲ τῷ Καινῷ φρουρίῳ καὶ γράμμασιν ἀπορρήτοις ὁ Πομπήιος ἐνέτυχε τοῦ Μιθριδάτου καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. Ὑπομνήματα γὰρ ἦν, ἐξ ὧν ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν ἵππους ἀγωνιστὰς ἐλαύνων. Ἦσαν δὲ ἀναγεγραμμέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν, ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν τῶν ἐν Ἀσίᾳ Ῥωμαίων· ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι, τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήιον, οὗ τὸν πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς Ἱστορίαις.
Στράβων : Τοῦ δὲ Τανάϊδος τὰς μὲν ἐκβολὰς ἴσμεν — δύο δʼ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος, ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι —, τὸ δʼ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι, διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἃς οἱ μὲν αὐτόχθονες δύνανται φέρειν, σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς, οἱ δʼ ἀλλοεθνεῖς οὐκ ὑπομένουσιν. Ἄλλως δὲ οἱ Νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίᾳ διαφέροντες ἀποκεκλείκασιν, εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν, ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός. Ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον, τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκασίοις ὄρεσι, πολὺν δʼ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους, εἶτʼ ἀναστρέψαντα ἐκβάλλειν ἐς τὴν Μαιῶτιν· τούτοις δὲ ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μυτιληναῖος.
Στράβων : Ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν, ὑφόρμους ἔχουσαν καὶ κώμας, ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα· εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων· εἶτα τὴν τῶν Ἡνιόχων χιλίων· εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν, τριακοσίων ἑξήκοντα μέχρι Διοσκουριάδος. Οἱ δὲ τὰ Μιθριδατικὰ συγγράψαντες, οἷς μᾶλλον προσεκτέον, Ἀχαιοὺς λέγουσι πρώτους, εἶτα Ζυγοὺς, εἶτα Ἡνιόχους, εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κολχοὺς καὶ τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον.
Στράβων : Ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Ἀμαζόνας οἰκεῖν φασί. Θεοφάνης μὲν οὖν, ὁ συστρατεύσας τῷ Πομπηΐῳ, καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς, μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν φησὶ Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας· καὶ ῥεῖν ἐνταῦθα τὸν Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν Ἀμαζόνων ἀνὰ μέσον. Ἄλλοι δὲ, ὧν καὶ ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες, Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν φασιν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὀρῶν, ἃ καλεῖται Κεραύνια.
Στράβων : Ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορώταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας ἐν τῇ χιόνι καταπίνεσθαι, νιφετῶν γινομένων ἐπὶ πλέον· ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν, ἀναπνοῆς τε χάριν, καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν, ὥστε βοηθείας τυγχάνειν, ἀνορύττεσθαι καὶ σώζεσθαι. Ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας, περιεχούσας χρηστὸν ὕδωρ, ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι· καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας· κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι· τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν, οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.
Στράβων : Μέγεθος δὲ τῆς χώρας Θεοφάνης ἀποδίδωσιν, εὖρος μὲν σχοίνων ἑκατὸν, μῆκος δὲ διπλάσιον, τιθεὶς τὴν σχοῖνον τετταράκοντα σταδίων· πρὸς ὑπερβολὴν δʼ εἴρηκεν· ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας, μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθὲν, εὖρος δὲ τὸ ἥμισυ ἢ μικρῷ πλεῖον.
Στράβων : Ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. Αὕτη δʼ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δʼ αὐτὴν κατεῖχον ἀεὶ, καθάπερ τὴν Σωφηνὴν, τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες, τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δʼ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνοὺς, ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν. Αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ. Ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων, ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. Τούτων δʼ ἦν ἀξιολογώτατα ταῦτα· Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιπεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Ἀρμενίας χωρίον· διόπερ Θεοφάνης Συνορίαν παρωνόμασεν.
ΠΕΡΙ ΓΡΑΦΙΚΗΣ.
Λαέρτιος Διογένης : Τεσσαρεσκαιδέκατος, Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ Περὶ γραφικῆς.