Part of Commentary on Ptolemy's Mathematical Syntax I–IV

Θέωνος ἀλεξανδρέως εἰς τὸ τρίτον τῆς μαθηματικῆς Πτολεμαίου συντάξεως ὑπόμνημα.Ἐκδόσεως παραναγνωσθείσης τῇ φιλοσόφῳ θυγατρί μου Ὑπατίᾳ.

Διεξελθὼν ὁ Πτολεμαῖος ἐν τῷ πρώτῳ καὶ δευτέρῳ βιβλίῳ τῆς μαθηματικῆς συντάξεως ὅσα ἀναγκαῖον ἦν προλαβεῖν τῆς ἀστρονομικῆς συντάξεως, λέγω δὴ «περί τε οὐρανοῦ καὶ γῆς, καὶ ἔτι τῆς λοξώσεως «τοῦ διὰ μέσων τῶν ζῳδίων ἡλιακοῦ κύκλου», καὶ ἔτι «τῶν ἐπὶ τῆς ὀρθῆς σφαίρας» καὶ τῆς ἐγκεκλιμένης «περὶ αὐτὸν συμβαινόντων», ἀρχόμενος τοῦ τρίτου βιβλίου ἀκόλουθον εὑρίσκει «ἐφεξῆς τούτῳ τὸν περὶ «τοῦ ἡλίου καὶ σελήνης ποιήσασθαι λόγον, τουτέστιν τὰ περὶ τὰς κινήσεις αὐτῶν ἐπισυμβαίνοντα διεξελθεῖν,» λέγω δῂ πάλιν τὰ περὶ τοὺς ἀποκαταστατικοὺς χρόνους αὐτῶν, καὶ τὰς ὑποθέσεις, καὶ τὰς ὁμαλὰς καὶ ἀκριβεῖς καὶ φαινομένας παρόδους τοῦ τε μήκους καὶ πλάτους τῆς σελήνης, καὶ περί τε τῶν ἀποστημάτων καὶ μεγεθῶν, καὶ παραλλάξεων καὶ συνόδων καὶ πανσελήνων καὶ ἐκλείψεων καὶ προσνεύσεων, καὶ ὅσα ἄλλα κατὰ μέρος περὶ ὧν ἐν τοῖς ἑξῆς μέχρι τοῦ ἕκτου βιβλίου διαλαμβάνει, τῆς τῶν ἀπλανῶν τε καὶ πλανομένων πραγματείας προχωρεῖν μὴ δυναμένης ἄνευ τῆς τούτων προδιαλήμψεως, διὰ τὸ δεῖσθαι τὰς περὶ αὐτῶν ἀποδείξεις τῶν εἰρημένων περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καταλήμψεων, ὡς ἐν τοῖς εἰς τὸ πρῶτον ἐδηλοῦμεν. ἔτι δὲ καὶ τῆς αὐτῶν τούτων πραγματείας, λέγω δὴ ἡλίου τε καὶ σελήνης, προηγουμένην εὑρίσκει τὴν τοῦ ἡλίου, «ἧς ἄνευ πάλιν οὐδὲ τὰ περὶ τὴν σελήνην οἷόν τε» ἐντελέστερον καὶ ἀκριβέστερον ἀποδειχθῆναι, ἐπεὶ καὶ μάλιστα ταύτης οἱ τόποι ἐκ τῶν κατὰ τὰς ἐκλείψεις αὐτῆς τοῦ ἡλίου ἐποχῶν ἀκριβῶν καταλαμβάνονται καὶ ἀπὸ τούτων τὰ λοιπὰ περὶ τὰς κινήσεις αὐτῆς.

Ἀναγκαίου τοίνυν διὰ ταῦτα τυγχάνοντος πρὸ τῶν ἄλλων τὸν περὶ τῆς τοῦ ἡλίου πραγματείας ποιήσασθαι λόγον, ἀκόλουθον εὑρίσκει πρότερον τῶν περὶ αὐτὸν ἀποδεικνυμένων περὶ τοῦ ἐνιαυσίου χρόνου διαλαβεῖν, τουτέστιν ἐν πόσῳ χρόνῳ ἀπό τινος σημείου ἀρχῆς τοῦ διὰ μέσων τῶν ζῳδίων ἀρξάμενος κινεῖσθαι ἐπὶ τὸ αὐτὸ παραγίνεται. τούτου γὰρ εὑρεθέντος, καὶ τῶν τξ μοιρῶν τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου εἰς αὐτὸν ἐπιμεριζομένων, εὑρίσκεται αὐτοῦ καὶ τὰ καθʼ ἕκαστον χρόνον ὁμαλὰ κινήματα· ἀφʼ ὧν καὶ τὰ λοιπὰ πάντα περὶ τὰς κινήσεις αὐτοῦ καταλαμβάνει.

Εἶτα ἐρεῖ ὃν τρόπον οἱ παλαιοὶ περὶ τὴν εὕρεσιν τοῦ τοιούτου ἠπόρουν τε καὶ διεφώνουν· οἰόμενοι γάρ, φησίν, τοὺς ἀπλανεῖς ἀστέρας ἑστάναι, ποτὲ μὲν πρὸς τὰ τροπικὰ καὶ ἰσημερινὰ τηροῦντες τὴν τοῦ ἡλίου ἀποκατάστασιν ἐλάττονα κατελαμβάνοντο τὸν τῶν αὐτῶν χρόνον τῶν τξε καὶ δʼ ἡμερῶν, ποτὲ δὲ τὰ πρὸς τὰ ἀπλανῆ ἄστρα μείζονας θέας ἐπεβάλλοντο.

«Καὶ τὴν τῶν ἀπλανῶν ἀστέρων σφαῖραν μετάβασίν τινα πολυχρόνιον ποιεῖσθαι», τουτέστιν διὰ μακροτέρου χρόνου, δυσσύνοπτον διὰ τὸ ἐλάχιστον τῆς κινήσεως. δείκνυται γὰρ κατὰ ἑκατὸν ἔτη μίαν μοῖραν μεθισταμένη εἰς τὰ ἑπόμενα καὶ ἐναντία τῇ τῶν ὅλων φορᾷ, τουτέστιν ὡς ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς περὶ πόλους βεβηκότας ἐπὶ τοῦ διʼ ἀμφοτέρων τῶν πόλων τοῦ τε διὰ μέσων καὶ τοῦ ἰσημερινοῦ· καταλαμβάνεται γὰρ καὶ ἡ τούτων μετάβασις περὶ τοὺς τοῦ διὰ μέσων πόλους ἀποτελουμένη καθάπερ καὶ αἱ τῶν πλανομένων.

Ἔφησεν δὲ τὴν σφαῖραν αὐτῶν τὴν μετάβασιν ποιεῖσθαι καὶ οὐχὶ τοὺς ἀστέρας διὰ τὸ τὰ διαστήματα καὶ τοὺς πρὸς ἀλλήλους σχηματισμοὺς αὐτοὺς πάντοτε φυλάττοντας ὥσπερ ἐντετυπωμένους ὑπὸ μιᾶς σφαίρας περιάγεσθαι.

Ὅτι δὲ καὶ ἀκόλουθόν ἐστιν, τοῦ πρὸς τοὺς ἀπλανεῖς ἀστέρας ἀποκαταστατικοῦ χρόνου μείζονος καταλαμβανομένου, εἰς τὰ ἑπόμενα ἡγεῖσθαι τὴν τῆς σφαίρας αὐτῶν μετάβασιν ἀποτελεῖσθαι, οὕτως ἂν γένοιτο δῆλον· ἔστω γὰρ ζῳδιακὸς κύκλος ὁ ΑΒΓΔ, ἓν δέ τι τῶν τροπικῶν ἢ ἰσημερινῶν σημείων τὸ Α, καὶ ἀστήρ τις λόγου ἕνεκεν τῶν ἀπλανῶν ἐπʼ αὐτοῦ ἅμα τῷ ἡλίῳ. εἰ μὲν οὖν ὁ ἀστὴρ πάντοτε ἐπὶ τοῦ Α σημείου μένει, δῆλον ὡς ὅτι ἐν τῷ αὐτῷ χρόνῳ τό τε Α σημεῖον καὶ τὸν ἀστέρα ὁ ἥλιος κινηθεὶς ὅλον τὸν ΑΒΓΔ κύκλον ἐπικαταλήμψεται, εἰ δὲ μετάβασίν τινα ποιεῖται ὁ ἀπλανής, τοῦ Α σημείου μένοντος, οὐκέτι.

Καὶ ἐπεὶ τῆς τοῦ ἡλίου πρὸς τὸν ἀπλανῆ ἀποκαταστάσεως μείζων ὁ χρόνος κατελαμβάνετο, φανερὸν ὅτι τοῦ ἡλίου ἀπὸ τοῦ Α ἐπὶ τὸ Β εἰς τὰ ἑπόμενα κινουμένου, καὶ ὁ ἀπλανὴς ἐπὶ τὰ αὐτὰ ὡς εἰς τὰ ἑπόμενα ποιεῖται μετάβασιν.

Πεποιήσθω γὰρ λόγου ἕνεκεν ὡς κατὰ τὸ Ε· δῆλον οὖν ὅταν ὁ ἥλιος ἀπὸ τοῦ Α τροπικοῦ ἢ ἰσημερινοῦ σημείου κινηθεὶς ἐπὶ τὸ αὐτὸ σημεῖον ποιήσηται τὴν ἀποκατάστασιν, ὕστερον, ἡνίκα ἂν καὶ τὴν ΑΕ κινηθῇ, τὴν πρὸς τὸν ἀστέρα ποιήσεται ἐπικατάλημψιν καὶ ἔσται ἐν πλέονι χρόνῳ τὴν πρὸς τὸν ἀπλανῆ ἀποκατάστασιν ποιησάμενος ἢ περὶ τὴν πρὸς τὸ Α τροπικὸν ἢ ἰσημερινὸν ἐπειδήπερ εἰς τὰ ἑπόμενα καὶ ἐπὶ τὰ αὐτὰ τῇ τοῦ ἡλίου μεταβάσει καὶ ὁ ἀστὴρ κεκίνηται.

Εἰκότως δὲ ἔφησεν τοὺς ἀπλανεῖς ἀστέρας ἀποκαταστάσεις μείζονας ποιεῖν τοῦ χρόνου τῶν τξε δʹ ἡμερῶν. ἐπεὶ γὰρ ἡ πρὸς τὰ τροπικὰ ἀποκατάστασις καταλαμβάνεται ἡμερῶν τξε δʹ, παρὰ τὸ τριακοσιοστὸν τουτέστιν παρὰ δεύτερα ἑξηκοστὰ ιβ ἤτοι μιᾶς ἡμέρας ἢ μιᾶς μοίρας, διὰ τὸ τὴν ἡμερησίαν αὐτοῦ ὁμαλὴν πάροδον μιᾶς μοίρας ἔγγιστα καταλαμβάνεσθαι, ἡ δὲ τῶν ἀπλανῶν ἐνιαυσίαν μετάβασίς ἐστιν ἑκατοστὸν μοίρας α, τουτέστιν δεύτερα ἑξηκοστὰ λϛ, δῆλον ὡς ἐὰν ταῖς τξε δʹ ἡμέραις παρὰ τὰ ιβ δεύτερα ἑξηκοστὰ προσθῶμεν τὰ λϛ δεύτερα ἑξηκοστά, ἔσται ὁ ἐνιαύσιος χρόνος τξε δʹ καὶ ἑξηκοστῶν δευτέρων κδ. καὶ μείζων ἔσται ἡ πρὸς τοὺς ἀπλανεῖς ἀστέρας ἀποκατάστασις ἡμερῶν τξε δʹ.

Ἐκ τῶν εἰρημένων οὖν παρατηρήσεων ἐνενόουν καὶ τὴν τῶν ἀπλανῶν σφαῖραν ποιεῖσθαί τινα μετάβασιν εἰς τὰ ἑπόμενα. ὅτι δὲ τουθʼ οὕτως ἔχει, δείκνυσιν καὶ ὁ Πτολεμαῖος ἐν τῷ ζʹ βιβλίῳ κατὰ τοὺς οἰκείους περὶ τῶν τοιούτων τόπους.

«Κατὰ δὲ τὴν παροῦσαν σκέψιν πρὸς οὐδὲν ἄλλος ἡγούμεθα δεῖν ἀποβλέποντας τὸν ἐνιαυσιαῖον τοῦ ἡλίου χρόνον σκοπεῖν ἢ τὴν αὐτοῦ τοῦ «ἡλίου πρὸς ἑαυτὸν ... ἀποκατάστασιν ...» διὰ γοῦν φησιν τὸ δεῖν πρός τινα μένοντα σημεῖα καὶ μὴ μετακινούμενα τὴν ἀποκατάστασιν σκοπεῖν, πρὸς οὐδὲν ἕτερον ὀφείλομεν «ὁρίζεσθαι τὸ ἐνιαύσιον χρόνον» ἢ ἐν ᾧ «ἀπό τινος ἀκινήτου σημείου» τοῦ ὥσπερ ὑπʼ αὐτοῦ γραφομένου μεγίστου καὶ λοξοῦ καὶ διὰ μέσων τῶν ζῳδίων κύκλου «ἐπὶ τὸ αὐτὸ παραγίνεται, «μόνας ἀρχὰς δείξας τῆς τοιαύτης ἀποκαταστάσεως ἡγουμένους» τὰ τοιαῦτα σημεῖα καθʼ ἃ οἵ τε τροπικοὶ αὐτοῦ ἐφάπτονται ἅπερ καλεῖ τροπικά, καθʼ ἃ δὲ ὁ ἰσημερινὸς αὐτὸν τέμνει ἅπερ πάλιν καλεῖ ἰσημερινά, διὰ τὸ τὸν κύκλον ἀρχὴν φύσει μὴ ἔχειν.

Καταλαμβάνεται δὲ κατὰ τῶν τοιούτων σημείων γιγνόμενος διὰ τοῦ ἐν τῷ αʹ βιβλίῳ ἐκτεθειμένου ὀργάνου διὰ τῶν κρίκων ἢ καὶ τῆς πλινθίδος, ἀκολούθως τοῖς ἐκεῖσε εἰρημένοις τῆς παρατηρήσεως γινομένης· ἔτι δὲ τῶν ἰσημερινῶν γινόμενος καταλαμβάνεται καὶ διὰ κρίκου ἐν τῷ τοῦ ἰσημερινοῦ ἐπιπέδῳ τὴν ἴτυν ἔχοντος ὅταν αὐτοῦ ἡ κοίλη ἐπιφάνεια σκιάζηται.

Εἶτα τὸ εὔλογον διδάσκων τοῦ δεῖν τὴν πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον ἀποκατάστασιν ᾑρῆσθαι τὸν ἐνιαύσιον χρόνον τουτέστιν ἐν ᾧ ὁ ἥλιος ἀπό τινος δηλονότι ἀκινήτου σημείου τούτου τοῦ κύκλου ἐπὶ τὸ αὐτὸ παραγένηται, φησίν· ἔτι ἄν τε γὰρ μαθηματικώτερον ἐπισκοπῶμεν τὸ εὔλογον, «οὔτε οἰκειοτέραν ἀποκατάστασιν εὑρήσομεν τῆς «ἐπὶ τὸν αὐτὸν σχηματισμὸν φερούσης τὸν ἥλιον ...», τουτέστιν ἀπὸ βορείων ἐπὶ βόρεια ἢ ἀπὸ νοτίων ἐπὶ νότια ἢ ἀπὸ ἰσημερίας ἐπὶ τὴν αὐτὴν ἰσημερίαν ἢ καὶ ἀπʼ ἄλλου τινὸς ἐπὶ τὸ αὐτό.

«Τοπικῶς τε καὶ χρονικῶς τοῦ τοιούτου θεωρουμένου ἤτοι πρὸς τὸν «ὁρίζοντα ἢ τὸν μεσημβρινόν, ἢ τὰ μεγέθη τῶν νυχθημέρων,» τουτέστιν ἵνα ἀπό τινος τροπικοῦ ἢ ἰσημερινοῦ σημείου ἀρχόμενος ὁ ἥλιος κινεῖσθαι ἢ καὶ ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ μεσημβρινοῦ τουτέστιν ἀπὸ ἀνατολῆς ἢ δύσεως ἢ μεσημβρίας ἄρχηται, ὅπως καὶ ἀπὸ καταδηλοτέρων τόπων ἡ ἀπαρίθμησις τοῦ χρόνου γίγνηται.

Καὶ εἰ μὲν ἀπό τινος σημείου τοῦ ζῳδιακοῦ καὶ τοῦ ὁρίζοντος ἀρχόμενος ἑξῆς ἐπὶ τοῦ αὐτοῦ σημείου τοῦ ζῳδιακοῦ γενόμενος καὶ ἐπὶ τοῦ αὐτοῦ σημείου πάλιν τοῦ ὁρίζοντος τυγχάνων κατελαμβάνετο, δῆλον ὡς ἐν ὅλαις ἡμέραις ἐποιεῖτο τὴν ἀποκατάστασιν. ὁμοίως δὲ καὶ εἰ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ τὸν μεσημβρινόν. ἐπεὶ δὲ οὐκ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ ὁρίζοντος ἐπὶ τὸ αὐτὸ τὴν ἀποκατάστασιν φαίνεται ποιούμενος οὐδὲ πάλιν ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ τὸν μεσημβρινόν, καθάπερ ἐκ τῶν τηρήσεων καταλαμβάνεται, ἀλλὰ ποτὲ μὲν ἀπὸ τοῦ ὁρίζοντος ἀρξάμενος περὶ τὸν μεσημβρινὸν τὴν ἀποκατάστασιν ποιούμενος ποτὲ δὲ ἀπὸ τοῦ μεσημβρινοῦ περὶ τὸν ὁρίζοντα, δῆλον γίνεται τὸ μὴ ἐν ὅλαις ἡμέραις τὴν ἀποκατάστασιν τοῦ ἡλίου ἀποτελεῖσθαι, τουτέστιν μὴ ὅλων ἡμερῶν τὸν ἐνιαύσιον χρόνον τυγχάνειν ἀλλὰ καὶ τέταρτον ἔγγιστα ἐπιλαμβάνειν· καὶ μάλιστα ἐκ τῶν πρὸς τὰ ἰσημερινὰ ἀποκαταστάσεων, ὅτε καὶ ὁ ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὴν μεσημβρίαν χρόνος ἢ ἀπὸ μεσημβρίας ἐπὶ τὸν ὁρίζοντα τέταρτόν ἐστιν πρὸς αἴσθησιν τοῦ νυχθημέρου, ὅπερ καὶ καλεῖ ἡμέραν· τὸ δὲ πρὸς τὰ μεγέθη τῶν νυχθημέρων σημαίνει, ὥστε καὶ ἰσοχρόνια γίνεσθαι τὰ συναγόμενα νυχθήμερα καὶ μὴ μόνον ἴσα κατὰ τὸ πλῆθος τῆς πρώτης διαστάσεως καὶ τῶν ἑξῆς· ἐὰν γὰρ ἀπό τινος σημείου τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου κινηθεὶς ὁ ἥλιος ἐπὶ τὸ αὐτὸ παραγένηται, καὶ πάλιν ἑξῆς ἐπὶ τὸ αὐτόν, τὰ συναγόμενα νυχθήμερα τῆς πρώτης ἀποκαταστάσεως οὐ μόνον ἴσα ἐστὶν τῷ πλήθει τοῖς τῆς δευτέρας ἀλλὰ καὶ ἰσοχρόνια, καὶ ἑξῆς ὁμοίως. καὶ οὐδὲν ἔσται διάφορον παρὰ τὴν ἀνωμαλίαν τῶν νυχθημέρων· οὐ γὰρ πάντως τὰ ἰσάριθμα νυχθήμερα καὶ ἰσοχρόνιά ἐστιν, ὡς ἑξῆς διδάσκει, καὶ περὶ τοῦ τοιούτου κεφαλαίου διαλαμβάνων. χρὴ γὰρ ἐν τοῖς ἀποκαταστατικοῖς χρόνοις μὴ μόνον ὡς ἔφαμεν ἰσάριθμον εἶναι τὸ πλῆθος τῶν νυχθημέρων κατὰ τὰς διαστάσεις, ἀλλὰ καὶ ἰσοχρόνιον· οὕτω γὰρ τὸ ἐκ τοῦ μερισμοῦ καταλαμβανόμενον ἡμερήσιον ὁμαλὸν κίνημα τὸ αὐτὸ ἔσται πάντοτε. εἰ γὰρ μὴ ἰσοχρόνιοι εἶεν αἱ διαστάσεις, οὐδὲ τὰ εἰρημένα ὁμαλὰ κινήματα τὰ αὐτὰ εἶναι συμβήσεται, ἐπεὶ αἱ τοιαῦται κινήσεις τὸν αὐτὸν λόγον ἔχουσιν πρὸς τοὺς χρόνους.

Εἶτα πάλιν τῶν εἰρημένων ἀρχῶν τὸ εὔλογον παρατιθέμενος, φησίν· «οὔτε ἄλλας οἰκείας ἀρχὰς ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων» ἐστὶν λαβεῖν «ἢ μόνας τὰς κατὰ τὸ συμβεβηκὸς ἀφοριζομένας ὑπὸ τῶν» εἰρημένων κύκλων.

Δῆλον δὲ καὶ ὅτι μαθηματικῶς τὴν ἐπιβολὴν ποιούμενος τοῖς οἰκείοις τῆς μαθηματικῆς κατεχρήσατο σχηματισμοῖς, καὶ τόπον καὶ χρόνον παρειληφώς· ταῦτα γὰρ τῆς μαθηματικῆς ἴδια, ὡς καὶ ἐν ἀρχῇ τῆς συντάξεως τὰ τῆς μαθηματικῆς ἴδια ἀφορίζων ἔλεγε· τὸ δὲ «τῆς κατὰ τὰ «εἴδη καὶ τὰς μεταβατικὰς κινήσεις ποιότητος ἐμφανιστικὸν εἶδος σχήματός τε καὶ ποσότητος καὶ πηλικότητος ἔτι τε καὶ τόπου καὶ χρόνου «καὶ τῶν ὁμοίων ζητητικὸν ὑπάρχον ὡς μαθηματικὸν ἄν τις ἀφορίσειεν.»

«Ἐάν τε» φησὶν πάλιν «φυσικώτερόν τις ἐπισκοπῇ τὸ οἰκεῖον» τῆς εἰρημένης ἀποκαταστάσεως «οὔτε εὐλογωτέραν ἀποκαταστάσιν εὑρήσει «τοῦ ὁμοίου περὶ τὸν ἀέρα καταστήματος», τουτέστιν τοῦ ἀπὸ θερινῆς τροπῆς ἐπὶ τὴν ὁμοίαν θερινὴν ἢ ἀπὸ χειμερινῆς ἐπὶ χειμερινὴν ἢ ἀπὸ μετοπωρινῆς ἐπὶ μετοπωρινὴν ἢ ἀπὸ ἐαρινῆς ἐπὶ ἐαρινὴν ἢ καὶ ὅλως τῆς αὐτῆς ὥρας ἐπὶ τὴν αὐτὴν φερούσης τὸν ἥλιον. «οὔτε ἄλλας ἀρχὰς «ἢ καθʼ ἃς αἱ ὧραι μάλιστα κρίνονται» τῶν καιρῶν εἰς ἄλλους μεταβαλλόντων. δῆλον δὲ ὅτι καὶ ἐνταῦθα τοῖς οἰκείοις τῆς φυσικῆς κατεχρήσατο, τῷ ὁμοίῳ περὶ τὸν ἀέρα καταστήματι καταχρησάμενος.

Εἶτα εἰπὼν τὰς αἰτίας διʼ ἃς οἰκειότερόν ἐστιν ἀπὸ τῶν εἰρημένων σημείων ἐπιλογίζεσθαι τὸν ἐνιαύσιον χρόνον ἤπερ ἀπὸ τῶν ἀπλανῶν, φησίν· «μετὰ τοῦ καὶ τὴν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας θεωρουμένην ἀποκατάστασιν ἄτοπον φαίνεσθαι».

Εἶτʼ ἑξῆς πάλιν ἐρεῖ διʼ ἃς αἰτίας χρὴ παραιτεῖσθαι καὶ τὸ πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τὴν τοιαύτην ἐπίσκεψιν ποιεῖσθαι, καί φησιν πάλιν «καὶ διʼ ἄλλα» μὲν ἄτοπα. τουτέστιν ὅτι, εἰ καὶ ἀκίνητοι ἐτύγχανον ἐκ τῶν πρὸς τὸν ἥλιον αὐτῶν πρώτων ἢ ἐσχάτων φάσεων τὸ τοιοῦτον ἐπιλογιζόμενοι, διὰ τὸ μηδένα τῶν ἀστέρων μήτε συνοδεύοντα μήτε κατὰ τὴν διάμετρον τῷ ἡλίῳ στάσιν δύνασθαι φαίνεσθαι, διαφωνεῖν ἐμέλλομεν, τῶν εἰρημένων φάσεων μὴ μόνον τοὺς τόπους εὐθὺς ἀφανιζουσῶν, ἀλλὰ καὶ καθόλου κατὰ τοὺς χρόνους, διαμαρτηθῆναι δυναμένων καὶ τῆς διαφορᾶς ἕνεκεν τῶν ἀέρων καὶ τῆς ὄψεως τῶν παρατηρούντων, ὡς ἐκ τούτων καὶ τὸν ἐνιαυσιαῖον χρόνον διάφορον καταλαμβάνεσθαι.

Ἔτι δὲ μάλιστα καὶ ὅτι οὐχ ἑστήκασιν ἀλλὰ κίνησιν ποιοῦνται· οὐδὲν γὰρ διέφερεν, εἴπερ ἅπαξ μὴ πρὸς ἑστῶτα τὴν ἀποκατάστασιν ἐποιούμεθα, πρὸς τοὺς πλανομένους ἀστέρας τὴν τοιαύτην ἐπίσκεψιν ποιεῖσθαι· πολλοί τε ἂν καὶ διάφοροι ἐγίγνοντο οἱ ἐνιαύσιοι χρόνοι, διαφόρως τοῦ ἡλίου ἕκαστον ὧν εἴωθεν ἐπικαταλαμβάνειν ἐπικαταλαμβάνοντος, ἐπεὶ καὶ διαφόρους ποιοῦνται τὰς κινήσεις.

Πεποίηται δὲ τὴν ὀνομασίαν ἐπὶ τοῦ τοῦ Κρόνου ἀστέρος εἰπών· «ἐν «ὅσῳ λόγου ἕνεκεν τὸν τοῦ Κρόνου ἀστέρα ... ὁ ἥλιος ἐπικαταλαμβάνει ...» ἐπεὶ βραχεῖά τις μᾶλλόν ἐστιν καὶ ἡ τούτου κίνησις καθάπερ καὶ ἡ τῶν ἀπλανῶν.

«Διὰ μὲν δὴ τοῦτο προσήκειν οἰόμεθα, τὸν εὑρισκόμενον διὰ τῶν τηρήσεων τῶν ὡς ἔνι μάλιστα ἀπὸ πλείονος διαστάσεως λαμβανομένων «ἀπό τινος τροπῆς ἢ ἰσημερίας ἐπὶ τὴν αὐτὴν καὶ ἐφεξῆς χρόνον, τοῦτον «ἡγεῖσθαι τὸν ἐνιαύσιον τοῦ ἡλίου.»

Διὰ γοῦν τὰ εἰρημένα εὔλογα περὶ τοῦ δεῖν πρὸς τὰ τροπικὰ ἢ ἰσημερινὰ σημεῖα τὴν ἀποκατάστασιν ὁρίζεσθαι καὶ τὰ πρὸς τοὺς ἀπλανεῖς ἄτοπα, ἀκόλουθον ἡγεῖται τὸν εὑρισκόμενον διὰ τῶν ἐκ πλείονος διαστάσεων ἀκριβεστέρων τηρήσεων ἀπό τινος τροπῆς ἢ ἰσημερίας ἐπὶ τὴν αὐτὴν χρόνον, τοῦτον ἡγεῖσθαι τὸν ἐνιαύσιον τοῦ ἡλίου· τὸ δὲ χρήσιμον τοῦ τὰς διὰ μακροτέρου χρόνου τηρήσεις δεῖν λαμβάνεσθαι, ἑξῆς δηλώσομεν.

Καὶ ἐπεὶ εὑρίσκει θορυβούμενόν πως τὸν Ἵππαρχον τῷ καὶ τὰς περὶ τὰ τοιαῦτα σημεῖα ἀποκαταστάσεις διαφωνεῖν εἰς τὸν ἐνιαύσιον χρόνον καὶ μέχρις δʹ τῆς μιᾶς ἡμέρας, δείκνυσι τὴν τοσαύτην διαφωνίαν βραχεῖαν τυγχάνουσαν, καθὼς καὶ αὐτὸς ὁ Ἵππαρχος ἐννοῶν καταφαίνεται, καὶ ταύτην οὐ παρὰ τὴν αἰτίαν τῶν ἀπὸ τῶν τοιούτων σημείων λαμβάνεσθαι τὰς ἀποκαταστάσεις γινομένην, ἀλλὰ παρὰ τὰς τῶν ὀργάνων διʼ ὧν ἐποιεῖτο τὰς τηρήσεις ἤτοι κατασκευὰς παρὰ τὸ μὴ ἀστραβῶς καὶ ἀκριβῶς αὐτὰ κατασκεύασθαι, ἢ παρὰ τὰς διαιρέσεις ἢ καὶ τὰς θέσεις αὐτῶν, ἢ παρὰ τοὺς ἐπιλογισμοὺς τῶν τηρήσεων τοὺς γινομένους περὶ τὴν συναγωγὴν τῶν μεταξὺ χρόνων, διὰ τὸ μὴ πάντως ἐν αὐτῇ τῇ μεσημβρίᾳ τάς τε τροπὰς ἢ τὰς ἰσημερίας ἀποτελεῖσθαι ἐν αἷς μάλιστα τὸ διὰ τῶν κρίκων ἢ καὶ τῆς πλινθίδος ὄργανον τὸ ἀκριβὲς καταλαμβάνεται, καὶ δέον εἶναι ἐπιλογίζεσθαι κατʼ ἐκεῖνο καιροῦ χρόνου ὃν τρόπον ἐν τοῖς ἑξῆς ἐπιδείκνυμεν.

Εἶτα ἐκθέμενος τὰς ἀκριβῶς τῷ Ἱππάρχῳ τετηρημένας μετοπωρινὰς καὶ ἐαρινὰς ἰσημερίας, φανερὸν ποιεῖται ὅτι οὐ πλεῖον τετάρτου μέρους μιᾶς ἡμέρας εὑρίσκει τὴν διαφορὰν ἐκ τῆς ἀνισότητος τοῦ ἐνιαυσίου χρόνου, καὶ ὅτι παρὰ τὰ ὄργανα καὶ αὐτὰς τὰς τηρήσεις δύναται γίγνεσθαι ἡ τοσαύτη διαφωνία, ἐκ τοῦ τὴν αὐτὴν ἰσημερίαν διαφόροις ὀργάνοις καταλαμβανομένην δʹ μιᾶς ἡμέρας ἔγγιστα διαπεφωνηκέναι, τῷ τὸν μὲν Ἵππαρχον τῷ ἑαυτοῦ ὀργάνῳ τετηρηκέναι γινομένην τὴν ἰσημερίαν, πρῶτον δὲ «ἐν Ἀλεξανδρείᾳ κρίκον ἴσον ἐξ ἑκατέρου μέρους «παραύγασθαι περὶ εʹ ὥραν». καθόλου γὰρ ἐὰν κρίκος τὴν διάμετρον ἔχῃ μὴ ἐλάττονα πηχῶν δύο, οὐκ ἐπισκοτηθήσεται αὐτοῦ πᾶσα ἡ κοίλη ἐπιφάνεια καθὼς καὶ τῷ Ἱππάρχῳ δοκεῖ καὶ ἡμῖν ἐκ παρατηρήσεως φανερὸν γέγονεν, τῆς σκιᾶς εἰς ὀξὺ ληγούσης διὰ τὸ μεῖζον εἶναι τοῦ φωτιζομένου τὸ φωτίζον, ἀλλὰ καὶ αὐτὴ ἐξ ἑκατέρου μέρους φωτίζεται τὴν τοῦ ἰσημερινοῦ θέσιν ἔχων, ὅταν ἐπὶ τοῦ διὰ μέσων τῆς κυρτῆς ἐπιφανείας αὐτοῦ γραφομένου κύκλου ὁ ἥλιος τυγχάνῃ.

Ὅτι δὲ παρὰ τὰ ὄργανα δύναται ἡ τοσαύτη διαφωνία γίνεσθαι πιστοῦται ἐκ τοῦ τῆς λοξώσεως κανονίου· ἐπειδήπερ κἂν τῷ τρισχιλιοστῷ ἑξακοσιοστῷ μέρει τοῦ διὰ τῶν πόλων κατὰ τὴν διαίρεσιν ἢ καὶ τὴν θέσιν διαμαρτάνωμεν, ἔστιν πλάτους ἤτοι λοξώσεως τὸ τοσοῦτον διάφορον, ὅσον ὁ ἥλιος ἀπέχει ἀπʼ αὐτοῦ τοῦ ἰσημερινοῦ, τέταρτον μιᾶς ἡμέρας κινηθείς, διὰ τὸ ἐν τῷ τῆς λοξώσεως κανονίῳ, τοῖς ἑξηκοστοῖς ϛ τοῦ μεσημβρινοῦ ἑξηκοστὰ ιε παράκεισθαι· ἢ κατὰ τὸ πρῶτον τοῦ διὰ μέσων σελίδιον, τῇ αʹ μοίρᾳ τοῦ ζῳδιακοῦ, παράκεισθαι ἑξηκοστὰ κδ ἐν τῷ τοῦ μεσημβρινοῦ σελιδίῳ, ἃ ἀναγκαῖον κινεῖσθαι ἐν τετάρτῳ τῆς μιᾶς ἡμέρας ἔγγιστα, τουτέστιν ἐν ἰσημεριναῖς ὥραις ϛ.

Οἷον μεσημβρινοῦ γεγραμμένου τοῦ ΑΒΓ, καὶ ἰσημερινοῦ τοῦ ΑΖΓ, καὶ ζῳδιακοῦ τοῦ ΔΕΖ· καὶ κατὰ τὸ κανόνιον ἀπὸ τοῦ μεσημβρινοῦ αἱρημένης τῆς ΑΕ ἑξηκοστῶν ϛ, δῆλον ὅτι ἐὰν ἐπὶ τοῦ μεσημβρινοῦ ἀντὶ τοῦ Ε τὸ Α παραλαμβάνωμεν, διὰ τὸ τὸ Ζ κατὰ τοῦ ἰσημερινοῦ φερόμενον κατὰ τὸ Α παραγίνεσθαι, καὶ ἐπὶ τοῦ διὰ μέσων ἀντὶ τοῦ Ζ τὸ Ε παραλημψόμεθα, καὶ διαφωνήσομεν ἐπὶ τοῦ ζῳδιακοῦ τὴν ΕΖ περιφέρειαν ἑξηκοστῶν ιε, διὰ τὸ τὴν ΑΕ λοξώσεως οὖσαν ἑξηκοστῶν ϛ καταλαμβάνεσθαι, καὶ παράκεισθαι αὐτοῖς τῆς ΕΖ τοῦ ζῳδιακοῦ ἑξηκοστὰ ιε. καὶ περὶ μὲν τὰ ἰσημερινὰ τῷ τρισχιλιοστῷ ἑξακοσιοστῷ μέρει τοῦ μεσημβρινοῦ διαμαρτάνοντες τουτέστιν τοῖς αʹ ἑξηκοστοῖς ϛ, τετάρτῳ μέρει μιᾶς ἡμέρας τὴν διαφωνίαν εὑρήσομεν.

Ἐὰν δὲ πρὸς τοῖς τροπικοῖς τηροῦντες τοσοῦτον διαμάρτωμεν, ε ὅλων ἔγγιστα ἡμερῶν τὴν διαφωνίαν εὑρήσομεν, διὰ τὸ τοῖς ϛ ἑξηκοστοῖς τοῦ μεσημβρινοῦ ἐπιβάλλειν πρὸς τοῖς τροπικοῖς ἐν τῷ αὐτῷ τῆς λοξώσεως κανονίῳ τοῦ ζῳδιακοῦ μοῖραι ε ἔγγιστα, ἐπειδήπερ ταῖς μὲν ἀπὸ τοῦ ἰσημερινοῦ μοίραις πε τοῦ ζῳδιακοῦ παράκεινται τοῦ μεσημβρινοῦ μοῖραι κγ με, ταῖς δὲ μοίραις ϙ, κγ να, ϛ ἑξηκοστοῖς πρώτοις τοῦ μεσημβρινοῦ παράκεινται τοῦ ζῳδιακοῦ μοῖραι ε, καὶ ἔσται πενθήμερον ἔγγιστα διορθούμενον τὸ εὑρημένον ἁμάρτημα. ὥστε τέταρτον τῆς μιᾶς ἡμέρας περὶ τὰς τροπικὰς διαφέροντες ὅ τε Ἵππαρχος καὶ ὁ Ἀρχιμήδης, τρισκαιτεσσαρακοντακισμυρίῳ καὶ δισχιλιοστῷ τοῦ κύκλου κατὰ τὴν διαίρεσιν ἢ τὴν θέσιν τῶν ὀργάνων ἢ καὶ τοὺς ἐπιλογισμοὺς διημάρτανον, ὅπερ οὐ παράδοξόν ἐστιν τηλικοῦτον ὂν τῇ αἰσθήσει διαπίπτειν. ὥστε τὸ τοιοῦτον ἁμάρτημα περὶ τὰς τηρήσεις … ται μᾶλλον ἐν ταῖς τροπαῖς αἰσθητὴν ποιεῖται τὴν ἀνισότητα τοῦ χρόνου ἤπερ ἐν ταῖς ἰσημερίαις. διὸ καί φησι· καίτοι δυνατοῦ ὄντος «μὴ μόνον περὶ τὰς τροπικὰς τηρήσεις «ἀλλὰ καὶ περὶ τὰς ἰσημερινὰς γίνεσθαί τι ... διαμάρτημα» — δηλαδὴ ὡς μᾶλλον περὶ τὰς τροπὰς τοῦ τοιούτου γινομένου —, δυνατοῦ δὲ ὄντος καὶ μέχρις τρισχιλιοστοῦ ἑξακοσιοστοῦ μέρους περὶ τὰς τηρήσεις διαμαρτηθῆναι, ἀκόλουθον ἂν εἴη καὶ τὰς περὶ τὰς ἰσημερινὰς τηρήσεις τὴν τοῦ τετάρτου μέρους τῆς ἡμέρας ποιεῖσθαι διαφωνίαν παρὰ τὰς τῶν ὀργάνων ἢ τῶν ἐπιλογισμῶν ἁμαρτίας. γίνεται δὲ καὶ περὶ τὰς θέσεις αὐτῶν διαμάρτημα τῷ μὴ κατὰ τὴν οἰκείαν θέσιν τοῦ φύσει μεσημβρινοῦ αὐτὰς τηρίζεσθαι, ἀλλὰ καὶ κατὰ διαφόρους τόπους παρεγκλίνεσθαι ἤτοι μὴ ὑγιῶς λαμβανομένης τῆς μεσημβρινῆς εὐθείας ἢ καὶ αὐτοῦ τοῦ μεσημβρινοῦ κρίκου μὴ τὴν πρὸς ὀρθὰς τῷ ὁρίζοντι θέσιν λαμβάνοντος. ὁμοίως δὲ πάλιν καὶ ἐὰν διὰ τῶν ἐν τῷ τοῦ ἰσημερινοῦ ἐπιπέδῳ κρίκων ... τὰς τηρήσεις τῶν ἰσημερινῶν ποιώμεθα διαμάρτημα γίνεται παρὰ τὰς οἰκείας αὐτῶν θέσεις. ἔτι δέ, φησίν, καὶ πλεῖον ἂν διαμαρτήσαιμεν περὶ τὰς τηρήσεις εἰ μὴ παρʼ αὐτὰς τὰς εἰρημένας θέσεις τῶν ὀργάνων ἀκριβοῦμεν.

Ἔστιν δὲ καὶ ἡ εἰρημένη κατὰ Κάλλιπον περίοδος ἐτῶν οϛ, ἀρχὴν δὲ εἴληφεν ἡ τοιαύτη ἀπαρίθμησις πρὸ ϛ ἐτῶν τῆς Ἀλεξάνδρου τελευτῆς. ὅτι μὲν οὖν ἡ περίοδος κατʼ αὐτὸν ἐτῶν ἐστιν οϛ καὶ Εὔδημος ὁ Ῥόδιος μέμνηται ἐν τοῖς περὶ γεωμετρίας αὐτῷ ἱστορουμένοις συντάγμασιν· τοσοῦτος δὲ αὐτῷ ὁ χρόνος εἴλημπται, ἐπεὶ ἐν τῷ τοσούτῳ ὅλας ἀποκαταστάσεις συνόδων καταλαμβάνεται, ὡς ἐν τοῖς ἑξῆς φανερὸν ποιήσομεν. δῆλον δὲ γίνεται τὸ καὶ ἀπὸ τοῦ εἰρημένου χρόνου τὴν ἀρχὴν εἰληφέναι τὰς περιόδους ἐκ τῶν ἑξῆς αὐτῷ παρατιθεμένων· φησὶν γὰρ τὸ λβʹ ἔτος τῆς τρίτης κατὰ Κάλλιππον περιόδου ροηʹ εἶναι ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς· καὶ συνάγονται ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης περιόδου ἔτη ρπδ· διὸ δῆλον γίνεσθαι πρὸ ϛ ἐτῶν τῆς Ἀλεξάνδρου τελευτῆς ἄρχειν κατὰ Κάλλιππον τὴν ἀποκατάστασιν.

Καὶ ἐπεὶ παρέθετο ὁ Ἵππαρχος μετοπωρινὴν ἰσημερίαν γεγενημένην τῷ μεσονυκτίῳ, δείξομεν ὃν τρόπον ἐστὶν τὸν τοιοῦτον χρόνον ἐπιλογίσασθαι καὶ καθόλου ἐὰν μὴ κατʼ αὐτὴν τὴν ὑπὲρ γῆς μεσημβρίαν γίνηται ἡ ἰσημερία κατʼ ἐκείνην τὴν οἴκησιν ἔνθεν τὴν τήρησιν ποιούμεθα.

Γεγενήσθω δὲ ἡμῖν ἡ τήρησις ὑποδείγματος ἕνεκεν διὰ τῶν κρίκων τῶν ἐν τῷ αʹ βιβλίῳ ἐκτεθειμένων· ἐπεὶ οὖν ἐπὶ τῆς μετοπωρινῆς ἰσημερίας γίνεται ὁ ἥλιος, ἀπὸ τῶν βορειοτέρων τοῦ ἰσημερινοῦ ἐπὶ τὰ νοτιώτερα παροδεύων, δῆλον ὅτι μηδέπω γεγενημένης τῆς τοιαύτης ἰσημερίας ὁ ἥλιος ἔτι βορειότερος τοῦ ἰσημερινοῦ τυγχάνει, γεγενημένης δὲ αὐτῆς νοτιώτερος καταλαμβάνεται· τηροῦντες οὖν τὸν ἥλιον λόγου ἕνεκεν διὰ τῶν κρίκων ἀπὸ τῶν βορειοτέρων τοῦ ἰσημερινοῦ μέλλοντα ποιεῖσθαι τὴν ἰσημερίαν, καὶ λαβόντες ἐκ τῆς κατὰ τὸν μείζονα διαιρέσεως πόσον τοῦ ἰσημερινοῦ ἀφέστηκεν ὡς ἐπὶ τοῦ μεσημβρινοῦ, εἶτα τῇ ἑξῆς ποιησάμενον τὴν ἰσημερίαν καὶ νοτιώτερον γεγενημένον, λαμβάνομεν ὁμοίως καὶ κατʼ αὐτὴν τὴν μεσημβρίαν ἐπὶ τοῦ μεσημβρινοῦ τὴν διάστασιν τῆς ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὰ νότια αὐτοῦ παραχωρήσεως καὶ ταύτην εἰσάγοντες κατὰ τὸ βʹ σελίδιον τοῦ τῆς λοξώσεως κανονίου τὸ ἐπιβάλλον αὐτῇ τοῦ ζῳδιακοῦ κατὰ τὸ αʹ σελίδιον μέρος τῆς μιᾶς μοίρας εὑρηκότες ἐσόμεθα, ὅσον κατὰ μῆκος ὁ ἥλιος κεκίνηται ἀπὸ τοῦ μετοπωρινοῦ, ἀφʼ οὗ χρόνου γέγονεν ἡ ἰσημερία. καὶ ταύτην μερίσαντες παρὰ τὸ ὡριαῖον ὁμαλὸν τοῦ ἡλίου κίνημα εὑρήσομεν πρὸ πόσων ὡρῶν γέγονεν ἡ ἰσημερία. ἃς ἀφελόντες ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν ὥρας ϛ, ἕξομεν τὴν ἐπιζητουμένην ὥραν καθʼ ἣν γεγένηται ἡ ἰσημερία, λαμβανομένου δηλονότι τοῦ ὁμαλοῦ ὡριαίου κινήματος, ὡς τοῦ ἐνιαυσιαίου χρόνου ἡμερῶν τξε δʹ τυγχάνοντος, καὶ ὡς τοῦ ἀπὸ τῆς ἰσημερίας ἐπὶ τὴν μεσημβρίαν χρόνου μηδὲν ποιοῦντος διάφορον μήτε παρὰ τοῦτο τὸ καταλαμβανόμενον λεῖπον εἰς τὴν τοῦ δʼ ἐπουσίαν, μήτε παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν· ὅθεν καὶ χρὴ πρὸς τὴν ἐγγυτέραν τοῦ ἰσημερινοῦ σημείου μεσημβρίαν τὴν σύγκρισιν τοῦ ἐπιλογισμοῦ ποιεῖσθαι οἷον ἐὰν μηδέπω γεγενημένης τῆς ἰσημερίας πλησιαίτερον ᾖ τὸ κατὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημβρινοῦ σημεῖον τοῦ ἰσημερινοῦ, χρὴ ἐπιλογίζεσθαι ἀκολούθως τοῖς εἰρημένοις μετὰ πόσον χρόνον γενηθήσεται ἡ ἰσημερία· οὕτω γὰρ ἂν τοῦ μεταξὺ χρόνου ἐλάττονος τυγχάνοντος ἀνεπαισθητοτέρα ἔτι ἔσται ἡ παρά τε τὴν ἀνωμαλίαν καὶ τὸ τʹ τῆς ἡμέρας γινομένη διαφορά.

«Ἀλλὰ γὰρ τῶν μὲν τοιούτων οὐδὲν οὐδʼ αὐτὸς ὁ Ἵππαρχος οἴεται «τυγχάνειν ἀξιόπιστον πρὸς τὴν ὑποψίαν τῆς ἀνισότητος τῶν ἐνιαυσίων χρόνων, ἀπὸ δὲ τῶν τῆς σελήνης ἐκλείψεων ...» καὶ τὰ ἑξῆς.

Ἀλλʼ ἐκ τῶν μὲν τοιούτων πρὸς τὰ ἰσημερινὰ παρατηρήσεων οὐδὲν οὐδὲ αὐτὸς ὁ Ἵππαρχος οἴεται γίγνεσθαι ἀξιόλογον διαφορὰν παρὰ τὴν ἀνισότητα τοῦ ἐνιαυσίου χρόνου. «ἀπὸ δὲ τῶν τῆς σελήνης ἐκλείψεων «ἐπιλογιζόμενος εὑρίσκειν οἴεται ὅτι ἡ ἀνωμαλία τῶν ἐνιαυσίων χρόνων «πρὸς τὸ μέτρον θεωρουμένη οὐ μείζονα ποιεῖται διαφορὰν ἡμίσεος καὶ «τετάρτου μέρους μιᾶς ἡμέρας», ὅπερ ἂν ἦν διορθώσεώς τινος ἄξιον, εἴπερ αὐτὸς εἶχε καὶ μὴ ἐξ αὐτῶν ὧν παρατίθεται διεψευσμένος καταφαίνεται. τὸ μὲν οὖν διάστημα κατὰ μείζονας καὶ ἐλάττονάς ἐστιν· ὥστε καὶ χρόνος γίνεται μείζων καὶ ἐλάττων· καὶ εὕρισκε διὰ τῶν ἐκλείψεων τοὺς ἐνιαυσίους χρόνους διαφόρους· καί τινα μὲν μέγιστόν, τινα δὲ ἐλάχιστον. τούτων οὖν τὴν ὑπεροχὴν λαμβάνων, οὐ πλείονος εὕρισκε τὴν διαφορὰν ὡρῶν ἰσημερινῶν ιη, τουτέστιν ἑνὸς νυχθημέρου 𐅵ʹ καὶ δʹ. φαίνεται οὖν διὰ τοῦτο κενὸς καὶ κατʼ αὐτὸ τοῦτο ἐσφαλμένος, ὅτι τοσαύτη ἡ διαφωνία ἐν πλείοσιν ἂν ἔτεσιν αἰσθητὴ σφόδρα ἐγίγνετο.

Διασφαλεὶς οὖν ἐν ἄλλοις περὶ τὰς τηρήσεις, ἦλθεν εὐθέως ἐπὶ τὸ μέμφεσθαι τοῖς ἐνιαυτοῖς τουτέστιν τῇ τοῦ ἡλίου ἀποκαταστάσει ὡς μὴ ἰσοχρονίως ἀποτελουμένῃ. ἐτήρησεν γὰρ Στάχυν ἐν ᾧ ἐπάνω ἐξέθετο τῷ λβʹ ἔτει τῆς γʹ κατὰ Κάλλιπον περιόδου προηγούμενον, τουτέστιν ἐπὶ τὰ πρὸς δυσμὰς μέρη, τοῦ μετοπωρινοῦ σημείου μοίρας ϛ𐅵ʹ· μετὰ δὲ ια ἔτη ἀπὸ τῆς αὐτῆς περιόδου προηγούμενον πάλιν μοίρας ε δ. καὶ ἐπεὶ ἀδύνατον ἦν ἐν ια ἔτεσι τοσοῦτον τὸν Στάχυν μετακεκινῆσθαι, τῇ τοῦ ἡλίου ἀποκαταστάσει τὸ αἴτιον περίηψε.

Πεποίηται δὲ τοὺς ἐπιλογισμοὺς τῶν τηρήσεων ὡς ἐν ὑποδείγματι τὸν τρόπον τοῦτον· ἔστω γὰρ ζῳδιακὸς κύκλος ὁ ΑΒΓΔ, καὶ ἑπόμενα μὲν ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β καὶ τὸ Γ, προηγούμενα δὲ τὰ ἀνάπαλιν, καὶ ἐπʼ αὐτοῦ ἐαρινὸν μὲν ἰσημερινὸν τὸ Α, μετοπωρινὸν δὲ τὸ Γ, ἐκλείπουσα δὲ ἡ σελήνη περὶ τὸ μετοπωρινὸν κατὰ τὸ Ε. ὁ δὲ ἥλιος ἐν τῷ μέσῳ χρόνῳ τῆς ἐκλείψεως κατὰ διάμετρον αὐτῇ τυγχάνων ἔσται κατὰ τὸ Ζ, ἔγγιον δηλονότι τοῦ ἐαρινοῦ. ἀστὴρ δέ τις τῶν ἀπλανῶν ἐγγὺς ἔστω τῆς σελήνης, ὁ δὲ τοῦ Στάχυος ἀστὴρ προηγούμενος τοῦ Γ μετοπωρινοῦ ἔστω Θ. ἐπεὶ οὖν τὸν ἥλιον εὗρεν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ ὁμαλῶς ἀποκαθιστάμενον ἐν ἡμέραις τξε δʹ ἔγγιστα, τηρήσας αὐτὸν ἐπὶ τὸ ἐαρινὸν παραγενόμενον καὶ ἐπιλογισάμενος ἐκ τοῦ ἀπὸ τῆς ἐκλείψεως ἐπὶ τὸ ἐαρινὸν χρόνου, καταλαμβανομένης αὐτοῦ ὁμαλῆς παρόδου, πόσον ἀπὸ τοῦ μέσου τῆς ἐκλείψεως χρόνου ἐπὶ τὴν κατὰ τὸ Α ἰσημερίαν κεκίνηται, εὑρίσκει τὴν κατὰ τὸ Ζ τοῦ ἡλίου ἐποχήν, δηλαδὴ καὶ τὴν κατὰ τὸ Ε τῆς σελήνης, κατὰ διάμετρον τυγχάνουσαι, καὶ ἔτι τὴν ΕΓ. εἶτα ἐπιλογισάμενος πόσον ἡ σελήνη ἀπέχει τοῦ Η, ἐκ τοῦ ἀπὸ τῆς ἐμπτώσεως χρόνου, ἐπεὶ κατὰ τὴν ἀρχὴν τῆς ἐμπτώσεως κατὰ τοῦ ἀστέρας ἐθεωρεῖτο, καθὼς καὶ ὁ Ἵππαρχος ἐν τῷ περὶ τῆς μεταπτώσεως τῶν τροπικῶν· καὶ ἔχων διʼ ὀργανικῆς τηρήσεως πόσον ὁ Η ἀστὴρ ἀπέχει τοῦ Θ ἀστέρος τοῦ Στάχυος, συνάγει καὶ ὅλην τὴν ἀπὸ τοῦ Θ ἀστέρος ἐπὶ τὸ Γ μετοπωρινὸν σημεῖον.

Εὑρὼν οὖν ταύτην τὴν διάστασιν ποτὲ μὲν μοίρας ε δʹ ποτὲ δὲ ϛ 𐅵ʹ προηγούμενον τοῦ μετοπωρινοῦ σημείου, καὶ ἀδυνάτου ὄντος τὸν Στάχυν μοῖραν α καὶ δʹ ἐν ἕνδεκα ἔτεσιν μετακεκινῆσθαι, διὰ τὸ κατὰ ρ ἔτη δείκνυσθαι τοὺς ἀπλανεῖς μοῖραν α μετακινουμένους, εὐθέως ἦλθεν εἰς τὸ τὴν ἁμαρτίαν τοῖς ἐνιαυσίοις χρόνοις περιάπτειν, πλειόνων δὲ ὄντων τῶν δυναμένων ταύτην ἐμποιῆσαι, τῷ ἤτοι τὴν διάστασιν τῆς σελήνης πρὸς τὸν Η ἀστέρα ὁλοσχερέστερον καταστοχάσασθαι, ἢ τὴν τοῦ Η ἀστέρος πρὸς τὸν Θ τοῦ Στάχυος, ἢ τὴν τῆς παραλλάξεως τῆς σελήνης πρὸς τὸν Η ἀστέρα, ἢ τὴν τοῦ ἡλίου κατὰ μέρος ἀνωμαλίαν κίνησιν τὴν ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Α.

Λέληθε δὲ αὐτὸν αὐτὸ τοῦτο, εἰδότα ὅτι οὐ δυνατὸν ἦν τοὺς ἐπιλογισμοὺς τῶν διαστάσεων τοῦ Στάχυος, πρὸς τὸν μετοπωρινὸν ποιήσασθαι· οὐδʼ ἂν ἦν τὴν τῆς σελήνης κατὰ τὴν ἔκλειψιν ἀκριβῆ ἐποχὴν εὑρεῖν ἄνευ τοῦ τὴν τοῦ ἡλίου προλαβεῖν, ἐπεὶ καὶ ἐκ ταύτης καταλαμβάνονται· ἐκ γὰρ τοῦ ἔχειν κατὰ τὸν μέσον χρόνον τῆς ἐκλείψεως τὴν τοῦ ἡλίου ἐποχὴν κατελαμβάνετο τὴν τῆς σελήνης κατὰ διάμετρον πάντως τυγχάνουσαν· ἐκ δὲ ταύτης, τὴν τοῦ Θ καὶ ὅλην τὴν ἀπὸ τοῦ Θ ἐπὶ τὸ Γ, τουτέστιν τὴν ἀπὸ τοῦ Στάχυος ἐπὶ τὸ μετοπωρινόν. ὥστε ἐκ τοῦ ἔχειν τὴν τοῦ ἡλίου ἐποχὴν τήν τε τῆς σελήνης κατελαμβάνετο καὶ ἐκ τῶν εἰρημένων ἐπιλογισμῶν τὴν τοῦ Στάχυος πρὸς τὸ μετοπωρινὸν σημεῖον διάστασιν.

Αὐτὸς οὖν εἰς τοῦτο, λέγω δὴ εἰς τὸ εὑρίσκειν ἀκριβέστερον μᾶλλον τὴν τοῦ ἡλίου ἐποχὴν καὶ ποιεῖσθαι τοὺς εἰρημένους ἐπιλογισμοὺς πρὸς τὴν κατάλημψιν τῆς ἀπὸ τοῦ μετοπωρινοῦ διαστάσεως τοῦ Στάχυος, παραλαμβάνων τὰς τηρήσεις τὰς καταλημφθείσας αὐτῷ ἀποκαταστατικοὺς ἐχούσας τοὺς χρόνους, τουτέστιν ἐν αἷς ἡ τοῦ δʹ τῆς ἡμέρας ἐπουσία σύμφωνος καταλαμβάνεται τῷ μεταξὺ τῶν τηρήσεων χρόνῳ, ἵνα ἐκ τούτου, προχείρως εὑρίσκων ἐκ τοῦ ἡμερησίου ὁμαλοῦ κινήματος καὶ τὸ ὡριαῖον, ἐπιλογίζηται ἐν πόσῳ χρόνῳ τὴν ΖΑ περιφέρειαν ὁ ἥλιος κινηθήσεται καὶ ὅσων τυγχάνει τμημάτων, ὡς τοῦ ἡλίου ἐν τξε δʹ ἡμέραις ὡς ἔφαμεν πρὸς τῷ Α ἰσημερινὸν σημεῖον ἀποκαθισταμένου, καὶ ἐκ τῆς κατὰ τὸ Ζ τοῦ ἡλίου ἐποχῆς καὶ ἔτι τῶν λοιπῶν καταλαμβάνηται τὰς διαστάσεις τοῦ Στάχυος πρὸς τὸν μετοπωρινόν, ἐκ τῶν τοιούτων οὖν παρατηρήσεων τῷ εἰρημένῳ ἀτόπῳ περιπεσών, μέμφεται τοῖς ἀποκαταστατικοῖς τοῦ ἡλίου χρόνοις, τοῖς ὑπʼ αὐτοῦ ὁμολογηθεῖσι συμφώνως κατειλημμένοις τῇ τοῦ δʹ ἐπουσίᾳ· οὕτω γὰρ οἱ χρόνοι τῶν τηρήσεων καὐτῷ παρελαμβάνοντο οἵ τε τοῦ λβʹ καὶ μγʹ ἔτους τῆς τρίτης κατὰ Κάλλιππον περιόδου, οἵτινες αὐτῷ ἐπάνω κατελαμβάνοντο τὰς ἀποκαταστάσεις ποιούμενοι συμφώνως τῇ τοῦ δʹ ἐπουσίᾳ τῶν εἰρημένων ἡμῖν μᾶλλον δυναμένων τὴν ἁμαρτίαν ἐμποιῆσαι.

«Ἀλλʼ οἶμαι καὶ τὸν Ἵππαρχον συνεγνωκέναι μὲν καὶ αὐτὸν ὅτι «μηδὲν ἐν τοῖς τοιούτοις ἔνεστιν ἀξιόπιστον ...» καὶ τὰ ἑξῆς.

Ἀλλʼ ὑπολαμβάνει καὶ τὸν Ἵππαρχον συνεωρακέναι μὴ τοσαῦτον ἀξιοπίστους ἡγεῖσθαι τὰς τοιαύτας διὰ τῶν ἐκλείψεων καταλήμψεις, ὡς διʼ αὐτὰς ἀνισότητος καταγνῶναι τοῦ ἐνιαυσίου χρόνου, ἐκ τοῦ μηδὲ δευτέραν διόρθωσιν τῆς τοιαύτης ἀνισότητος ἐπιλελογίσθαι, καίπερ πρώτην ἐπελογίσατο τῆς φαινομένης ἀκριβοῦς παρόδου παρὰ τὴν ὁμαλήν, βεβούλησθαι δʼ αὐτὸν παραθῆναι τὰς τοιαύτας τηρήσεις, ἵνʼ εἰ καί τισιν ὑποψία τις γένηται ἐξ αὐτῶν τῆς ἀνισότητος τοῦ ἐνιαυσίου χρόνου, μὴ ἀξιοπίστους ἡγῶνται τὰς τοιαύτας καταλήμψεις.

«Κέχρηται γοῦν καὶ αὐτὸς» ὁ Ἵππαρχος «ταῖς ὑποθέσεσιν ἡλίου καὶ «σελήνης» καθάπερ καὶ ὁ Πτολεμαῖος «ὡς μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης περὶ τὸν ἥλιον ἀνωμαλίας.» ἦ γὰρ καὶ τῆς σελήνης ὁ Πτολεμαῖος δευτέραν ἀνωμαλίαν ὑποτίθεται· ἀλλʼ οὕτως καὶ ταύτης τὰς ὑποθέσεις παραλαμβάνει ὡς τοῦ ἡλίου μίαν ποιοῦντος ἀνωμαλίαν, ἥτις κατὰ μέρος ἀνώμαλος κίνησίς ἐστιν ὁμαλὴ κατὰ τὸν πρὸς τὰ ἰσημερινὰ καὶ τὰ τροπικὰ σημεῖα καταλαμβανόμενον ἐνιαύσιον χρόνον, καθάπερ ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου καὶ τοῦ ἰσημερινοῦ ἐπὶ τῶν κατὰ μέρος ἀναφορῶν ἄνισοί εἰσιν αἱ περιφέρειαι αὐτῶν ὅλος δὲ ὁ κύκλος ὅλῳ συναναφέρεται, οὕτω καὶ ἐπὶ τῶν ὁμαλῶν καὶ τῶν φαινομένων ἀνωμάλων παρόδων αἱ μὲν κατὰ μέρος ὁμαλαὶ πάροδοι ἄνισοί εἰσιν ταῖς φαινομέναις ἐπὶ δὲ ὅλου τοῦ ἐνιαυσίου χρόνου ἴση ἐστὶν ἡ ὁμαλὴ πάροδος τῇ φαινομένῃ· ἑκατέρα γὰρ αὐτῶν τὰς τοῦ ὅλου κύκλου περιέχει μοίρας τξ. «καὶ οὐδαμῇ διὰ τὸ ἰσοχρονίους ὑποτίθεσθαι τὰς τοῦ ἡλίου περιόδους» τοῖς διὰ τῶν τοιούτων ὑποθέσεων ἐφοδευομένοις ἀκολουθοῦντες «τὰ περὶ «τὰς ἐκλείψεις θεωρούμενα ἀξιολόγῳ τινὶ διαφονοῦντα» καταλαμβάνεται, «ὅπερ ἂν αἰσθητὸν πάνυ συνέβαινε» συνεπιλογιζομένων ἡμῶν τὸ παρὰ τὴν ἀνισότητα τοῦ ἐνιαυσίου χρόνου διάφορον «εἰ καὶ μιᾶς μόνης «μοίρας ἐτύγχανεν δύο δὲ ὡρῶν ἔγγιστα ἰσημερινῶν,» διὰ τὸ τὴν σελήνην ἐν δυσὶν ἔγγιστα ὥραις μίαν μοῖραν κινεῖσθαι, ὡς ἐκ τῶν περὶ τὰς κινήσεις αὐτῆς λεχθησομένων ἔσται δῆλον.

Ἵνα δὲ φανερὸν γένηται τὸ λεγόμενον, ἔστω ἀντὶ τοῦ διὰ μέσων ὁ ΑΒΓΔ κύκλος καὶ κατὰ διάμετρον τὸ μὲν Α τοῦ Γ, τὸ δὲ Β τοῦ Δ. εἰ οὖν μὴ ἐν ἴσῳ χρόνῳ ὁ ἥλιος ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ Α παραγίνεται, ἥξει ποτὲ ἐν τῷ αὐτῷ χρόνῳ ἀπὸ τοῦ Α ἐπὶ τὸ Δ, ὥστε ἡμῶν παραλαμβανόντων αὐτὸν ἐν ἴσῳ χρόνῳ ἀποκαθιστάμενον, ὄντος αὐτοῦ κατὰ τὸ Δ παραλαμβάνομεν αὐτὸν κατὰ τοῦ Α τυγχάνειν, καὶ τῆς ἐκλείψεως ἀποτελουμένης ὅταν ἡ σελήνη κατὰ τὸ Β ᾖ, ἡμεῖς αὐτὴν φήσομεν γίγνεσθαι ὅταν ᾖ κατὰ τὸ Γ· τῆς ΔΑ οὖν τουτέστιν τῆς ΒΓ γιγνομένης μοίρας α διαμαρτήσομεν περὶ τὴν ἀπόφασιν τοῦ χρόνου ὥρας β, διὰ τό, ὡς ἔφαμεν, δείκνυσθαι τὴν σελήνην ἐν δυσὶν ὥραις ἔγγιστα τὴν α μοῖραν κινουμένην.

Ἐκ τῶν τοιούτων οὖν τοῦ Ἱππάρχου τηρήσεων καὶ ἐκ πλειόνων ὑφʼ αὐτοῦ γεγενημένων ποιούμενος ὁ Πτολεμαῖος τὴν ἐξέτασιν τοῦ ἐνιαυσίου χρόνου, καταλαμβάνεται ὅτι «ἐὰν πρὸς ἓν καὶ τὸ αὐτὸ σημεῖον τοῦ ζῳδιακοῦ, καὶ μὴ ποτὲ μὲν πρὸς τὸ τροπικὸν ἢ ἰσημερινὸν σημεῖον ποτὲ «δὲ πρὸς τοὺς ἀπλανεῖς ἀστέρας» ποιῆται τὰς τῶν ἀποκαταστάσεων τηρήσεις, οὔτε ἄνισον εὑρίσκεται τὸ ἐνιαύσιον μέγεθος· «οὔτε ἄλλην οἰκειοτέραν» ἀρὴν ἀποκαταστάσεως τῶν τροπικῶν ἢ ἰσημερινῶν σημείων ἐστὶν λαβεῖν ἢ ὅλως τῶν ἀπό τινος τοῦ διὰ μέσων σημείου «ἐπὶ «τὸ αὐτὸ πάλιν φερεύσης τὸν ἥλιον. ὅλως τε ἡγούμεθα προσήκειν διʼ «ἁπλουστέρων ὡς ἔνι μάλιστα ὑποθέσεων τὰ φαινόμενα δεικνύειν ἐφʼ «ὅσον ἂν μηδὲν ἀξιόλογον ἐκ τῶν τηρήσεων ἀντιπίπτον τῇ τοιαύτῃ προθέσει φαίνοιτο.»

Ἀποδείξας τὴν τοῦ ἡλίου ἀποκατάστασιν ἰσοχρόνιον πάντοτε ἀποτελουμένην, ἑξῆς ἐρεῖ ὃν τρόπον πρόσκειται αὐτῷ τὴν πραγματείαν τῆς προκειμένης ἀστρονομικῆς συντάξεως διεξελθεῖν, καί φησιν· «καθόλου «ἡγούμεθα προσήκειν διʼ ἁπλουστέρων ὅσῳ δυνατὸν ὑποθέσεων τὰ φαινόμενα δεικνύειν, ἐφʼ ὅσον ἂν μηδὲν ἀξιόλογον» παρʼ αὐτὰ διαμαρτάνοιμεν ταῖς προχειροτέραις ὑποθέσεσιν ἢ καὶ ἀποδείξεσιν προσχρώμενοι· φιλοσύντομος δὲ ὢν ὁ ἀνὴρ, προσχρῆται καὶ ταῖς παχυμερεστέραις, ὅταν προχειρότεραι οὖσαι τῶν ἀκριβῶν μηδενὶ αἰσθητῷ αὐτῶν περὶ τοὺς ἐπιλογισμοὺς τῶν κινήσεων διαφέρωσιν. «Ὅτι μὲν τοίνυν ὁ πρὸς τροπὰς «καὶ τὰς ἰσημερίας θεωρούμενος ἀποκαταστατικὸς τοῦ ἡλίου χρόνος «ἐλάττων ἐστὶν ἡμερῶν τξε δʹ δῆλον ἡμῖν γέγονεν ἐξ ὧν καὶ διʼ ὦν ὁ «Ἵππαρχος ἀπέδειξεν. πόσῳ δὲ ἐλάττων οὐχʼ οἷόν τε ἀσφαλέστατα λαβεῖν,» τῆς τοῦ δʹ προσθήκης τουτέστιν τῶν τξε δί ἡμερῶν «ἐπὶ πλείονα «ἔτη ἀπαραλλάκτου μενούσης διὰ τὸ ἐλάχιστον τῆς διαφορᾶς· καὶ διὰ «τοῦτο κατὰ τὴν διὰ μακροτέρου χρόνου σύγκρισιν τῆς εὑρισκομένης τῶν «ἡμερῶν ἐπουσίας τῆς αὐτῆς θεωρεῖσθαι, ἣν δεῖ τοῖς μεταξὺ τῆς διαστάσεως ἔτεσιν ἐπιμερίζειν». καὶ διὰ τὸ ἐλάχιστον τῆς διαφορᾶς ἐὰν ἀπό τινος πρώτης τηρήσεως ἑτέραν τήρησιν λόγου ἕνεκεν μετὰ ἔτη κ ποιησώμεθα καὶ εὕρωμέν τι διάφορον γεγενημένον ὡς ἐπὶ τὸ ἔλαττον τῶν τξε δʹ ἡμερῶν τυγχάνοντος τοῦ ἐνιαυσίου χρόνου· καὶ πάλιν μετὰ ἔτη δέκα ἑτέραν τήρησιν ποιησώμεθα ὅπερ ἐστὶν μετὰ λ ἔτη τῆς πρώτης, εὑρισκόμενον διάφορον ἔτι τὸ αὐτὸ πρὸς αἴσθησιν καταλαμβάνεται τῷ διὰ κ ἐτῶν κατειλημμένῳ διὰ τὸ ἐλάχιστον ὡς ἔφαμεν τῆς διαφορᾶς, ὅπερ διάφορον χρὴ τοῖς μεταξὺ τῶν τηρήσεων ἔτεσιν ἐπιμερίζειν ἵνα εὕρωμεν τὸ τῷ ἐνιαυσίῳ χρόνῳ ἐπὶ τὸ ἔλαττον τῆς τοῦ δʹ ἐπουσίας ἐπιβάλλον· ἐὰν οὖν τὸ αὐτὸ διάφορον εἰς διαφόρους χρόνους ἐπιμερίσωμεν, ἄνισον εὑρήσομεν καὶ τὸ λεῖπον εἰς τὴν τοῦ δʹ τῆς ἡμέρας ἐπουσίαν, ὥστε καὶ τὸν ἐνιαύσιον χρόνον, ἰσοχρονίου αὐτοῦ κατειλημμένου.

Λαμβάνοιτο δʼ ἂν ἀκριβέστερον ὁ χρόνος τῆς τοῦ ἡλίου ἀποκαταστάσεως ἐφʼ ὅσον ἂν ὁ μεταξὺ ἡμῶν τε καὶ ὧν ἔχομεν παλαιοτέρων τηρήσεων χρόνον πλείων εὑρίσκηται. οὐ μόνον ἐπὶ τῆς προκειμένης τοῦ ἡλίου ἀποκαταστάσεως τὸ τοιοῦτον ἐπιζητεῖν χρὴ ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἄλλων, λέγω δὴ τῆς τε σελήνης καὶ τῶν πέντε πλανωμένων· τὸ γὰρ παρὰ τὰ ὄργανα ἢ τὴν αὐτῶν τῶν τηρήσεων πρὸς ἀκριβεστάτην κατάληψιν «ἀσθένειαν γινόμενον διάψευσμα, βραχὺ πάντοτε καὶ τὸ «αὐτὸ ἔγγιστα ὑπάρχον ἐπί τε τοῦ διὰ μακροῦ καὶ τοῦ διʼ ὀλίγου χρόνου «φαινομένων, εἰς ἐλάττονα μὲν ἐπιμεριζόμενον χρόνον μεῖζον ποιεῖ τὸ «ἐνιαύσιον ἁμάρτημα, εἰς πλείονα δὲ ἔλαττον», ἐπεὶ οὖν ὅσῳ μακρότερος τυγχάνει ὁ μεταξὺ τῶν τηρήσεων χρόνος, τὸ παρὰ τὴν τήρησιν γινόμενον διάφορον τὸ αὐτὸ ἔγγιστα ὑπάρχον, εἰς πλεῖον ἐπιμεριζόμενον ἀνεπαισθητότερον γίνεται. διά τοι τοῦτο αὐτάρκεις ἡγεῖται τυγχάνειν τοὺς χρόνους τούς τε ἀπὸ τῶν ἑαυτοῦ τηρήσεων μέχρι ὧν εἶχεν παλαιοτέρων, πρὸς τὸ ἀνεπαισθητότερον ποιεῖν τὸ ἁμάρτημα· ὥστε τὸ χρήσιμον τούτου διὰ μακροτέρων χρόνου παρὰ τὰς τοῦ ἡλίου ἀποκαταστάσεις ποιεῖσθαι τὴν σύγκρισιν τῶν τηρήσεων κατὰ δύο τρόπους συμβαίνει γενέσθαι. ἐπεὶ γὰρ ἤτοι παρὰ τὰς κατασκευὰς τῶν ὀργάνων ἢ τὰς θέσεις ὡς ἔφαμεν γίνεταί τι διαμάρτημα, κἂν ἀκριβῶς μεθοδεύωνται· ἀλλὰ μὴν καὶ ὁ ἐνιαύσιος χρόνος καταλαμβάνεται ἐκ τῶν συνεχῶν τηρήσεων ἀνεπαισθήτῳ τινὶ ἐλάττων τῶν τξε δʹ ἡμερῶν· δῆλον ὡς χρὴ τὸ μὲν ἐκ τῶν ὀργάνων ἁμαρτανόμενον ἀνεπαίσθητον παντάπασιν ποιεῖν, τὸ δʼ ἐκ τοῦ χρόνου παρορώμενον ἐλάχιστον αἰσθητόν, ἵνα δυνάμενον ἐπιμερισθῆναι εἰς τὸν μεταξὺ τῶν τηρήσεων χρόνον κατάδηλον ἡμῖν ποιήσῃ καὶ τὸ λεῖπον τῷ ἐνιαυσίῳ χρόνῳ εἰς τὸ τῆς ἐπιλήψεως, τέταρτον τῆς ἡμέρας.

Τὰ δὲ τοιαῦτα ἐκ τῶν τηρήσεων τῶν ὡς ἔνι μάλιστα ἀπὸ πλείονος διαστάσεως λαμβανομένων μεθοδεύεται· τῶν γὰρ τηρήσεων πλείονος χρόνου διάστασιν ἐχουσῶν, τὸ παρὰ τὰ ὄργανα γιγνόμενον διάφορον τὸ αὐτὸ πάντοτε ἔγγιστα ὑπάρχον ὅσῳ ἂν ὡς ἔφαμεν εἰς πλείονα ἔτη ἐπιμερίζηται, ἀνεπαίσθητον καὶ ἀφανὲς γίνεται· τὸ δὲ ἐκ τοῦ ἐνιαυσίου χρόνου λεῖπον ἐλάχιστον εἰς τὸ τῆς ἐπουσίας δʹ, αἰσθητόν· καθάπερ ἐν τοῖς τ ἔτεσιν ἡμέρᾳ μιᾷ εὑρίσκων πρότερον γινομένην τὴν ἀποκατάστασιν τῆς πρὸ τὸ τέταρτον ἐπουσίας, συνάγει τὸν ἐνιαύσιον χρόνον ἡμερῶν τξε δʹ, παρὰ τριακοσιοστόν.

Δεδειγμένου οὖν ὅτι, ὅσῳ διὰ μακροτέρου χρόνου τὴν σύγκρισιν τῶν τηρήσεων ποιεῖται, τοσούτῳ ἀκριβέστερον τὸν ἐπιζητούμενον ἐνιαύσιον χρόνον καταλαμβάνεται, ἐρεῖ καὶ ποῖαι μᾶλλόν εἰσιν αἱ παλαιότεραι τῶν τηρήσεων καὶ ὀφείλουσαι αὐτῷ εἰς τὴν σύγκρισιν τῶν καθʼ ἑαυτὸν παραλαμβάνεσθαι. καί φησιν· «ἕνεκεν μὲν οὖν παλαιότητος αἵ τε ὑπὸ τῶν «περὶ Μέτωνα καὶ Εὐκτήμονα τετηρημέναι θεριναὶ τροπαὶ καὶ μετὰ τούτους αἱ ὑπὸ τῶν περὶ Ἀρίσταρχον ὀφείλοιεν ἂν εἰς τὴν σύγκρισιν τῶν «καθʼ ἡμᾶς παραλαμβάνεσθαι. ἕνεκεν δὲ τοῦ καθόλου τὰς τῶν τροπῶν «τηρήσεις δυσδιακρίτους εἶναι», διὰ τὸ ἐπὶ πολὺ τὸν ἥλιον ἐγχρονίζειν κατὰ τῶν αὐτῶν τοῦ μεσημβρινοῦ κρίκου τόπων περὶ τὰς τοιαύτας παρόδους, ὅπερ ἐκ τοῦ τῆς λοξώσεως κανονίου γίνεται δῆλον, ἐπειδήπερ πρὸς τοῖς τροπικοῖς ἐλάττοσιν ὑπεροχαῖς παρηύξηνται αἱ τῶν λοξώσεων πηλικότητες· καὶ πρὸς τούτοις τὰς παρὰ τούτων ἀναγραφείσας παχυμερέστερον εἰλῆφθαι «ὡς καὶ τῷ Ἱππάρχῳ δοκεῖ, ταύτας μὲν παρῃτησάμεθα·» «συγκεχρήμεθα» δὲ ταῖς ὑπὸ τοῦ Ἱππάρχου τετηρημέναις ἰσημερίαις, καὶ τούτων, ταῖς ἐπισημανθείσαις ὑπʼ αὐτοῦ ὡς ἀκριβέστατα εἰλημμέναις, πρὸς τὴν σύγκρισιν τῶν ἡμετέρων· ἐξ ὧν εὑρίσκομεν τοῖς τ ἔτεσιν τοῖς ἀνὰ τξε δʹ ἡμερῶν πρότερον γεγενημένην τὴν ἰσημερίαν ἡμέρᾳ μιᾷ· τῷ γὰρ λβʹ ἔτει τῆς τρίτης κατὰ Κάλλιππον περιόδου, ἐκτίθεται ὁ Ἵππαρχος μετοπωρινὴν ἰσημερίαν γεγενημένην «τῇ γʹ τῶν «ἐπαγομένων τοῦ μεσονυκτίου τοῦ εἰς τὴν δʹ φέροντος· καὶ ἔστιν τοῦτο τὸ ροηʹ ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς. μετὰ δὲ σπε ἔτη» αἰγυπτιακά, τουτέστιν ἀνὰ τξε ἡμερῶν, «τῷ γʹ ἔτει Ἀντωνίνου ὅ ἐστιν υξγ «ἔτος ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς, ἡμεῖς ἐτηρήσαμεν ἀσφαλέστατα «πάλιν τὴν μετοπωρινὴν ἰσημερίαν γεγενημένην τῇ ἐνάτῃ τοῦ ἀθὺρ μίαν «ἔγγιστα ὥραν μετὰ τῆς τοῦ ἡλίου ἀνατολῆς. ἐπέλαβεν ἄρα ἡ ἀποκατάστασις», λογιζομένων ἡμῶν τὸν ἐνιαύσιον χρόνον ἡμερῶν τξε μόνων, ἡμέρας ο δʹ κʹ, διὰ τὸ εἰρηκέναι μετὰ μίαν ἔγγιστα ὥραν τῆς τοῦ ἡλίου ἀνατολῆς, ἀντὶ τῶν ἐπιβαλλουσῶν ἐκ τῆς τοῦ δʹ ἐπουσίας τοῖς σπε ἔτεσιν ἡμερῶν οα δʹ «ὡς πρὸς τὸ δʹ ἐπουσίας ἡμέρᾳ μιᾷ λειπούσῃ τὸ εἰκοστὸν μέρος».

Ἔτι τε πάλιν συγκρίνας καὶ τὰς κατὰ τοὺς αὐτοὺς χρόνους τηρηθείσας Ἱππάρχῳ τε καὶ ἑαυτῷ ἐαρινὰς ἰσημερίας τὸ αὐτὸ πάλιν διάφορον καταλαμβάνεται. ὅθεν συνάγει ὅτι ἐν τοῖς τ ἔτεσιν πρότερον γεγόνασιν αἱ πρὸς τὰ ἰσημερινὰ σημεῖα ἀποκαταστάσεις τῆς πρὸς τὸ δʹ ἐπιλείψεως ἡμέρᾳ μιᾷ λειπούσῃ κʹ μέρει πρὸς μίαν.

Ἔτι δὲ εἰ καὶ μὴ ἀκριβεῖς ἐτύγχανεν, ὅμως παλαιότητος ἕνεκεν, καὶ πρὸς τὰς ὑπὸ τῶν περὶ Μέτωνα καὶ Εὐκτήμονα τετηρημένας θερινὰς τροπὰς τὴν σύγκρισιν πρὸς τὰς ὑφʼ ἑαυτοῦ ἀκριβῶς τηρηθείσας ποιησάμενος, τὸ αὐτὸ τοῦτο σχεδὸν εὑρίσκει· καὶ διʼ ἄλλων δὲ πλειόνων τηρήσεων τὸ τοσοῦτον διάφορον καταλαμβανόμενος παρὰ τὴν τοῦ δʹ ἐπουσίαν γινόμενον.

Καὶ ἔτι «... τὸν Ἵππαρχον ... αὐτῷ πλεονάκις συγκατατιθέμενον· ἔν «τε γὰρ τῷ περὶ ἐνιαυσίου μεγέθους, συγκρίνας τὴν ὑπὸ Ἀριστάρχου τετηρημένην θερινὴν τροπὴν τῷ ν ἔτει λήγοντι τῆς πρώτης κατὰ Κάλλιππον περιόδου, τῇ ὑφʼ ἑαυτοῦ πάλιν ἀκριβῶς εἰλημμένῃ τῷ μγʹ ἔτει λήγοντι τῆς γʹ κατὰ Κάλλιππον περιόδου, φησὶν οὕτως· δῆλον τοίνυν «ὅτι ἐν τοῖς ρμε ἔτεσιν τάχιον γέγονεν ἡ τροπὴ τῆς κατὰ τὸ δʹ ἐπουσίας «τῷ ἡμίσει τοῦ συναμφοτέρου ἐξ ἡμέρας καὶ νυκτὸς χρόνου», ὡς πάλιν τῷ τριακοσιοστῷ ἔγγιστα μέρει τῆς ἡμέρας ἐλλείπειν τὸν ἐνιαύσιον χρόνον παρὰ τὴν τοῦ δʹ ἐπουσίαν.

Πάλιν ἐν τῷ «περὶ ἐμβολίμων μηνῶν τε καὶ ἡμερῶν» προειπὼν ὅτι ὁ μὲν Κάλλιππος συγκρίνας τὰς ἑαυτοῦ τηρήσεις πρὸς τὰς χαλδαϊκὰς συνάγει τὸν ἐνιαύσιον χρόνον ἡμερῶν τξε ιε, τὸν δὲ μηνιαῖον συνοδικὸν ἢ πανσεληνιακὸν ἡμερῶν κθ λ· διὸ καὶ τὴν περίοδον καταλαμβάνει ὁ τῶν οϛ, ἐπειδήπερ ἐν τῷ τοσούτῳ χρόνῳ ἡμέραι μὲν συνάγονται Μβ ͵ζψνθ σύνοδοι δὲ ϡμ καὶ ἡμέραι κθ, καὶ δηλαδὴ ἀποκατάστασις ἔγγιστα συνόδων ἀποτελεῖται· ἀλλὰ καὶ λογιζομένου τοῦ ἐνιαυσίου χρόνου μηνῶν συνοδικῶν ιβ ὡς καθʼ ἕκαστον δωδεκατημόριον μιᾶς συνόδου γινομένης, συνάγονται ἐν τοῖς οϛ ἔτεσιν σύνοδοι ϡιβ. καὶ δῆλον ὅτι λοιποὶ καταλείπονται μῆνες συνοδικοὶ κη οὕς φασιν ἐμβολίμους, καὶ ἡμέραι κθ ἃς καὶ αὐτάς φασιν ἐμβολίμους.

Καὶ ὁ Ἵππαρχος δὲ «ἐν τῷ περὶ ἐμβολίμων μηνῶν τε καὶ ἡμερῶν» συντάγματί φησιν, «ὅτι κατὰ μὲν τοὺς περὶ Μέτωνα καὶ Εὐκτήμονα» ἀθηναίους «ὁ ἐνιαύσιος χρόνος» ἡμερῶν ἐστιν τξε ιε μζ κβ ἔγγιστα, ὅν φησιν ἡμερῶν «τξε δʹ οϛʹ, κατὰ δὲ Κάλλιππον ἡμερῶν τξε δʹ,» ἀλλὰ μὴν καὶ κατʼ αὐτὸν τὸν Ἵππαρχον τξε δʹ παρὰ τριακοσιοστόν, ὡς διαφέρειν τοὺς τοῦ Ἱππάρχου ἐπιλογισμοὺς κατὰ μὲν Μέτωνα καὶ Εὐκτήμονα οϛʹ καὶ τριακοσιοστῷ, κατὰ δὲ τὸν Κάλλιππον τριακοσιοστῷ. «ὡς καὶ ἐν τοῖς τ ἔτεσιν παρὰ μὲν τοὺς περὶ Μέτωνα ἐλλείπειν ἡμέρας ε, “παρὰ δὲ Κάλλιππον, ἡμέραν μίαν”, ὡς παρὰ μὲν ἀθηναίοις ἐμβολίμους ε, παρὰ δὲ ἀλεξανδρεῦσιν α.

»Καὶ συγκεφαλαιούμενος δὲ ὁ Ἵππαρχος τὰς γνώμας ἑαυτοῦ διὰ τῶν «ἰδίων συνταγμάτων φησὶν οὕτως· συντέταχα δὲ καὶ περὶ τοῦ ἐνιαυσίου «χρόνου ἐν ᾧ ἀποδεικνύω ὅτι ὁ καθʼ ἥλιον ἐνιαυτός — οὗτος δέ ἐστιν ὁ χρόνος «ἐν ᾧ ὁ ἥλιος ἀπό τινος τροπῆς ἢ ἰσημερίας ἐπὶ τὴν αὐτὴν παραγίνεται — «περιέχει ἡμέρας τξε καὶ δʹ μέρος παρὰ τριακοσιοστόν».

Τούτου οὖν οὕτως ἔχοντος, ἐὰν ἀπὸ τῶν τξε δʹ ἡμερῶν ἀφέλωμεν τὸ τριακοσιοστὸν τῆς δʹ ἡμέρας, ὅπερ ἐστὶν ἑξηκοστὰ δεύτερα ιβ, διὰ τὸ τὴν ἡμέραν εἰς ξ μεταλαμβανομένην, ποιεῖν ἑξηκοστὰ πρῶτα μὲν ξ δεύτερα δὲ ͵γχ· ὧν τὸ τριακοσιοστὸν γίνεται δεύτερα ἑξηκοστὰ ιβ· «ἕξομεν τὸν ἐνιαύσιον χρόνον ἡμερῶν τξε ιδ μη».

Παρʼ ὃν μερίσαντες τὰς τῆς μιᾶς ἀποκαταστάσεως μοίρας τξ, εὕρομεν τὸ ἡμερήσιον ὁμαλὸν τοῦ ἡλίου κατὰ μῆκος κίνημα 𐆊 νθ η ιζ ιγ ιβ λα.

Ἐποιησάμεθα δὲ προχειρότερον τὸν προκείμενον μερισμὸν τὸν τρόπον τοῦτον μερίσαντες.

Καταβιβάσαντες γὰρ τῶν τξε ιδ μη ἡμερῶν ἀριθμὸν κατὰ τὸν τῆς ἑξηκοντάδος λόγον, καὶ τὰ γενόμενα ϛ ε ιδ μη ἐπισυνθέντες ἄχρι τοῦ κατὰ τὸ αʹ σελίδιον ξ ἀριθμοῦ, παρεθήκαμεν ἐν δευτέρῳ σελιδίῳ ἐπιγραφέντι ἡμερῶν, τὸν ὑποτεταγμένον τρόπον.

Ἔπειτα τὰς τοῦ κύκλου μοίρας τξ εἰσάξαντες κατὰ τὸ βʹ σελίδιον, ἀπεγραψάμεθα τὸν τῷ ἔγγιστα ἐλάττονι αὐτοῦ παρακείμενον τουτέστιν τδ κβ κ κατὰ τὸ πρῶτον σελίδιον, οἷον τὸν ν, ὡς πρῶτον ἑξηκοστόν, ἐπεὶ καὶ αἱ τξ μοῖραι παρὰ τὰς τξε ιδ μη μεριζόμεναι ἔλαττον ποιοῦσιν τῆς α μοίρας. αὐτὸν δὲ τὸν τῶν παρακειμένων κατὰ τὸ βʹ σελίδιον ἀφελόντες ἀπὸ τῶν τξ μοιρῶν, τὰ λοιπὰ νε λζ μ εἰσάγοντες πάλιν κατὰ τὸ βʹ σελίδιον τῶν ἡμερῶν, καὶ τὸν παρακείμενον ὁμοίως τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ αʹ σελίδιον θ τυγχάνοντα προσθέντες τῷ ν, ἀπεγραψάμεθα τὸ νθ.

Αὐτὸν δὲ πάλιν τὸν παρακείμενον τῷ θ ἀφελόντες ἀπὸ τῶν νε λζ μ, τὰ λοιπὰ ν κϛ μη ὁμοίως εἰσαγαγόντες κατὰ τὸ βʹ σελίδιον, τὰ παρακείμενα ὡσαύτως τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ αʹ σελίδιον η ἐξεθέμεθα ἑξῆς τῶν 𐆊 νθ, καὶ ἔχομεν ἀπογεγραμμένον τὸν 𐆊 νθ η.

Ἔπειτα πάλιν ἀφελόντες ἀπὸ τῶν ν κϛ μη τὰ παρακείμενα τῷ η, καὶ τὰ λοιπὰ α μδ μθ λϛ τουτέστιν ρδ μθ λϛ εἰσαγαγόντες ὁμοίως κατὰ τὸ βʹ σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι ι ἀπεγραψάμεθα· αὐτὰ δὲ τὰ παρακείμενα τῷ ι ἀφελόντες ἀπὸ τῶν ρδ μθ λϛ τὰ λοιπὰ μγ νζ η εἰσαγαγόντες ὁμοίως κατὰ τὸ βʹ σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα ἐλάττονι αὐτοῦ ζ προσθέντες τῷ ι, ἀπεγραψάμεθα τὸν ιζ ἑξῆς τῶν προεκτεθειμένων καὶ γεγόνασιν 𐆊 νθ η ιζ.

Ἔπειτα πάλιν τὰ παρακείμενα τῷ ζ ἀφελόντες ἀπὸ τῶν μγ νζ η, τὰ λοιπὰ α κ κδ κδ, τουτέστιν π κδ κδ εἰσαγαγόντες κατὰ τὸ βʹ σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ αʹ σελίδιον ι, ἀπεγραψάμεθα· τὸ δὲ αὐτῷ τῷ ι παρακείμενα ἀφελόντες ἀπὸ τῶν π κδ κδ, τὰ λοιπὰ ιθ λα νϛ εἰσαγαγόντες πάλιν κατὰ τὸ τῶν ἡμερῶν κανόνιον, καὶ τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ πρῶτον σελίδιον γ προσθέντες τῷ ι, καὶ τὸν ιγ προσθέντες τοῖς ἤδη συναχθεῖσιν ἔσχομεν ἐκτεθειμένον τὸν 𐆊 νθ η ιζ ιγ.

Ἔπειτα πάλιν τὰ παρακείμενα τῷ γ ἀφελόντες ἀπὸ τῶν ιθ λα νϛ, καὶ τὰ λοιπὰ οϛ ια λϛ εἰσαγαγόντες πάλιν εἰς τὸ βʹ τῶν ἡμερῶν σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ αʹ σελίδιον ι ἀπεγραψάμεθα. αὐτὰ δὲ πάλιν τὰ παρακείμενα τῷ ι ἀφελόντες ἀπὸ τῶν οϛ ια λϛ, καὶ τὰ λοιπὰ ιε ιθ η εἰσαγαγόντες εἰς τὸ τῶν ἡμερῶν σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι τὰ β κατὰ τὸ αʹ σελίδιον συνθέντες μετὰ τῶν ι, τὰ γενόμενα ιβ προσεθήκαμεν τῷ προσσυναχθέντι καὶ γέγονεν 𐆊 νθ η ιζ ιγ ιβ.

Ἔπειτα πάλιν τὰ παρακείμενα τῷ β ἀφελόντες ἀπὸ τῶν ιε ιθ η, καὶ τὰ λοιπὰ ρπη λη κδ εἰσαγαγόντες εἰς τὸ βʹ σελίδιον, τὰ παρακείμενα τῷ ἔγγιστα αὐτοῦ ἐλάττονι κατὰ τὸ αʹ σελίδιον λ ἀπεγραψάμεθα. αὐτὰ δὲ τὰ τῷ λ παρακείμενα ἀφελόντες ἀπὸ τῶν ρπη λη κδ καὶ τὰ λοιπὰ ϛ α εἰσαγαγόντες κατὰ τὸ βʹ σελίδιον, τὸ παρακείμενον τῷ ἔγγιστα αὐτοῦ κατὰ τὸ αʹ σελίδιον α προσθέντες τοῖς λ καὶ τὰ γενόμενα λα προσθέντες πάλιν τοῖς προεκτεθειμένοις, εὕραμεν τὸν γενόμενον ἐκ τοῦ μερισμοῦ ἡμερήσιον ὁμαλὸν τοῦ ἡλίου κίνημα 𐆊 νθ η ιζ ιγ ιβ λα· ἀρκεῖν γάρ φησι μέχρι τῶν τοσούτων ἑξηκοστῶν, τοὺς μερισμοὺς γίνεσθαι.

Περὶ τῆς καθʼ ὁμαλὴν καὶ ἐγκύκλιον κίνησιν ὑποθέσεως.

Διαλαβὼν περὶ τοῦ ἐνιαυσίου χρόνου καὶ διδάξας τὴν πρόθεσιν καὶ τὸν σκοπὸν τοῦ μαθηματικοῦ, ἔτι πρόκειται αὐτῷ δεῖξαι τὰ φαινόμενα ἐν τῷ οὐρανῷ πάντα διʼ ὁμαλῶν καὶ ἐγκυκλίων κινήσεων ἀποτελούμενα· ὁμαλῶν μὲν διὰ τὸ ἀλλοτρίαν εἶναι τῆς θειότητος αὐτῶν τὴν ἄτακτον καὶ ἀνώμαλον κίνησιν, ἐγκυκλίων δὲ διὰ τὸ ἀΐδιον αὐτῶν. καὶ ἐκθέμενος τὴν τῆς ὁμαλῆς τοῦ ἡλίου κινήσεως κανονογραφίαν, ἑξῆς βουλόμενος καὶ περὶ τῆς διὰ τὰς τῶν κύκλων ὑποθέσεις διʼ ὧν ποιεῖται τὰς κινήσεις φαινομένης αὐτοῦ ἀνωμάλου κινήσεως διαλαβεῖν, καὶ ἔτι τῆς τούτων διαφορᾶς κανονογραφίαν συστήσασθαι — ἁρμόζειν γάρ φησιν καὶ τῷ σκοπῷ τὴν τῶν τοιούτων δύο κανονίων ἔκθεσιν πρὸς τὸ πῇ μὲν τὰς κατὰ μέρος ὁμαλὰς κινήσεις ἐκ προχείρου ἐκ τῆς ἐκθέσεως τῶν τῆς ὁμαλῆς κινήσεως κανόνων ἐπιλογίζεσθαι, πῇ δὲ ἐκ τῆς μίξεως αὐτῶν τὰς ἀκριβεῖς καὶ φαινομένας — εἶτα βουλόμενος ἐπί τε τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ε πλανωμένων περὶ τῆς φαινομένης αὐτῶν κινήσεως διαλαβεῖν, ἐπεὶ ὡς ἔφαμεν ἄτοπον ἦν τοῖς θείοις καὶ ἀϊδίοις προσάπτειν αὐτῶν τὴν ἄτακτον καὶ ἀνώμαλον κίνησιν, διδάσκει πρότερον ὃν τρόπον αὐτῶν ὁμαλῶς κινουμένων συμβαίνει ἀνωμάλως ἡμῖν αὐτοὺς φαίνεσθαι κινουμένους τὰς τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου περιφερείας, καί φησιν· προλαβεῖν χρὴ ὅτι «αἱ τῶν πλανωμένων εἰς τὰ ἑπόμενα τοῦ οὐρανοῦ» τουτέστιν αἱ ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς «μετακινήσεις ὁμαλαὶ μέν εἰσι «πᾶσαι», τουτέστι τεταγμέναι καὶ μήτε ἄνεσιν ἢ ἐπίτασιν ἐπιδεχόμεναι, ἀλλʼ αἰεὶ ὡσαύτως ἔχουσαι, ἰσοταχῶς καὶ ἐγκυκλίως φερόμεναι, καθάπερ καὶ ἡ ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν εἰς τὰ προηγούμενα τῶν ὅλων φορά, διὰ τὸ φύσει τῷ τοιούτῳ σχήματι τὸ συνεχὲς καὶ ἀΐδιον τῆς κινήσεως ὑπάρχειν. διὸ οὐδὲ ἄτακτος ἢ ἀνώμαλος ἡ περὶ αὐτοὺς κίνησις, καθάπερ φαίνονται πλεῖον καὶ ἔλαττον εἰς τὰ ἑπόμενα κινούμενοι, ἔτι τε καὶ ἑστῶτες καὶ ὑποποδίζοντες ὡς ἐπὶ τῶν ε πλανομένων.

Εἶτα διδάσκων τί λέγει τὸ ὁμαλῶς αὐτοὺς κινεῖσθαι, φησὶν πάλιν ὅτι «αἱ νοούμεναι εὐθεῖαι περιάγειν τοὺς ἀστέρας καὶ τοὺς κύκλους» καθʼ ὧν ποιοῦνται τὰς κινήσεις ἰσοταχῶς περιαγόμεναι, ἴσας ποιοῦσι τὰς γωνίας πρὸς ἐκείνοις τοῖς κέντροις πρὸς οἷς τὸ ἕτερον πέρας μένον πάντοτε ἔχουσαι περιάγονται.

Ἵνα δὲ φανερὰ ἡμῖν γένηται τὰ λεγόμενα, ἐκκείσθω ὁ ΑΒΓΔ κύκλος περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΑΕΔ· καὶ ἐπʼ αὐτοῦ κινείσθω τις ἀστὴρ ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἔν τινι χρόνῳ ὁμαλῶς τὴν ΑΒ περιφέρειαν. καὶ ἔτι ἐν τῷ ἴσῳ χρόνῳ ὁμαλῶς πάλιν κεκινήσθω τὴν ΒΓ, ἴσην δηλονότι γενομένην τῇ ΑΒ, διὰ τὸ ὁμαλῶς καὶ ἐν ἴσῳ χρόνῳ τοῦ αὐτοῦ κύκλου περιφερείας αὐτὸν κεκινῆσθαι.

Ἐὰν οὖν κινουμένου τοῦ ἀστέρος ἀπὸ τῆς κατὰ τὸ Α θέσεως νοήσωμεν τὴν ΕΑ εὐθεῖαν περὶ τὸ Ε κέντρον συμπεριαγομένην αὐτῷ, καὶ πῇ μὲν τὴν τῆς ΕΒ θέσιν λαμβάνουσαν, πῇ δὲ τὴν τῆς ΕΓ, καὶ αὐταὶ συμπεριενεχθήσονται ὁμαλῶς ἐν τοῖς αὐτοῖς ἴσοις χρόνοις καὶ ἴσας ἀπολήμψονται γωνίας τὰς ὑπὸ ΑΕΒ, ΒΕΓ πρὸς τῷ Ε κέντρῳ τῆς περιφορᾶς.

Ἀλλὰ δὴ μὴ ἔστω ὁ ἀστὴρ ἐπὶ τοῦ ΑΒΓ κύκλου κινούμενος, ἀλλʼ ἐπὶ ἑτέρου κυκλίσκου ὡς τοῦ ΖΗΘ, κινουμένου καὶ αὐτοῦ ἐπὶ τοῦ ΑΒΓ κύκλου καὶ τὸ κέντρον πάντοτε ἔχοντος ἐπὶ τῆς περιφερείας αὐτοῦ διὸ καὶ ἐπίκυκλον αὐτὸν καλεῖ. καὶ ἔστω αὐτοῦ τὸ κέντρον κατὰ τὸ Α, ὁ δὲ ἀστὴρ ἔστω ἐπὶ τοῦ Ζ. καὶ κινείσθω τὸ Α κέντρον τοῦ ΖΗΘ ἐπικύκλου ὁμαλῶς ἐν τῷ ἴσῳ χρόνῳ τήν τε ΑΒ καὶ τὴν ΒΓ. καὶ ἐπεζεύχθωσαν αἱ ΕΒ, ΕΓ αἵτινες νοείσθωσαν περιάγουσαι τὸν ἐπίκυκλον καὶ ἴσας ποιοῦσαι διὰ τὰ προειρημένα τὰς ὑπὸ ΑΕΒ καὶ ΒΕΓ γωνίας.

Ἐὰν οὖν νοήσωμεν καὶ τὸν ἀστέρα ἐν τοῖς ἴσοις χρόνοις ὁμαλῶς ἀπὸ τοῦ Ζ κινηθέντα ἐπὶ τοῦ ἐπικύκλου τὰς ΖΗ, ΗΘ περιφερείας, καὶ ἐπιζεύξωμεν τὰς ΓΗ, ΓΘ, καὶ αὗται πάλιν ἔσονται ἐπὶ τῆς τοιαύτης ὑποθέσεως αἱ νοούμεναι περιάγειν τὸν ἀστέρα καὶ ἴσας ἀπολαμβάνουσαι τὰς ΖΗ, ΗΘ περιφερείας καὶ ἔτι τὰς ὑπὸ ΖΓΗ, ΗΓΘ γωνίας πρὸς τῷ Γ κέντρῳ πρὸς ᾧ ἡ περιαγωγὴ τοῦ ἀστέρος ἀποτελεῖται.

Διό φησιν· «αἱ νοούμεναι περιάγειν τοὺς ἀστέρας ἢ καὶ τοὺς κύκλους «αὐτῶν ἐν τοῖς ἴσοις χρόνοις ἴσας γωνίας ἀπολαμβάνουσι πρὸς τοῖς κέντροις τῶν περιφορῶν»· οὐ μόνους δὲ τοὺς ἐπικύκλους λέγει κινεῖσθαι ὑπὸ τῶν εὐθειῶν, ἀλλὰ καὶ τοὺς ἐκκέντρους ὡς ἑξῆς ἐπί τε τῆς σελήνης καὶ τῶν πλανωμένων φανερὸν ποιεῖ.

Αἱ δὲ φαινόμεναι ἀνώμαλοι αὐτῶν κινήσεις «παρὰ τὰς θέσεις τῶν “ἐν ταῖς σφαίραις αὐτῶν κύκλων, διʼ ὧν ποιοῦνται τὰς κινήσεις ἀποτελοῦνται”.

Εἶτα διδάσκων κατὰ ποίας ὑποθέσεις δύναται παρὰ τὰς θέσεις καὶ τὰς τάξεις τῶν κύκλων ἐφʼ ὧν ποιοῦνται τὰς κινήσεις προχωρεῖν ὁ τοῦ μαθηματικοῦ σκοπός, τουτέστιν ὥστε ὁμαλῶς αὐτῶν κινουμένων ἀνωμάλως φαίνεσθαι διεξιόντας τὰς τοῦ διὰ μέσων περιφερείας, καὶ οὐχὶ τῷ ὄντι αὐτοῖς ὑπάρχειν ἡ ἀλλοτρία τῆς ἀϊδιότητος αὐτῶν ἄτακτος καὶ ἀνώμαλος κίνησις, φησί· »τὸ δʼ αἴτιον τῆς ἀνωμάλου φαντασίας κατὰ δύο μάλιστα «τὰς πρώτας καὶ ἁπλᾶς ὑποθέσεις ἐνδέχεται γίνεσθαι». τῆς γὰρ κατὰ φύσιν αὐτῶν ὁμαλῆς κινήσεως λόγῳ θεωρουμένης, εἰ ἔμελλεν ἡ φαινομένη κίνησις καὶ ὁμαλὴ τυγχάνειν, ἐπὶ ὁμοκέντρου κύκλου τῇ τοῦ παντὸς σφαίρᾳ καὶ ἐν τῷ ἐπιπέδῳ τοῦ διὰ μέσων ἀποτελεῖσθαι· οὕτω γὰρ ἡ ὁμαλὴ αὐτῶν πάροδος καὶ ἡ φαινομένη ἐδύνατο τυγχάνειν, καθάπερ ἐπὶ τῆς πρώτης καταγραφῆς πρὸς τὸ Ε τὸ κέντρον τοῦ διὰ μέσων καὶ τῆς ὄψεως ὑποτιθεμένης.

Συμβαίνει αὐτοὺς ἤτοι κατὰ μὴ ὁμοκέντρων τῷ κόσμῳ κύκλων ὁμαλὰς ποιεῖσθαι τὰς κινήσεις ἀλλὰ κατʼ ἐκκέντρων, ἢ καθʼ ὁμοκέντρων μέν, οὐκ ἐπʼ αὐτῶν δέ, ἀλλὰ ἐπὶ ἑτέρων ἐπὶ τούτων φερομένων καὶ τὰ κέντρα ἐχόντων ἐπʼ αὐτῶν, καλουμένων δὲ ὡς ἔφαμεν ἐπικύκλων. καθʼ ἑκατέραν γὰρ τούτων τῶν ὑποθέσεων δυνατὸν εἶναι καταλαμβάνεται ἐν τοῖς ἴσοις χρόνοις ὁμαλῶς αὐτῶν κινουμένων ἀνίσους φαίνεσθαι διεξιόντας τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου ὁμοκέντρου τῷ κόσμῳπεριφερείας.

Ἐάν τε γὰρ ἐπὶ τῆς εἰρημένης τοῦ ἐκκέντρου ὑποθέσεως, νοήσωμεν ἐν σφαίρᾳ τινὸς τῶν ε πλανωμένων ἢ καὶ τοῦ ἡλίου ἢ τῆς σελήνης ἐκκέντρον κύκλον, ἐφʼ οὗ τὸν ἀστέρα φανέντα κινεῖσθαι «τὸν ΑΒΓΔ, περὶ “κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΔ”, σημεῖον δʼ ἐπʼ αὐτῆς τὴν ἡμετέραν ὄψιν, τουτέστιν τὴν γῆν, διὰ τὸ συμφωνεῖν τοῖς φαινομένοις σημείου λόγον ἔχουσα αὐτὴν καὶ πρὸς τὰ τῶν πλανομένων ἀποστήματα ὑποτίθεσθαι, μόνου τοῦ περὶ τὴν σελήνην παρὰ τοῦτο γινομένου διαφόρου τὴν διόρθωσιν λαμβάνοντος, ἢ καὶ τοῦ παρὰ τὸν ἥλιον διὰ τὰς ἐκλείψεις. τὸ Ζ σημεῖον καὶ κέντρον τοῦ ζῳδιακοῦ τυγχάνει, ἐπειδήπερ ὁ μὲν ζῳδιακὸς ὁμόκεντρός ἐστι τῷ κόσμῳ τοῦ δὲ κόσμου κέντρον ἐστὶν ἡ γῆ. “ὥστε καὶ τὸ μὲν Α σημεῖον ἀπογειότατον γίνεσθαι”, τουτέστιν πλεῖον ἀπὸ τοῦ Ζ σημείου τῆς ὄψεως ἀπέχον τῶν κατὰ τὰς ἄλλας θέσεις παρόδων. “τὸ δὲ Δ περιγειότατον”, τουτέστιν ἔλαττον πάλιν ἀπέχον ἀπὸ τοῦ Ζ κατὰ τὴν ὄψιν τῶν κατὰ τὰς ἄλλας θέσεις παρόδων, διὰ τὸ ἐπὶ τῆς ΑΔ διαμέτρου εἰλῆφθαι τὸ Ζ σημεῖον, ὃ μή ἐστιν κέντρον τοῦ κύκλου, καὶ μείζονα γίνεσθαι τὴν ΖΑ πασῶν τῶν ἀπὸ τοῦ Ζ ἐπὶ τὸν ΑΒΓΔ κύκλον διαγομένων εὐθειῶν, ἐλάττονα δὲ τὴν ΖΔ.

Καὶ “ἀπολαβόντες ἴσας περιφερείας τὰς ΑΒ, ΓΔ ἐπιζεύξωμεν τὰς «ΒΕ, ΒΖ καὶ ΓΕ, ΓΖ ...» δῆλον ὡς ὅτι τῆς ὁμαλῆς περιαγωγῆς περὶ τὸ Ε κέντρον γινομένης καὶ τοῦ ἀστέρος τὰς ΑΒ, ΓΔ ἴσας οὔσας ὁμαλῶς ἐν ἴσῳ χρόνῳ διερχομένου, ἴσαι ἔσονται καὶ αἱ ὑπὸ ΑΕΒ, ΓΕΔ γωνίαι· καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ὑπὸ ΑΕΒ τῆς ὑπὸ ΑΖΒ, ἐλάττων δὲ ἡ ὑπὸ ΓΕΔ τῆς ὑπὸ ΓΖΔ, πολλῷ ἄρα ἐλάττων ἐστὶν ἡ ὑπὸ ΑΖΒ τῆς ὑπὸ ΓΖΔ.

Ὥστε ἄνισοι ἔσονται αἱ πρὸς τῇ ὄψει ἤτοι πρὸς τῷ κέντρῳ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου γινόμεναι γωνίαι, αἱ δὲ πρὸς τοῖς κέντροις γωνίαι τὸν αὐτὸν ἔχουσι λόγον ταῖς περιφερείαις. καὶ ἔτι τὰ ὑπὸ ἀνίσων γωνιῶν ὁρώμενα ἄνισα φαίνεται, καὶ τὰ μὲν ὑπὸ μειζόνων μείζονα ὡς ἐν τοῖς Ὀπτικοῖς ἐδείχθη. ἀνίσους ἄρα περιφερείας φανήσεται τοῦ διὰ μέσων ἀπειληφὼς ὁ ἀστήρ, ἐπεὶ καὶ αἱ πρὸς τῷ κέντρῳ αὐτοῦ γωνίαι εἰσὶν ἴσαι, ἐν ἴσῳ χρόνῳ ὁμαλῶς ἴσας περιφερείας ἐπὶ τοῦ ἐκκέντρου κινηθείς.

Ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως τὰ αὐτὰ πάλιν δειχθήσεται οὕτως· νοείσθω γὰρ ἐν σφαίρᾳ τινὸς τῶν εἰρημένων ἀστέρων ὁμόκεντρος κύκλος τῷ κόσμῳ καὶ ἐν τῷ ἐπιπέδῳ τοῦ διὰ μέσων τῶν ζῳδίων γραφόμενος ὁ ΑΒΓΔ, περὶ κέντρον τὸ Ε, ἐφʼ οὗ ὑποτιθέσθω ἡ ὄψις τῶν ὁρώντων, διὰ τὸ τὸ αὐτὸ ὡς ἔφαμεν εἶναι τῇ γῇ τὸ τοῦ ὁμοκέντρου κέντρον. διάμετρος δὲ αὐτοῦ ἔστω ἡ ΑΕΔ.

Δῆλον οὖν ὅτι, ἐὰν ἐπὶ τούτου ὑποθώμεθα ὁμαλῶς τὸν ἀστέρα κινεῖσθαι λόγου ἕνεκεν ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, τὴν περιαγωγὴν ποιούμενον περὶ τὸ Ε κέντρον, καὶ ἐπιζεύξωμεν τὴν ΒΕ ἡ ὑπὸ ΑΕΒ γωνία ἡ αὐτὴ ἔσται ἣν ὁμαλῶς περικινούμενος ὁ ἀστὴρ κεκίνηται.

Ἐπεὶ οὖν τὴν ὑπόθεσιν σύμφωνον δεῖ εἶναι τῷ σκοπῷ τοῦ μαθηματικοῦ, τουτέστιν ὥστε ὡς ἔφαμεν ὁμαλῶς αὐτῶν κινουμένων ἀνωμάλως φαίνεσθαι διεξιόντας τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον, ὑποκείσθω ὁ ἀστὴρ μὴ ἐπὶ τοῦ ὁμοκέντρου κινούμενος, ἀλλʼ ἐπὶ τοῦ εἰρημένου ἐπικύκλου, καὶ αὐτοῦ ὁμαλῶς ἐπὶ τῆς τοῦ ΑΒΓΔ ὁμοκέντρου περιφερείας εἰς τὰ ἑπόμενα ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, καὶ τὸ κέντρον πάντοτε ἔχοντος ἐπʼ αὐτοῦ καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ τυγχάνοντος· καὶ ἔστω ὁ εἰρημένος ἐπίκυκλος ὁ ΖΘΚ περὶ κέντρον τὸ Α, ὁ δὲ ἀστὴρ ἐπʼ αὐτοῦ κατὰ τὸ Ζ, ὃ

γίνεται ἐπὶ ταύτης τῆς ὑποθέσεως ἀπογειότατον διὰ τὸ μείζονα εἶναι τὴν ἀπὸ τοῦ Ε τῆς ὄψεως διάστασιν ἐπὶ τὸ Ζ πασῶν τῶν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπί τι τμῆμα τοῦ ἐπικύκλου, περιγειότατον δὲ ὁμοίως τὸ κατὰ τὸ Θ σημεῖον διὰ τὸ πάλιν ἐλάττονα εἶναι τὴν ἀπὸ τοῦ Ε τῆς ὄψεως ἐπὶ τὸ Θ διάστασιν πασῶν τῶν ἀπὸ τοῦ Ε ἐπί τι πάλιν τμῆμα τοῦ ἐπικύκλου.

Ἐπειδήπερ τοῦ ΖΗΘΚ κύκλου νοεῖταί τι σημεῖον ἐκτὸς τὸ Ε καὶ διὰ τοῦ Ε καὶ τοῦ Α κέντρου διῆκται ἡ ΕΑΖ ὑφʼ ἧς κινεῖται ὁ μὲν ἐπίκυκλος ὁμαλῶς ἀπὸ τοῦ Α εἰς τὸ Γ περιφέρειαν, εἰ μὲν οὖν κινουμένου τοῦ ἐπικύκλου ἵστατο ὁ ἀστὴρ ἐπὶ τῆς περιφερείας αὐτοῦ τυγχάνων καὶ οἷον κατὰ τὸ Ζ, αὑτὴ μὲν πάλιν ἐγίνετο ἡ ὁμαλὴ περιαγωγὴ τῇ φαινομένῃ.

Ἀλλʼ ἐπεὶ κινεῖται, κεκινήσθω ἐν τῷ αὐτῷ χρόνῳ ἐπὶ τοῦ ἐπικύκλου ὡς εἰς τὰ ἑπόμενα ὁμαλῶς πάλιν τὴν ΖΗ περιφέρειαν· καὶ ἐπεζεύχθωσαν αἱ ΕΗ, ΕΚ. συμβήσεται ἄρα τοῦ ἐπικύκλου ὁμαλῶς μεταγαγόντος τὸν ἀστέρα τὴν ΑΓ περιφέρειαν τουτέστιν τὴν ὑπὸ ΑΕΓ γωνίαν, αὐτὸν κινηθέντα ἐπὶ τοῦ ἐπικύκλου τὴν ΖΗ, ἀπὸ τῆς κατὰ τὸ Ε ὄψεως φαίνεσθαι διὰ τῆς ΕΗ εὐθείας μείζονα τὴν ὑπὸ ΑΕΗ γωνίαν κεκινημένον τῆς ὑπὸ ΑΕΓ ὁμαλῆς.

Εἰ δὲ ὁ ἀστὴρ μὴ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Η εἰς τὰ ἑπόμενα κινοῖτο ἀλλὰ ἀπὸ τοῦ Ζ εἰς τὰ προηγούμενα ὡς ἐπὶ τὸ Κ, ἐλάττονα γωνίαν φανήσεται κινηθεὶς τὴν ὑπὸ ΑΕΚ τῆς ὑπὸ ΑΕΓ ὁμαλῆς.

Ὃν δὲ τρόπον ἐν ταῖς σφαίραις ἡλίου καὶ σελήνης καὶ τῶν ε πλανωμένων χρὴ ἐπινοεῖν τοὺς κύκλους γραφομένους, λέγω δὴ τόν τε ἔκκεντρον καὶ τὸν ὁμόκεντρον φέροντα τὸν ἐπίκυκλον, οὕτω δεικτέον· νοείσθω γὰρ τὸ κατὰ τὸν Ἀριστοτέλη κυκλοφορητικὸν Ε σῶμα, ἐν ᾧ ἥ τε τῶν ἀπλανῶν σφαῖρα καὶ ἡ τοῦ ἡλίου καὶ ἡ τῆς σελήνης καὶ τῶν ε πλανομένων ἐπʼ ἀλλήλας κείμεναι κατὰ τὴν ἐν τοῖς οἰκείοις τόποις λεχθησομένην τάξιν, περιεχόμενον ὑπὸ τῆς κυρτῆς ἐπιφανείας ἐν ᾧ ὁ ΑΒ κύκλος καὶ ὑπὸ τῆς κοίλης ἐν ᾧ ὁ ΓΔ, περὶ κέντρον τὸ Μ.

Καὶ νοείσθω ἐν αὐτῷ τοῦ ἡλίου σφαῖρα ὁμόκεντρος αὐτὴ τυγχάνουσα, ἐφʼ ἧς πάλιν κατὰ μὲν τὴν ἐκτὸς κυρτὴν ἐπιφάνειαν νοείσθω ὁ ΕΖΗ κύκλος, κατὰ δὲ τὴν κοίλην ὁ ΘΚΛ, ὥστε τὸ μεταξὺ τῶν κύκλων διάστημα πάχους ἤτοι βάθους τυγχάνειν τῆς ἡλιακῆς σφαίρας. καὶ διήχθω διὰ τοῦ Μ κέντρου διάμετρος ἡ ΕΜΗ, καὶ γεγράφθω ὁ ΕΛ κύκλος ἐφαπτόμενος τῶν ΖΗΕ, ΚΘΛ κατὰ τὰ Ε, Λ σημεῖα, οὗ κέντρον ἔστω ἐπὶ τῆς διαμέτρου τὸ Ξ. ἔσται ἄρα ὁ εἰρημένος ἔκκεντρος ἐν τῇ σφαίρᾳ, τοιαύτην ἔχων τὴν θέσιν ἐφʼ οὗ ὡς ἐδείξαμεν ὁμαλῶς κινούμενος ὁ ἀστὴρ ἀνομάλως φαίνεται διεξιὼν τὰς τοῦ διὰ μέσων περιφερείας. καὶ ἐπεὶ ὅτʼ ἐπὶ τοῦ Ε τυγχάνει ὁ ἥλιος ἀπογειότατος γινόμενος ἐπὶ τοῦ ΕΖΗ κύκλου ἐστίν, ὅτε δὲ ἐπὶ τοῦ Λ περιγειότατος γινόμενος ἐπὶ τοῦ ΘΚΛ, δῆλον ὡς καὶ κατὰ βάθος κινηθήσεται ἐν τῇ σφαίρᾳ αὐτοῦ τὴν ἑξῆς ἀποδειχθησομένην πηλικότητα.

Ἵνα δὲ καὶ ἐπὶ τοῦ ὁμοκέντρου ἡ τὸν ἐπίκυκλον φέρουσα ὑπόθεσις ὑπʼ ὄψιν ἡμῖν γένηται, ὑποκείσθω ὡς ἐπὶ τοῦ βʹ θεωρήματος ἄνευ τοῦ ἐκκέντρου ἡ ὁμοία καταγραφή, καὶ γεγράφθω κατὰ μέσου τοῦ τῆς ἡλιακῆς σφαίρας βάθους ὁ ΟΠΡ ὁμόκεντρος καὶ ἐπʼ αὐτοῦ ὁ ἐπίκυκλος περὶ τὸ Ο κέντρον ἐφαπτόμενος τῶν ΕΖΗ, ΘΚΛ κύκλων κατὰ τὰ Ε, Θ. φανερὸν οὖν ὅτι κινουμένου τοῦ ἡλίου ἐπὶ τοῦ κύκλου καὶ πῇ μὲν γινομένου κατὰ τὸ Ε, πῇ δὲ κατὰ τὸ Θ, πῇ δὲ καὶ κατʼ ἄλλων αὐτοῦ μερῶν, καὶ κατʼ αὐτὴν τὴν ὑπόθεσιν κατὰ βάθος κινηθήσεται. ”Ἐπὶ μὲν οὖν τῆς τοιαύτης» τουτέστιν τῆς εἰρημένης ἁπλουστέρας, «κατʼ ἐκκεντρότητα ὑποθέσεως, ἀεὶ συμβέβηκεν τὴν μὲν ἐλαχίστην κίνησιν κατὰ τὸ ἀπογειότατον» φαίνεσθαι ποιούμενον τὸν ἀστέρα «τὴν «δὲ μεγίστην κατὰ τὸ περιγειότατον, ἐπεὶ καὶ πάντοτε» ὡς ἐπὶ τῆς προκειμένης τοῦ ἐκκέντρου καταγραφῆς «ἡ ὑπὸ ΑΖΒ γωνία» πρὸς τῇ ὄψει φαινομένη «ἐλάττων ἐστὶν τῆς ὑπὸ ΑΕΒ» ὁμαλῆς τῇ ὑπὸ ΖΒΕ, ἡ δὲ ὑπὸ ΓΖΔ πρὸς τῷ περιγείῳ φαινομένη μείζων τῆς ὑπὸ ΓΕΔ ὁμαλῆς τῇ ὑπὸ ΕΓΖ, τῶν ὁμαλῶν κινήσεων ἴσων δηλαδὴ καὶ ἰσοχρονίων οὐσῶν.

«Ἐπὶ δὲ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἀμφότεραι δύνανται» παρακολουθεῖν, καὶ κατὰ τὸ ἀπόγειον τοῦ ἀστέρος τυγχάνοντος τὴν μεγίστην καὶ ἐλαχίστην κίνησιν ἀποτελεῖσθαι, καὶ κατὰ τὸ περίγειον ὁμοίως. καθάπερ ἐπὶ τῆς προκειμένης καταγραφῆς, ἐὰν τοῦ ἐπικύκλου κατὰ τοῦ Α τυγχάνοντος καὶ ὁ ἀστὴρ ἐπὶ τοῦ Ζ ἀπογείου ὑποκέηται, τοῦ ἐπικύκλου ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ εἰς τὰ ἑπόμενα κινουμένου, εἰ μὲν ὁ ἀστὴρ ἀπὸ τοῦ Ζ ἀπογείου τοῦ ἐπικύκλου ὁμοίως εἰς τὰ ἑπόμενα ὡς ἐπὶ τὸ Η κινοῖτο, μείζονα καθὼς ἐδηλοῦμεν τὴν ὑπὸ ΑΕΗ φανήσεται κινηθεὶς τῆς ὑπὸ ΑΕΓ ὁμαλῆς, «διὰ τὸ ἐπὶ τὰ αὐτὰ μέρη τόν τε ἐπίκυκλον καὶ τὸν ἀστέρα τότε «μετακινεῖσθαι». ἐὰν δὲ τοῦ ἐπικύκλου εἰς τὰ ἑπόμενα ὡς ἔφαμεν τὴν ὁμαλὴν πάροδον ποιουμένου, ὁ ἀστὴρ εἰς τὰ προηγούμενα τοῦ ἐπικύκλου ποιῆται τὴν πάροδον, ὡς ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Κ, ἐλάττονα τῆς ὑπὸ ΑΕΓ ὁμαλῆς, «διὰ τὸ ἐπὶ τὰ ἐναντία τῆς τοῦ ἐπικύκλου μεταβάσεως τὸν ἀστέρα «τότε μετακινεῖσθαι», διαφοραὶ δὲ ἔσονται τῆς ὁμαλῆς παρόδου παρὰ τὴν φαινομένην αἱ ὑπὸ ΗΕΖ, ΚΖΕ.

Καὶ δῆλον ὅτι αἱ διαφοραὶ τῶν δύο κινήσεων τῆς τε ὁμαλῆς καὶ τῆς φαινομένης, ἐπὶ μὲν τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως πρὸς τῇ περιφερείᾳ τοῦ ἐκκέντρου συνίστανται ὡς ἐπάνω αἱ ὑπὸ ΖΒΕ, ΕΓΖ, ἐπὶ δὲ τῆς κατʼ ἐπίκυκλον πρὸς τῷ κέντρῳ τοῦ ὁμοκέντρου ὡς ἐπὶ τῆς προκειμένης καταγραφῆς αἱ ὑπὸ ΖΕΗ, ΖΕΚ.

Τούτων οὖν τῶν δύο ὑποθέσεων τὸν εἰρημένον τρόπον περιεχουσῶν «ἑξῆς κἀκεῖνο προλημπτέον ὅτι ἐπὶ μὲν τῶν δισσὰς ποιουμένων ἀνωμαλίας», τουτέστιν ἐφʼ ὧν ἀστέρων οὐκ ἐξαρκεῖ ἡ κατάλημψις τῶν εἰρημένων διαφορῶν πρὸς τὴν συμφωνίαν τῶν ἐκ τῶν τηρήσεων καταλαμβανομένων αὐτῶν ἐποχῶν ἀλλὰ καὶ ἑτέρας δεῖται διορθώσεως, «ἀμφοτέρας τὰς «ὑποθέσεις συμβαίνει συμπλέκεσθαι» οἱονεὶ τὸν ἐπίκυκλον ἐπὶ τοῦ ἐκκέντρου φέρεσθαι καὶ ὅσα ἄλλα σύμφωνα πρὸς τὴν ἐφαρμογὴν τῶν διὰ τῶν ὀργάνων καταλήμψεων καταλαμβάνεται, ὡς ἐν τοῖς οἰκείοις τόποις ἀποδώσομεν.

Ἐπὶ δὲ τῶν μιᾷ τῶν εἰρημένων διαφορῶν ἀρκουμένων ἀστέρων πρὸς τὴν εἰρημένην κατάλημψιν, καθάπερ ἐπὶ τοῦ ἡλίου, εὑρίσκομεν καὶ μιᾷ τῶν εἰρημένων ἁπλῶν ὑποθέσεων ἀρκεῖν.

Εἶτα εἰπὼν μιᾷ ὁποιᾳοῦν τῶν εἰρημένων ὑποθέσεων ἀρκεῖσθαι, δηλαδὴ ὡς τὰ αὐτὰ φαινόμενα ἀπαραλλάκτως αὐτῶν δεικνυουσῶν, διαλαμβάνει περὶ τῆς ὁμοιότητος αὐτῶν, καὶ ἀρχόμενος τῆς τοιαύτης ἀποδείξεως, ὁρίζεται τὰ καθόλου ὀφείλοντα ἐν ἑκατέρᾳ αὐτῶν προλαμβάνεσθαι πρὸς τὴν τῆς ὁμοιότητος ἐφαρμογὴν καί φησι τὰ αὐτὰ ἀπαραλλάκτως φαινόμενα δύνασθαι δεικνύναι τὰς εἰρημένας ὑποθέσεις ὅταν ὃν ἔχει λόγον ἐπὶ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως ἡ ΖΕ μεταξὺ τῶν κέντρων τοῦ τε ζῳδιακοῦ καὶ τοῦ ἐκκέντρου πρὸς τὴν ΕΑ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου τοῦτον ἔχῃ τὸν λόγον ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως ἡ ΖΑ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου πρὸς τὴν ΑΕ ἐκ τοῦ κέντρου τοῦ ὁμοιοκέντρου καὶ ἔτι ἐν ὅσῳ χρόνῳ ὁ ἀστὴρ τὸν ἔκκεντρον κύκλον ἀκίνητον μένοντα ὡς εἰς τὰ ἑπόμενα ὁμαλῶς κινούμενος ἀποκαθίσταται, ἐν τοσούτῳ καὶ ὁ ἐπίκυκλος τὸν ὁμόκεντρον εἰς τὰ ἑπόμενα πάλιν ὁμαλῶς κινούμενος ἀποκαθίσταται καὶ ἔτι ὁ ἀστὴρ τὸν ἐπίκυκλον, τῆς μέντοι τοῦ ἀστέρος ἐπὶ τοῦ ἐπικύκλου μεταβάσεως εἰς τὰ προηγούμενα τουτέστιν ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Κ γινομένης εἰς τὸ Θ. ἢ καὶ ἡ τοιαύτη τοῦ ἀστέρος μετάβασις σύμφωνον τῇ κατʼ ἐκκεντρότητα ὑποθέσει τὴν κατʼ ἐπίκυκλον ἐποίει καὶ αὐτῆς τότε πρὸς τοῖς ἀπογειοτέροις μέρεσιν ἐλάττονα ποιούσης τὴν φαινομένην καὶ ἀκριβῆ πάροδον τῆς ὁμαλῆς, πρὸς δὲ τοῖς περιγειοτέροις μείζονα· ἢ καὶ ἔτι κατὰ τὸ ἀπόγειον ἐν ἑκατέρᾳ τὴν ἐλαχίστην πάροδον, κατὰ δὲ τὸ περίγειον τὴν μεγίστην ὡς ἐν τοῖς ἑξῆς ἀποδείξομεν, ὅπερ ἴδιον τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως κατελαμβάνετο.

Ἐπεσημήνατο δὲ τὸν ἔκκεντρον ἀμετάπτωτον τυγχάνειν, διὰ τὸ ἐπὶ τῆς τῶν ἄλλων ὑποθέσεως κινούμενον αὐτὸν καταλαμβάνεσθαι, καὶ δέον εἶναι καὶ τὴν κίνησιν αὐτοῦ ἐπιλογίζεσθαι.

Ἔτι δὲ καὶ τῶν εἰρημένων λόγων καὶ ἀποκαταστάσεων ἐφʼ ἑκατέρας τῶν ὑποθέσεων ὑποκειμένων τὰ αὐτὰ φαινόμενα ἀπαραλλάκτως καθʼ ἑκατέραν αὐτῶν ἀποτελεσθήσεσθαι, δείκνυσιν καὶ διὰ τῶν γραμμῶν «καὶ «διὰ τῶν ἐφοδευομένων ἐπὶ τῆς τοῦ ἡλίου ἀνωμαλίας ἀριθμῶν».

Ὅτι δὲ καὶ ἐὰν κατὰ τὸ ἑξῆς ἴσαι περιφέρειαι ἀπολημφθῶσιν ἀπὸ τοῦ ἀπογείου, ἡ ἀπογειοτέρα φαινομένη ἐλάττων ἐστὶν τῆς περιγειοτέρας, δείξομεν πάλιν ἐφʼ ἑκατέρας τῶν ὑποθέσεων καὶ πρότερον ἐπὶ τῆς κατʼ ἐκκεντρότητα.

Ἔστω γὰρ ἔκκεντρος κύκλος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΔ, ἐφʼ ἧς ὑποκείσθω τὸ κέντρον τοῦ διὰ μέσων τὸ Ζ. καὶ ἀπειλήφθωσαν ἀπὸ τοῦ Α ἀπογείου ἑξῆς δύο ἴσαι περιφέρειαι τῆς ὁμαλῆς κινήσεως αἱ ΑΒ, ΒΓ· καὶ ἐπεζεύχθωσαν αἱ ΕΒ, ΕΓ· καὶ ἔτι αἱ ΖΒ, ΖΓ. φανερὸν δὴ ὅτι αἱ μὲν ὑπὸ ΑΕΒ, ΒΕΓ γωνίαι τῆς ὁμαλῆς κινήσεώς εἰσιν, αἱ δὲ ὑπὸ ΑΖΒ, ΒΖΓ τῆς φαινομένης· καὶ ἀπογειοτέρα μὲν ἡ ὑπὸ ΑΖΒ, περιγειοτέρα δὲ ἡ ὑπὸ ΒΖΓ. λέγω οὖν ὅτι μείζων ἐστὶν ἡ ὑπὸ ΒΖΓ τῆς ὑπὸ ΑΖΒ.

Ἐπεζεύχθωσαν γὰρ αἱ ΑΒ, ΒΓ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ εὐθεῖα τῇ ΒΓ, κοινὴ δὲ ἡ ΒΖ, καὶ βάσις ἡ ΑΖ βάσεως τῆς ΓΖ μείζων, γωνία ἄρα ἡ ὑπὸ ΑΒΖ γωνίας τῆς ὑπὸ ΓΒΖ μείζων ἐστίν.

Ἐκβεβλήσθω ἡ ΒΖ ἐπὶ τὸ Η, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ, ΓΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ εὐθεῖα τῇ ΒΓ, κοινὴ δὲ ἡ ΒΗ, καὶ γωνία ἡ ὑπὸ ΑΒΗ γωνίας τῆς ὑπὸ ΗΒΓ μείζων, βάσις ἄρα ἡ ΑΗ βάσεως τῆς ΓΗ μείζων ἐστί.

Κείσθω τῇ ΓΗ ἴση ἡ ΗΘ, καὶ ἐπεζεύχθω ἡ ΘΖ· ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΓΗ τῇ ΗΘ, κοινὴ δὲ ἡ ΗΖ, καὶ γωνία ἡ ὑπὸ ΓΗΖ γωνίᾳ τῇ ὑπὸ ΘΗΖ ἴση ἐστίν, ἐπεὶ καὶ περιφέρεια ἡ ΑΒ τῇ ΒΓ, βάσις ἄρα ἡ ΓΖ βάσει τῇ ΘΖ ἴση ἐστίν· καὶ τὸ ΓΖΗ τρίγωνον τῷ ΘΖΗ· καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις· ὥστε καὶ ἡ ὑπὸ ΓΖΗ γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΘΖΗ· καὶ λοιπὴ ἡ ὑπὸ ΓΖΒ λοιπῇ τῇ ὑπὸ ΘΖΒ ἴση.

Μείζων ἄρα ἡ ὑπὸ ΓΖΒ περιγειοτέρα φαινομένη πάροδος τῆς ὑπὸ ΑΖΒ ἀπογειοτέρας φαινομένης.

Ὁμοίως δὲ δειχθήσεται ὅτι καὶ ἐὰν ἀπὸ τοῦ Δ περιγείου ἴσας περιφερείας ἀπολάβωμεν ἐπὶ τοῦ ἐκκέντρου τῆς ὁμαλῆς παρόδου, μείζων ἔσται ἡ περιγειοτέρα φαινομένη πάροδος τῆς ἀπογειοτέρας.

Ἵνα δὲ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως τὴν αὐτὴν ἀπόδειξιν ποιησώμεθα, ἔστω ὁ μὲν ὁμόκεντρος τῷ διὰ μέσων τῶν ζῳδίων καὶ ἐν τῷ ἐπιπέδῳ αὐτοῦ κείμενος ὁ ΑΒΓ κύκλος, περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΑΕΔ· ὁ δʼ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΖΗ. καὶ ὑποκείσθω, ὅταν μὲν ὁ ἐπίκυκλος ἐπὶ τοῦ Α τυγχάνῃ, καὶ ὁ ἀστὴρ κατὰ τοῦ Ζ ἀπογείου. καὶ κεκινήσθω ὁ ἐπίκυκλος ὁμαλῶς δύο ἴσας περιφερείας τὰς ΑΒ, ΒΓ. καὶ ἐν ὅσῳ μὲν ὁ ἐπίκυκλος τὴν ΑΒ, ἐν τοσούτῳ καὶ ὁ ἀστὴρ ἀπὸ τοῦ Ζ ἀπογείου ἐπὶ τὰ προηγούμενα κεκινήσθω τὴν ΖΗ, ὁμοίαν γινομένην τῇ ΑΒ διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων. ἐν ὅσῳ δὲ ὅλην τὴν ΑΓ, ἐν τοσούτῳ πάλιν ὁ ἀστὴρ τὴν ΖΘ ὁμοίαν αὐτὴν τυγχάνουσαν. καὶ ἐπεζεύχθωσαν αἱ ΕΒΖ, ΕΗ, ΕΓΖ, ΕΘ.

Δῆλον δὴ ὅτι ὁ ἀστὴρ πρότερον μὲν ἐπὶ τῆς ΕΑΖ φαινόμενος, ἑξῆς ἐπὶ τῆς ΕΗ ἐφάνη, εἶτα πάλιν ἐπὶ τῆς ΕΘ, ὥστε τῆς μὲν ὑπὸ ΑΕΒ ὁμαλῆς παρόδου φαινομένην γίνεσθαι τὴν ὑπὸ ΑΕΗ, τῆς δὲ ὑπὸ ΒΕΓ ὁμαλῆς τὴν ὑπὸ ΗΕΘ φαινομένην.

Λέγω οὖν ὅτι ἡ ἀπογειοτέρα φαινομένη τουτέστιν ἡ ὑπὸ ΑΕΗ, τῆς περιγειοτέρας φαινομένης τουτέστιν τῆς ὑπὸ ΗΕΘ ἐλάττων ἐστίν.

Ἐπεὶ γὰρ ἡ ΑΓ περιφέρεια διπλασίων ἐστὶν τῆς ΑΒ, ὁμοία δὲ ἡ μὲν ΑΓ τῇ ΖΘ, ἡ δὲ ΑΒ τῇ ΖΗ, διπλῆ ἄρα καὶ ἡ ΖΘ τῆς ΖΗ. τετμήσθω ἡ ΖΘ δίχα κατὰ τὸ Κ· ἑκατέρα ἄρα τῶν ΖΚ, ΚΘ ἴση ἐστὶν τῇ ΖΗ· ἐπεζεύχθω ἡ ΚΕ.

Λέγω πρῶτον ὅτι ἡ ὑπὸ ΖΕΚ μείζων ἐστὶν τῆς ὑπὸ ΚΕΘ.

Ἐκκείσθω γὰρ χωρὶς ἡ καταγραφὴ μόνου τοῦ περὶ τὸ Γ ἐπικύκλου· καὶ ἐπεζεύχθωσαν αἱ ΖΚ, ΚΘ· καὶ ἔτι αἱ ΑΛ, ΛΘ· ἐπεὶ οὖν μείζων ἐστὶν ἡ ΖΑ εὐθεῖα τῆς ΘΛ, κείσθω τῇ ΛΘ ἴση ἡ ΛΜ, καὶ ἐπεζεύχθω ἡ ΕΜ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΛΜ τῇ ΛΘ, κοινὴ δὲ ἡ ΛΕ, καὶ γωνία ἡ ὑπὸ ΜΛΕ γωνίᾳ τῇ ὑπὸ ΘΛΕ ἐστὶν ἴση, ἐπεὶ καὶ αἱ ἐφεξῆς αὐταῖς διὰ τὸ καὶ τὴν ΖΚ περιφέρειαν τῇ ΚΘ ἴσην εἶναι, βάσις ἄρα ἡ ΜΕ βάσει τῇ ΘΕ ἐστὶν ἴση. καὶ τὸ ΜΛΕ τρίγωνον τῷ ΘΛΕ τριγώνῳ ἴσον ἔσται.

Καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις· ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΜΕΛ γωνία τῇ ὑπὸ ΘΕΛ. ὥστε μείζων ἐστὶν ἡ ὑπὸ ΖΕΚ τῆς ὑπὸ ΚΕΘ.

Εἶτα πάλιν ἐπὶ τῆς τοῦ ὁμοκέντρου καταγραφῆς, ἐπεζεύχθωσαν αἱ ΗΒ, ΚΓ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΖΓΚ τῇ ὑπὸ ΖΒΗ, ἴση ἐστὶν καὶ λοιπὴ ἡ ὑπὸ ΚΓΕ τῇ ὑπὸ ΗΒΕ· καὶ ἔστιν ὡς ἡ ΕΓ πρὸς ΓΚ οὕτως ἡ ΕΒ πρὸς ΒΗ. ἰσογώνιον ἄρα ἐστὶν τὸ ΕΓΚ τρίγωνον τῷ ΕΒΗ τριγώνῳ· ὥστε καὶ ἡ ὑπὸ ΓΕΚ γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΒΕΗ. Μείζων δὲ ἡ ὑπὸ ΓΕΚ τῆς ὑπὸ ΚΕΘ. μείζων ἄρα καὶ ἡ ὑπὸ ΒΕΗ τῆς ὑπὸ ΚΕΘ.

Καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΑΕΒ τῇ ὑπὸ ΒΕΓ, ὧν ἡ ὑπὸ ΗΕΒ τῇ ὑπὸ ΚΕΓ ἐστὶν ἴση, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΕΗ τῇ ὑπὸ ΒΕΚ ἴση ἐστίν.

Καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ὑπὸ ΗΕΒ τῆς ὑπὸ ΘΕΚ, κοινῆς προστεθείσης τῆς ὑπὸ ΒΕΘ, μείζων ἄρα ἡ ὑπὸ ΗΕΘ τῆς ὑπὸ ΒΕΚ. ἴση δὲ ἡ ὑπὸ ΒΕΚ τῇ ὑπὸ ΑΕΗ. μείζων ἄρα ἡ ὑπὸ ΗΕΘ τῆς ὑπὸ ΑΕΗ.

Ὥστε ἡ ἀπογειοτέρα φαινομένη πάροδος τουτέστιν ἡ ὑπὸ ΑΕΗ, ἐλάττων ἐστὶ τῆς περιγειοτέρας φαινομένης παρόδου, τουτέστιν τῆς ὑπὸ ΗΕΘ, ὅπερ ἔδει δεῖξαι.

Ὁμοίως δὲ καὶ ἐὰν κατὰ τὸ ἑξῆς ἑκατέρας τῶν ΑΒ, ΒΓ ἴσας ἀπολάβωμεν τῆς ὁμαλῆς παρόδου τοῦ ἀστέρος περιγειοτέρου γινομένου, διὰ τὴν ἰσοχρονιότητα τῶν κινήσεων μείζων δειχθήσεται ἡ περιγειοτέρα φαινομένη πάροδος τῆς ἀπογειοτέρας.

Διὸ καὶ ἔλεγεν τὴν μὲν ἐλαχίστην πάροδον κατὰ τὸ ἀπογειότατον ἀποτελεῖσθαι τὴν δὲ μεγίστην κατὰ τὸ περιγειότατον, ἐπειδήπερ κἂν βραχύταταί τινες περὶ ταῦτα τὰ σημεῖα ἀποληφθῶσιν τῶν ἴσων καὶ ἰσοχρονίων ὁμαλῶν παρόδων, ἡ ἀπογειοτέρα φαινομένη πάροδος πάντοτε ἐλάττων καταλαμβάνεται διὰ τῶν τοιούτων δείξεων τῆς περιγειοτέρας, ἡ δὲ περιγειοτάτη δηλαδὴ μείζων.

Εἶθʼ ἑξῆς λαμβάνων ἐφʼ ἑκατέρας τῶν ὑποθέσεων τὴν τῶν εἰρημένων λόγων ὁμοιότητα καὶ τῶν ἀποκαταστάσεων ἰσοχρονιότητα, δείκνυσιν ὅτι καθʼ ἑκατέραν αὐτῶν, ὅταν ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὁ ἀστὴρ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ προηγούμενα ποιῆται τὴν κίνησιν, ἡ μεγίστη διαφορὰ γίνεται τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν φαινομένην ἀνώμαλον καθʼ ἣν καὶ ἡ μέση ἤτοι ὁμαλὴ πάροδος τῶν ἀστέρων θεωρεῖται, τουτέστιν ὅταν ἡ ἀπὸ τῆς ὄψεως ἤτοι τοῦ κέντρου τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπὶ τὸν ἀστέρα ἐπιζευγνυμένη εὐθεῖα πρὸς ὀρθὰς τυγχάνῃ τῇ διὰ τῶν ἀπογείων καὶ περιγείων διαμέτρων.

Καλεῖ δὲ τὴν κατὰ τῆς τοιαύτης θέσεως πάροδον μέσην οἱονεὶ ὁμαλήν, διὰ τὸ ἀδιάφορον τῇ ὁμαλῇ τὴν φαινομένην τότε καταλαμβάνεσθαι ἐπὶ πολὺ τῆς αὐτῆς πρὸς αἴσθησιν μενούσης τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς.

Ἔτι δὲ συναποδείκνυσιν ὅτι ὁ χρόνος ἐν ᾧ τοῦτο τὸ ἀπογειότερον τοῦ διὰ μέσων τεταρτημόριον φαίνεται κινούμενος μείζων ἐστὶν τοῦ χρόνου τοῦ ἐν ᾧ τὸ περιγειότερον τεταρτημόριον φαίνεται κινούμενος, ὅπερ συμβαίνει ἀεὶ ἐπὶ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως, καὶ κατὰ τὴν τῶν ἐπικύκλων δέ, ὅταν ὁ ἀστὴρ εἰς τὰ προηγούμενα τοῦ ἐπικύκλου ποιῆται τὴν κίνησιν· ὅταν δὲ εἰς τὰ ἑπόμενα ἀνάπαλιν ὁ ἀπὸ τῆς μεγίστης κινήσεως τουτέστιν ἀπὸ τοῦ ἀπογείου ἐπὶ τὴν μέσην πάροδον χρόνος μείζων ἀποτελεῖται τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν ἐλαχίστην, τουτέστιν ἐπὶ τὸ περιγειότερον, διὰ τὸ ἐπὶ τῆς τοιαύτης εἰς τὰ ἑπόμενα τοῦ ἐπικύκλου τοῦ ἀστέρος μεταβάσεως γινομένης, κατὰ μὲν τὸ ἀπόγειον τὴν μεγίστην πάροδον ἀποτελεῖσθαι κατὰ δὲ τὸ περίγειον τὴν ἐλαχίστην, ὡς ἑξῆς δείξομεν, ἐπεὶ καὶ ἐπὶ ταύτης τὴν ἀπογειοτέραν φαινομένην πάροδον μείζονα δείκνυμεν τῆς περιγειοτέρας.

Εἶθʼ ἑξῆς ποιούμενος τὴν τοιαύτην ἀπόδειξιν ἐρεῖ πάλιν, «ὅτι μὲν οὖν «ὃν ἂν ἔχῃ λόγον ἡ ὑπὸ ΕΒΖ γωνία» ἐπὶ τῆς ἐκτεθειμένης αὐτῷ κατʼ ἐκκεντρότητα καταγραφῆς «πρὸς δ ὀρθὰς, τοῦτον ἔχει τὸν λόγον καὶ «ἡ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου περιφέρεια πρὸς τὸν ὅλον κύκλον», ἐπειδήπερ ἡ μὲν ὑπὸ ΑΕΒ γωνία μείζων οὖσα ὀρθῆς, μείζονα τεταρτημορίου περιφέρειαν ἀπολαμβάνει, ἡ δὲ ὑπὸ ΑΖΒ ὀρθὴ τεταρτημόριον· ὥστε καὶ τὴν ὑπὸ ΕΒΖ ὑπεροχὴν τυγχάνουσαν τῶν εἰρημένων γωνιῶν, τὴν ὑπεροχὴν τῶν εἰρημένων δύο περιφερειῶν ἀπολαμβάνειν πρὸς τῷ κέντρῳ συνισταμένην.

Ἔτι δὲ κατάδηλον γίνεται τὸ λεγόμενον οὕτως· ἐπεὶ αἱ ὁμαλαὶ καὶ αἱ ἀκριβεῖς ἐποχαὶ ἐπὶ τοῦ διὰ μέσων λαμβάνονται δηλαδὴ καὶ αἱ διαφοραί, γεγράφθω περὶ τὸ Ζ κέντρον ὁ ΛΗΚΔ διὰ μέσων τῶν ζῳδίων κύκλος· καὶ διὰ τοῦ Ζ τῇ ΕΒ παράλληλος ἤχθω ἡ ΖΚ· καὶ διήχθωσαν αἱ ΑΓ, ΖΒ ἐπὶ τὰ Δ, Λ, Η σημεῖα. ἴση ἄρα ἐστὶν ἡ μὲν ὑπὸ ΕΖΚ γωνία τῇ ὑπὸ ΑΕΒ τῆς ὁμαλῆς παρόδου, ἡ δὲ ὑπὸ ΗΖΚ τῇ ὑπὸ ΕΒΖ τῆς παρὰ τὴν ὁμαλὴν κίνησιν διαφορᾶς. καὶ ἐπεὶ ὃν ἔχουσιν λόγον αἱ γωνίαι πρὸς ἀλλήλας ὅταν πρὸς τοῖς κέντροις ὦσιν τοῦτον ἔχουσιν καὶ αἱ περιφέρειαι αἱ ἐφʼ ὧν βεβήκασιν, ὃν ἄρα ἔχει λόγον ἡ ὑπὸ ΗΖΚ πρὸς τῷ κέντρῳ τοῦ διὰ μέσων τυγχάνουσα πρὸς τέσσαρας ὀρθάς, τοῦτον ἔχει τὸν λόγον καὶ ἡ ΗΚ περιφέρεια πρὸς τὸν ὅλον κύκλον. καὶ ἔστιν ἡ ΗΚ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου· ὥστε ὃν ἂν ἔχῃ λόγον ἡ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου γωνία πρὸς τὰς δ ὀρθάς, τοῦτον ἔχει τὸν λόγον καὶ ἡ περιφέρεια ἐφʼ ἧς βέβηκεν ἡ πρὸς τῷ κέντρῳ συνισταμένη, πρὸς τὸν ὅλον κύκλον.

Εἶτα ἀποδείξας πρὸς ταῖς εἰρημέναις μέσαις παρόδοις τὰς μεγίστας διαφορὰς συνισταμένας, συναποδείκνυσιν «ὅτι καὶ ἡ ΑΒ περιφέρεια «ἥτις περιέχει τὸν ἀπὸ τῆς ἐλαχίστης κινήσεως» τουτέστιν τοῦ ἀπογείου «ἐπὶ τὴν μέσην» πάροδον «χρόνον, μείζων ἐστὶν τῆς ΒΓ, ἤτις περιέχει «τὸν ἀπὸ τῆς μέσης ... ἐπὶ τὴν μεγίστην ... δυσὶν ταῖς τὸ διάφορον ... περιεχούσαις περιφερείαις.»

Ἐπειδήπερ, ἐὰν διὰ τοῦ Ε τῇ ΖΒ παράλληλον ἀγάγωμεν τὴν ΕΘ, ἡ μὲν ΑΘ ἴση γίνεται τῇ ΘΓ· μείζων ἄρα ἡ ΑΘ τῆς ΒΓ τῇ ΘΒ. ὥστε ὅλη ἡ ΑΒ τῆς ΒΓ μείζων ἐστὶν τῇ διπλασίονι τῆς ΘΒ ὑποτεινούσης τὴν ὑπὸ ΘΕΒ γωνίαν ἴσην τῇ ὑπὸ ΕΒΖ τὸ διάφορον περιεχούσῃ τῆς ἀνωμαλίας.

Ἢ καὶ ἐπὶ τῶν περιφερειῶν τοῦ διὰ μέσων, οὕτως· ἐπὶ τῆς κατὰ τὸ Β μέσης παρόδου ἡ ὁμαλὴ ἐπὶ τοῦ ζῳδιακοῦ ἐστιν κατὰ τὸ Κ, διὰ τὸ ἴσην εἶναι τὴν ὑπὸ ΑΕΒ γωνίαν τῇ ὑπὸ ΑΖΚ ἡ δὲ ἀκριβὴς κατὰ τὸ Η. ἡ ἄρα ΗΚ περιφέρειά ἐστιν τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΔΗ περιφέρεια τῇ ΗΛ περιφερείᾳ, ἡ ἄρα ΛΗ τῆς ΚΔ μείζων ἐστὶν τῇ ΗΚ. ὥστε ὅλη ἡ ΛΚ, ἀπὸ τοῦ Λ ἀπογείου ἐπὶ τὴν κατὰ τὸ Κ τῆς μέσης παρόδου ἐποχήν, μείζων ἐστὶν τῆς ΚΔ ἀπὸ τῆς αὐτῆς κατὰ τὸ Κ ἐποχῆς ἐπὶ τὸ περίγειον, τῇ διπλασίονι τῆς ΗΚ, τὸ διάφορον περιεχούσῃ.

Ὥστε καὶ καθόλου ἐπὶ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως, ἐὰν μὴ ἡ ὁμαλὴ πάροδος καθάπερ ἐπὶ τῶν ε πλανομένων περὶ τὸ τοῦ ζῳδιακοῦ κέντρον ἀποτελῆται, ἐκεῖ φαμεν τὴν ὁμαλὴν ἐποχὴν ἐπὶ τοῦ διὰ μέσων τυγχάνειν, ἔνθα πίπτει ἡ εὐθεῖα ἴσην ποιῶν γωνίαν πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ τῇ γινομένῃ ὑπὸ τῆς ὁμαλῶς περιαγομένης καὶ τῆς διὰ τῶν ἀπογείων· οὕτω γὰρ ἂν τῆς τοῦ ζῳδιακοῦ περιφερείας ὁμοίας συνισταμένης τῇ ἐπὶ τοῦ ἐκκέντρου ὁμαλῇ δεόντως ἐπὶ τοῦ ζῳδιακοῦ ἐκβάλλεται ἡ ὁμαλὴ πάροδος.

Εἶτα ἑξῆς ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως δεῖξαι βουλόμενος τὸ αὐτὸ τοῦτο συμβαῖνόν φησιν· «ἔστω ὁμόκεντρος τῷ κόσμῳ» καὶ ἐν τῷ ἐπιπέδῳ τοῦ διὰ μέσων «ὁ ΑΒΓ, περὶ κέντρον τὸ Δ, καὶ διάμετρον τὴν «ΑΔΒ· ὁ δʼ ἐν τῷ αὐτῷ ἐπιπέδῳ φερόμενος ἐπʼ αὐτοῦ ἐπίκυκλος ὁ ΕΖΗ, «περὶ κέντρον τὸ Α. καὶ ὑποκείσθω ὁ ἀστὴρ κατὰ τὸ Η». ἀπὸ τοῦ Ε ἀπογείου ἐπὶ τὰ προηγούμενα τοῦ ἐπικύκλου τὴν ΕΗ περιφέρειαν κινηθήσεται «τεταρτημόριον ἀπέχων φαίνεται τοῦ κατὰ τὸ ἀπόγειον σημείου», τουτέστιν ὅταν ἡ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸν ἀστέρα ἐπιζευγνυμένη εὐθεῖα ὀρθὴν ποιῇ γωνίαν πρὸς τὴν διὰ τοῦ ἀπογείου καὶ τοῦ περιγείου διάμετρον.

«Καὶ ἐπεζεύχθωσαν ἥ τε ΑΗ καὶ ἡ ΔΗ. λέγω ὅτι ἡ ΔΗΓ ἐφάπτεται «τοῦ ἐπικύκλου· τότε γὰρ τὸ πλεῖστον γίνεται διάφορον τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν φαινομένην ἀνώμαλον».

Ἵνα δὲ σαφεστέρα γένηται ἡ προειρημένη ἀπόδειξις, διήχθω διὰ τοῦ Δ ἡ ΛΔΝΜΞ διάμετρος, πρὸς ὀρθὰς τῇ ΔΓ, ἐφʼ ἧς ἀπογειότατος καὶ περιγειότατος ὁ ἀστὴρ γίνεται. καὶ γεγράφθω περὶ τὸ Μ ὁ ΞΝ ἐπίκυκλος οὕτως ἔχων δηλαδὴ ὥστε καὶ τὸν ἀστέρα τότε κατὰ τοῦ Ξ ἀπογείου τυγχάνοντα φαίνεσθαι περιγραφέντος τοῦ ΟΠΡ ζῳδιακοῦ κατὰ τὸ Ο. καὶ ἐν ᾧ ὁ ἐπίκυκλος κεκίνηται τὴν ΜΑ, ἐν τοσούτῳ καὶ ὁ ἀστὴρ ἐπὶ τὰ προηγούμενα τοῦ ἐπικύκλου τὴν ΕΗ κινηθεὶς καὶ κατὰ τοῦ Η τυγχάνων, φαινέσθω κατὰ τὸ Π, ἀπέχων ἀπὸ τῆς πρὸς τῷ Ο κατὰ τὸ ἀπόγειον ἐποχῆς τὴν ΟΠ τεταρτημοριαίαν περιφέρειαν, τουτέστιν τὴν ὑπὸ ΟΔΠ πρὸς τῇ ὄψει ὀρθὴν γωνίαν. καὶ δῆλον ὡς ὅτι διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων ἴση ἔσται ἡ ὑπὸ ΜΔΑ γωνία τῆς τοῦ ἐπικύκλου μεταβάσεως, τῇ ὑπὸ ΕΑΗ τοῦ ἀστέρος· διὰ τοῦτο δὲ καὶ παράλληλος ἡ ΔΜ τῇ ΑΗ.

Φησὶν οὖν ὅτι «ἐπεὶ ἡ μὲν ὁμαλὴ ἀπὸ τοῦ ἀπογείου κίνησις περιέχεται «ὑπὸ τῆς ΕΑΗ» τουτέστιν τῆς ὑπὸ ΜΔΑ, διό φησιν «ἰσοταχῶς γὰρ ὅ τε «ἀστὴρ τὸν ἐπίκυκλον καὶ ὁ ἐπίκυκλος τὸν ὁμόκεντρον διέρχονται· τὸ δὲ «διάφορον τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν φαινομένην» ἀνώμαλον «ὑπὸ “τῆς ὑπὸ ΑΔΗ γωνίας περιέχεται· «φανερὸν ὅτι καὶ ἡ ὑπεροχὴ τῆς ὑπὸ ΜΔΑ πρὸς τὴν ὑπὸ ΑΔΗ, τουτέστιν ἡ ὑπὸ ΜΔΗ, τὴν φαινομένην τοῦ ἀστέρος πάροδον περιέχει.»”» ὑπόκειται δὲ αὐτὴ ὀρθή· ὀρθὴ ἄρα καὶ ἡ ὑπὸ ΔΗΑ, ἐναλλὰξ γάρ, καὶ ἴση τῇ φαινομένῃ. «καὶ διὰ τοῦτο ἐφαπτομένη ἡ ΔΗΓ τοῦ ἐπικύκλου» τὴν μεγίστην ποιεῖται διαφορὰν τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν φαινομένην ἀνώμαλον, τουτέστιν τὴν ὑπὸ ΕΔΗ· εἰ γὰρ ταύτης μείζων συσταθήσεται, ἐκπεσεῖται ἥ τε εὐθεῖα καὶ ὁ ἀστὴρ τοῦ ἐπικύκλου, ὅπερ ἄτοπον· ὑπόκειται γὰρ πάντοτε ἐπʼ αὐτοῦ κινούμενος.

Ἔτι συναποδεικνύων καὶ ἐπὶ τῆς τοιαύτης ὑποθέσεως ὅτι ὁ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνος μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην δυσὶ ταῖς τὸ διάφορον περιεχούσαις περιφερείαις, χρῆται τῇ ἀποδείξει οὕτως·

Ἐκβάλλων γὰρ τὴν ΔΗΘ καὶ πρὸς ὀρθὰς τῇ ΕΖ ἀγαγὼν τὴν ΑΚΘ, φησίν· «ἴσαι μὲν γίγνονται αἵ τε ὑπὸ ΚΑΗ καὶ ΑΔΗ γωνίαι», ἅτε ἐν ὀρθογωνίῳ τριγώνῳ τῷ ΑΔΘ, ἀπὸ τῆς ὀρθῆς γωνίας ἐπὶ τὴν βάσιν κάθετον ἦχθαι καὶ ἰσογώνια γίνεσθαι τὰ τρίγωνα. καὶ ἐπεὶ πρὸς τοῖς κέντροις εἰσὶ τῶν κύκλων αἱ ἴσαι γωνίαι, ὁμοία ἄρα ἐστὶν καὶ ἡ ΑΓ περιφέρεια τῇ ΚΗ. ὥστε καὶ ἰσοχρόνιοι ἔσονται αἱ ἐπʼ αὐτῶν ὁμαλαὶ καὶ ἰσοταχεῖς κινήσεις.

Ἐπεὶ οὖν διαφορὰ τῆς ὁμαλῆς κινήσεως παρὰ τὴν φαινομένην ἀνώμαλον ἐδείκνυτο ἡ ὑπὸ ΑΔΗ γωνία τουτέστιν ἡ ΑΓ περιφέρεια· ταύτῃ δὲ ἰσοχρόνιος ἐδείχθη ἡ ΚΗ· ταύτῃ καὶ πρὸς τὴν ἀπόδειξιν συγχρώμενος δείκνυσιν ὅτι ὁ τῆς ΕΗ ὁμαλῆς παρόδου χρόνος τοῦ τῆς ΗΖ διαφέρει δυσὶ τοῖς παρὰ τὴν ἀνωμαλίαν διαφόροις τουτέστι δυσὶ ταῖς ΚΗ περιφερείαις.

Καὶ ἔστιν αὐτόθεν φανερόν· ἐπειδήπερ ἡ μὲν ΕΗ μείζων ἐστὶν τῆς ΕΚ τεταρτημοριαίας τῇ ΚΗ, ἡ δὲ ΖΗ ἐλάττων τῆς ΚΖ καὶ αὐτῆς τεταρτημοριαίας τῇ αὐτῇ τῇ ΚΗ, ὥστε ἡ ΕΗ τῆς ΗΖ ὑπερέχει δυσὶ ταῖς ΚΗ.

Ἢ καὶ οὕτως· ἐπεὶ ἡ ΕΚ μείζων ἐστὶν τῆς ΗΖ τῇ ΚΗ, ἡ ἄρα ΕΗ μείζων ἐστὶν τῆς ΗΖ δυσὶ ταῖς ΚΗ.

Ἔστι δὲ πάλιν προχειρότερον καὶ οὕτως ἀποδεῖξαι ὅτι ὁ ἀπὸ τῆς ἐλαχίστης κινήσεως τουτέστιν τοῦ ἀπογείου ἐπὶ τὴν μέσην χρόνος, οἱονεὶ ὁ τῆς ΜΑ, τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὸ περίγειον, τουτέστιν τοῦ τῆς ΑΛ, μείζων ἐστὶν δυσὶ ταῖς τὸ διάφορον περιεχούσαις, τουτέστι δυσὶ ταῖς ΑΓ. ἐπειδήπερ πάλιν ἴσης οὔσης τῇ ΜΓ τῆς ΓΛ ἡ ΜΑ τῆς ΓΛ μείζων ἐστὶν τῇ ΓΑ. ἡ ἄρα ΜΑ τῆς ΑΛ μείζων ἐστὶ δυσὶ ταῖς ΑΓ. ὅπερ ἔδει δεῖξαι. Λέγω δὴ καὶ ὅτι ἡ ΔΓ εὐθεῖα ἐφάπτεται τοῦ ἐπικύκλου κατά τι σημεῖον μεταξὺ τῶν Γ, Ζ. μὴ γὰρ ἀλλʼ εἰ δυνατὸν ἐφαπτέσθω ἤτοι κατὰ τὸ Γ ἢ ἐπί τινος τῶν μεταξὺ τῶν Ε, Γ, καὶ πρότερον κατὰ τὸ Γ. καὶ καταγεγράφθω ἡ ὁμοία καταγραφὴ τοῦ τε ὁμοκέντρου καὶ τοῦ ἐπικύκλου· ἡ δὲ ΗΔ ἐφαπτέσθω κατὰ τὸ Γ· καὶ ἐπεζεύχθω ἀπὸ τοῦ Α κέντρου ἐπὶ τὴν ἁφὴν ἡ ΑΓ. ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΑΓΔ. καὶ ἐὰν ἐκβάλωμεν τὴν ΔΓ ἐπὶ τὸ Ξ, ἔσται ἡ ὑπὸ ΑΓΞ ὀρθὴ γωνία ἐν μείζονι τμήματι ἡμικυκλίου τῷ ΑΓΞ, ὅπερ ἄτοπον. οὐκ ἄρα ἡ ἀπὸ τοῦ Δ κέντρου τοῦ ὁμοκέντρου ἐφάψεται τοῦ ἐπικύκλου κατὰ τὸ κοινὸν αὐτῶν σημεῖον.

Λέγω δὴ ὅτι οὐδὲ μεταξὺ τῶν Ε, Γ. εἰ γὰρ δυνατόν, ἐφαπτέσθω κατὰ τὸ Κ, ὡς ἡ ΔΘΚ. καὶ ἐπεζεύχθωσαν αἱ ΑΚ, ΑΘ. καὶ ἐπεὶ ἀπὸ τοῦ Α κέντρου ἐπὶ τὴν κατὰ τὸ Κ ἁφὴν ἐπέζευκται ἡ ΑΚ, ὀρθὴ ἄρα ἡ ὑπὸ ΑΚΔ, ἀμβλεῖα ἄρα ἡ ὑπὸ ΑΘΔ. καὶ ἐκβληθείσης πάλιν τῆς ΘΔ κατὰ τὸ Ξ ἐστὶν ἡ ὑπὸ ΑΘΞ ἀμβλεῖα γωνία ἐν μείζονι ἡμικυκλίου τῷ ΑΘΞ, ὅπερ ἄτοπον. οὐδʼ ἄρα μεταξὺ τῆς ΕΓ περιφερείας ἔσται ἡ ἐπαφή. ἐδείχθη δὲ ὅτι οὐδὲ κατὰ τὸ Γ. μεταξὺ ἄρα τῶν Γ, Ζ.

«Κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ἐπικύκλων τὰς ἀπὸ τοῦ ἀπογείου «ποιοῦσαν περιαγωγὰς τῶν ἀστέρων, ἀνάπαλιν τὸν ἀπὸ τῆς μεγίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνον μείζονα γινόμενον τοῦ ἀπὸ τῆς μέσης ἐπὶ «τὴν ἐλαχίστην, διὰ τὸ κατὰ τὸ ἀπόγειον ἐπὶ ταύτης τὴν μεγίστην πάροδον ἀποτελεῖσθαι.»

Λέγω οὖν, ὅπερ αὐτῷ παραλέλειπται, ὅτι ἐὰν ἡ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου τοῦ ἀστέρος μετάβασις εἰς τὰ ἑπόμενα ἀποτελῆται, ὁ ἀπὸ τῆς μεγίστης κινήσεως τουτέστιν τοῦ ἀπογείου ἐπὶ τὴν μέσην πάροδον χρόνον μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν ἐλαχίστην τουτέστιν ἐπὶ τὸ περίγειον.

Ἵνα δὲ ἐπὶ καταγραφῆς φανερὸν γένηται τὸ λεγόμενον, ἐκκείσθω ὁμόκεντρος καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων κύκλος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΔ, ὁ δὲ ἐπʼ αὐτοῦ φερόμενος ἐπίκυκλος ὁ ΖΗ· καὶ ὑποκείσθω, ὅταν μὲν ὁ ἐπίκυκλος ἐπὶ τοῦ Α τυγχάνῃ, καὶ ὁ ἀστὴρ κατὰ τοῦ Ζ ἀπογείου. κεκινήσθω ὁ ἐπίκυκλος ἐν ἴσοις χρόνοις δύο ἴσας περιφερείας ὁμαλῶς τὰς ΑΒ, ΒΓ, καὶ ἐν ᾧ μὲν ὁ ἐπίκυκλος τὴν ΑΒ καὶ ὁ ἀστὴρ τὴν ΖΗ ὁμοίας οὔσας, ἐν ᾧ δὲ πάλιν ὁ ἐπίκυκλος τὴν ΑΓ, καὶ ὁ ἀστὴρ τὴν ΖΘ ὁμοίας πάλιν οὔσας. καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΑΓ τῆς ΑΒ διπλῆ ἐστιν καὶ ἡ ΖΘ τῆς ΖΗ. κείσθω τῇ ΖΗ ἴση ἡ ΖΚ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΗ, ΕΗ, ΓΚ, ΚΕ, ΕΘ. ὁμοίως δὴ τοῖς ἔμπροσθεν δειχθήσεται ὅτι τῆς μὲν ὑπὸ ΑΕΒ ὁμαλῆς παρόδου φαινομένη ἐστὶν ἡ ὑπὸ ΑΕΗ, τῆς δὲ ὑπὸ ΒΕΓ ὁμαλῆς, φαινομένη ἐστὶν ἡ ὑπὸ ΗΕΘ· καὶ ὅτι ἡ μὲν ὑπὸ ΒΕΗ ἴση ἐστὶν τῇ ὑπὸ ΓΕΚ, ἡ δὲ ὑπὸ ΓΕΚ μείζων τῆς ὑπὸ ΚΕΘ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΑΕΒ τῇ ὑπὸ ΒΕΓ, ἀλλὰ καὶ ἡ ὑπὸ ΒΕΗ τῇ ὑπὸ ΓΕΚ, καὶ ἡ ὑπὸ ΑΕΗ ἄρα τῇ ὑπὸ ΒΕΚ ἐστὶν ἴση. καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ὑπὸ ΒΕΗ τῆς ὑπὸ ΚΕΘ, ἐπεὶ καὶ ἡ ὑπὸ ΓΕΚ, κοινὴ ἡ ὑπὸ ΗΕΚ, ὅλη ἄρα ἡ ὑπὸ ΒΕΚ ὅλης τῆς ὑπὸ ΗΕΘ μείζων ἐστίν. ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΒΕΚ ἴση τῇ ὑπὸ ΑΕΗ. ὥστε καὶ ἡ ὑπὸ ΑΕΗ ἀπογειοτέρα φαινομένη πάροδος μείζων ἐστὶν τῆς ὑπὸ ΗΕΘ περιγειοτέρας, καὶ διὰ τοῦτο ἀεὶ τῆς ἀπογειοτέρας φαινομένης παρόδου μείζονος ἀποτελουμένης, κατὰ τὸ ἀπόγειον, οἱονεὶ περὶ αὐτὸ τὸ ἀπόγειον, ἡ μεγίστη πάροδος ἀποτελεσθήσεται, περὶ δὲ αὐτὸ τὸ περίγειον ἡ ἐλαχίστη.

Λέγω ὅτι καὶ ὁ ἀπὸ τῆς μεγίστης κινήσεως τουτέστιν τοῦ ἀπογείου ἐπὶ τὴν μέσην πάροδον χρόνος, μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν ἐλαχίστην τουτέστιν ἐπὶ τὸ περίγειον.

Μετακεκινήσθω δὴ ὁ ἐπίκυκλος καὶ ἔστω κατὰ τὸ Μ. καὶ διήχθω ἡ ΕΜΖ καὶ ἤχθω ἀπὸ τοῦ Ε κέντρου ἐφαπτομένη τοῦ ἐπικύκλου ἡ ΕΛ. καὶ ἐν ᾧ ὁ ἐπίκυκλος τὴν ΑΜ καὶ ὁ ἀστὴρ τὴν ΖΛ ὁμοίαν οὖσαν. ἡ ἄρα μέση τοῦ ἀστέρος πάροδος θεωρηθήσεται περὶ τὸ Λ αὐτοῦ τυγχάνοντος, διὰ τὸ ὡς ἔφαμεν ἔμπροσθεν, περὶ ταῦτα τὰ σημεῖα ἐφʼ ἱκανὸν διάστημα τὴν παρὰ τὴν ἀνωμαλίαν διαφορὰν τὴν αὐτὴν πρὸς αἴσθησιν γινομένην, καὶ τὴν φαινομένην πάροδον τὴν αὐτὴν πρὸς αἴσθησιν ποιεῖν τῇ ὁμαλῇ.

Ἐπιζεύχθω ἡ ΜΛ. καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΜΛΕ, ὁξεῖα δὲ ἡ ὑπὸ ΕΜΛ, ἀμβλεῖα ἄρα ἡ ὑπὸ ΖΜΛ· μείζων ἄρα ἡ ΖΛ περιφέρεια τῆς ΛΝ.

Καὶ ὁμαλῶς αὐτὰς ὁ ἀστὴρ διαπορεύεται. ὁ ἄρα ἀπὸ τῆς κατὰ τὸ Ζ μεγίστης κινήσεως μέχρι τῆς κατὰ τὸ Λ μέσης χρόνος, μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν κατὰ τὸ Ν ἐλαχίστην.

Ἢ καὶ ὡς ἐπὶ τοῦ ὁμοκέντρου ἢ καὶ αὐτοῦ τοῦ ζῳδιακοῦ· ἐπεὶ ἡ μὲν ΖΛ ὁμοία ἐστὶν τῇ ΑΜ, ἡ δὲ ΛΝ τῇ ΜΔ, καὶ οὕτως ὁ ἀπὸ τῆς κατὰ τὸ Α θέσεως τοῦ ἐπικύκλου μεγίστης κινήσεως ἐπὶ τὴν κατὰ τὸ Μ μέσην χρόνος, μείζων ἐστὶν τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν κατὰ τὸ Δ ἐλαχίστην.

Οὐκέτι δὲ ἐπὶ τῆς τοιαύτης ἐπὶ τοῦ ἐπικύκλου τοῦ ἀστέρος παρόδου καὶ τῆς φαινομένης τεταρτημόριον ἀπὸ τοῦ ἀπογείου ἀπολαμβανούσης τὸ τοιοῦτον συμβαίνει.

Δείξας ἐπὶ τῶν μέσων παρόδων τὴν ὁμοιότητα τῶν εἰρημένων ὑποθέσεων, εἶθʼ ἑξῆς καὶ ἐπὶ τῶν κατὰ μέρος συμπλέξας τὰς ὑποθέσεις, καὶ δείξας πάλιν διὰ τῶν γραμμῶν ὅτι «ἐν τοῖς ἴσοις χρόνοις τὰ αὐτὰ ἀπαραλλάκτως συμβαίνει ἀποτελεῖσθαι καθʼ ἑκατέραν αὐτῶν περί τε τὰς ὁμαλὰς καὶ τὰς φαινομένας παρόδους, καὶ ἔτι τὰς ὑπεροχὰς αὐτῶν — τουτέστιν τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον —» ἐάν τε ἴσος ἐάν τε ἄνισος ᾖ ἔκκεντρος τῷ ὁμοκέντρῳ, τῶν λόγων μόνον τῶν αὐτῶν ὑποκειμένων καὶ τῆς ἰσοχρονιότητος τῶν ἀποκαταστάσεων — τουτέστιν ὅταν καθὼς ἔφαμεν ὃν ἔχει λόγον ἡ μεταξὺ τῶν κέντρων τοῦ τε ἐκκέντρου καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων πρὸς τὴν ἐκ τοῦ κέντρου, τοῦτον ἔχῃ τὸν λόγον καὶ ἡ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ὁμοκέντρου· καὶ ἔτι ἐν ὅσῳ χρόνῳ ὁ ἀστὴρ τὸν ἔκκεντρον κύκλον ἀμετάπτωτον ὄντα ὁμαλῶς εἰς τὰ ἑπόμενα κινούμενος ἀποκαθίσταται, ἐν τοσούτῳ καὶ ὁ ἐπίκυκλος τὸν ὁμόκεντρον καὶ ἔτι ὁ ἀστὴρ τὸν ἐπίκυκλον, τῆς ἀπὸ τοῦ ἀπογείου μεταβάσεως αὐτοῦ εἰς τὰ προηγούμενα γινομένης —, ἑξῆς δείκνυσι πάλιν ἐφʼ ἑκατέρας τῶν ὑποθέσεων ὅτι «ἐὰν ὁ ἀστὴρ ἴσας περιφερείας ἀπειληφὼς «φαίνεται ἀπό τε τοῦ ἀπογείου καὶ τοῦ περιγείου, ἴσον ἔσται καθʼ ἑκατέραν θέσιν τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον.»

Καὶ ἐκθέμενος πρῶτον ἔκκεντρον κύκλον τὸν ΑΒΓΔ περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΑΕΓ, ἐφʼ ἧς τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ, καὶ διαγαγὼν διὰ τῆς κατὰ τὸ Ζ ὄψεως τὴν ΒΖΔ ἵνα αἱ φαινόμεναι πάροδοι ἀπό τε τοῦ ἀπογείου καὶ τοῦ περιγείου ἴσαι καὶ ἀπεναντίον τυγχάνωσιν, καὶ ἐπιζεύξας τὰς ΕΒ, ΕΔ, καὶ φανεροῦ ὄντος αὐτόθεν ὅτι αἱ παρὰ τὴν ἀνωμαλίαν διαφοραὶ ἴσαι εἰσίν, φησὶν ὅτι «τῷ αὐτῷ διαφόρῳ τῆς φαινομένης περιφερείας μείζονα μὲν γίνεσθαι τὴν ἀπὸ τοῦ ἀπογείου τῆς ὁμαλῆς κινήσεως περιφέρειαν ἐλάττονα δὲ τὴν ἀπὸ τοῦ περιγείου.»

Δείξομεν οὖν καὶ τὸ τοιοῦτον οὕτως· περιγεγράφθω γὰρ ὁ ΘΚΛΜΝΞ διὰ μέσων τῶν ζῳδίων. καὶ ἤχθω διὰ τοῦ Ε παράλληλος τῇ ΒΖΔ ἡ ΚΟΕΠΞ. καὶ διήχθω ἡ ΒΖΔ ἐπὶ τὰ Λ, Ν σημεῖα, καὶ ἔτι ἡ ΑΕΓ ἐπὶ τὰ Θ, Μ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ πρὸς τῷ Β γωνία τῇ πρὸς τῷ Δ, καὶ ἐναλλὰξ ἄρα αἱ ὑπὸ ΒΕΟ, ΔΕΠ ἴσαι ἀλλήλοις εἰσίν· ὥστε καὶ ἡ ΟΒ περιφέρεια τῇ ΔΠ ἴση ἐστίν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΘΖΛ γωνία τῇ ὑπὸ ΑΕΟ, ἡ δὲ ὑπὸ ΜΖΝ τῇ ὑπὸ ΜΕΞ, ὅμοιαι ἄρα ἔσονται καὶ ἡ μὲν ΘΛ περιφέρεια τῇ ΑΟ, ἡ δὲ ΜΝ τῇ ΠΓ. ὥστε καὶ ἡ ΑΒ τῆς ἀπὸ τοῦ ἀπογείου ὁμαλῆς παρόδου περιφέρεια, μείζων ἐστὶν ἢ ὁμοία τῆς ΑΟ, τουτέστιν τῆς ΘΛ φαινομένης, τῇ ΒΟ παρὰ τὴν ἀνωμαλίαν διαφορᾷ· οὕτω γὰρ λέγει τὸ μεῖζον. ἡ δὲ ΓΔ τῆς ἀπὸ τοῦ περιγείου ὁμαλῆς παρόδου περιφέρεια ἐλάττων ἐστὶν ἢ ὁμοία τῆς ΓΠ, ὁμοίας τυγχανούσης τῇ ΜΝ φαινομένῃ, τῇ ΔΠ. καὶ ἔστιν ἴση ἡ ΟΒ τῇ ΔΠ, ὥστε τῷ αὐτῷ διαφόρῳ τῶν περιφερειῶν διοίσουσιν τὸν εἰρημένον τρόπον αἱ φαινόμεναι πάροδοι τῶν ὁμαλῶν.

Ὁμοίως δὴ κἂν κατὰ τῶν Β καὶ Ρ τυγχάνων ὁ ἀστὴρ ἴσον ἀπέχων φαίνεται ἀπὸ τοῦ ἀπογείου καὶ τοῦ περιγείου, ὥστε ἐπιζευχθεισῶν τῶν ΕΡ, ΖΡ ἴσην γενέσθαι τὴν ὑπὸ ΡΖΓ τῇ ὑπὸ ΒΖΑ, ἴση ἔσται καὶ ἡ πρὸς τῷ Ρ διαφορὰ τῇ πρὸς τῷ Β, διὰ τὸ καὶ τὴν ὑπὸ ΡΖΓ γωνίαν ἴσην τυγχάνειν τῇ ὑπὸ ΓΖΔ, ἔπειτα τῇ ὑπὸ ΑΖΒ· ὥστε καὶ λοιπὴν τὴν ὑπὸ ΡΖΕ λοιπῇ τῇ ὑπὸ ΔΖΕ καταλείπεσθαι ἴσην. καὶ περὶ ἄλλας γωνίας τὰς πρὸς τῷ Ε εἶναι ὡς τὴν ΡΕ πρὸς ΕΖ, οὕτω τὴν ΔΕ πρὸς ΕΖ, ἑκατέραν δὲ τῶν πρὸς τοῖς Ρ, Δ ἐλάττονα εἶναι ὀρθῆς. καὶ διὰ τοῦτο ἰσογώνιον γίνεται τὸ ΕΡΖ τρίγωνον τῷ ΕΔΖ, καὶ ἴσην τὴν πρὸς τῷ Ρ τῇ πρὸς τῷ Δ, τουτέστιν τῇ πρὸς τῷ Β.

Καὶ ὁμοίως ἐπὶ τῆς πρὸς τῷ Ρ περιγειοτέρας θέσεως μείζωνἐστὶν ἡ φαινομένη ἡ ὑπὸ ΡΖΓ τῆς ὑπὸ ΡΕΓ ὁμαλῆς τῇ πρὸς τῷ Ρ διαφορᾷ.

Πάλιν, ἐπεὶ τὴν τοιαύτην ἀπόδειξιν ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως πεποίηται ὡς τοῦ ἐπικύκλου μένοντος τοῦ δὲ ἀστέρος ἐπʼ αὐτοῦ κινουμένου, ἐπεὶ καὶ κατὰ τοῦ αὐτοῦ σημείου τοῦ ὁμοκέντρου τοῦ ἐπικύκλου τυγχάνοντος τὸν ἀστέρα κατὰ διαφόρων τόπων τοῦ ἐπικύκλου παρείληφεν, καθάπερ ἐπὶ τῆς ἐκτεθειμένης αὐτῷ εἰς τὴν τοιαύτην δεῖξιν καταγραφῆς, ὅπερ οὐχ οἷόν τε διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων, ποιησόμεθα πάλιν αὐτοὶ τὴν ἀπόδειξιν ὡς κινουμένου τοῦ ἐπικύκλου τὰς ὁμοίας τῇ ἐπʼ αὐτοῦ τοῦ ἀστέρος μεταβάσεις.

Καὶ ἔστιν ὁ μὲν ὁμόκεντρος καὶ ἐν τῷ αὐτῷ τοῦ διὰ μέσων ἐπιπέδῳ κύκλος ὁ ΑΒΓΛ, περὶ κέντρον τὸ Δ, καὶ διάμετρον καθʼ ἣν ἀπογειότατός τε καὶ περιγειότατος ὁ ἀστὴρ γίνεται τὴν ΑΔΓ. καὶ γεγράφθωσαν ἴσοι ἐπίκυκλοι περὶ τὰ Α, Γ σημεῖα καὶ ἐκβεβλήσθω ἡ ΑΓ ἐπὶ τὸ Ε, ὥστε ὅταν ὁ ἐπίκυκλος ἐπὶ τοῦ Α τυγχάνῃ, καὶ ὁ ἀστὴρ ἐπὶ τοῦ Ε ἀπογείου, ὅταν δὲ ἐπὶ τοῦ Γ ᾖ ὁ ἐπίκυκλος, καὶ ὁ ἀστὴρ ἐπὶ τοῦ Η περιγείου, διὰ τὴν ἰσοχρονιότητα ὡς ἔφαμεν τῶν ἀποκαταστάσεων. καὶ ἀπεχέτω ὁ ἀστὴρ τῶν Εʹ, Ηʹ ἀπογείων καὶ περιγείων τῶν ἐπικύκλων τὰς ΕʹΖ, ΗʹΘ· καὶ ἐν ᾧ ὁ ἀστὴρ τὴν ΕʹΖ κεκίνηται ἐν τοσούτῳ καὶ ὁ ἐπίκυκλος τὴν ΑΒ, ἐν ᾧ δὲ πάλιν ὁ ἀστὴρ τὴν ΗʹΘ ἐν τοσούτῳ καὶ ὁ ἐπίκυκλος τὴν ΓΛ. καὶ ἐπεζεύχθω ἥ τε ΔΒ καὶ ἡ ΒΖ καὶ ΔΖ καὶ ἔτι αἱ ΔΛ ΔΘ ΛΘ. καὶ ἔστω ἴση ἡ ὑπὸ ΑΔΖ τῇ ἀπὸ τοῦ ἀπογείου φαινομένῃ παρόδῳ, τοῦτο γὰρ ὑπόκειται, ὥστε ἐπὶ μιᾶς πάλιν εὐθείας τῆς ΖΔΘΜ τυγχάνειν τὸν ἀστέρα.

Ἐπεὶ οὖν ἡ μὲν ὑπὸ ΑΔΒ ὁμαλή ἐστιν ἀπὸ τοῦ ἀπογείου, ἡ δὲ ὑπὸ ΑΔΖ φαινομένη, διαφορὰ ἄρα ἐστὶν αὐτῶν ἡ ὑπὸ ΖΔΒ. πάλιν ἐπεὶ ἡ μὲν ὑπὸ ΓΔΛ ὁμαλή ἐστιν ἀπὸ τοῦ περιγείου, ἡ δὲ ὑπὸ ΓΔΘ φαινομένη, διαφορὰ ἄρα πάλιν ἐστὶν αὐτῶν ἡ ὑπὸ ΘΔΛ.

Λέγω οὖν ὅτι ἴση ἐστὶν ἡ ὑπὸ ΖΔΒ διαφορὰ τῇ ὑπὸ ΘΔΛ.

Ἐπεζεύχθω γὰρ ἡ ΒΛ. καὶ ἐπεὶ ἡ ΒΖ τῇ ΘΛ ἐστὶν ἴση, ἔστιν δὲ αὕτη καὶ παράλληλος — ἑκατέρα γὰρ αὐτῶν τῇ ΑΓ ἐστὶν παράλληλος διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων — καὶ ἡ ΖΘ ἄρα τῇ ΒΛ παράλληλός ἐστιν. ἴση ἄρα ἡ μὲν ὑπὸ ΖΔΒ τῇ ὑπὸ ΔΒΛ, ἡ δὲ ὑπὸ ΒΛΔ τῇ ὑπὸ ΛΔΘ. ἀλλὰ ἡ ὑπὸ ΔΒΛ τῇ ὑπὸ ΔΛΒ ἴση ἐστίν. καὶ ἡ ὑπὸ ΒΔΖ ἄρα τῇ ὑπὸ ΛΔΘ ἴση ἐστίν. ὥστε ἡ ὑπὸ ΖΔΒ, διαφορὰ τῆς ἀπὸ τοῦ ἀπογείου φαινομένης παρόδου παρὰ τὴν ὁμαλήν, ἴση ἐστὶν τῇ ὑπὸ ΘΔΛ διαφορᾷ τῆς ἀπὸ τοῦ περιγείου φαινομένης παρὰ τὴν ὁμαλήν.

Ὁμοίως δὲ καὶ ἐὰν ἐπὶ τὰ αὐτὰ μέρη ὦσιν οἱ ἐπίκυκλοι, ἐπεὶ καὶ ἡ ἐπὶ τοῦ ῥητοῦ καταγραφὴ ἐπὶ τοῦ αὐτοῦ ἡμικυκλίου τοῦ ἐπικύκλου ἔχει τὸν ἀστέρα ὑποκείμενον, οἷον ἐὰν ἀντὶ τοῦ περὶ τὸ Λ ἐπίκυκλον γράψωμεν περὶ τὸ Ν ἀπολαβόντες ἴσας τὰς φαινομένας ἀπὸ τῆς κατὰ τὸ ἀπόγειον καὶ περίγειον θέσεως παρόδους καὶ οὕτως τῇ αὐτῇ δείξει κατακολουθοῦντες, περαίνομεν τὸ προκείμενον.

Γεγράφθω γὰρ καὶ περὶ τὸ Ν ὁ ΟΠΡ ἐπίκυκλος καὶ ἐπιζευχθεῖσα ἡ ΔΝ διήχθω ἐπὶ τὸ Ο. καὶ ἀπειλήφθω τῇ ΑΝ ὁμοία ἡ ΟΡ, ὥστε κατὰ τὸ Ρ τυγχάνειν τὸν ἀστέρα. καὶ ἐπιζευχθεῖσα πάλιν ἡ ΔΡ διήχθω ἐπὶ τὸ Π καὶ ἐπεζεύχθωσαν αἱ ΝΠ, ΝΡ. καὶ ἔστω ἴση ἡ ἀπὸ τοῦ ἀπογείου φαινομένη ἡ ὑπὸ ΑΔΖ τῇ ἀπὸ τοῦ περιγείου φαινομένῃ τῇ ὑπὸ ΓΔΡ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΑΔΖ τῇ ὑπὸ ΔΖΒ ἐναλλάξ, ἡ δὲ ὑπὸ ΓΔΡ τῇ ὑπὸ ΝΡΠ τουτέστιν ἡ ὑπὸ ΔΠΝ, ἴση ἄρα καὶ ἡ ὑπὸ ΔΖΒ τῇ ὑπὸ ΔΠΝ. καὶ περὶ τὰς πρὸς τοῖς Β, Ν γωνίας αἱ πλευραὶ ἀνάλογόν εἰσιν. αἱ δὲ λοιπαὶ ἐλάττονες δύο ὀρθῶν· ἴση ἄρα ἡ ὑπὸ ΖΔΒ διαφορὰ τῇ ὑπὸ ΡΔΝ. καὶ ὁμοίως ἡ ὑπὸ ΑΔΒ ἀπὸ τοῦ ἀπογείου ὁμαλὴ μείζων ἐστὶν τῆς ὑπὸ ΑΔΖ φαινομένης, τῇ ὑπὸ ΖΔΕʹ διαφορᾷ· ἡ δὲ ὑπὸ ΝΔΓ πρὸς τῷ περιγείῳ ὁμαλὴ ἐλάττων τῆς ὑπὸ ΡΔΓ φαινομένης τῇ ὑπὸ ΝΔΡ διαφορᾷ. δείκνυται δὲ ἐλάττων ὀρθῆς ἑκατέρα τῶν πρὸς τῷ Δ γωνιῶν ἐπειδήπερ ἐὰν ἐπιζεύξωμεν ἀπὸ τοῦ ἀστέρος ἐπὶ τὸ περίγειον ὡς τὴν ΖΗʹʹ, ἐλάττων γίνεται ὀρθῆς ἡ ὑπὸ ΖΗʹʹΒ, ἐν μείζονι οὖσα ἡμικυκλίου· πολλῷ ἄρα καὶ ἡ πρὸς τῷ Δ. διὰ τὰ αὐτὰ πάλιν ἐὰν τὴν ΜΛ ἐπιζεύξωμεν, πολλῷ πάλιν ἐλάττων ἔσται ὀρθῆς ἡ ὑπὸ ΜΔΛ. ἢ καὶ ὀξείας οὔσης τῆς ὑπὸ ΛΘΜ. διὰ τὸ ἴσην εἶναι τὴν ΛΘ τῇ ΛΜ πολλῷ ἐλάττων ἐστὶν ὀρθῆς ἡ ὑπὸ ΛΔΘ. ἢ καὶ ὅτι καθόλου ἐὰν ἡ ΔΖʹ ἐφάπτηται, ὀρθῆς γινομένης τῆς ὑπὸ ΚΖʹΔ, ἐλάττων ὀρθῆς ἔσται ἡ πρὸς τῷ Δ γωνία, τὴν μεγίστην ποιοῦσα παρὰ τὴν ἀνωμαλίαν διαφοράν.

Περὶ τῆς τοῦ ἡλίου φαινομένης ἀνωμαλίας.

Τῆς τῶν ὑποθέσεων ὁμοιότητος κατὰ τὸν εἰρημένον τρόπον διὰ τῶν γραμμῶν ἀποδεδειγμένης καὶ συμφώνου καταλαμβανομένου τοῖς διὰ τῶν τηρήσεων φαινομένοις τοῦ μίαν τε εἶναι περὶ τὸν ἥλιον ἀνωμαλίαν, καὶ τὸν ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην χρόνον μείζονα γίνεσθαι τοῦ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην ὅπερ ἴδιον τῆς κατʼ ἐκκεντρότητα κατελαμβάνετο, καὶ διὰ τοῦτο δυνατοῦ τυγχάνοντος καὶ καθʼ ἑκατέραν αὐτῶν ἐπιδεῖξαι τὰ μεγέθη τῶν κατὰ μέρος ἀνωμαλιῶν ἐπεὶ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον τὸ τοιοῦτον συμβαῖνον ἀπεδείκνυτο ὅταν ἡ τοῦ ἀστέρος ἐπὶ τοῦ ἐπικύκλου μετάβασις εἰς τὰ προηγούμενα γίγνεται, χρῆται τοῦ προχείρου πάλιν ἕνεκα τῇ κατʼ ἐκκεντρότητα ὑποθέσει τῇ ὑπὸ τῆς τοῦ ἀστέρος μόνης κινήσεως ἀποτελουμένῃ καὶ οὐχὶ ὑπὸ δύο καθάπερ ἡ κατʼ ἐπίκυκλον ὑπό τε τῆς τοῦ ἐπικύκλου καὶ τῆς τοῦ ἀστέρος ἐπὶ τοῦ ἐπικύκλου.

Εἶτα ἐρεῖ περὶ τίνος πρῶτον ἀναγκαῖόν ἐστιν τῶν εἰς τὴν τοιαύτην ἀπόδειξιν συντεινόντων διαλαβεῖν εἰς τὴν τῆς φαινομένης ἀνωμαλίας κατάληψιν; περὶ τοῦ τῆς ἐκκεντρότητος λόγου, τουτέστιν τίνα λόγον ἔχει ἡ μεταξὺ τῶν κέντρων τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ τοῦ ἐκκέντρου πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου· ἐκ γὰρ τῶν εἰς τὸν τοιοῦτον λόγον μεταλήμψεων τῶν ἐν τῷ κύκλῳ εὐθειῶν περαίνεται τὸ προκείμενον· καὶ ἔτι κατὰ ποίου τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων πίπτει ἡ διὰ τῶν κέντρων καὶ τοῦ ἀπογείου καὶ περιγείου εὐθεῖα, πρὸς τὸ ὡς ἀπὸ οἰκειοτέρας ἀρχῆς τῆς κατὰ τὸ ἀπόγειον ἐποχῆς τὰς παρʼ ἕκαστα παρόδους διακρίνειν.

«Δέδεικται μὲν οὖν, φησίν, καὶ τῷ Ἱππάρχῳ ὑποθεμένῳ τὸν μὲν ἀπὸ «ἐαρινῆς ἰσημερίας χρόνον μέχρι θερινῆς ἡμερῶν ϙδʹ 𐅵ʹ τὸν δὲ ἀπὸ θερινῆς «τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας ἡμερῶν ἐνενήκοντα δύο ἥμισυ», ἐπεὶ καὶ ἐκ τῶν ἀκριβῶς αὐτῷ εἰλημμένων τηρήσεων τὸ τοιοῦτον κατελαμβάνετο, ὅτι «ἡ μεταξὺ τῶν εἰρημένων κέντρων εἰκοστοτέταρτον μέρος «ἐστὶν ἔγγιστα τῆς ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου καὶ ὅτι τὸ ἀπογειότατον σημεῖον προηγεῖται τοῦ θερινοῦ τροπικοῦ μοίρας κδ 𐅵ʹ, οἵων ἐστὶν «ὁ διὰ μέσων τῶν ζῳδίων κύκλος τξ,» τουτέστιν ὅτι κατὰ τῆς τῶν Διδύμων πέμπτης καὶ ἡμισείας μοίρας πίπτει.

Ἔτι δὲ καὶ αὐτὸς ὁ Πτολεμαῖος τὰς εἰρημένας δείξεις οὕτως ἐχούσας μέχρι τῶν καθʼ αὑτὸν χρόνων ἐκ τῶν ὑπʼ αὐτοῦ γεγενημένων τηρήσεων καταλαμβάνεται. διό φησιν καὶ ἑστάναι τὸν ἔκκεντρον· εἰ γάρ τις ἦν καὶ αὐτοῦ κίνησις, μετέπιπτον ἂν ἐν τῷ τοσούτῳ χρόνῳ καὶ διὰ τῶν κέντρων καὶ τοῦ ἀπογείου καὶ περιγείου διάμετρος καθʼ ἑτέρου τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων, καὶ οὐκέτι τὸ ἀπογειότατον σημεῖον κατὰ τὰς τῶν Διδύμων μοίρας ε 𐅵ʹ ἐτύγχανεν, ὅπερ οὕτως ἔχον μέχρις τῶν καθʼ αὑτὸν ὡς ἔφαμεν χρόνων καταλαμβάνεται.

Ὅμως δὲ εἰ καὶ ταὐτὰ τῷ Ἱππάρχῳ δοκεῖ συνάγειν, ἐπεὶ ὁ εἰρήμενος τῆς ἐκκεντρότητος λόγος καὶ ἡ τοῦ ἀπογείου ἐποχὴ τίς ἐστιν καὶ ὁδὸς οἰκεῖα τῆς ἀποδείξεως τῶν ἀνωμαλιῶν, ἀναγκαῖον ἡγήσατο καὶ αὐτὸς τοὺς ἐπιλογισμοὺς τῶν ἀποδείξεων παραθέσθαι, διὸ καὶ ἡμεῖς, καίπερ σαφῆ ὄντα τὸν τοιοῦτον τόπον, οὐ παρῃτησάμεθα παρατιθέναι. ποιεῖται οὖν τὴν ἀπόδειξιν τοῖς εἰρημένοις τῷ Ἱππάρχῳ τῶν τεταρτημορίων χρόνοις προσχρώμενος, ἐπεὶ καὶ αὐτῷ διὰ πλειόνων ἀδιστακτοτέρων τηρήσεων τὸ τοιοῦτον οὕτως ἔχον κατελαμβάνετο, τουτέστιν «τῷ τὸν μὲν «ἀπὸ ἐαρινῆς ἰσημερίας μέχρι θερινῆς τροπῆς χρόνον ἡμερῶν τυγχάνειν «ϙδ𐅵ʹ, τὸν δὲ ἀπὸ θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας ἡμερῶν ϙβ 𐅵ʹ», τρόπῳ τοιῷδε· ἐκθέμενος γὰρ «τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον τὸν ΑΒΓΔ περὶ κέντρον τὸ Ε·» καὶ διαγαγὼν «ἐν αὐτῷ «δύο διαμέτρους πρὸς ὀρθὰς ἀλλήλαις διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν «σημείων τὰς ΑΓ, ΒΔ, καὶ ὑποθέμενος τὸ μὲν Α σημεῖον ἐαρινὸν τὸ δὲ «Β θερινὸν» τὸ δὲ Γ μετοπωρινὸν τὸ δὲ Δ χειμερινόν, φησὶν «ὅτι μὲν «οὖν τὸ κέντρον τοῦ ἐκκέντρου μεταξὺ τῶν ΕΑ καὶ ΕΒ εὐθειῶν πίπτει, «δῆλον,» ἐπειδήπερ «τὸ ΑΒΓ ἡμικύκλιον πλείονα» περιέχει «χρόνον τοῦ ἡμίσους τοῦ ἐνιαυσίου». ἐδείχθη γὰρ ὁ τούτου τοῦ ἡμικυκλίου — λέγω δὴ ἐν ᾧ ὁ ἥλιος ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ μετοπωρινὴν ἰσημερίαν παραγίνεται — χρόνος ἡμερῶν τυγχάνων ρπζ, καὶ διὰ τοῦτο μείζονα ἡμικυκλίου τοῦ ἐκκέντρου περιφέρειαν ἀπολαμβάνει, καὶ δηλαδὴ τὸ κέντρον τοῦ ἐκκέντρου ἐπὶ τοῦ ΑΒΓ ἡμικυκλίου πεσεῖται. καὶ ἐπεὶ πάλιν τὸ ΑΒ ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον πλείονα περιέχει χρόνον τοῦ ΒΓ, διὰ τὸ δεδεῖχθαι τὸ ΑΒ ἡμέρας περιέχον ϙδ 𐅵ʹ τὸ δὲ ΒΓ ϙβ 𐅵ʹ, πάλιν τὸ κέντρον τοῦ ἐκκέντρου ἐπὶ τοῦ ΑΒ τεταρτημορίου πεσεῖται.

Εἰ γὰρ μὴ ἀπολαμβάνει τὸ ΑΒΓ τοῦ ζῳδιακοῦ ἡμικύκλιον μεῖζον ἡμικυκλίου τοῦ ἐκκέντρου, ἀπολήμψεται ἡμικύκλιον ἢ ἔλαττον ἡμικυκλίου.

Ἔστω δὲ πρότερον ἐπὶ τῆς ἐκκειμένης ἑξῆς καταγραφῆς τὸ κέντρον τοῦ ἐκκέντρου· κατὰ τὸ Ρ, ἵνα ἡμικύκλιον ἀπολαμβάνῃ. καὶ γεγράφθω ὁ ΘΚΛΜ ἔκκεντρος. ἐν ἴσῳ ἄρα χρόνῳ ὁ ἥλιος τότε ΘΝΚΛ ἡμικύκλιον καὶ τὸ ΛΜΣΘ ὁμαλῶς διαπορεύεται. ἀλλʼ ἐν ᾧ τὸ ΘΝΚΛ διαπορεύεται, φαίνεται τὸ ΑΒΓ ἡμικύκλιον· ἐν ᾧ δὲ τὸ ΛΜΣΘ, φαίνεται τὸ ΓΔΑ. ἐν ἴσῳ ἄρα χρόνῳ τὰ ΑΒΓ, ΓΔΑ ἡμικύκλια τοῦ διὰ μέσων φαίνεται διαπορευόμενος, ὅπερ ἀντίκειται τοῖς φαινομένοις· ἐδείχθη γὰρ ἐκ τῶν τηρήσεων ἐν πλείονι τὸ ΑΒΓ ἤπερ τὸ ΓΔΑ.

Ὁμοίως δὴ δειχθήσεται ὅτι οὐδὲ ἐπὶ τοῦ ΓΔΑ ἡμικυκλίου πεσεῖται τὸ κέντρον τοῦ ἐκκέντρου, ἵνα ἔλαττον ἡμικυκλίου ἀπολαμβάνῃ τοῦ ἐκκέντρου τὸ ΑΒΓ ἡμικύκλιον τοῦ ζῳδιακοῦ· ἐν ἐλάττονι γὰρ ἂν χρόνῳ τοῦ ἡμίσους τοῦ ἐνιαυσίου ἐφαίνετο κινούμενος τὸ ΑΒΓ ἡμικύκλιον. ἐπὶ τοῦ ΑΒΓ ἄρα ἡμικυκλίου πεσεῖται τὸ κέντρον τοῦ ἐκκέντρου.

Κατὰ τὰ αὐτὰ δὴ δειχθήσεται ὅτι καὶ ἐπὶ τοῦ ΑΒ τεταρτημορίου πεσεῖται, τουτέστιν ὅτι μεταξὺ τῶν ΑΕ, ΕΒ εὐθειῶν.

Ὑποκείσθω οὖν, φησίν, διὰ ταῦτα κατὰ τὸ Ζ. «καὶ ἤχθω ἡ διʼ ἀμφοτέρων τῶν κέντρων καὶ τοῦ ἀπογείου διάμετρος ἡ ΕΖΗ» ὥστε τὸ Η γίγνεσθαι καθʼ ὃ πίπτει τὸ ἀπογειότατον τοῦ ἐκκέντρου σημεῖον. καὶ «κέντρῳ τῷ Ζ καὶ διαστήματι τυχόντι γεγράφθω ὁ ἔκκεντρος τοῦ ἡλίου «κύκλος ὁ ΘΚΛΜ» διὰ τὸ δεδεῖχθαι ὅτι ἐάν τε μείζων ᾖ τοῦ ὁμοκέντρου, ἐάν τε ἴσος, ἐάν τε ἐλάττων, τὰ αὐτὰ φαινόμενα ἀπαραλλάκτως ἀποτελεσθήσεται καὶ καθʼ ἑκατέραν τῶν ὑποθέσεων.

«Καὶ διὰ τοῦ Ζ ἤχθωσαν παράλληλοι, τῇ μὲν ΑΓ ἡ ΝΞΟ τῇ δὲ ΒΔ ἡ «ΠΡΣ. καὶ ἔτι ἤχθωσαν κάθετοι ἀπὸ μὲν τοῦ Θ ἐπὶ τὴν ΝΞΟ ἡ ΘΤΥ «ἀπὸ δὲ τοῦ Κ ἐπὶ τὴν ΠΡΣ ἡ ΚΦΧ. ἐπεὶ τοίνυν ὁ ἥλιος τὸν ΘΚΛΜ «ἔκκεντρον ὁμαλῶς διερχόμενος τὴν μὲν ΘΚ περιφέρειαν» περιέχουσαν τὸν ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας μέχρι θερινῆς τροπῆς χρόνον διέρχεται ἐν ἡμέραις ϙδ 𐅵ʹ, ἐπειδήπερ ἐὰν ἐπιζεύξωμεν τὰς ΖΘ καὶ ΖΚ ἔσται περιεχομένη ὑπʼ αὐτῶν γωνία πρὸς τῷ κέντρῳ τοῦ ἐκκέντρου τυγχάνουσα τῆς ὁμαλῆς παρόδου, ἡ δʼ ἐπὶ ταύτης φαινομένη καὶ πρὸς τῷ κέντρῳ τοῦ ζῳδιακοῦ ἡ ὑπὸ ΑΕΒ τουτέστιν ἡ ΑΒ περιφέρεια τοῦ εἰρημένου τεταρτημορίου. τὴν δὲ ΚΛ πάλιν κινούμενος ὁμαλῶς ἐν ἡμέραις ϙβ 𐅵ʹ φαίνεται διὰ τὰ αὐτὰ τὴν ΒΓ τοῦ τεταρτημορίου τοῦ ζῳδιακοῦ ἀπὸ θερινῆς τροπῆς ἐπὶ μετοπωρινὴν ἰσημερίαν κινηθείς.

Ἀλλʼ ἐν μὲν ταῖς ϙδ 𐅵ʹ ἡμέραις ὁμαλῶς κινεῖται μοίρας ϙγ θ, ὡς ἐκ τῶν ἐκτεθειμένων ὁμαλῶν κινήσεων καταλαμβάνεται· ἐν δὲ ταῖς ϙβ 𐅵ʹ ἡμέραις, κινεῖται πάλιν ὁμαλῶς μοίρας ϙα ια. ὥστε καὶ ἡ μὲν ΘΚ ἔσται μοιρῶν ϙγ θ, ἡ δὲ ΚΛ ϙα. ια. ὅλη δὲ δηλονότι ἡ ΘΚΛ μοιρῶν ρπδ κ. ὧν τὸ ΝΚΟ ἡμικύκλιον τοῦ ἐκκέντρου μοιρῶν ἐστιν ρπ. καὶ λοιπαὶ ἄρα συναμφότεραι ἥ τε ΘΝ καὶ ἡ ΟΛ τῶν λοιπῶν ἔσονται μοιρῶν δ κ. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΝΟ τῇ ΘΛ, ἐὰν ἐπιζεύξωμεν τὴν ΝΛ, ἴσαι ἔσονται αἱ πρὸς αὐταῖς γινόμεναι πρὸς τῇ περιφερείᾳ γωνίαι· ὥστε καὶ τὴν ΝΘ περιφέρειαν τῇ ΛΟ γίνεσθαι ἴσην, καὶ ἑκατέραν μοιρῶν β ι τὴν δὲ τῆς ΝΘ περιφερείας διπλῆν τουτέστιν τὴν ΘΝΥ, δ κ, διὰ τὸ πάλιν τὴν ΟΝ τὴν ΘΤΥ δίχα τε καὶ πρὸς ὀρθὰς τέμνειν. «ὥστε καὶ τὴν «ὑπʼ αὐτὴν εὐθεῖαν τὴν ΘΤΥ γίνεσθαι δ λβ, οἵων ἡ τοῦ ἐκκέντρου διάμετρος ρκ, τὴν δὲ ἡμίσειαν αὐτῆς τὴν ΘΤ, τουτέστιν τὴν ΕΞ.

«Πάλιν ἐπεὶ τὸ ΘΝΠΚ τμῆμα ὅλον ἐδείχθη μοιρῶν ϙγ θ, ἔστιν δὲ καὶ «τὸ μὲν ΘΝ β ι, τὸ δὲ ΠΝ τεταρτημόριον μοιρῶν ϙ, καὶ λοιπὴ ἄρα ἡ «ΠΚ ἔσται 𐆊 νθ, ἡ δὲ διπλῆ αὐτῆς ἡ ΚΠΧ μοιρῶν α νη. ὥστε καὶ ἡ ὑπʼ «αὐτὴν εὐθεῖα ἡ ΚΦΧ τοιούτων ἔσται β δ, οἵων ἡ τοῦ ἐκκέντρου διάμετρος ρκ· ἡ δὲ ἡμίσεια αὐτῆς, ἡ ΚΦ, τουτέστιν ἡ ΖΞ τῶν αὐτῶν α β.

«Ἐδείχθη δὲ καὶ ἡ ΕΞ εὐθεῖα τῶν αὐτῶν β ιϛ. καὶ ἐπεὶ τὰ ἀπʼ αὐτῶν συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΕΖ, ἔστιν καὶ αὕτη μήκει β κθ λ «οἵων» ἡ τοῦ ἐκκέντρου διάμετρος ρκ, ἡ δὲ «ἐκ τοῦ κέντρου αὐτοῦ δηλονότι ξ», τέταρτον καὶ εἰκοστὸν ἄρα μέρος ἐστὶν ἔγγιστα ἡ ΕΖ μεταξὺ τῶν κέντρων τοῦ τε διὰ μέσων τῶν ζῳδίων καὶ τοῦ ἐκκέντρου, τῆς ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου.

«Πάλιν ἐπεὶ οἵων ἡ ΕΖ ἐδείχθη β κθ λ τοιούτων ἦν καὶ ἡ ΖΞ «εὐθεῖα α β, καὶ οἵων ἄρα ἐστὶν ἡ ΕΖ ὑποτείνουσα ρκ τοιούτων ἔσται «καὶ ἡ ΖΞ μθ μϛ«, μεταγόντων ἡμῶν τὸν λόγον καθὼς ἐν τοῖς πρὸ τούτου βιβλίοις ἐδηλοῦμεν· «ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια τοῦ γραφομένου «κύκλου περὶ τὸ ΕΖΞ ὀρθογώνιον τοιούτων μθ οἵων ἐστὶν ὁ κύκλος τξ. «καὶ ἡ ὑπὸ ΖΕΞ ἄρα γωνία» πρὸς τῇ περιφερείᾳ οὖσα τοῦ περιγραφομένου κύκλου «οἵων μέν εἰσιν αἱ δύο ὀρθαὶ τξ τοιούτων ἔσται μθ, οἵων δὲ αἱ «δ ὀρθαί», ὡς πρὸς τῷ Ε κέντρῳ τοῦ ζῳδιακοῦ τυγχάνουσα, κδ λ ὥστε καὶ ἡ ΒΗ τοῦ ζῳδιακοῦ περιφέρεια μοιρῶν ἐστιν κδ λ οἵων ὁ διὰ μέσων τῶν ζῳδίων κύκλος τξ.

Τοσαύτας ἄρα μοίρας προηγεῖται τὸ κατὰ τὸ Η ἀπογειότατον σημεῖον τοῦ Β θερινοῦ τροπικοῦ. καὶ ἐφέξει δηλονότι τῶν Διδύμων μοῖραν ε λ.

Εἶτα καὶ τῶν ἑτέρων δύο τεταρτημορίων τοὺς χρόνους βουλόμενος συναποδεῖξαί φησι· «λοιπὸν δὴ ἐπεὶ ἑκάτερον τῶν ΟΣ, ΣΝ τοῦ ἐκκέντρου «τεταρτημορίων μοιρῶν ἐστιν ϙ,» ἔστι δὲ καὶ ἑκατέρα τῶν ΟΛ, ΝΘ περιφερειῶν μοιρῶν β ι «ἡ δὲ ΜΣ 𐆊 νθ, καὶ ἡ μὲν ΛΜ» καταλειφθήσεται «μοιρῶν πϛ να ἡ δὲ ΜΘ πη μθ. ἀλλὰ τὰς μὲν πϛ να» τοῦ ἐκκέντρου «ὁμαλῶς ὁ ἥλιος διέρχεται ἐν ἡμέραις πη ηʹ» ὡς ἐκ τῆς θέσεως τῶν ὁμαλῶν αὐτοῦ κινήσεων γίνεται δῆλον· «τὰς δὲ πη μθ μοίρας ἐν ἡμέραις “ ϙ ηʹ ἔγγιστα”· ἐὰν διὰ τὰ ἐπάνω εἰρημένα ἐπιζεύξωμεν τὰς ΖΛ ΖΜ, ἐπεὶ ἐν ᾧ τὴν ΛΜ τοῦ ἐκκέντρου ὁμαλῶς διέρχεται ἐν τοσούτῳ τὴν ΓΔ τοῦ ζῳδιακοῦ φαίνεται διερχόμενος, ἐν ᾧ δὲ πάλιν τὴν ΜΘ τοῦ ἐκκέντρου, ἐν τοσούτῳ τὴν ΔΑ τοῦ ζῳδιακοῦ, “καὶ τὴν ΓΔ” ἄρα τοῦ ζῳδιακοῦ περιφέρειαν “ἥτις ἐστὶν ἀπὸ μετοπωρινῆς ἰσημερίας ἐπὶ «χειμερινὴν τροπὴν φανήσεται διερχόμενος ὁ ἥλιος ἐν ἡμέραις πη ηʹ, «τὴν δὲ ΔΑ ἥτις ἐστὶν ἀπὸ χειμερινῆς τροπῆς ἐπὶ ἐαρινὴν ἰσημερίαν ἐν «ἡμέραις ϙ ηʹ ἔγγιστα. καὶ εὕρηται ἡμῖν τὰ προκείμενα συμφώνως «τοῖς ὑπὸ τοῦ Ἱππάρχου κατειλημμένοις.»

Ἵνα δὲ καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως τὰς αὐτὰς πηλικότητας δείξωμεν ἀποτελουμένας, ἐκκείσθω πάλιν ὁ ΑΒΓΔ ζῳδιακὸς περὶ κέντρον τὸ Ε, καὶ ἤχθωσαν ἐν αὐτῷ δύο διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων αἱ ΑΓ, ΒΔ, ὥστε τὸ μὲν Α πάλιν ὑποκεῖσθαι ἐαρινὸν τὸ δὲ Β θερινὸν τὸ δὲ Γ μετοπωρινὸν τὸ δὲ Δ χειμερινόν. καὶ κέντρῳ τῷ Ε καὶ διαστήματι τυχόντι γεγράφθω ὁμόκεντρος τῷ διὰ μέσων ὁ ΖΗΘΚ.

Καὶ ἐπεὶ τὸ μὲν ΑΒΓ ἡμικύκλιον φαίνεται ὁ ἥλιος διαπορευόμενος ἐν ἡμέραις ρπζ, τὸ δὲ ΓΔΑ ἐν ἡμέραις ροη δʹ, ἐν πλείονι ἄρα χρόνῳ ὁ ἥλιος τὸ ΑΒΓ ἡμικύκλιον φαίνεται διαπορευόμενος ἤπερ τὸ ΓΔΑ.

Ὥστε τὸ κέντρον τοῦ ἐπικύκλου μεῖζον μὲν τοῦ ΖΗΘ ἡμικυκλίου ἀπολήμψεται ἐλάσσον δὲ τοῦ ΘΚΖ. νοείσθω οὖν τὸ κέντρον τοῦ ἐπικύκλου ἐπὶ τῶν Λ, Μ σημείων· καὶ ἐπιζευχθεισῶν τῶν ΕΛ, ΕΜ, θεωρείσθω ὁ ἥλιος ἐπὶ τῆς διὰ τῆς ὄψεως εὐθείας ὡς τῆς ΑΕΓ, ὅταν τε ᾖ κατὰ τὸ Α ἐαρινὸν καὶ τὸ Γ μετοπωρινόν, ἴσην ποιῶν τὴν ὑπὸ ΖΕΛ γωνίαν τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου τῇ ὑπὸ ΘΕΜ, ἐπειδήπερ ἐπὶ τῶν κατὰ διάμετρον θέσεων θεωρούμενος ἴσον ποιεῖ καθʼ ἑτέραν θέσιν τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον ὡς ἐπάνω ἐδείξαμεν.

Καὶ ἐπεὶ δέδοται ἐκ τῶν ὁμαλῶν παρόδων ἡ ΛΗΜ μοιρῶν ρπδ κ, ἔστιν δὲ καὶ ἡ ΖΗΘ μοιρῶν ρπ, λοιπὴ ἄρα ἑκατέρα τῶν ΖΛ, ΘΜ ἔσται μοιρῶν β ι.

Πάλιν ἐπεὶ πλείονι χρόνῳ ὁ ἥλιος τὸ ΑΒ τεταρτημόριον φαίνεται κινούμενος ἤπερ τὸ ΒΓ, μεῖζον ἄρα ἀπολήμψεται ὁ ἐπίκυκλος τὸ ΛΖΝ, ἔλαττον δὲ τὸ ΝΘΜ. ὑποκείσθω οὖν ὁ ἐπίκυκλος ὅταν ἐπὶ τῆς θερινῆς τροπῆς ὁ ἥλιος θεωρῆται περὶ τὸ Ν κέντρον. καὶ ἐπεζεύχθω ἡ ΝΕ, καὶ ἡ ΛΜ παράλληλος γινομένη τῇ ΑΓ διὰ τὸ ἴσην εἶναι τὴν ΖΛ τῇ ΘΜ. καὶ διὰ τοῦ Ν παράλληλος ἤχθω τῇ ΒΔ ἡ ΝΣΥ. καὶ ἐπεζεύχθω ἡ ΕΣ. καὶ γεγράφθω περὶ τὰ Μ, Ν σημεῖα ὁ ἐπίκυκλος ἴσην ἔχων τὴν ἐκ τοῦ κέντρου τῇ ΕΣ. καὶ ἔστω περὶ τὸ Ν ὁ ΨΩ. καὶ διήχθω ἡ ΕΝ ἐπὶ τὸ ἀπόγειον, καὶ ἐπεζεύχθω ἡ ΝΩ. καὶ ὑποκείσθω ὁ ἥλιος κατὰ τοῦ Ω, ἐπειδήπερ καὶ κατὰ τὸ Β θεωρούμενος ἀφαιρῶν τῆς ὁμαλῆς παρόδου ἐφαίνετο.

Καὶ ἀπὸ μὲν τοῦ Λ ἐπὶ τὴν ΑΓ κάθετος ἤχθω ἡ ΛΣ, καὶ διήχθω ἐπὶ τὸ Ο· ἀπὸ δὲ τοῦ Ν ἐπὶ τὴν ΒΔ ἡ ΝΠ, καὶ διήχθω ἐπὶ τὸ Ρ.

Ἐπεὶ δίδοται ἡ ΛΖ περιφέρεια, δέδοται καὶ ἡ διπλασία αὐτῆς ἡ ΛΖΟ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ἡ ΛΟ δέδοται οἵων ἡ τοῦ ὁμοκέντρου διάμετρος ρκ. ὥστε καὶ ἡ ἡμίσεια αὐτῆς ἡ ΛΣ τουτέστιν ἡ ΦΣ ἔσται δεδομένη.

Πάλιν ἐπεὶ δέδοται ἐκ τοῦ χρόνου ἡ ΛΖΝ τῆς ὁμαλῆς παρόδου, δέδοται δὲ καὶ ἡ ΛΖ, ἀλλὰ καὶ ἡ ΖΗ τεταρτημορίου, καὶ λοιπὴ ἄρα ἡ ΗΝ περιφέρειά ἐστιν δεδομένη· ὥστε καὶ ἡ διπλῆ αὐτῆς ἡ ΝΗΡ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ἡ ΝΡ δέδοται οἵων ἡ τοῦ ὁμοκέντρου διάμετρος ρκ· ὥστε καὶ ἡ ἡμίσεια αὐτῆς ἡ ΠΝ τουτέστιν ἡ ΕΦ ἔσται δεδομένη. ἀλλὰ μὴν δέδοται καὶ ἡ ΦΣ. καὶ τὰ ἀπʼ αὐτῶν συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΕΣ.

Ἔσται καὶ ἡ ΕΣ δεδομένη ἴση οὖσα τῇ ἐκ τοῦ κέντρου τοῦ ἐπικύκλου, οἵων ἡ τοῦ ὁμοκέντρου διάμετρος ρκ τουτέστιν οἵων ἡ ἐκ τοῦ κέντρου τοῦ ὁμοκέντρου ξ. καὶ συναχθήσεται ὁμοίως διὰ τῶν τοιούτων ἐπιλογισμῶν β κθ λ.

Λέγω δὴ ὅτι καὶ κατʼ αὐτὴν τὴν ὑπόθεσιν προηγεῖται τὸ ἀπόγειον τῆς θερινῆς τροπῆς μοίρας κδ 𐅵ʹ.

Ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΩΝ τῇ ΕΣ, ἴσον ἄρα καὶ τὸ ἀπὸ τῆς ΩΝ τῷ ἀπὸ τῆς ΕΣ. ἔστιν δὲ καὶ τὸ ἀπὸ τῆς ΝΠ τῷ ἀπὸ τῆς ΦΕ ἴσον· καὶ λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΩΠ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΦΣ. ἔστιν δὲ ἴση καὶ ἡ ΦΝ τῇ ΕΠ. ὅλη ἄρα ἡ ΩΕ ὅλῃ τῇ ΝΣ ἐστὶν ἴση.

Εἰσὶν δὲ καὶ παράλληλοι· καὶ αἱ ΩΝ, ΕΣ ἄρα ἴσαι εἰσὶν καὶ παράλληλοι. διήχθω ἡ ΣΕ ἐπὶ τὰ Χ, ͵Α. ἴση ἄρα ἡ ὑπὸ ΨΝΩ γωνία τῇ ὑπὸ ΝΕΧ. ὁμοία ἄρα ἡ ΨΩ τῇ ΝΧ. ὥστε, ὅτε ὁ ἥλιος κατὰ τοῦ Ψ ἀπογείου ἐτύγχανεν, τότε τὸ κέντρον τοῦ ἐπικύκλου ἦν κατὰ τοῦ Χ, ὁ δὲ ἥλιος ἐθεωρεῖτο κατὰ τὸ ͵Α.

Λέγω οὖν ὅτι ἡ Β ͵Α μοιρῶν ἐστιν κδ λ.

Ἐπεὶ γὰρ οἵων ἐστὶν ἡ ΣΕ β κθ λ, τοιούτων συνάγεται ἡ ΕΦ α β· καὶ οἵων ἄρα ἡ ΣΕ ρκ τοιούτων ἔσται ἡ ΕΦ μ θ μϛ ἔγγιστα, ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια τοῦ γραφομένου κύκλου περὶ τὸ ΕΦΣ ὀρθογώνιον τοιούτων μθ, οἵων ὁ κύκλος τξ· καὶ ἡ ὑπὸ ΕΣΦ ἄρα γωνία τουτέστιν ἡ ὑπὸ ͵ΑΕΒ, οἵων μέν εἰσιν αἱ β ὀρθαὶ τξ, τοιούτων ἔσται μθ· οἵων δὲ αἱ δ ὀρθαὶ τξ τοιούτων κδ λ. καλῶς τε καὶ ἡ ͵ΑΒ περιφέρεια, ἣν προηγεῖται τὸ κατὰ τὸ ͵Α ἀπόγειον τῆς θερινῆς τροπῆς μοιρῶν ἐστιν κδ λ, καὶ ἐπέχει τῶν Διδύμων μοῖραν ε λ, ὅπερ ἔδει δεῖξαι.

Πάλιν ὑποκείσθω τὸ τοῦ ἐπικύκλου κέντρον κατὰ τὸ Υ, ὅταν ὁ ἀστὴρ ἐπὶ τῆς χειμερινῆς τροπῆς θεωρῆται.

Ἐπεὶ καὶ ἐπὶ μιᾶς εὐθείας φαινόμενος τῆς ΒΕΔ διαμέτρου ὅταν τε ᾖ ἐπὶ τῆς θερινῆς τροπῆς καὶ τῆς χειμερινῆς, ἴσον ὡς ἔφαμεν ποιεῖ καθʼ ἑκατέραν θέσιν τὸ παρὰ τὴν ἀνωμαλίαν διάφορον, ἴση ἄρα ἡ ΝΗ τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου τῇ ΥΚ, παραλλήλων οὐσῶν τῶν ΒΔ, ΝΥ. καὶ ἐπεζεύχθω ἡ ΕΥ. καὶ ἐπεὶ ἐν ᾧ μὲν τὴν ΜΥ ὁμαλῶς κινεῖται, φαίνεται τὸ ΘΚ τεταρτημόριον διαπορευόμενος, ἐν ᾧ δὲ πάλιν τὴν ΥΛ, φαίνεται τὸ ΚΖ τεταρτημόριον διαπορευόμενος, καὶ δέδοται ἄρα καὶ λοιπὴ ἡ ΜΥ, ὥστε καὶ ὁ χρόνος ἐν ᾧ τὸ ΜΥ τμῆμα τουτέστιν ἐν ᾧ τὸ ΚΘ ἤτοι τὸ ΓΔ ἀπὸ μετοπωρινῆς ἰσημερίας ἐπὶ χειμερινὴν τροπὴν φαίνεται κινούμενος ἔσται δοθείς.

Πάλιν ἐπεὶ δέδοται τὸ ΚΖ τεταρτημόριον, δέδοται δὲ καὶ ἡ ΖΛ, καὶ λοιπὴ ἄρα ἡ ΛΚ. δέδοται δὲ καὶ ἡ ΚΥ. καὶ ὅλη ἄρα ἡ Υ Λ ἔσται δεδομένη ὥστε καὶ ὁ χρόνος ἐν ᾧ ταύτην διαπορεύεται ἔσται δεδομένος. ἀλλὰ ἐν ᾧ τὴν ΥΛ ὁμαλῶς διαπορεύεται, φαίνεται τὸ ΚΖ τεταρτημόριον, τουτέστιν τὸ ΔΑ ἀπὸ χειμερινῆς τροπῆς ἐπὶ ἐαρινὴν ἰσημερίαν. ὥστε καὶ τῶν λοιπῶν δύο τεταρτημορίων ὁ χρόνος δοθήσεται ἀκολούθως ταῖς ἐπὶ τοῦ ἐκκέντρου πηλικότησιν.

Δεδειγμένων δὲ τῶν χρόνων τῶν τε ἀπὸ τῶν τροπῶν ἐπὶ τὰς ἰσημερίας καὶ ἀπὸ τῶν ἰσημεριῶν ἐπὶ τὰς τροπὰς τοῦ ἡλίου παρόδων καὶ τῆς τοῦ ἀπογείου αὐτοῦ ἐποχῆς καὶ ἔτι τοῦ λόγου τῆς ἐκκεντρότητος, ἑξῆς κατὰ τὴν τούτου τοῦ λόγου πηλικότητα ἀποδείκνυσιν καὶ διὰ τῶν ἀριθμῶν συμφώνους γινομένας τὰς πηλικότητας τῶν κατὰ μέρος ἀνωμαλιῶν καθʼ ἑκατέραν τῶν ὑποθέσεων.

Καὶ πρῶτον τὴν μεγίστην μοιρῶν γινομένην β κγ, κατὰ τὰς ἀπὸ τοῦ ἀπογείου τοῦ ἐκκέντρου καὶ τοῦ ἐπικύκλου τῆς ὁμαλῆς παρόδου μοίρας ϙβ κγ· καὶ κατὰ τὰς ἀπὸ τοῦ ἀπογείου τοῦ ἐκκέντρου, τουτέστιν τῶν Διδύμων μοίρας ε λ, μοίρας ϙ καὶ σο, αἵτινές εἰσι κατὰ τὰς τῆς Παρθένου καὶ τῶν Ἰχθύων μοίρας ε λ.

Περὶ τῆς πρὸς τὰ κατὰ μέρος τμήματα τῶν ἀνωμαλιῶν κανονοποιίας.

”Ἕνεκεν δὲ τοῦ καὶ τὰς κατὰ μέρος» φαινομένας «ἀνωμάλους κινήσεις» κατὰ τὸν ἀναδιδόμενον χρόνον «δύνασθαι διακρίνειν», δείκνυσι «πάλιν ἐφʼ ἑκατέρας τῶν ὑποθέσεων πῶς ἄν, μιᾶς τῶν ἐκκειμένων περιφερειῶν δοθείσης», τουτέστιν εἴτε τῆς ὁμαλῆς εἴτε τῆς φαινομένης ἀνωμάλου εἴτε τῆς διαφορᾶς, «λαμβάνοιντο καὶ αἱ λοιπαί».

Καὶ πρότερον, ἐπὶ τῆς κατʼ ἐκκεντρότητα ὑποθέσεως, λαμβάνων τὴν τῆς ὁμαλῆς κινήσεως περιφέρειαν ἀπὸ τοῦ ἀπογείου μοιρῶν λ, δείκνυσιν τὴν διαφορὰν μοίρας α καὶ ἑξηκοστῶν θ, τὴν δὲ φαινομένην μοιρῶν κη να, διὰ τὸ ἐν τούτῳ τῷ ἡμικυκλίῳ μείζονα δεδεῖχθαι τὴν ἀπὸ τοῦ ἀπογείου ὁμαλὴν πάροδον τῆς φαινομένης ἀνωμάλου τῇ διαφορᾷ.

Εἶτα ἀπὸ τῆς φαινομένης δείκνυσι τὴν διαφορὰν καὶ τὴν ὁμαλὴν καὶ ἔτι πάλιν ἀπὸ τῆς διαφορᾶς τὴν φαινομένην καὶ τὴν ὁμαλήν.

Τὰ δὲ αὐτὰ ταῦτα καὶ διὰ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως διὰ τῶν ἀριθμῶν δείκνυσι συμφώνως τῇ κατʼ ἐκκεντρότητα ἀποτελούμενα.

Ἔτι δὲ πάλιν καὶ ἀπὸ τῶν περιγείων ἀφιστῶν τὸν ἥλιον, τὰ αὐτὰ πάλιν πάντα ἀκολούθως ἀποδείκνυσιν συμφώνως ἀποτελούμενα καθʼ ἑκατέραν τῶν ὑποθέσεων.

Καὶ διὰ ταῦτα τὴν ἔκθεσιν τῆς κανονοποιίας τῆς τοῦ ἡλίου ἀνωμαλίας βουλόμενος ποιήσασθαι, φησί· «ποικίλης οὖν δυναμένης συνίστασθαι «κανονοποιίας» πρὸς τὸ ἐκ προχείρου ἡμᾶς δύνασθαι λαμβάνειν τάς τε ὁμαλὰς καὶ φαινομένας ἀνωμάλους ἐποχὰς καὶ ἔτι τὰς διαφορὰς αὐτῶν, ἐπεὶ καὶ ἐάν τε τὰς ὁμαλὰς καὶ φαινομένας ἐκθώμεθα αὐτόθεν ἔχομεν καὶ τὰς διαφοράς, κἄν τε τὴν φαινομένην καὶ τὴν διαφοράν, δυνάμεθα πάλιν ἐκ τῆς οἰκείας προσθαφαιρέσεως ἔχειν τὴν ὁμαλήν, κἄν τε πάλιν τὴν ὁμαλὴν καὶ τὴν διαφορὰν δυνάμεθα ὁμοίως ἐκ τῆς οἰκείας προσθαφαιρέσεως ἔχειν τὴν φαινομένην, εὐλογωτέρα μᾶλλον αὐτῷ ἡ ἔκθεσις τῶν κανόνων κατεφάνη ἡ ταῖς ὁμαλαῖς παρόδοις παρακειμένας ἔχουσα τὰς διαφοράς, διὰ τὸ καὶ ταῖς ὁμαλαῖς παρόδοις οἰκείαν εἶναι τὴν τῶν θείων εὐταξίαν, τῶν δὲ ὁμαλῶν παρόδων διδομένων ἑξῆς διὰ τῶν γραμμικῶν δείξεων τὰς διαφορὰς καταλαμβάνεσθαι καὶ λοιπὰς τὰς φαινομένας.

Ὅθεν ἀκολουθήσας τῇ διὰ τῆς ἐκκεντρότητος ἐπὶ τῶν ἀριθμῶν δείξει, καθάπερ ἐπὶ τῆς τριακονταμοιρίας καὶ ἐπὶ τῶν λοιπῶν κατὰ μέρος ἀποστάσεων ἐπελογίσατο τὰς ἑκάστῃ τῶν ὁμαλῶν παρόδων ἐπιβαλλούσας διαφοράς· πρὸς μὲν τοῖς ἀπογειοτέροις τεταρτημορίοις, διὰ μοιρῶν ϛ, διὰ τὸ τὰς ἐπὶ τούτων μικρομερεστέρας ἀδιαφορεῖν παρὰ τὰ γραμμικὰ τῶν καθʼ ὁμαλὴν παραύξησιν λαμβανομένων, διὰ τὸ ἐλάχιστον τῆς διαφορᾶς ὡς γίνεσθαι τοὺς τούτου τοῦ τεταρτημορίου στίχους ιε· πρὸς δὲ τοῖς περιγειοτέροις τεταρτημορίοις διὰ μοιρῶν γ, ὡς γίνεσθαι καὶ τοὺς τούτου τεταρτημορίου στίχους λ. γέγονεν δὲ ἐπὶ τούτων ἡ παραύξησις κατὰ τριμοιρίαν, διὰ τὸ τὰς πρὸς τοῖς περιγειοτέροις τεταρτημορίοις κατὰ μέρος διαφορὰς μείζονας γίνεσθαι τῶν πρὸς τοῖς ἀπογειοτέροις ἐπὶ τῶν ἴσων ὁμαλῶν παρόδων, καθάπερ καὶ ἡ ἔκθεσις τοῦ κανόνος φανερὸν ποιεῖ· τῇ γὰρ πρώτῃ ἑξαμοιρίᾳ τῆς ὁμαλῆς κινήσεως ἀπὸ τοῦ ἀπογείου τυγχανούσῃ παράκειται διαφορᾶς 𐆊 ιδ, καὶ ὑπερέχει αὐτῆς ἡ δευτέρα τοῖς αὐτοῖς ἑξηκοστοῖς ιδ· ταῖς δὲ ροδ καὶ ρπς μοίραις, αἵτινές εἰσιν τῆς ἀπὸ τοῦ περιγείου πρώτης ἑξαμοιρίας, παράκεινται 𐆊 ιϛ καὶ ὑπερέχει πάλιν αὐτῆς ἡ δευτέρα τοῖς αὐτοῖς ἑξηκοστοῖς ιϛ· διό φησιν καὶ αὐτός· «ἐπειδήπερ μείζονές εἰσιν αἱ πρὸς τοῖς περιγείοις «διαφοραὶ τῆς ὑπεροχῆς, τῶν παρὰ τὴν ἀνωμαλίαν ἐπιβαλλόντων τοῖς «ἴσοις τμήμασι διαφορῶν τῶν πρὸς τοῖς ἀπογείοις γινομένων» τουτέστιν ἐπειδήπερ μείζοσι διαφέρουσι πρὸς τοῖς περιγείοις αἱ ὑπεροχαὶ τῶν παρὰ τὴν ἀνωμαλίαν διαφορῶν, τῶν πρὸς τοῖς ἀπογείοις ἐπὶ τῶν ἴσων τῆς ὁμαλῆς παρόδου τμημάτων, δηλαδὴ τῶν ἴσον ἀπεχόντων τῶν ἀπογείων καὶ περιγείων, ὡς δειχθήσεται ἡμῖν καὶ διὰ τῶν γραμμῶν ἑξῆς τὸ τοιοῦτον.

Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἀστέρων τὴν τοιαύτην παραύξησιν τῶν τεταρτημορίων πεποίηται. διὸ καὶ με στίχων τὰς ἐκθέσεις τῶν κανόνων παρέθηκεν.

Ἔτι δὲ τὸ προκείμενον τοῦ ἡλίου κανόνιον πεποίηκεν σελιδίων γ καὶ παρέθηκεν ἐν μὲν τοῖς πρώτοις δύο τοὺς τῆς ὁμαλῆς κινήσεως ἀριθμούς, τὸν εἰρημένον τρόπον παρηυξημένους· ἐν δὲ τῷ τρίτῳ τὰ ἑκάστῳ οἰκείως ἐπιβάλλοντα τμήματα τῆς προσθαφαιρέσεως τοῦ παρὰ τὴν ἀνωμαλίαν διαφόρου. καὶ ἔστιν ἡ τοῦ κανόνος ἔκθεσις τοιαύτη.

Ἐπεὶ οὖν ἡ ἔκθεσις τοῦ τοιούτου κανόνος κατὰ ἴσας ὑπεροχὰς ἐκτεθειμένας ἔχει κατὰ τὰ πρῶτα δύο σελίδια τὰς τῶν ἀπογειοτέρων καὶ περιγειοτέρων τεταρτημορίων ὁμαλὰς παρόδους, τὰς μὲν τῶν ἀπογειοτέρων ὡς ἔφαμεν καθʼ ἑξαμοιρίαν, τὰς δὲ τῶν περιγειοτέρων κατὰ τριμοιρίαν· αἱ δὲ κατὰ τὸ τρίτον σελίδιον παρακείμεναι τῆς ἀνωμαλίας διαφοραὶ οὐχὶ ἴσαις διαφέρουσιν ἀλλʼ ἐν τοῖς ἀπογειοτέροις τμήμασιν ἐν ἐλάττοσιν τὴν παραύξησιν λαμβάνουσιν, αἱ δὲ ἐν τοῖς περιγειοτέροις ἐν μείζοσι τὴν μείωσιν· καὶ ἔτι πάλιν ὡς ἔφαμεν ἐπὶ τῶν ἴσων τῆς ὁμαλῆς παρόδου περιφερειῶν, αἱ κατὰ τὰ περίγεια τῶν κατὰ τὰ ἀπόγεια μείζονας διαφορὰς ποιοῦνται παρὰ τὴν ἀνωμαλίαν· πειρασόμεθα διὰ τῶν γραμμῶν ἕκαστον τῶν τοιούτων ἀποδεῖξαι καθʼ ἑκατέραν τῶν ὑποθέσεων.

Καὶ πρῶτον ἐπὶ τῆς κατʼ ἔκκεντρον, ὅτι ἐν τοῖς ἀπογειοτέροις τμήμασιν αἱ περιγειότεραι τῶν ἀπογειοτέρων ἐν ἐλάττοσιν διαφοραῖς παρηύξηνται, ἐν δὲ τοῖς περιγειοτέροις ἐν μείζοσι τὴν μείωσιν λαμβάνουσιν.

Ἔστω γὰρ ἔκκεντρος κύκλος ὁ ΑΒΓΔ, περὶ διάμετρον τὴν ΑΔ, ἐφʼ ἧς ὑποκείσθω τὸ μὲν τοῦ ἐκκέντρου κέντρον τὸ Ε τὸ δὲ τοῦ ζῳδιακοῦ τὸ Ζ, καὶ ἀπολημφθεισῶν ἀπὸ τοῦ Α ἀπογείου δύο ἴσων περιφερειῶν τῆς ὁμαλῆς παρόδου τῶν ΑΒ, ΒΓ, ἐπεζεύχθωσαν αἱ ΒΕ, ΓΕ, καὶ ἔτι αἱ ΖΒ, ΖΓ.

Λέγω πρῶτον ὅτι μείζων ἐστὶν ἡ ὑπὸ ΕΓΖ γωνία τῆς ὑπὸ ΕΒΖ.

Διήχθω γὰρ ἡ ΒΖ ἐπὶ τὸ Κ καὶ ἐπεζεύχθωσαν αἱ ΕΚ, ΓΚ. ἐπεὶ μείζων ἐστὶν ἡ ΓΖ τῆς ΖΚ διὰ τὸ πρὸς τῷ ἀπογειοτέρῳ τμήματι ὑποκεῖσθαι τὸ Γ, μείζων ἐστὶν καὶ ἡ ὑπὸ ΖΚΓ γωνία τῆς ὑπὸ ΖΓΚ. ἔστιν δὲ καὶ ὅλη ἡ ὑπὸ ΕΓΚ τῇ ὑπὸ ΕΚΓ ἴση, διὰ τὸ ἴσην εἶναι τὴν ΕΓ τῇ ΕΚ· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΕΓΖ λοιπῆς τῆς ὑπὸ ΕΚΖ μείζων ἐστίν, ἴση δὲ ἡ ὑπὸ ΕΚΖ τῇ ὑπὸ ΕΒΖ· μείζων ἄρα καὶ ἡ ὑπὸ ΕΓΖ τῆς ὑπὸ ΕΒΖ, ὅπερ ἔδει δεῖξαι.

Καὶ ἐπεὶ τῆς μὲν ὑπὸ ΑΕΒ γωνίας τῆς ὁμαλῆς παρόδου διαφορά ἐστιν παρὰ τὴν ὑπὸ ΒΖΑ φαινομένην ἡ ὑπὸ ΖΒΕ, ὅλης δὲ τῆς ὑπὸ ΑΕΓ ὁμαλῆς παρόδου διαφορά ἐστιν παρὰ τὴν ὑπὸ ΓΖΑ φαινομένην ἡ ὑπὸ ΖΓΕ, δῆλον ὅτι ἡ μὲν τῆς ΑΒ περιφερείας τῆς ὁμαλῆς παρόδου διαφορά ἐστιν ἡ πρὸς τῷ Β γωνία, ἡ δὲ τῆς ΑΓ περιφερείας ἡ ὑπὸ ΕΓΖ γωνία· καὶ ἡ ὑπεροχὴ ἄρα τῆς ΑΓ περιφερείας πρὸς τὴν ΑΒ τουτέστιν ἡ ΒΓ διαφορὰ παρὰ τὴν ἀνωμαλίαν πεποίηται καὶ τὴν ὑπεροχὴν ᾗ ὑπερέχει ἡ ὑπὸ ΕΓΖ γωνία τῆς πρὸς τῷ Β.

Λέγω οὖν ὅτι ἡ ὑπὸ ΕΓΖ γωνία ἐλάττων ἐστὶν ἢ διπλῆ τῆς πρὸς τῷ Β, ἵνα ἐλάττοσιν ὦσιν παρηυξημέναι κατὰ τὴν τοῦ κανόνος τῆς ἀνωμαλίας ἔκθεσιν ἐπὶ τῶν ἀπογειοτέρων τμημάτων αἱ περιγειότεραι.

Ἐπεὶ γὰρ ἡ ὑπὸ ΓΕΑ διπλῆ ἐστιν τῆς ὑπὸ ΒΕΑ, καὶ αἱ ὑπὸ ΓΖΕ, ΕΓΖ ἄρα διπλασίονές εἰσιν τῶν ὑπὸ ΒΖΕ, ΕΒΖ. καὶ ἐπεὶ ἐν τοῖς ἔμπροσθεν ἀπεδείκνυμεν τὴν ὑπὸ ΓΖΒ μείζονα τῆς ὑπὸ ΒΖΑ, ἡ ἄρα ὑπὸ ΓΖΑ μείζων ἐστὶν ἢ διπλῆ τῆς ὑπὸ ΒΖΑ, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΖΓΕ ἐλάττων ἐστὶν ἢ διπλῆ τῆς ὑπὸ ΖΒΕ, ὅπερ ἔδει δεῖξαι· ἡ ἄρα τῆς περιγειοτέρας ὁμαλῆς παρόδου διαφορὰ ἐλάττονι παρηύξηται τῆς ἀπογειοτέρας.

Λέγω ὅτι κἂν πρὸς τῷ περιγείῳ ἴσας περιφερείας ἀπολάβωμεν τῆς ὁμαλῆς παρόδου, ἡ τῆς περιγειοτέρας διαφορὰ ἐν μείζοσιν τὴν μείωσιν ποιεῖται τῆς ἀπογειοτέρας.

Ἀπειλήφθωσαν γὰρ καὶ ἀπὸ τοῦ Δ περιγείου τοῦ ἐκκέντρου ἴσαι περιφέρειαι τῆς ὁμαλῆς παρόδου αἱ ΔΗ, ΗΘ, καὶ ἐπεζεύχθωσαν αἱ ΕΘ, ΕΗ, ΖΘ, ΖΗ. ὁμοίως πάλιν δειχθήσεται ὅτι καὶ ἡ πρὸς τῷ Θ γωνία μείζων ἐστὶν τῆς πρὸς τῷ Η, διαχθείσης τῆς ΖΘ ἐπὶ τὴν ἀντικειμένην περιφέρειαν, καὶ ἐπιζευχθεισῶν ἀπὸ τῶν Η καὶ Ε εὐθειῶν ἐπὶ τὸ γεγονὸς πρὸς τῇ περιφερείᾳ σημεῖον. καὶ ἐπεὶ ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν τὴν ὑπὸ ΔΖΗ περιγειοτέραν φαινομένην πάροδον μείζονα τῆς ὑπὸ ΗΖΘ ἀπογειοτέρας, ἡ ἄρα ὑπὸ ΘΖΔ τῆς ὑπὸ ΗΖΔ ἐλάττων ἐστὶν ἢ διπλῆ, τουτέστιν αἱ ὑπὸ ΖΕΘ, ΕΘΖ τῶν ὑπὸ ΖΕΗ, ΕΗΖ ἐλάττονές εἰσιν ἢ διπλαῖ. διπλῆ δὲ ἡ ὑπὸ ΘΕΔ τῆς ὑπὸ ΗΕΔ. λοιπὴ ἄρα ἡ ὑπὸ ΕΘΖ τῆς ὑπὸ ΕΗΖ ἐλάττων ἐστὶν ἢ διπλῆ. ὥστε ἡ πρὸς τῷ Η γωνία μείζων ἐστὶν ἡμισείας τῆς πρὸς τῷ Θ. καὶ ἐπεὶ ὅλης μὲν τῆς ΘΔ περιφερείας διαφορά ἐστιν ἡ πρὸς τῷ Θ γωνία, τῆς δὲ ΗΔ περιφερείας διαφορά ἐστιν ἡ πρὸς τῷ Η γωνία, καὶ ἡ ὑπεροχὴ ἄρα τῆς ΘΔ περιφερείας πρὸς τὴν ΗΔ τουτέστιν ἡ ΘΗ τὴν ὑπεροχὴν τῆς Θ γωνίας πρὸς τὴν Η πεποίηται. καὶ ἔστιν ἡ ὑπεροχὴ αὐτῶν τῆς πρὸς τῷ Η γωνίας ἐλάττων. ὥστε ἡ μὲν ΘΗ ἀπογειοτέρα περιφέρεια ἐλάττονα τῆς πρὸς τῷ Η γωνίας διαφορὰν παρὰ τὴν ἀνωμαλίαν πεποίηται, ἡ δὲ ΗΔ περιγειοτέρα μείζονα.

Μείζοσιν ἄρα διαφοραῖς ἐμείωσαν αἱ πρὸς τοῖς περιγειοτέροις τμήμασι περιγειότεραι ὁμαλαὶ πάροδοι τῶν ἀπογειοτέρων, ἀκολούθως τῇ τοῦ κανόνος ἐκθέσει.

Ἔτι δὲ δεικτέον, ὅπερ ὑπολείπεται τῶν προτεθέντων, ὅτι ἐπὶ τῶν ἴσων ἀπὸ τοῦ ἀπογείου καὶ τοῦ περιγείου ὁμαλῶν παρόδων αἱ πρὸς τῷ περιγείῳ διαφοραὶ μείζονές εἰσι τῶν πρὸς τῷ ἀπογείῳ.

Ἐκκείσθω γὰρ πάλιν ὁ ΑΒΓΔ ἔκκεντρος κύκλος περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΔ, ἐφʼ ἧς εἰλήφθω τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ. καὶ ἀπειλήφθωσαν δύο ἴσαι περιφέρειαι τῆς ὁμαλῆς παρόδου ἀπό τε τοῦ Α ἀπογείου καὶ τοῦ Δ περιγείου αἱ ΑΒ, ΓΔ, καὶ ἐπεζεύχθωσαν ὁμοίως αἱ ΕΒ, ΕΓ, ΒΖ, ΖΓ καὶ διήχθω ἡ ΖΒ ἐπὶ τὸ Η, καὶ ἐπεζεύχθω ἡ ΓΗ. λέγω ὅτι μείζων ἐστὶν ἡ ὑπὸ ΖΓΕ γωνία τῆς ὑπὸ ΖΒΕ.

Ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ ὑπὸ ΓΖΔ γωνία τῆς ὑπὸ ΒΕΑ, ἐπεὶ καὶ τῆς ὑπὸ ΓΕΔ, μείζων δὲ ἡ ὑπὸ ΒΕΑ τῆς ὑπὸ ΒΖΕ τουτέστιν τῆς ὑπὸ ΔΖΗ, πολλῷ ἄρα ἡ ὑπὸ ΓΖΔ μείζων ἐστὶν τῆς ὑπὸ ΔΖΗ. ὥστε ἡ ὑπὸ ΓΖΑ λείπουσα εἰς τὰς δύο ὀρθὰς ἐλάττων ἐστὶν τῆς ὑπὸ ΗΖΑ. ἡ ΖΓ ἄρα εὐθεῖα ἔγγιόν ἐστιν τῆς διὰ τοῦ κέντρου τῆς ΖΕΑ ἤπερ ἡ ΖΗ. μείζων ἄρα ἡ ΓΖ τῆς ΖΗ. ὥστε καὶ ἡ ὑπὸ ΓΗΖ μείζων ἐστὶν τῆς ὑπὸ ΖΓΗ. ἡ ἄρα ὑπὸ ΓΖΒ ἐλάττων ἐστὶν ἢ διπλῆ τῆς ὑπὸ ΓΗΒ. διπλῆ δὲ ἡ ὑπὸ ΒΕΓ τῆς ὑπὸ ΓΗΒ· ἐπὶ γὰρ τῆς αὐτῆς περιφερείας βεβήκασιν· μείζων ἄρα ἡ ὑπὸ ΒΕΓ τῆς ὑπὸ ΒΖΓ. καὶ ἴσαι αἱ κατὰ κορυφὴν τῶν ΒΕΘ, ΘΓΖ τριγώνων. λοιπὴ ἄρα ἡ ὑπὸ ΕΓΖ λοιπῆς τῆς ὑπὸ ΕΒΖ μείζων ἐστίν. αἱ ἄρα περιγειότεραι ὁμαλαὶ πάροδοι τῶν ἴσων καὶ ἀπογειοτέρων μείζονας ἀποτελοῦσιν τὰς παρὰ τὴν ἀνωμαλίαν διαφοράς.

Διὸ καὶ τὰς μὲν ἀπογειοτέρας ὡς ἔφαμεν κατʼ ἑξαμοιρίαν παρέθηκε τὰς δὲ περιγειοτέρας κατὰ τριμοιρίαν.

Ἔτι δὲ ἑξῆς καὶ ἐπὶ τῆς κατʼ ἐπίκυκλον ὑποθέσεως δείξομεν τὰ εἰρημένα συμφώνως τῇ κατʼ ἐκκεντρότητα ὑποθέσει ἀποτελούμενα.

Ἔστω γὰρ ὁμόκεντρος καὶ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε, καὶ διάμετρον τὴν ΔΕΑ. καὶ ἀπειλήφθωσαν ἀπὸ τοῦ Α δύο ἴσαι περιφέρειαι ΑΒ, ΒΓ, καὶ γεγράφθωσαν περὶ τὰ Α, Β, Γ ἴσοι ἐπίκυκλοι, ὥστε ὅταν μὲν κατὰ τοῦ Α τυγχάνῃ ὁ ἐπίκυκλος τὸν ἀστέρα εἶναι ἐπὶ τοῦ Ζ ἀπογείου, ὅταν δὲ κατὰ τὸ Β, ἐπὶ τοῦ Η, κινηθέντα τὴν ΖΗ ὁμοίαν οὖσαν τῇ ΑΒ, ὅταν δὲ κατὰ τοῦ Γ, ἐπὶ τοῦ Θ, κινηθέντα τὴν ΖΘ ὁμοίαν πάλιν τῇ ΑΓ.

Ὅτι μὲν οὖν ἐπὶ τῆς τοιαύτης θέσεως αἱ περιγειότεραι διαφοραὶ ἐν ἐλάττοσιν ὑπεροχαῖς παρηύξηνται, δῆλον, ἐπεὶ καὶ τὴν ὑπὸ ΓΕΘ γωνίαν ἀπεδείκνυμεν ἐν τοῖς πρόσθεν ἔνθα καὶ χωρὶς τὴν τοῦ ἐπικύκλου καταγραφὴν ἐξεθέμεθα ἐλάττονα οὖσαν ἢ διπλῆν τῆς ὑπὸ ΒΕΗ.

Λέγω δὴ ὅτι καὶ ἐὰν ἀπὸ τοῦ Δ, ἔνθα τοῦ ἐπικύκλου τυγχάνοντος κατὰ τὸ Ν περίγειος ὁ ἀστὴρ γίνεται διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων, ἴσας περιφερείας ἀπολάβωμεν, αἱ περιγειότεραι διαφοραὶ ἐν μείζοσιν ὑπεροχαῖς τὴν μείωσιν λαμβάνουσιν.

Ἀπειλήφθωσαν γὰρ ἴσαι αἱ ΔΚ, ΚΛ καὶ γεγράφθωσαν πάλιν οἱ περὶ τὰ Δ, Κ, Λ ἐπίκυκλοι. καὶ ἀπεχέτωσαν οἱ ἀστέρες ὁμοίας περιφερείας ἀπὸ τῶν ἀπογείων τῶν ἐπικύκλων ταῖς ἐπὶ τοῦ ὁμοκέντρου τῶν ἐπικύκλων, καὶ ἔστωσαν κατὰ τῶν Ξ, Μ.

Καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΛΔ τῆς ΚΔ, διπλῆ ἐστιν καὶ ἡ Νʹ Ξ τῆς ΜΟ· κείσθω τῇ ΜΟ ἴση ἡ ΞΠ. καὶ ἐπιζευχθεῖσα ἡ ΕΠ, διήχθω ἐπὶ τὸ Ρ, καὶ ἐπεζεύχθωσαν αἱ ΡΞ, ΡΝʹ. καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ΡΝʹ τῆς ΡΞ, κείσθω τῇ ΡΞ ἴση ἡ ΡΣ. καὶ ἐπεζεύχθω ἡ ΕΣ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΡΞ τῆ ΡΣ, κοινὴ δὲ ἡ ΡΕ, καὶ γωνία ἡ πρὸς τῷ Ρ γωνίᾳ τῇ πρὸς τῷ Ρ ἴση, ἐπεὶ καὶ περιφέρεια περιφερείᾳ· βάσις ἄρα ἡ ΕΞ βάσει τῇ ΕΣ ἐστὶν ἴση, καὶ τὸ τρίγωνον ἴσον, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς. ὥστε καὶ ἡ ὑπὸ ΣΕΡ γωνία τῇ ὑπὸ ΡΕΞ· ἡ ἄρα ὑπὸ ΝʹΕΞ γωνία ἐλάσσων ἐστὶν διπλῆς τῆς ὑπὸ ΡΕΝʹ τουτέστιν τῆς ὑπὸ ΚΕΜ. καὶ ὁμοίως τοῖς ἐπὶ τοῦ ἐκκέντρου εἰρημένοις, ἐπεὶ ὅλης τῆς ΔΑ τῆς ὁμαλῆς παρόδου περιφερείας διαφορά ἐστιν παρὰ τὴν ἀνωμαλίαν ἡ ὑπὸ ΝʹΕΞ, τῆς δὲ ΔΚ, ἡ ὑπὸ ΚΕΜ· καὶ τῆς ἄρα ὑπεροχῆς αὐτῶν ἡ ὑπεροχή. ὥστε τῆς ΚΛ περιφερείας τῆς ὁμαλῆς παρόδου διαφορά ἐστιν ἡ ὑπὸ ΞΕΡ. καὶ ἔστιν ἐλάττων τῆς ὑπὸ ΜΕΚ. ὥστε καὶ ἡ μὲν ΚΛ ἀπογειοτέρα περιφέρεια ἐλάττονα διαφορὰν τῆς ἀνωμαλίας πεποίηται, ἡ δὲ ΚΔ περιγειοτέρα μείζονα. μείζοσιν ἄρα διαφοραῖς καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως ἐν τοῖς περιγειοτέροις τμήμασιν αἱ περιγειότεραι ὁμαλαὶ πάροδοι τὴν μείωσιν λαμβάνουσιν τῶν ἀπογειοτέρων ἀκολούθως τῇ τοῦ κανόνος ἐκθέσει.

Ἐπεὶ οὖν αἱ ἀπὸ τοῦ ἀπογείου μέχρι τῆς μέσης παρόδου κατὰ μέρος παρὰ τὴν ἀνωμαλίαν διαφοραὶ ἐπὶ τὸ ἔλαττον συνιστάμεναι καταλαμβάνονται, ἀπὸ δὲ τῆς μέσης παρόδου μέχρις τοῦ Ν περιγείου ἐπὶ τὸν μεῖζον, εἰκότως καὶ κατὰ μὲν αὐτὴν τὴν μέσην πάροδον τὴν στάσιν ποιοῦνται, περὶ δὲ αὐτὴν ἀνεπαίσθητοι τυγχάνουσιν.

Ἔτι δὲ δειχθήσεται ὅπερ ὑπολείπεται τῶν προκειμένων καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως, τουτέστιν ὅτι ἐπὶ τῶν ἴσων ὁμαλῶν παρόδων ἀπὸ τοῦ ἀπογείου καὶ περιγείου αἱ πρὸς τῷ περιγείῳ διαφοραὶ μείζονές εἰσιν τῶν πρὸς τῷ ἀπογείῳ.

Ἐκκείσθω γὰρ πάλιν ὁ ΑΒΓΔ ὁμόκεντρος περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΔ, ὥστε ὅταν μὲν ὁ ἐπίκυκλος κατὰ τοῦ Α τυγχάνῃ καὶ τὸν ἀστέρα εἶναι ἐπὶ τοῦ ἀπογείου· ὅταν δὲ κατὰ τοῦ Δ, ἐπὶ τοῦ περιγείου. καὶ ἀπειλήφθωσαν δύο ἴσαι περιφέρειαι τῆς ὁμαλῆς παρόδου αἱ ΑΒ, ΓΔ καὶ γεγράφθωσαν οἱ ἐπίκυκλοι περὶ τὰ Β, Γ σημεῖα. καὶ ὑποκείσθω ὁ ἀστὴρ κατὰ τῶν Η καὶ Θ, ὥστε τὰς ΖΗ καὶ ΘΚ ἴσας ἀλλήλαις εἶναι καὶ ὁμοίας ταῖς ΑΒ, ΓΔ, διὰ τὴν ἰσοχρονιότητα τῶν ἀποκαταστάσεων. καὶ ἐπεζεύχθωσαν αἱ ΗΕ, ΘΕ.

Λέγω ὅτι ἡ ὑπὸ ΘΕΓ περιγειοτέρα διαφορὰ μείζων ἐστὶ τῆς ὑπὸ ΗΕΖ ἀπογειοτέρας.

Ἤχθω γὰρ διὰ τοῦ Η τῇ ΒΕ παράλληλος ἡ ΗΛ, καὶ ἐπεζεύχθω ἡ ΛΜ. ἴση ἄρα ἐστὶν ἡ ΖΗ περιφέρεια τῇ ΛΜ· ὅπερ δῆλον γίνεται ἐπιζευχθείσης τῆς ΖΛ. ἀλλὰ ἡ ΖΗ περιφέρεια τῇ ΘΚ ἴση ἐστίν. καὶ ἡ ΛΜ ἄρα περιφέρεια ἴση ἐστὶ τῇ ΘΚ· ὥστε καὶ αἱ ὑπʼ αὐτὰς εὐθεῖαι ΛΜ, ΘΚ ἴσαι εἰσίν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΖΗ περιφέρεια τῇ ΘΚ περιφερείᾳ, ἴση ἐστὶν καὶ ἡ ὑπὸ ΖΜΛ γωνία τῇ ὑπὸ ΖʹΚΘ. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΛΜΕ λοιπῇ τῇ ὑπὸ ΘΚΕ ἴση ἐστίν. ἐπεὶ οὖν ἡ μὲν ΘΚ εὐθεῖα τῇ ΛΜ ἴση ἐστίν, ἔστιν δὲ καὶ ἡ ΚΕ τῇ ΜΕ ἴση, καὶ γωνία γωνίᾳ καὶ βάσις βάσει, καὶ τὸ τρίγωνον τῷ τριγώνῳ· ὥστε καὶ ἡ ὑπὸ ΚΕΘ γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΜΕΛ. μείζων ἄρα ἡ ὑπὸ ΘΕΚ περιγειοτέρα διαφορὰ τῆς ὑπὸ ΖΕΗ ἀπογειοτέρας.

Περὶ τῆς κατὰ τὴν μέσην τοῦ ἡλίου πάροδον ἐποχῆς.

Ἐπὶ δὲ πάσης διδασκαλίας καὶ μαθήσεως ἀρχάς τινας χρὴ προϋφιστάναι ἀφʼ ὧν τὰ μετὰ τὰς ἀρχὰς ἀκόλουθα δεῖ πραγματεύεσθαι. δῆλον ὡς ὅτι καὶ τῆς ἐκθέσεως τῶν κινήσεων ἀναγκαῖον ἂν εἴη ἀρχάς τινας ὑποκεῖσθαι. αἱ δὲ τῆς κινήσεως ἀρχαί εἰσιν χρόνος τε καὶ τόπος. χρὴ ἄρα λαβεῖν τόν τε χρόνον καὶ τὸν τόπον ἀφʼ οὗ τοὺς κανόνας τῶν κινήσεων ὁ Πτολεμαῖος συνεστήσατο.

Ἔστι δὲ ὁ μὲν χρόνος ἀπὸ τοῦ αʹ ἔτους Ναβονασσάρου τοῦ τῶν Περσῶν βασιλέως θὼθ αʹ ὥρας ϛʹ πληρωθείσης ὡς πρὸς τὴν ἡμετέραν κατʼ Αἴγυπτον Ἀλεξάνδρειαν, διὰ τὸ ἀπὸ τούτου ἔχειν αὐτὸν καὶ τὰς ἀναγραφὰς τῶν παλαιῶν τηρήσεων διασῳζομένας.

Λοιπὸν οὖν εἴη ἂν εὑρεῖν ἐν τούτῳ τῷ χρόνῳ καὶ κατὰ ποίου τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου ἡ τοῦ ἡλίου ὁμαλὴ πάροδος ἐτύγχανεν· οὐ μόνον δὲ ἐπὶ τοῦ ἡλίου ἀλλὰ καὶ ἐπὶ τῆς σελήνης καὶ τῶν ε πλανωμένων τὸ τοιοῦτον μεταχειρίζεται, ἀπό τε τῶν ἑαυτοῦ ἀδιστακτοτέρων τηρήσεων καταλαμβανόμενος κατὰ ποίου τμήματος τοῦ ζῳδιακοῦ ὁ ἐπιζητούμενος ἀστὴρ τυγχάνει καὶ συνάγων τὸν ἀπὸ Ναβονασσάρου χρόνον μέχρι τῆς ἑαυτοῦ τηρήσεως καὶ ἐκ τῶν ἐκτεθειμένων τῆς ὁμαλῆς κινήσεως κανόνων λαμβάνων τὰ τῷ τοσούτῳ χρόνῳ ἐπιβάλλοντα ὁμαλὰ κινήματα μετὰ κύκλους καὶ ἀνακάμπτων ἀπὸ τῆς κατειλημμένης τοῦ ζῳδιακοῦ κατὰ τὴν τήρησιν ἐποχῆς, καταλαμβάνεται τὸ τμῆμα ὃ ἐπεῖχεν εἰς τὸ αʹ ἔτος Ναβονασσάρου θὼθ αʹ τῆς μεσημβρίας ὁ ἐπιζητούμενος ἀστήρ.

Ποιούμενος οὖν ἐνταῦθα τὴν τοιαύτην κατάλημψιν ἐκτίθεται α θεώρημα διʼ οὗ ἀποδείκνυσιν ὅτι «ὅταν τὴν μετοπωρινὴν ἰσημερίαν ὁ ἥλιος «ποιῆται, προηγεῖται πάντως τοῦ περιγείου τοῦ ἐκκέντρου ὁμαλῶς κινούμενος μοίρας ξγ κ, ἀπέχει δὲ τοῦ ἀπογείου εἰς τὰ ἑπόμενα» τὰς λοιπὰς εἰς τὸ ἡμικύκλιον μοίρας ρις μ. εἶτα ἑξῆς λαβὼν ἐκ τηρήσεως μετοπωρινὴν ἰσημερίαν γεγενημένην τῷ ιζʹ ἔτει Ἀδριανοῦ ἀθὺρ ζ μετὰ δύο ὥρας ἰσημερινὰς τῆς μεσημβρίας, φησίν· ἀπεῖχεν ἄρα ὁ ἥλιος κατὰ τοῦτον τὸν χρόνον τοῦ ἀπογείου ὁμαλῶς μοίρας ρις μ. καὶ συναγαγὼν τὸν χρόνον τὸν ἀπὸ τοῦ πρώτου ἔτους Ναβονασσάρου μέχρι τῆς προκειμένης τηρήσεως ἐτῶν τυγχάνοντα ωοθ καὶ ἡμερῶν ξς καὶ ὡρῶν ἰσημερινῶν β, καὶ λαβὼν τὴν ὁμαλὴν κίνησιν μετὰ κύκλους τοῦ τόσου χρόνους μοιρῶν συναγομένην σια κε καὶ ἀφελὼν αὐτὴν ἀπὸ τῶν ρις μ μοιρῶν ἑνὸς κύκλου μοίρας τξ προσθείς, τὰς λοιπὰς μετὰ τὴν ἀφαίρεσιν μοίρας σξε ιε ἀκολούθως ἔφησεν ἀπέχειν τὸν ἥλιον ὁμαλῶς τοῦ ἀπογείου τουτέστιν τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ κατὰ τὸ αʹ ἔτος Ναβονασσάρου θὼθ αʹ τῆς μεσημβρίας· καὶ διὰ τοῦτο ἐπέχειν τῶν Ἰχθύων ὁμαλῶς τῆς πρώτης μοίρας ἑξηκοστὰ με.

Περὶ τῆς ἡλιακῆς ψηφοφορίας.

Διεξελθὼν περί τε τῶν τοῦ ἡλίου ὁμαλῶν παρόδων καὶ τῶν παρὰ τὴν φαινομένην ἀνωμαλίαν διαφορῶν καὶ τοῦ κατὰ τὴν σύστασιν τῆς πραγματείας χρόνου καὶ τῆς κατʼ αὐτὸν ἀπὸ τοῦ ἀπογείου μέσης ἀποχῆς ἀφʼ ἧς αἱ μετὰ τὴν σύστασιν πάροδοι τὴν ἀρχὴν εἰλήφασι καὶ πῶς διὰ τῶν γραμμῶν τῆς ὁμαλῆς παρόδου δοθείσης ἥ τε παρὰ τὴν ἀνωμαλίαν διαφορὰ δίδοται καὶ ἡ ἀκριβὴς αὐτοῦ πάροδος καὶ τὸ ἀνάπαλιν, ἑξῆς διδάσκει πῶς ἂν καὶ διὰ τῆς κανονικῆς ἐκθέσεως ἐφοδεύωμεν τὴν κατὰ τὸν παρʼ ἕκαστα χρόνον τοῦ ἡλίου ὁμαλὴν καὶ μετὰ τῆς ἀνωμαλίας ἀκριβῆ καὶ φαινομένην πάροδον.

Προκείσθω δὲ ἡμῖν καθόλου τήν τε τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ ἔτι τῶν ε πλανωμένων ψηφοφορίαν ποιήσασθαι ἐπὶ τοῦ λθʹ ἔτους Διοκλητιανοῦ κατʼ ἀλεξανδρέας ἤτοι καθʼ ἕλληνας τυβὶ ι πρὸ δ ὡρῶν καιρικῶν τῆς ἐν Ἀλεξανδρείᾳ μεσημβρίας· κατὰ δʼ αἰγυπτίους, ἐπειδὴ πρὸς τὸν τοιοῦτον ἡμῖν χρόνον οἱ κανόνες συνεστάθησαν φαρμουθὶ εʹ μετὰ καʹ ὥραν τῆς ἐν τῇ δʹ μεσημβρίας, διὰ τὸ τὴν ἀποκατάστασιν τοῦ καθʼ ἕλληνας πρὸς αἰγυπτίους ἐνιαυσίου χρόνου γεγενῆσθαι τῷ εʹ ἔτει τῆς Αὐγούστου βασιλείας, καὶ συνάγεσθαι ἔτη ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τοῦ προκειμένου λθ, τμζ, ἐπειδήπερ τὸ μὲν ἀπὸ Αὐγούστου ἐπὶ Διοκλητιανοῦ ἔτη ἐστὶν τιγ, ἀπὸ δὲ τοῦ εʹ Αὐγούστου ἔτη συνάγειν μετὰ τῶν ἀπὸ Διοκλητιανοῦ ἐτῶν λθ τὰ εἰρημένα ἔτη τμζ, τετραετηρίδας δὲ πϛ ὅσαις ἡμέραις προείληφεν ὁ κατʼ αἰγυπτίους χρόνος τὸν καθʼ ἕλληνας ἢ καὶ κατὰ ἀλεξανδρέας διὰ τὴν τοῦ τετάρτου τῆς ἡμέρας ἐπουσίαν. διὸ προσθέντες τῷ κατὰ ἀλεξανδρέας ἐκτεθειμένῳ χρόνῳ τυβὶ ιʹ ὥρᾳ γʹ αἵτινές εἰσιν ἀπὸ τῆς ἐν τῷ θὼθ αʹ μεσημβρίας ἡμέραι ρκη ὧραι κα, τὰς πϛ ἡμέρας, ἔσχομεν τὸν κατʼ αἰγυπτίους χρόνον ἀπὸ τῆς ἐν τῷ θὼθ αʹ μεσημβρίας ἡμερῶν σιδ καὶ ὡρῶν κα.

Συνάγεται δὲ ἀπὸ Ναβονασσάρου οὗτος ἐτῶν ͵αξθ καὶ τῶν εἰρημένων ἡμερῶν σιδ καὶ ὡρῶν κα καιρικῶν, πρὸς ὃν χρόνον λαμβάνομεν πρῶτον τὴν ὁμαλὴν καὶ ἀκριβῆ τοῦ ἡλίου ἐποχὴν τόνδε τὸν τρόπον· εἰσάγοντες γὰρ πρότερον εἰς τὸ τῶν ὀκτωκαιδεκαετηρίδων κανόνιον τὰ ͵αξθ ἔτη, καὶ λαβόντες τὰ τούτων ἐλάττονα ἔγγιστα παρακείμενα κατὰ τὸ αʹ σελίδιον ἔτη ῳ ἀπογραφόμεθα ὡς πρῶτον κεφάλαιον· ἔπειτα τὰ λοιπὰ εἰς τὰ ͵αξθ ἔτη εἰσαγαγόντες πάλιν κατὰ τὸ αὐτὸ αʹ σελίδιον τῶν ὀκτωκαιδεκαετηρίδων, καὶ λαβόντες ὁμοίως τὰ ἔγγιστα ἐλάττονα αὐτῶν παρακείμενα σνβ ἀπεγραψάμεθα ὡς βʹ κεφάλαιον· ἔτι δὲ καὶ τὰ ὑπολειφθέντα ἔτη ἁπλᾶ ζ τρίτον κεφάλαιον· ἑξῆς δὲ πάλιν καὶ τὰς σι ἡμέρας μηνῶν ζ ὡς δʹ κεφάλαιον παρεθήκαμεν· καὶ τὰς λοιπὰς δ ὡς εʹ· καὶ ἔτι τὴν καʹ ὥραν ὡς ϛʹ.

Καὶ ἀπογραψάμενοι ἑξῆς τῶν οὕτως ἐκτεθειμένων κεφαλαίων τοὺς παρακειμένους οἰκείως τῶν ὁμαλῶν κινήσεων ἀριθμοὺς ὡς ὑπογέγραπται, ἵνα μὴ μακρολογῶμεν, καὶ συναγαγόντες καὶ ποιήσαντες μοίρας, καὶ ἔτι δὲ καὶ τὰς μοίρας, καὶ ἐκβάλλοντες κύκλον ἢ κύκλους, τὸν ὑπολιπέντα τῶν μοιρῶν καὶ τῶν ἑξηκοστῶν ἀριθμὸν καταλαμβανόμενον τια νδ ἀπεγραψάμεθα· ᾧ προσθέντες ἃς ἀπεῖχεν ὁ ἥλιος ἀπὸ τοῦ ἀπογείου ἐν τῷ τῆς ἀρχῆς Ναβονασσάρου χρόνῳ μοίρας σξε ιε, τὰς συναχθείσας μετὰ κύκλον μοίρας σιζ θ ἔσχομεν ἃς ἀπεῖχεν ὁ ἥλιος ἀπὸ τοῦ ἀπογείου ὁμαλῶς κινούμενος εἰς τὰ ἑπόμενα· ἃς ἐκβάλλοντες ἀπὸ τοῦ εἰρημένου ἀπογείου τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ ἑκάστῳ ζῳδίῳ διδόντες μοίρας λ, εὕρομεν τὴν ὁμαλὴν τοῦ ἡλίου πάροδον κατὰ τὸν προκείμενον χρόνον ἐπέχουσαν τοῦ Αἰγόκερω μοίρας ιβ λθ.

Ἵνα δὲ καὶ τὴν ἀκριβῆ ἤτοι φαινομένην αὐτοῦ ἐποχὴν ἐπιλογισώμεθα, εἰσηγάγομεν τὸν αὐτὸν τῆς ὁμαλῆς παρόδου ἀριθμὸν τουτέστιν τὸν σιζ θ εἰς τὸ τῆς ἀνωμαλίας κανόνιον κατὰ τὰ πρῶτα σελίδια ἃ περιέχει τοὺς τῶν ὁμαλῶν παρόδων ἀριθμούς, ἐπεὶ καὶ τούτοις αἱ παρὰ τὴν ἀνωμαλίαν διαφοραὶ παράκεινται. καὶ τὴν παρακειμένην αὐτῷ ἐξ ἀναλόγου ἐν τῷ γʹ σελιδίῳ μοῖραν α κθ ἔγγιστα προσθέντες αὐτῷ διὰ τὸ μείζονα αὐτὸν τυγχάνοντα τῶν τοῦ ἡμικυκλίου μοιρῶν ρπ πίπτειν εἰς τὸ μετὰ τὸ περίγειον ἡμικύκλιον ἔνθα ἡ ἀπὸ τοῦ περιγείου φαινομένη πάροδος μείζων ἐστὶν τῆς ὁμαλῆς, τὰς συναχθείσας μοίρας σιη λη ἐκβάλλοντες πάλιν ἀπὸ τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ, ἔσχομεν καὶ τὴν ἀκριβῆ ἤτοι φαινομένην τοῦ ἡλίου πάροδον ἔχουσαν τοῦ Αἰγόκερω μοίρας ιδ η.

Περὶ τῆς συμφωνίας τῶν κατὰ τὴν σύνταξιν καὶ τὸν πρόχειρον ψηφοφοριῶν.

Ἵνα δὲ καὶ τὴν διὰ τῆς ἐκθέσεως τῶν προχείρων κανόνων τοῦ ἡλίου ψηφοφορίαν σύμφωνον τῇ διὰ τῆς Συντάξεως κατειλημμένῃ δείξωμεν ἀποτελουμένην, ἐκθησόμεθα πρῶτον τὰ ἐπιβάλλοντα κατὰ τὴν τῶν προχείρων κανόνων ἔκθεσιν τῷ προκειμένῳ χρόνῳ κεφάλαια.

Ἔστιν δὲ τάδε· εἰκοσιπενταετηρίδας χκϛ· ἔτη ἁπλᾶ κ· μὴν φαρμουθί· ἡμέραι ε· ὧραι ἀπὸ μεσημβρίας κ καὶ α.

Καὶ πλεονάζει οὗτος ὁ χρόνος τοῦ κατὰ τὴν Σύνταξιν ἐκτεθειμένου ἐνιαυτῷ καὶ μηνὶ καὶ ἡμέρᾳ. ἐὰν γὰρ προσθῶμεν τούτοις τὰ ἀπὸ Ναβονασσάρου ἕως Φιλίππου ἀρχῆς τοῦ μετὰ Ἀλέξανδρον τὸν Κτίστην, ἀφʼ οὗ χρόνου καὶ ὁ πρόχειρος κανὼν τὴν σύστασιν εἴληφεν, ἔτη υκδ, συναχθήσεται ἀπὸ Ναβονασσάρου μέχρι τοῦ προκειμένου λθʹ ἔτους Διοκλητιανοῦ ἔτη ͵αο καὶ ἡμέραι σμε καὶ ὧραι κα ἐπειδήπερ καὶ αὐτὸν τὸν Φαρμουθὶ ἀπογραφόμεθα καὶ τὰς ε ἡμέρας, ἀντὶ τῶν κατὰ τὴν ἐπὶ τῆς Συντάξεως τοῦ ἡλίου ψηφοφορίαν ἐκτεθειμένων ἐτῶν ͵αξθ καὶ ἡμερῶν σιδ καὶ ὡρῶν κα. ὡς πλεονάζειν ὡς ἔφαμεν τὸν κατὰ τὸν πρόχειρον ἐκτεθειμένον χρόνον τοῦ κατὰ τὴν Σύνταξιν ἐνιαυτῷ καὶ μηνὶ καὶ ἡμέρᾳ, ὅπερ ἀκόλουθόν ἐστιν, ἐπειδήπερ καὶ κατὰ τὸν πρόχειρον τὰ τῷ αʹ ἔτει τῶν εἰκοσιπενταετηρίδων παρακείμενα ρξβ ι τῶν πρὸ τῆς συστάσεώς ἐστι τοῦ προχείρου ἀπὸ Ναβονασσάρου ἕως ἀρχῆς Φιλίππου ἐτῶν υκδ, ὡς ἐν τοῖς εἰς τὸν λόγον τοῦ προχείρου ὑπομνήμασιν ἀπεδείξαμεν. καὶ διὰ τοῦτο τὰ τοῖς κϛ ἔτεσιν παρακείμενα τῶν εἴκοσι πέντε ἐτῶν εἶναι κινήματα, ἐπὶ δὲ τῆς Συντάξεως οὐκέτι, ἀλλὰ τὰ τοῖς ιη ἔτεσιν παρακείμενα αὐτῶν τῶν ιη ἐστὶ κινήματα καὶ τὰ τῶν λϛ τῶν λϛ· ὡς πλεονάζειν τὴν τοῦ προχείρου ἔκθεσιν ἐνιαυτῷ ἑνί. καὶ ἐπὶ τῶν μηνῶν δὲ πάλιν ἐν τοῖς προχείροις τῷ μὲν Θώθ, 𐆊 𐆊 παράκειται, τῷ δὲ Φαωφὶ τὸ τοῦ Θὼθ κίνημα. ἔτι δὲ καὶ ἐπὶ τῶν ἡμερῶν ἐπὶ μὲν τῶν προχείρων τῇ αʹ ἡμέρα 𐆊 𐆊 παράκειται, τῇ δὲ βʹ τὰ τῆς αʹ· ἐπὶ δὲ τῆς Συντάξεως τὸ τοῦ αʹ μηνὸς κίνημα τῷ πρώτῳ μηνὶ παράκειται, καὶ τὰ τοῦ βʹ τῷ βʹ, καὶ ἑξῆς ἀκολούθως· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν, ὡς πάλιν ἀκόλουθον εἶναι τὴν ἔκθεσιν τὴν τοῦ χρόνου ἐπὶ τοῦ προχείρου κανόνος πλεονάζειν μηνὶ καὶ ἡμέρᾳ.

Ἐκθέμενοι οὖν τὸν εἰρημένον ἐπὶ τοῦ προχείρου χρόνον περιέχοντα εἰκοσιπενταετηρίδων μὲν ἔτη χκϛ ἁπλᾶ δὲ ἔτη κ καὶ μῆνα Φαρμουθὶ καὶ ἡμέραν εʹ καὶ ὥραν ἀπὸ μεσημβρίας καʹ, καὶ παραθέντες αὐτοῖς οἰκείως τὰ ὁμαλὰ κινήματα κατὰ τὴν τοῦ Προχείρου ἔκθεσιν, καὶ συναγαγόντες ὁμοίως τὰ ἑξηκοστὰ καὶ τὰς μοίρας ὡς ὑπογέγραπται, τὸν συναχθέντα ἀριθμὸν τῶν σιζ θ μοιρῶν μετὰ κύκλον ἐκβάλλοντες ἀπὸ τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ, ἕξομεν ἀκολούθως τοῖς ἐπὶ τῆς Συντάξεως ἐπιλογισμοῖς ἐπέχοντα τὸν ἥλιον μέσως τοῦ Αἰγόκερω μοῖραν ιβ λθ.

Ἵνα δὲ πάλιν καὶ τὴν ἀκριβῆ καὶ φαινομένην αὐτοῦ ἐποχὴν λάβωμεν, εἰσηγάγομεν τὸν αὐτὸν τῶν σιζ θ μοιρῶν ἀριθμὸν εἰς τὸ τῆς ἀνωμαλίας αὐτοῦ κανόνιον κατὰ τῶν πρώτων δύο σελιδίων, καὶ τὴν παρακειμένην αὐτῷ κατὰ τὸ γʹ σελίδιον μοῖραν α καὶ ἑξηκοστὰ κθ προσθέντες αὐτῷ διὰ τὸ μείζονα αὐτὸν εἶναι μοιρῶν ρπ, καὶ τὰς γενομένας μοίρας σιη λη ἐκβαλόντες πάλιν ἀπὸ τῶν κατὰ τοὺς Διδύμους μοιρῶν ε λ, ἔσχομεν τὴν κατὰ τὸν προκείμενον ἐποχὴν τοῦ ἡλίου κατὰ τοῦ Αἰγόκερω μοῖραν ιδ η συμφώνως τῇ ἐπὶ τῆς Συντάξεως ψηφοφορίᾳ.

Εἶθʼ ἑξῆς κατὰ τὴν τοιαύτην τοῦ ἡλίου ἐποχὴν μετειλήφαμεν τὴν κα ὥραν καιρικὴν εἰς ἰσημερινὰς τόνδε τὸν τρόπον· λαβόντες γὰρ πρότερον ἐπὶ τοῦ διʼ Ἀλεξανδρείας τρίτου κλίματος τοὺς συναναφερομένους τῷ ἀπὸ τῶν προκειμένων τοῦ Αἰγόκερω μοιρῶν ιδ η μέχρι τοῦ Καρκίνου τῶν αὐτῶν μοιρῶν τοῦ ἡμικυκλίου χρόνους συναγομένους ρνα ια, καὶ τούτους μερίσαντες παρὰ τὰς καιρικὰς ὥρας ιβ τῆς ἡμέρας ἕξομεν τοὺς ἐπιβάλλοντας τὰς ἐκείνῃ τῇ ἡμέρᾳ ὡριαίους καιρικοὺς ἡμερινοὺς χρόνους ιβ λϛ, τοὺς δὲ λοιποὺς εἰς τοὺς λ χρόνους τῶν δύο ἰσημερινῶν ὡρῶν χρόνους ιζ κδ νυκτερινούς. καὶ πολλαπλασιάσαντες τὰς μὲν ἡμερινὰς ὥρας θ, αἵ εἰσιν ἓξ μὲν μετὰ μεσημβρίαν, τρεῖς δὲ ἀπὸ ἀνατολῆς, ἐπὶ τοὺς ἡμερινοὺς ὡραίους χρόνους ιβ λϛ τὰς δὲ νυκτερινὰς ὥρας ιβ ἐπὶ τοὺς νυκτερινοὺς ὡριαίους χρόνους ιζ κδ, ἢ καὶ τὰς ἀπὸ μεσονυκτίου ὥρας ϛ ἐπὶ τοῦ ιζ κδ τὰς δὲ ἀπὸ ἀνατολῆς ὥρας ἐπὶ τοὺς ιβ λϛ καὶ τοῖς συναγομένοις προστιθέντες τοὺς ἀπὸ μεσημβρίας ἐπὶ μεσονύκτιον χρόνους ρπ, καὶ τοὺς συναγομένους πάλιν ἔκ τε τῶν ἡμερινῶν καὶ νυκτερινῶν ὡρῶν χρόνους τκβ ιβ μερίσαντες παρὰ τοὺς τῆς ἰσημερινῆς ἡμέρας ὡριαίους χρόνους ιε, ἔσχομεν πλῆθος ὡρῶν ἰσημερινῶν κα 𐅵ʹ ἔγγιστα, αἷς καὶ χρησόμεθα πρὸς τὴν τοῦ ἡλίου ἀκριβεστέραν ψηφοφορίαν.

Ἐὰν δὲ ἑτέρα ᾖ τοῦ διʼ Ἀλεξανδρείας μεσημβρινοῦ ἡ οἴκησις ἐφʼ ᾗ τὸν καιρικὸν χρόνον παραλαμβάνομεν, τῆς κατὰ μῆκος αὐτῶν ὑπεροχῆς τὸ γινόμενον μέρος ὥρας ἰσημερινῆς, ὅταν μὲν ἀνατολικωτέρα ᾖ τῆς Ἀλεξανδρείας ἡ ἀναδοθεῖσα οἴκησις ἀφελοῦμεν τῶν ἐκεῖσε κατειλημμένων ἰσημερινῶν ὡρῶν, ὅταν δὲ δυσμικωτέρα προσθήσομεν. καὶ ἐκ τοῦ οὕτω πάλιν καταλαμβανομένου πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ μεσημβρινὸν χρόνου ποιησόμεθα τὴν τοῦ ἡλίου ψηφοφορίαν.

Περὶ τῆς ἀνισότητος τῶν νυχθημέρων.

Ἀποδείξας τὰ περὶ τὰς κινήσεις τοῦ ἡλίου θεωρούμενα, ἑξῆς βούλεται διαλαβεῖν ὅτι ταῦτα τὰ καιρικὰ καὶ φαινόμενα ἡμῖν νυχθήμερα οὐκ ἔστιν ἴσα ἀλλήλοις ἤτοι ὁμαλά, ἀλλὰ διαλλάττουσι κατὰ τὰ μέσα.

Κατηνέχθη δʼ ἐπὶ τὴν τοιαύτην ἐπίσκεψιν διὰ τὸ τὰ ἐκτεθειμένα αὐτῷ ὁμαλὰ κινήματα κατʼ ἴσας ὑπεροχὰς τὴν παραύξησιν εἰληφέναι δηλαδὴ ὡς τῶν νυχθημέρων ἰσοχρονίων ὄντων. τοῦ τοιούτου μὴ οὕτως ἔχοντος καταλαμβανομένου, βούλεται οὖν τὰς καταλήμψεις ποιήσασθαι τῶν γινομένων διαφορῶν παρὰ τὸ μείζονα καὶ ἐλάττονα αὐτὰ καταλαμβάνεσθαι τῶν νοουμένων ὁμαλῶν, ἵνα τὰς ἐπιβαλλούσας αὐτοῖς προσθαφαιρέσεις ποιούμενος εἰς ὁμαλὰ αὐτὰ μετάγων, ἀκολούθως τῇ τῶν ὁμαλῶν παρόδων ἐκθέσει τὰ τούτοις ἐπιβάλλοντα ὁμαλὰ κινήματα λαμβάνων, πρὸς ταῦτα καὶ τὰς ἀκριβεῖς καὶ φαινομένας ἐποχὰς μεταχειρίζεται.

Μέλλων οὖν τὸ τοιοῦτον ἐξετάζειν, φησί· «τὰ μὲν οὖν περὶ τὸν ἥλιον “μόνον θεωρούμενα σχεδὸν ταῦτα” ἂν εἴη. τὰ γὰρ προληφθέντα, λέγω δὴ περὶ τε τοῦ μεγέθους τοῦ ἐνιαυσίου αὐτοῦ χρόνου, ἀφʼ οὗ καὶ τὰς ὁμαλὰς αὐτοῦ κινήσεις κανονικῶς ἐξέθετο, καὶ περὶ τὰς ἀνωμάλους καὶ φαινομένας παρόδους, καὶ ἔτι περὶ τὰς διαφορὰς αὐτῶν ἐκ τῶν καθʼ αὑτὸν καὶ πρὸς αὐτὸν θεωρουμένων ἀπέδειξεν.

Ἔστιν δὲ καὶ ἄλλα περὶ τὸν ἥλιον θεωρούμενα ἃ ἐκ τῆς αὐτοῦ πρὸς ἕτερον σχέσεως ἀποδείκνυται, οἷον ὡς σύνοδοι καὶ πανσέληνοι καὶ ἐκλείψεις ἐκ τῶν πρὸς τὴν σελήνην σχέσεων· καὶ ἔτι ἐν τοῖς βιβλίοις τοῖς ἐφεξῆς περὶ τὸν ἥλιον ἀποδείκνυσι τὰς φάσεις τῆς σελήνης καὶ τῶν ἀστέρων ἢ καὶ τὰς μεγίστας ἀπὸ τοῦ ἡλίου διαστάσεις Ἀφροδίτης καὶ Ἑρμοῦ ἃ ἐκ τῆς αὐτοῦ πρὸς ἕτερον σχέσεως φαίνεται δεικνύμενα, ὡς ἐν τοῖς περὶ αὐτῶν φανερὸν ἔσται.

Τὸ δὲ σχεδὸν εἴρηται διὰ τὸ καὶ τὰς παραλλάξεις αὐτοῦ ἐκ τῶν περὶ αὐτὸν ἀποτελουμένων ἀνεπαισθήτους ποιεῖν τὰς διαφορὰς παρὰ τὰς εἰρημένας αὐτοῦ ἀκριβεῖς καὶ φαινομένας παρόδους.

Εἶτα ὡς συντελοῦν αὐτῷ πρὸς τὴν ὑποκειμένην τῆς ἀνισότητος τῶν νυχθημέρων πραγματείαν, διδάσκει πρότερον τί ἐστιν κόσμου περιστροφὴ καὶ τί καιρικὸν καὶ ἁπλῶς θεωρούμενον νυχθήμερον καὶ τί ὁμαλόν.

Καί φησι κόσμου μὲν περιστροφὴν εἶναι τὴν μίαν περιφορὰν τοῦ ἰσημερινοῦ, τουτέστιν ὅταν τι σημεῖον αὐτοῦ ἀπό τινος ὁρίζοντος ἢ μεσημβρινοῦ ὡς ἀπὸ καταδηλοτέρων τόπων ἀρχόμενον φέρεσθαι ἐπὶ τὸ αὐτὸ τοῦ ὁρίζοντος ἢ τοῦ μεσημβρινοῦ σημεῖον ἀποκαθίστηται.

Νυχθήμερον δὲ ἁπλῶς τουτέστιν καθόλου καιρικόν, ὅταν ὁ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ἀνατέλλων ἢ ἐπὶ τοῦ μεσημβρινοῦ μεσουρανῶν ἐπὶ τὴν αὐτὴν ἀνατολὴν ἢ μεσουράνησιν πάλιν παραγένηται, ὅπερ περιέχει χρόνους μιᾶς τοῦ ἰσημερινοῦ περιστροφῆς καὶ ἔτι τῆς συνανερχομένης αὐτοῦ ἢ συμμεσουρανούσης τῇ ἀνωμάλῳ τοῦ ἡλίου κινήσει, ἥτις καὶ αὐτὴ ἡ ἐπιλαμβανομένη τοῦ ἰσημερινοῦ περιφέρεια ἄνισος καθʼ ἑκάστην γίνεται ὡς ἐκ τῶν ἑξῆς διδαχθησομένων ἐπιλογισμῶν ἔσται δῆλον.

Ἐπεὶ οὖν ἡ μὲν τοῦ κόσμου περιστροφὴ ἐπίλημψιν οὐκ ἔχει τοῦ ἰσημερινοῦ τὸ δὲ τυχὸν καιρικὸν νυχθήμερον ἐπίλημψιν ἀνώμαλον ἔχει, φησίν· »ὁμαλὸν μὲν οὖν νυχθήμερον γίνεται διὰ ταῦτα τὸ περιέχον πάροδον «τῶν τῆς μιᾶς περιστροφῆς τοῦ ἰσημερινοῦ χρόνων τξ καὶ ἔτι ἑνὸς χρόνου ἑξηκοστῶν νθ ἔγγιστα, ὅσα ἐν τῷ τοσούτῳ μέσως ὁ ἥλιος ἐπικινεῖται.»

Ἢ καὶ οὕτως· ἐπεὶ τὸ νυχθήμερον μεῖζόν ἐστιν τῆς τοῦ κόσμου περιστροφῆς διὰ τὴν εἰς τὰ ἑπόμενα τοῦ ἡλίου μετάβασιν, καὶ οἱ χρόνοι τῆς φορᾶς περὶ τὸν μέγιστον τῶν παραλλήλων τῶν τοῖς πόλοις τῆς σφαίρας γραφομένων θεωροῦνται, οἱονεὶ τὸν ἰσημερινὸν ὡς ἐν τοῖς ἔμπροσθεν ἐδηλοῦμεν, ἀναγκαῖόν ἐστιν, εἰ μέλλει ἰσοχρόνια εἶναι τὰ νυχθήμερα, μετὰ τὴν μίαν περιστροφὴν τοῦ ἰσημερινοῦ καὶ ἴσην αὐτοῦ περιφέρειαν καθʼ ἑκάστην ἡμέραν ἀναφέρεσθαι τὸν μεσημβρινόν· ὥστε τῶν τξ χρόνων τοῦ ἰσημερινοῦ ἐπιμεριζομένων εἰς τξε ιδ μη ἡμέρας τοῦ ἐνιαυσίου χρόνου, ἔσται ἡ μετὰ τὴν μίαν περιστροφὴν ἐπιλαμβανομένην … νθ ἔγγιστα, ὅση τίς ἐστι καὶ ἡ τοῦ ἡλίου ὁμαλὴ κίνησις τοῦ διὰ μέσων τῶν ζῳδίων ἤτοι τοῦ ἐκκέντρου κύκλου ὁμοίως εἰς τὸ εἰρημένον ἐνιαύσιον τῶν ἡμερῶν πλῆθος ἐπιμερισθέντος.

Διὸ καί φησιν· «καὶ ἔτι ἑνὸς χρόνου ἑξηκοστῶν νθ ἔγγιστα, ὅσα ἐν “τῷ τοσούτῳ μέσως ὁ ἥλιος ἐπικινεῖται.”

»Ἀνώμαλον δὲ τὸ περιέχον πάροδον τῶν τῆς μιᾶς περιστροφῆς τοῦ «ἰσημερινοῦ χρόνων τξ καὶ ἔτι τῶν ἤτοι συναναφερομένων ἢ συμμεσουρανούντων τῷ ἀνωμάλῳ τοῦ ἡλίου ἐπικινήματι.» τοῦτο δὴ τὸ μετὰ τὴν μίαν περιστροφὴν τοῦ ἰσημερινοῦ συναναφερόμενον ἢ συμμεσουρανοῦν αὐτοῦ τμῆμα τῇ πρὸς τὸν ζῳδιακὸν θεωρουμένῃ ἀνωμάλῳ τοῦ ἡλίου κινήσει ἄνισον ἀνάγκη γίγνεσθαι κατὰ δύο τρόπους· πρῶτον μὲν μείζονι πῇ δὲ ἐλάσσονι τοῦ ζῳδιακοῦ περιφερείᾳ τὴν προσθαφαίρεσιν τῆς ἀνωμαλίας συναναφέρεσθαι ἢ συμμεσουρανεῖν, καὶ ἄνισον ἀνάγκη ὡς ἔφαμεν γίνεσθαι, ἐπειδήπερ καὶ ἡ φαινομένη τοῦ ἡλίου ἀνώμαλος κίνησις οὐ τοιαύτην ἔχουσα τάξιν καταλαμβάνεται ὡς ἴσας καθʼ ἑκάστην ἡμέραν τοῦ ἰσημερινοῦ συναναφέρεσθαι αὐτῇ ἢ συμμεσουρανεῖν· δεύτερον δὲ ὅτι εἰ καὶ ἴσαι ἦσαν αἱ ἐπιλαμβανόμεναι τοῦ ζῳδιακοῦ περιφέρειαι οὔτε ἐν τοῖς ἴσοις χρόνοις συνεξήρχοντο τὸν μεσημβρινὸν οὔτε μὴν ἀναφέροντο τὸν ὁρίζοντα, ὡς ἐκ τῆς τῶν ἀναφορικῶν χρόνων κανονογραφίας γίνεται δῆλον, τοῦ τοιούτου συμβαίνοντος ἐκ τῆς τοῦ διὰ μέσων πρὸς τὸν ἰσημερινὸν ἐγκλίσεως.

Δῆλον δὲ ὅτι καὶ συμπεπλεγμέναι εἰσὶν αἱ εἰρημέναι διαφοραὶ διὰ τὸ μετὰ ἀνωμάλους φαίνεσθαι, ἔτι καὶ διαφόροις χρόνοις ὡς ἔφαμεν συμμεσουρανεῖν, αἷς καὶ μάλιστα προσχρῆται ἀποδοκιμάζων τὰς συναναφοράς.

Καὶ ἀνεπαίσθητος μὲν γίνεται ἡ ἐξ ἑκατέρου ἢ καὶ συναμφοτέρων τῶν τοιούτων δύο τρόπων συναγομένη διαφορὰ τῶν φαινομένων νυχθημέρων παρὰ τὰ ὁμαλὰ ὡς τοῦ ἑνὸς νυχθημέρου, καθάπερ ἐπὶ τῶν τοῦ γʹ σελιδίου τῆς ὀρθῆς σφαίρας ἀναφορῶν τοῦ Προχείρου Κανόνος ἐστὶν ἰδεῖν, ἔνθα καὶ ἡ ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν γινομένη διαφορὰ παράκειται, ὡς ἐν τῷ εἰς τὸν λόγον τοῦ προχείρου ὑπομνήματι ἀπεδείκνυμεν. οὐ μείζονα γὰρ εὑρήσομεν τὴν παραύξησιν ἑξηκοστῶν δευτέρων λα ἔγγιστα γίνεσθαι μιᾶς ὥρας ἰσημερινῆς ἔγγιστα, διὰ τὸ τὸ τέταρτον αὐτῶν τουτέστιν τὰ ζ 𐅵ʹ δʹ δέον εἶναι παραλαμβάνεσθαι ὡς χρόνους ἢ ἑξηκοστὰ ὅταν πρῶτα· ὅταν δὲ δεύτερα ὡς πρῶτα ἢ δεύτερα· ὥστε τὰ ζ 𐅵ʹ δʹ ἑξηκοστὰ δεύτερα παραλαμβανόμενα ὡς πρῶτα γίγνεται τῶν τῆς α ὥρας ἰσημερινῆς ἑξηκοστῶν πρώτων ϡ, ριϛʹ ἔγγιστα, ὡς ἔφαμεν, ὅπερ τῷ ἑνὶ νυχθημέρῳ ἐπιβάλλει ἐπεὶ καὶ τῇ μιᾷ μοίρᾳ τῆς ἐπὶ τοῦ ζῳδιακοῦ τοῦ ἡλίου παρόδου· «ἡ δὲ ἐκ πλειόνων νυχθημέρων ἐπισυναγομένη “ αἰσθητή”.

Εἶτα ζητῶν τὴν ἐκ τῆς συμπλοκῆς γινομένην μεγίστην διαφορὰν ἐπὶ τῶν πλειόνων νυχθημέρων, ὁρᾷ πρότερον ἡλίκη τίς ἐστιν ἡ παρὰ μόνην τὴν τοῦ ἡλίου ἀνωμαλίαν γινομένη καὶ κατὰ ποίων τμημάτων τοῦ ζῳδιακοῦ ἀποτελεῖται. ἔτι δὲ ὁμοίως περὶ τῶν αὐτῶν ἐρεῖ καὶ ἐπὶ τῶν συναναφορῶν καὶ συμμεσουρανήσεων. διό φησιν· »παρὰ μὲν οὖν τὴν ἡλιακὴν «ἀνωμαλίαν τὸ πλεῖστον γίνεται διάφορον ἐπὶ τῶν ἀπὸ μιᾶς τῶν μέσων «τοῦ ἡλίου κινήσεων ἐπὶ τὴν ἑτέραν διαστάσεων». μέσας παρόδους καλεῖ ὡς ἐπὶ τοῦ ζῳδιακοῦ τὰς μεταξὺ τῶν ἀπογείων καὶ περιγείων τεταρτημοριαίας διαστάσεις τουτέστιν τάς τε κατὰ τὴν Παρθένον καὶ τοὺς Ἰχθύας μοίρας ε λ, διὰ τὸ περὶ ταῦτα τὰ σημεῖα τὸν ἥλιον φαίνεσθαι ὁμαλῶς ποιούμενον τὴν κίνησιν, τῆς διαφορᾶς ὡς ἔφαμεν ἀνεπαισθήτου γινομένης.

Φησὶν οὖν ἕκαστον τῶν ἡμικυκλίων τῶν ἀπὸ τῶν τοιούτων μέσων παρόδων ποιεῖσθαι παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν τὴν μεγίστην διαφορὰν τῶν φαινομένων νυχθημέρων παρὰ τὰ ὁμαλὰ χρόνων δ 𐅵ʹ δʹ, πρὸς ἄλληλα δὲ τὰ αὐτὰ ἡμικύκλια ποιεῖσθαι τὴν τῶν φαινομένων νυχθημέρων διαφορὰν τοῖς διπλασίοις χρόνοις, θ 𐅵ʹ ἔγγιστα.

Εἶτα καὶ τὴν αἰτίαν ἐπάγων φησὶν πάλιν «διὰ τὸ καὶ τὴν τοῦ ἡλίου «φαινομένην πάροδον παρὰ τὴν ὁμαλήν, κατὰ μὲν τὸ πρὸς τῷ ἀπογείῳ «ἡμικύκλιον δ 𐅵ʹ δʹ μοίρας ἐλλείπειν, κατὰ δὲ τὸ πρὸς τῷ περιγείῳ «πλεονάζειν ταῖς αὐταῖς.»

Ἵνα δὲ καὶ τὴν τούτων ἀπόδειξιν διὰ τῶν γραμμῶν ποιησώμεθα, ἐκκείσθω ὁ ΑΒΓΔ ἔκκεντρος τοῦ ἡλίου κύκλος, περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΓ, ἐφʼ ἧς εἰλήφθω τὸ τοῦ ζῳδιακοῦ κέντρον τὸ Ζ. καὶ ἤχθω ἀπʼ αὐτοῦ τῇ ΑΖΓ πρὸς ὀρθὰς ἡ ΒΖΔ. καὶ περιγεγράφθω ὁ ΗΘΚΛ ζῳδιακός. καὶ διήχθω ἡ ΘΒΖΔΛ, ὥστε τὸ μὲν Η κατὰ τὸ ἀπόγειον τυγχάνειν τουτέστιν κατὰ τὰς τῶν Διδύμων μοίρας, ε λ, τὸ δὲ Θ ἐπὶ τῆς κατὰ τὴν Παρθένον μοίρας ε λ μέσης παρόδου, τὸ δὲ Κ ἐπὶ τῆς κατὰ τὸ περίγειον τοῦ Τοξότου μοίρας ε λ, καὶ ἔτι τὸ Δ κατὰ τῆς ἑτέρας μέσης παρόδου τῶν Ἰχθύων μοιρῶν τῶν αὐτῶν. καὶ ἐπεζεύχθωσαν αἱ ΒΕ, ΕΔ.

Δῆλον δὴ ὅτι τὸν μὲν ΑΒ τοῦ ἐκκέντρου τμῆμα μοιρῶν ἐστιν ϙβ κγ, διὰ τὸ καὶ τὴν πρὸς τῷ Ζ γωνίαν ὀρθὴν τυγχάνουσαν μοιρῶν εἶναι ϙ, τὴν δὲ πρὸς τῷ Β δεδεῖχθαι μοιρῶν β κγ. ταύταις δὲ ἴσην οὖσαν τὴν ὑπὸ ΑΕΒ συνάγεσθαι τῶν ἐπὶ τὸ αὐτὸ μοιρῶν ϙβ κγʹ. καὶ ὅλον ἄρα τὸ ΒΑΔ ἀπογειότερον τοῦ ἐκκέντρου τμῆμα συναχθήσεται μοιρῶν ρπδ μϛ.

Ἀλλʼ ἐν ᾧ τοῦτο ὁ ἥλιος ὁμαλῶς κινεῖται, φαίνεται τὸ ΘΗΛ ἡμικύκλιον διαπορευόμενος μοιρῶν ρπ.

Ὥστε πρὸς τῷ ἀπογειοτέρῳ τοῦ ζῳδιακοῦ ἡμικυκλίῳ πλεονάζει τὰ ὁμαλὰ κινήματα τῶν φαινομένων τμήμασιν δ 𐅵ʹ δʹ ἔγγιστα. πάλιν ἐπεὶ τὸ ΒΓΔ τοῦ ἐκκέντρου τμημάτων λοιπῶν ἐστιν εἰς τὸν ὅλον κύκλον μετὰ τὰς ρπδ μϛ μοίρας ροε ιδ, ἔστιν δὲ καὶ τὸ ΘΚΛ τοῦ ζῳδιακοῦ ἡμικύκλιον μοιρῶν ρπ, καὶ ἐν ᾧ τὸ ΒΓΔ ὁμαλῶς κινεῖται, φαίνεται τὸ ΘΚΛ. ἐνέλειψεν ἄρα ἐνταῦθα τὰ ὁμαλὰ κινήματα τὰ τῶν φαινομένων τμήμασιν δ 𐅵ʹ δʹ ἔγγιστα.

Ὥστε καὶ πρὸς ἄλληλα τὰ πρὸς τῷ ἀπογείῳ ὁμαλὰ κινήματα τῶν πρὸς τοῖς περιγείοις διαφέρει τοῖς διπλασίοις τμήμασι θ 𐅵ʹ ἔγγιστα.

Λέγω ὅτι τοῖς τοσούτοις χρόνοις ἀκολούθως καὶ τὰ οὕτως συναγόμενα φαινόμενα νυχθήμερα πρὸς τὰ ὁμαλὰ καὶ ἔτι πρὸς ἄλληλα τὴν ὁμοίαν διαφορὰν ποιοῦνται.

Ἐπεὶ γὰρ ἐν ᾧ τὸ ΒΑΔ τοῦ ἐκκέντρου τμῆμα ὁμαλῶς ὁ ἥλιος διαπορεύεται μοιρῶν τυγχάνον ρπδ μϛ, φαίνεται τὰς τοῦ ΘΗΛ ἡμικυκλίου τοῦ διὰ μέσων μοίρας ρπ ἀνωμάλως διαπορευόμενος, ἐν ᾧ δὲ πάλιν τὸ ΒΓΔ μοιρῶν τυγχάνον ροε ιδ ὁμαλῶς διαπορεύεται, φαίνεται τὰς τοῦ ΘΚΛ ἡμικυκλίου μοίρας ρπ, ἐν πλείονι δὲ χρόνῳ τὸ ΒΑΔ ὁμαλῶς διαπορεύεται ἤπερ τὸ ΒΓΔ, ἐν πλείονι ἄρα χρόνῳ φαίνεται τὸ ΘΗΛ τοῦ διὰ μέσων ἡμικύκλιον διαπορευόμενος ἤπερ τὸ ΘΚΛ· εἰ δὲ ἐν ἴσῳ χρόνῳ ἐξ ὁμαλοῦ ἐφαίνετο ἑκάτερον αὐτῶν διαπορευόμενος, παρηκολούθει καὶ ἑκάτερον αὐτῶν φαίνεσθαι παροδεύοντα ἐν χρόνοις ρπ. ὥστε ἐν πλείοσι χρόνοις ἤτοι τμήμασιν δ μϛ τουτέστιν δ 𐅵ʹ δʹ ἔγγιστα ὁ ἥλιος τὸ ΔΗΘ ἀπογειότερον τοῦ ζῳδιακοῦ ἡμικύκλιον φαίνεται κινούμενος ἀνωμάλως ἤπερ συνέβαινεν αὐτὸν ὁμαλῶς αὐτὸ φαίνεσθαι κινούμενον· καὶ ὁμοίως ἐν ἐλάττοσι χρόνοις ἤτοι τμήμασιν τοῖς ἴσοις φαίνεται τὸ ΘΚΛ τοῦ διὰ μέσων περιγειότερον ἡμικύκλιον ἀνωμάλως διαπορευόμενος ἤπερ συνέβαινεν αὐτὸν ὁμαλῶς αὐτὸ φαίνεσθαι κινούμενον.

Καὶ φαινόμενα μὲν γίνεται νυχθήμερα τὰ ἐπιλαμβάνοντα μετὰ τὰς τοῦ κόσμου περιστροφὰς τὸν χρόνον τῆς φαινομένης τοῦ ἡλίου παρόδου, ὁμαλὰ δὲ τὰ ἐπιλαμβάνοντα τὸν χρόνον ὡσεὶ ὁμαλῶς ἐφαίνετο τοῦ διὰ μέσων τὰ ἡμικύκλια διαπορευόμενος ἐν χρόνοις ρπ.

Καὶ διαφέρει ὁ χρόνος τοῦ χρόνου τοσούτοις τμήμασιν ὅσοις διαφέρει καὶ ἡ φαινομένη τοῦ ἡλίου ἀνώμαλος κίνησις τῆς ὁμαλῆς, τουτέστιν τμήμασιν δ μϛ.

Ὥστε καὶ τὰ ἐπιλαμβάνοντα νυχθήμερα τὸν χρόνον τῆς ἐπὶ τοῦ ΛΗΘ ἡμικυκλίου φαινομένης ἀνωμάλου παρόδου τῶν ἐπιλαμβανόντων τὸν χρόνον ὡσεὶ ὁμαλῶς αὐτὸ ἐφαίνετο διαπορευόμενος ὑπερέξει τοσούτῳ χρόνῳ ἐν ὅσῳ ἀναφέρεται ἡ διαφορὰ τῆς φαινομένης τοῦ ἡλίου παρὰ τὴν ὁμαλήν, τουτέστιν ἐν ὅσῳ ἀναφέρονται αἱ δ 𐅵ʹ δʹ μοῖραι τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου. τὰ δὲ ἐπιλαμβάνοντα τὸν χρόνον τῆς ἐπὶ τοῦ ΘΚΛ ἡμικυκλίου φαινομένης παρόδου τῶν ἐπιλαμβανόντων τὸν χρόνον τῶν ὡσεὶ ὁμαλῶς αὐτὸ ἐφαίνετο κινούμενος ἐλλείψει τῷ χρόνῳ τῆς ἀναφορᾶς τῶν δ 𐅵ʹ δʹ μοιρῶν. ἀλλήλων δὲ τὰ πρὸς τῷ ἀπογειοτέρῳ ἡμικυκλίῳ φαινόμενα νυχθήμερα τῶν πρὸς τῷ περιγειοτέρῳ ἡμικυκλίῳ διοίσουσιν τοῖς διπλασίοις τῶν δ 𐅵ʹ δʹ μοιρῶν τῆς ἀναφορᾶς χρόνων, τουτέστιν θ 𐅵ʹ ἔγγιστα μοίραις ἀναφορᾶς χρόνοις.

Ἐκάλεσεν δὲ τὰς τῆς ὁμαλῆς τοῦ ἡλίου παρόδου μοίρας καὶ χρόνους, διὰ τὸ ὑποχεῖσθαι ὡς παρὰ τὴν τοῦ ἡλίου μόνην ἀνωμαλίαν γινομένης τῆς διαφορᾶς οὐκέτι δὲ καὶ παρὰ τὰς συναναφορὰς ἢ τὰς συμμεσουρανήσεις, καὶ διὰ τοῦτο ὡς μὴ ἐγκεκλιμένον παραλαμβάνεσθαι τὸν διὰ μέσων πρὸς τὸν ἰσημερινὸν ἀλλὰ τὸν αὐτὸν αὐτῷ τυγχάνοντα, ἐπεὶ καὶ αἱ παρὰ τὰς συναναφορὰς ἢ τὰς συμμεσουρανήσεις διαφοραὶ παρὰ τὴν ἔγκλισιν τοῦ διὰ μέσων πρὸς τὸν ἰσημερινὸν ἀποτελοῦνται, καὶ δηλαδὴ ἰσοδυναμεῖν τὰς τῆς ὁμαλῆς παρόδου μοίρας τοῖς τοῦ ἰσημερινοῦ χρόνοις, ἐπεὶ ἑνὸς καὶ τοῦ αὐτοῦ γινομένου τοῦ διὰ μέσων τῷ ἰσημερινῷ, αἱ ἴσαι τῆς ὁμαλῆς παρόδου τοῦ ἡλίου μοῖραι ἰσοχρονίως ἀναφέρονται τὸν ὁρίζοντα ἢ συνεξέρχονται τὸν μεσημβρινὸν καθάπερ καὶ τοῦ ἰσημερινοῦ.

Ἢ καὶ συντομώτερον οὕτως· ἐπεὶ ὡς ἔφαμεν, ἐπὶ τῶν ἀπὸ ἀνατολῆς ἀρχῶν τῶν νυχθημέρων, μὴ γινομένης παρὰ τὰς συναναφορὰς διαφορᾶς, ἢ ἀπὸ τῶν ἀπὸ μεσημβρίας ἀρχῶν μὴ γινομένης παρὰ τὰς συμμεσουρανήσεις διαφορᾶς, ἰσοδυναμεῖ ὁ διὰ μέσων τῶν ζῳδίων κύκλος τῷ ἰσημερινῷ· καὶ διὰ τοῦτο ἣν κινεῖται ὁ ἥλιος ὁμαλῶς, ταύτην καὶ ἐπιλαμβάνει τὸ ὁμαλὸν νυχθήμερον μετὰ τὴν τοῦ κόσμου περιστροφήν, ἣν δὲ ἀνωμάλως ταύτην πάλιν ἐπιλαμβάνει τὸ ἀνώμαλον καὶ φαινόμενον νυχθήμερον μετὰ τὴν τοῦ κόσμου περιστροφήν· δῆλον ὡς ἂν ἔν τινι ἡμέρᾳ κινηθῇ ὁμαλῶς μοῖραν α ἐν δὲ ἑτέρᾳ ἀνωμάλως μοῖραν α καὶ ἑξηκοστὸν α ἑκατέραν τούτων ἐπιλήμψεται ἑκάτερον τῶν νυχθημέρων μετὰ τὴν περιστροφήν. καὶ διοίσει τὸ νυχθήμερον τοῦ νυχθημέρου τῷ τοσούτῳ χρόνῳ ἐν ὅσῳ τὸ ἑξηκοστὸν α τῆς ὑπεροχῆς τῶν κινήσεων ἀναφέρεται ἢ διεξέρχεται τὸν μεσημβρινόν.

Ὁμοίως δὲ καὶ ἐπὶ πλειόνων νυχθημέρων, ᾧ διαφέρει ἡ τοῦ ἡλίου ὁμαλὴ κίνησις τῆς ἀνωμάλου, ταύτης τῇ ἀναφορᾷ ἢ μεσουρανήσει διοίσει καὶ τὰ νυχθήμερα τῶν νυχθημέρων. καὶ ἐπεὶ ἡ τῆς ἀνωμάλου καὶ φαινομένης κινήσεως παρὰ τὴν ὁμαλὴν διαφορὰ ὡς ἐδείξαμεν οὐ πλεῖόν ἐστιν μοιρῶν δ 𐅵ʹ δʹ ἔγγιστα, δῆλον ὡς τῇ τούτων ἀναφορᾷ ἢ μεσουρανήσει διοίσει τὰ φαινόμενα νυχθήμερα τῶν ὁμαλῶν, πρὸς ἄλληλα δὲ τὰ φαινόμενα τοῖς διπλασίοις.

Γίνεται δὲ καὶ παρὰ τὰς πρὸς τὸν ὁρίζοντα τῶν νυχθημέρων ἀποκαταστάσεις τουτέστιν τὰς συναναφορὰς ἢ συγκαταδύσεις ἡ μεγίστη τῶν ὁμαλῶν νυχθημέρων παρὰ τὰ καιρικὰ διαφορὰ ἐπὶ τῶν ὑπὸ τῶν τροπικῶν σημείων ἀφοριζομένων ἡμικυκλίων τουτέστιν ἐπὶ τῶν ἀπὸ ἀρχῆς τοῦ Αἰγόκερω ὁμοίως ἐπὶ Καρκίνου· «καὶ ἐνθάδε γὰρ αἱ ἑκατέρου τούτων «τῶν ἡμικυκλίων συναναφοραὶ» διαφέρουσι τῶν ὁμαλῶν, τουτέστιν τῶν ὡσεὶ ὁμαλῶς ἀνήρχοντο ἐξʼ ἴσου αὐτοῖς ἐπιβαλλόντων χρόνων ὅσοις διαφέρει καὶ ἡ μεγίστη ἢ ἐλαχίστη ἡμέρα τῆς ἰσημερινῆς καθʼ ἕκαστον κλίμα· ἀλλήλων δὲ οἷς ἡ μεγίστη τῆς ἐλαχίστης.

Οἷον ὡς ἐπὶ τοῦ τρίτου διʼ Ἀλεξανδρείας κλίματος, ἐπεὶ ἡ μεγίστη ἡμέρα ἐν ᾗ ἀναφέρεται τὸ ἀπὸ Καρκίνου ἐπὶ Αἰγόκερω ἡμικύκλιον, ὡρῶν ἐστιν ἰσημερινῶν ιδ χρόνων δὲ σι, ἡ δὲ ἐλαχίστη ἡμέρα, ἐν ᾗ ἀναφέρεται τὸ ἀπὸ Αἰγόκερω ἐπὶ Καρκίνον ἡμικύκλιον, ὡρῶν ι χρόνων δὲ ρν· δῆλον ὡς ὅτι τῶν τῆς ἰσημερινῆς ἡμέρας χρόνων ρπ διαφέρουσι χρόνοις λ, ὥραις δὲ δύο, ὅσαις διαφέρουσι αἱ ιδ ὧραι τῆς μεγίστης ἡμέρας καὶ αἱ ι τῆς ἐλαχίστης τῶν ἰσημερινῶν ὡρῶν ιβ· ἀλλήλων δὲ τοῖς διπλασίοις χρόνοις ξ ὥραις δὲ δ, ὅσαις διαφέρουσι αἱ τῆς μεγίστης πάλιν ἡμέρας ὧραι ιδ τῶν τῆς ἐλαχίστης ὡρῶν ι. καὶ δῆλον ὡς ὅτι διαφέρουσιν ἀλλήλων τὰ εἰρημένα ἡμικύκλια κατὰ τὰς ἀναφορὰς χρόνοις τοσούτοις ὅσοις καὶ ἡ μεγίστη ἡμέρα τῆς ἐλαχίστης διαφέρει. καὶ ἐπεὶ τὰ μὲν φαινόμενα νυχθήμερα κατὰ τοὺς συνανενεχθέντας ἑκατέρῳ τῶν τοῦ ζῳδιακοῦ ἡμικυκλίῳ χρόνους ἀποτελεῖται, τὰ δὲ ὁμαλὰ κατὰ τοὺς ἐξ ὁμαλοῦ ὡς ἔφαμεν κρόνους ρπ, δῆλον ὡς ὅτι καὶ τὰ μὲν φαινόμενα νυχθήμερα διοίσουσι τῶν ὁμαλῶν χρόνοις λ, ἀλλήλων δὲ τὰ φαινόμενα χρόνοις ξ.

Ἔτι δὲ γίνεται πάλιν καὶ ἡ παρὰ τὰς πρὸς τὸν μεσημβρινὸν τῶν νυχθημέρων ἀποκαταστάσεις τουτέστιν τὰς συμμεσουρανήσεις ἡ πλείστη διαφορὰ τῶν ὁμαλῶν νυχθημέρων πρὸς τὰ φαινόμενα ἀνώμαλα ἐπὶ δύο τῶν ἑκατέρωθεν ὁποτέρου τῶν τροπικῶν δωδεκατημορίων πρὸς δύο τὰ ἑκατέρωθεν ὁποτέρου τῶν ἰσημερινῶν, διὰ τὸ τὰ μὲν ἑκατέρωθεν τῶν τροπικῶν τῷ πλείστῳ πλεονάζειν παρὰ τὴν μέσην ἐπιβολήν — τουτέστι παρὰ τὸ κατὰ μέσον διάφορον, τῷ ἐν πλείοσιν καὶ ἐλάττοσιν χρόνοις συνεξέρχεσθαι τὸν μεσημβρινόν, οἵτινές εἰσι λβ ιϛ καὶ κζ ν· πάλιν ἐξ ὁμαλοῦ αὐτῶν συνεξερχομένων ἰσάριθμον γίνονται ταῖς κατὰ δύο δωδεκατημόρια — χρόνοις δ 𐅵ʹ ἔγγιστα· τὰ δὲ ἑκατέρωθεν τῶν ἰσημερινῶν ἐλλείπειν σχεδὸν τοῖς αὐτοῖς.

Οἷον ἐπεὶ τὸ τοῦ Καρκίνου καὶ τὸ τῶν Διδύμων δωδεκατημόριον, ἑκατέρωθεν ὄντα τῆς θερινῆς τροπῆς, συμμεσουρανοῦσιν ἀμφότερα τοῦ ἰσημερινοῦ χρόνοις ξδ λβ, διὰ τὸ ἑκάτερον συμμεσουρανεῖν χρόνοις λβ ιϛ· οἱ δὲ κατὰ τὸν μέσον λόγον ὡς ἔφαμεν συμμεσουρανοῦντες ἐκάστῳ εἰσὶν χρόνοι λ· ὥστε διαφέρουσιν αἱ φαινόμεναι συμμεσουρανήσεις τῶν κατὰ μέσον λόγον ἤτοι ὁμαλὸν χρόνοις δ𐅵ʹ ἔγγιστα.

Πάλιν ἐπεὶ τὸ τοῦ Κριοῦ καὶ τὸ τῶν Ἰχθύων δωδεκατημόριον ἑκατέρωθεν ὄντα τοῦ αὐτοῦ ἰσημερινοῦ συμμεσουρανοῦσιν χρόνοις νε μ, διὰ τὸ ἑκάτερον συμμεσουρανεῖν χρόνοις κζ ν, ὡς ἐκ τῶν τῆς ὀρθῆς σφαίρας συναναφορῶν γίνεται δῆλον, φανερὸν ὅτι καὶ ταῦτα τὰ δωδεκατημόρια ἀφαιρεῖ τῶν μέσως ἐπιλαμβανομένων χρόνων ξ, χρόνους δ 𐅵ʹ.

Ἐπεὶ οὖν τῶν μέσων χρόνων ξ, τὰ μὲν ἑκατέρωθεν τῶν τροπικῶν δύο δωδεκατημόρια ὑπερέχει κατὰ τὰς φαινομένας συμμεσουρανήσεις χρόνοις δ 𐅵ʹ ἔγγιστα, τὰ δὲ ἑκατέρωθεν τοῦ ἰσημερινοῦ ἐλλείπει σχεδὸν τοῖς αὐτοῖς, δῆλον ὡς ὅτι ἀλλήλων αἱ φαινόμεναι συμμεσουρανήσεις τῶν ἑκατέρωθεν τῶν τροπικῶν δύο δωδεκατημορίων πρὸς τὰ ἑκατέρωθεν τῶν ἰσημερινῶν δύο δωδεκατημόρια διαφέρουσιν χρόνοις θ ἔγγιστα· καὶ διὰ τοῦτο, ἀκολούθως τοῖς ἐπὶ τῶν ἀναφορῶν εἰρημένοις, διαφέρει καὶ τὰ φαινόμενα νυχθήμερα τῶν ὁμαλῶν χρόνοις δ 𐅵ʹ, ἀλλήλων δὲ τοῖς διπλασίοις χρόνοις θ.

Εἶτα ἀποδοκιμάζει τὰς πρὸς τοῦ ὁρίζοντος ἀρχὰς τῶν νυχθημέρων, διὰ τὸ τὰς συναναφορὰς ἢ συγκαταδύσεις ἐπὶ τῶν αὐτῶν τοῦ ζῳδιακοῦ τμημάτων διαφόρους γίνεσθαι καθʼ ἕκαστον κλίμα, καὶ δέον εἶναι καὶ τὰς ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν γινομένας διαφορὰς ἐφʼ ἑκάστου ἐπιλογίζεσθαι· καὶ διὰ τὸ τὰς ἀναφορὰς ἐφεξῆς ἀκολουθεῖν ὡς ἔφαμεν ταῖς διαφοραῖς τῶν μεγίστων ἢ ἐλαχίστων ἡμερῶν, τῶν δὲ διαφορῶν τούτων καὶ μέχρι πολλῶν ὡρῶν ἐπὶ τῶν βορειοτέρων κλιμάτων γινομένων, δῆλον ὡς ὅτι καὶ αἱ ἐπὶ τῶν συνανατολῶν ἢ συγκαταδύσεων διαφοραὶ ἐπὶ τῶν ἐγκλίσεων καὶ μέχρι πολλῶν ὡρῶν ποιήσουσιν τὴν διαφωνίαν.

Ἐπὶ δὲ τῶν συμμεσουρανήσεων ἡ αὐτὴ ἔσται διαφορὰ κατὰ μέρος· καὶ πάλιν ἡ αὐτὴ μεγίστη κατὰ πάσας τὰς ἐγκλίσεις χρόνων τυγχάνουσα θ, καὶ μηδὲ τοὺς τῆς ἡλιακῆς ἀνωμαλίας συναγομένους χρόνους θ 𐅵ʹ, καίπερ ὀλιγίστους ὄντας ἅτε δὴ μηδὲ διμοίρου ὥρας τυγχάνοντας, ὑπερβάλλουσα, πρὸς οὓς προηγουμένως καὶ ἡ τῶν νυχθημέρων ἀνωμαλία ἀποτελεῖται, διὰ τὸ καὶ πρὸς τὴν τοῦ ἡλίου πάροδον αὐτὰ θεωρεῖσθαι· διὸ καὶ τὰς ἀρχὰς τῶν νυχθημέρων ἀπὸ τῶν μεσουρανήσεων συνεστήσατο τουτέστιν ἀπὸ μεσημβρίας, καὶ οὐχὶ ἀπὸ τῶν ἀνατολῶν ἢ δύσεων.

Καὶ αἱ μὲν μέγισται διαφοραὶ τῶν νυχθημέρων παρά τε τὴν τοῦ ἡλίου ἀνωμαλίαν καὶ παρὰ τὰς συμμεσουρανήσεις ἴδιαι καθʼ ἕκαστον τρόπον ηὕρηνται καθὼς ὑπεδείξαμεν.

Γίνεται δὲ καὶ ἐκ τῆς μίξεως τῆς τοῦ ἡλίου ἀνωμαλίας καὶ τῆς παρὰ τὰς συμμεσουρανήσεις, διὰ τὸ ὡς ἔφαμεν συμπεπλέχθαι αὐτὰς πάντοτε, ἡ πλείστη διαφορὰ «ἐπὶ τῶν κατὰ ἀμφοτέρας τὰς εἰρημένας διαφορὰς «ἤτοι προσθετικῶν ἅμα ἢ ἀφαιρετικῶν» γινομένων· οὐ γὰρ ἐν ἑτέροις μόνον ἡ τοῦ ἡλίου ἀνωμαλία τμήμασιν ἀφαιρεῖ ἐν ἑτέροις δὲ ἡ τῶν συμμεσουρανήσεων ἢ ἐν ἑτέροις πάλιν καὶ ἑτέροις προστιθέασιν, ἀλλʼ ὅπου μὲν καὶ ἅμα ἀφαιροῦσιν, οἱ δύο τρόποι κατὰ τὴν συμπλοκὴν ὧς «ἀπὸ Ὑδροχόου μέσου μέχρι Χηλῶν τμήματος,» ὅπου δὲ καὶ προστιθέασιν ὡς «ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου»· καὶ ἀφαιροῦσι μὲν κατὰ τὴν μῖξιν ἐπὶ τῶν εἰρημένων ἀφαιρετικῶν χρόνους η γʹ, προστιθέασι δὲ τοὺς αὐτοὺς ἐπὶ τῶν προσθετικῶν, ἐπειδήπερ ἡ μὲν ἐκ τῆς ἡλιακῆς μόνης ἀνωμαλίας γινομένη διαφορὰ χρόνων γ Γβ καταλαμβάνεται, ἡ δὲ ἐκ τῆς παρὰ τὰς συμμεσουρανήσεις χρόνων δ μ, ὡς ἐκ τῆς μίξεως ἀμφοτέρων τῶν ἀνωμαλιῶν συνάγεσθαι τοὺς χρόνους η γʹ.

Ὅτι δὲ ἀπὸ τοῦ ἀπὸ μέσου Ὑδροχόου τμήματος, τουτέστιν ἀπὸ πεντεκαιδεκάτης μοίρας τοῦ Ὑδροχόου μέχρι τοῦ τέλους τῶν Χηλῶν ἀφαιρεῖ ἡ τοῦ ἡλίου ἀνωμαλία χρόνους γ Γβ ἀπὸ δὲ τῆς ἀρχῆς Σκορπίου μέχρις τῆς ιεʹ τοῦ Ὑδροχόου προστίθησι τοὺς αὐτοὺς γ Γβ, οὕτως ἔσται δῆλον.

Ἔστω γὰρ ὁ ἔκκεντρος τοῦ ἡλίου κύκλος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν ΑΕΓ ἐφʼ ἧς εἰλήφθω τὸ τοῦ διὰ μέσων τῶν ζῳδίων κέντρον τὸ Ζ, ὥστε τὸ μὲν Α γίνεσθαι τὸ ἀπογειότατον τὸ δὲ Γ τὸ περιγειότατον. καὶ γεγράφθω περὶ τὸ Ζ ὁ ΗΘΚΛ ζῳδιακός, ὥστε ἐκβληθείσης τῆς ΑΓ ἐπὶ τὰ Η, Κ, τὸ μὲν Η γίνεσθαι κατὰ τὰς τῶν Διδύμων μοίρας ε λ, τὸ δὲ Κ κατὰ τὰς τοῦ Τοξότου μοίρας τὰς αὐτάς. καὶ ὑποκείσθω τὸ Θ κατὰ τῆς ἀρχῆς τοῦ Σκορπίου, τὸ δὲ Λ κατὰ τῆς ιεʹ μοίρας τοῦ Ὑδροχόου. καὶ ἐπεζεύχθωσαν αἱ ΖΘ, ΖΛ, ΕΒ, ΕΔ.

Καὶ ἐπεὶ ἡ ΗΘ τοῦ ζῳδιακοῦ συνάγεται μοιρῶν ρμδ λ οἵων αἱ δ ὀρθαὶ τξ, καὶ ἐπεὶ ταῖς ὁμαλαῖς παρόδοις παράκεινται αἱ παρὰ τὴν ἀνωμαλίαν διαφοραί, ἔσται ἡ ΑΒ τοῦ ἐκκέντρου περιφέρεια τουτέστιν ἡ ὑπὸ ΑΕΒ γωνία μοιρῶν ρμε νγ, ἐπειδήπερ αἱ ταύταις παρακείμεναι τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς τῆς ὑπὸ ΕΒΖ γωνίας μοίρας α καὶ ἑξηκοστῶν κγ ἀφαιρεθεῖσαι ἀπʼ αὐτῶν ποιοῦσι τὴν ὑπὸ ΗΖΘ φαινομένην τῶν προκειμένων μοιρῶν ρμδ λ.

Πάλιν ἐπεὶ ἡ ΗΘΛ τοῦ διὰ μέσων περιφέρεια συνάγεται μοιρῶν σμθ λ, ἔσται καὶ ἡ ΑΓΔ ὁμαλὴ ἐπὶ τοῦ ἐκκέντρου πάροδος μοιρῶν σμζ ιϛ, ἐπεὶ καὶ ἐὰν ταύταις προσθῶμεν τὰς παρακειμένας αὐταῖς τῆς παρὰ τὴν ἀνωμαλίαν διαφορᾶς μοίρας β ιδ, ποιοῦσιν τὰς εἰρημένας μοίρας σμθ λ τῆς φαινομένης παρόδου.

Ἔστιν δὲ καὶ διὰ τῶν ἐν τοῖς εἰς τοῦτο τὸ βιβλίον παρειλημμένων αὐτῷ διὰ τῶν γραμμικῶν δείξεων ἐφόδων ἀπὸ τῆς ἀκριβοῦς ἐποχῆς τὴν ὁμαλὴν εὑρεῖν.

Ὥστε καὶ ταῖς λοιπαῖς εἰς τὸν ὅλον κύκλον τῆς ΛΗ φαινομένης παρόδου μοίραις ρι λ ἐπιβάλλουσιν αἱ λοιπαὶ τῆς ΔΑ ὁμαλῆς μοῖραι ριβ μδ. ἐπέβαλλον δὲ καὶ τῆς ΗΘ φαινομένης παρόδου μοίραις ρμδ λ αἱ τῆς ΑΒ ὁμαλῆς μοῖραι ρμε νγ. ταῖς ἄρα τῆς ΛΗΘ ἀπὸ μέσου Ὑδροχόου μέχρις Χηλῶν τέλους φαινομένης παρόδου μοίραις σνε ἐπιβάλλουσι τῆς ΔΑΒ ὁμαλῆς παρόδου μοῖραι σνη λζ. καὶ διὰ τοῦτο ἀφαιρεῖ ἡ φαινομένη πάροδος τῆς ὁμαλῆς κατὰ τὸ εἰρημένον τοῦ διὰ μέσων τμῆμα μοίρας γ λζ, ἅϛ φησιν γ Γβ ἔγγιστα.

Φανερὸν δὴ ὅτι καὶ λοιπὸν τὰ ΘΚΛ ἀπὸ ἀρχῆς Σκορπίου μέχρι μέσου Ὑδροχόου προστίθησι τὰς αὐτὰς μοίρας γ Γβ ἔγγιστα. ἔφησεν δὲ καὶ ἐνταῦθα τὰς γ Γβ μοίρας καὶ χρόνους, διὰ τὸ ὡς ἔφαμεν ἰσοδυναμεῖν τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον τῷ ἰσημερινῷ ὅταν παρὰ μόνην τὴν τοῦ ἡλίου ἀνωμαλίαν γίγνηται ἡ διαφορὰ τοῖς νυχθημέροις.

Ὅτι δὲ καὶ παρὰ τὰς συμμεσουρανήσεις τὸ μὲν ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν τμῆμα ἀφαιρεῖ χρόνους δ Γβ τὸ δὲ ἀπὸ ἀρχῆς Σκορπίου μέχρι μέσου Ὑδροχόου προστίθησι τοὺς αὐτούς, οὕτως ἔσται δῆλον.

Ἐὰν γὰρ τὰς ἀπὸ τῆς ιεʹ μοίρας τοῦ Ὑδροχόου μέχρι τοῦ τέλους τῶν Χηλῶν συναγομένας μοίρας σνε εἰσαγάγωμεν, ὡς ἐδείξαμεν ἐν τοῖς εἰς τὸ βʹ βιβλίον ὑπομνήμασιν, εἰς τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα, εὑρήσομεν ταῖς τοσαύταις μοίραις συμμεσουρανοῦντας τοὺς ἰσημερινοὺς χρόνους σν ιθ καὶ ἀφῃρήκασιν δηλαδὴ χρόνους δ Γβ ἔγγιστα· τοσούτοις γὰρ ἐλάσσονές εἰσιν οἱ σν ιθ χρόνοι τῶν σνε μοιρῶν τοῦ ζῳδιακοῦ. δῆλον δὲ ὅτι καὶ ταῖς λοιπαῖς τοῦ ζῳδιακοῦ μοίραις ρε συμμεσουρανοῦσιν τοῦ ἰσημερινοῦ οἱ λοιποὶ χρόνοι ρθ μα, ἐπεὶ καὶ ὅλος ὁ ζῳδιακὸς ὅλῳ τῷ ἰσημερινῷ συγχρονεῖ. καὶ προστεθήκασιν ἐνταῦθα οἱ συμμεσουρανήσαντες χρόνοι ταῖς τοῦ ζῳδιακοῦ μοίραις τοὺς ἴσους χρόνους δ Γβ. καὶ γέγονεν ἡμῖν δῆλον ὅτι καὶ παρὰ τὰς μεσουρανήσεις τὸν μὲν ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν τμῆμα ἀφαιρεῖ χρόνους δ Γβ, τὸ δὲ ἀπὸ ἀρχῆς Σκορπίου μέχρι μέσου Ὑδροχόου προστίθησιν τοὺς ἴσους χρόνους δ Γβ.

Ἀφῄρει δὲ καὶ ἡ τοῦ ἡλίου ἀνωμαλία τῆς ὁμαλῆς αὐτοῦ κινήσεως ἐπὶ τοῦ αὐτοῦ τμήματος ἔνθα κατὰ τὰς συμμεσουρανήσεις ἀφῄρουν μοίρας γ Γβ, καὶ ἔτι προσετίθει τὰς αὐτὰς ἐφʼ ὧν πάλιν καὶ αἱ συμμεσουρανήσεις προσετίθεσαν. ὥστε καὶ ἐκ τῆς μίξεως τῶν δύο ἀνωμαλιῶν συνάγεται τὸ πλεῖστον διάφορον τῶν χρόνων παρὰ τὴν ὁμαλὴν τοῦ ἡλίου κίνησιν χρόνων η γʹ· τοῦ μὲν ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν ἀφαιροῦντος αὐτοὺς, τοῦ δὲ ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου προστιθέντος τοὺς ἴσους.

Καὶ ἐπεὶ τὰ μὲν φαινόμενα νυχθήμερα πρὸς τοὺς ἰσημερινοὺς ἐκ τῆς συμπλοκῆς χρόνους θεωρεῖται, τὰ δὲ ὁμαλὰ πρὸς τὴν ὁμαλὴν ὡς ἔφαμεν τοῦ ἡλίου πάροδον· καὶ τὰ ἀπὸ μέσου ἄρα Ὑδροχόου μέχρι Χηλῶν φαινόμενα νυχθήμερα τῶν ὁμαλῶν ἐλλείψει χρόνοις η γʹ τουτέστιν μιᾶς ὥρας 𐅵ʹ ιηʹ, τὰ δὲ ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου πλεονάσει τοῖς ἴσοις.

Πρὸς ἄλληλα δέ, τουτέστιν ἡ τῶν φαινομένων διαφορὰ τῆς τῶν ὁμαλῶν διαφορᾶς διοίσει τοῖς διπλασίοις τῶν η γʹ χρόνοις, ὅσοις καὶ ἐνέλειπον ἢ πλεόναζον οἱ καθʼ ἑκάτερον τῶν εἰρημένων τμημάτων ἐκ τῆς συμπλοκῆς φαινόμενοι χρόνοι τῶν ὁμαλῶν τουτέστιν χρόνοις ιϛ Γβ, ὥραν δὲ μίαν θʹ.

Ὅτι δὲ ἡ διαφορὰ τῶν φαινομένων τῆς διαφορᾶς τῶν ὁμαλῶν διαφέρει τοῖς διπλασίοις τῶν η γʹ χρόνων, οὕτως ἔσται δῆλον.

Ἐπεὶ γὰρ ἡ ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν τοῦ ἡλίου ὁμαλὴ πάροδος κατελαμβάνετο μοιρῶν σνη λζ καὶ ταύτης ἀφῄρει ἡ τοῦ ἡλίου ἀνωμαλία μοίρας γ λζ, τῆς δὲ ἀνωμάλου τοῦ ἡλίου κινήσεως μοιρῶν σνε ἀφῄρει ἡ παρὰ τὰς συμμεσουρανήσεις διαφορὰ μοίρας δ μα, δῆλον ὡς ὅτι αἱ ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν μοῖραι η ιη ἀφαιρούμεναι ἀπὸ τῶν σνη λζ τῆς ὁμαλῆς παρόδου τοῦ ἡλίου, ποιήσουσιν τὴν ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν ἐπιβάλλουσαν τοῖς φαινομένοις νυχθημέροις πάροδον μοιρῶν ἤτοι χρόνων σν ιθ. ταῖς δʼ ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου τῆς ὁμαλῆς παρόδου μοίραις ρα κγ προστιθέασιν, αἱ λοιπαὶ εἰς τὸν κύκλον τῶν ἐκ τῆς συμπλοκῆς μοιρῶν ἤτοι χρόνων ρθ μα τὰς ἴσας μοίρας η ιη.

Καὶ δῆλον ὡς οἱ ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν χρόνοι σν ιθ ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν τμήματος, τῶν ἐκ τῆς συμπλοκῆς χρόνων ρθ μα τῶν ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου φαινομένων νυχθημέρων διαφέρουσιν χρόνοις ρμ λη· αἱ δὲ τῆς ὁμαλῆς παρόδου μοῖραι ἀπὸ μέσου Ὑδροχόου μέχρι Χηλῶν σνη λζ, τῶν τῆς ὁμαλῆς ρα κγ τῶν ἀπὸ Σκορπίου μέχρι μέσου Ὑδροχόου διαφοραὶ ρνζ ιδ, οἵ εἰσιν τῶν ὁμαλῶν νυχθημέρων.

Καὶ διαφέρουσιν αἱ ρμ λη τῶν ρνζ ιδ, ιϛ λϛ, ἅς φησιν ιϛ Γβ ἔγγιστα, διπλασίων οὐσῶν τῶν η ιη τῆς διαφορᾶς τῶν σν ιθ ἐκ τῆς φαινομένης συμπλοκῆς παρὰ τὰς σνη λζ τῆς ὁμαλῆς.

Τὸ δὲ τῶν ιϛ Γβ χρόνων διάφορον ὅ ἐστιν ὥρα ἰσημερινὴ α καὶ θʹ, «ἐπὶ μὲν ἡλίου καὶ τῶν ε πλανωμένων παρορώμενον οὐδὲν ἂν ἴσως αἰσθητῷ καταβλάπτοι» τὴν ἄνευ τῆς τοῦ τοσούτου διακρίσεως τῶν φαινομένων κατάλημψιν, διὰ τὸ ἐν τῷ τοσούτῳ χρόνῳ τὸν ἥλιον δύο που ἑξηκοστὰ κινεῖσθαι, τοὺς δὲ λοιποὺς καὶ ἔλαττον.

«Ἐπὶ δὲ τῆς σελήνης, διὰ τὸ τῆς κινήσεως αὐτῆς τάχος ἀξιόλογον «ἂν ἤδη τὴν διαφορὰν ἀπεργάσαιτο, “μέχρις ἑξηκοστῶν λϛ γιγνομένην, διὰ τὸ ἐν τῷ τοσούτῳ χρόνῳ τὰ μέγιστα αὐτὴν τοσαῦτα ἔγγιστα κινουμένην καταλαμβάνεσθαι.

Δῆλον δὲ ἡμῖν γενήσεται ὅτι καὶ τὰ εἰρημένα τμήματα τὴν μεγίστην συμπλοκὴν τῶν δύο ἀνωμαλιῶν τῆς ἀνισότητος νυχθημέρων διαφορὰν περιέχουσιν, ἐκ τῶν κατὰ τὸν πρόχειρον ἐπʼ ὀρθῆς τῆς σφαίρας τρίτων σελιδίων ἔνθα καὶ αἱ τοιαῦται διαφοραὶ ἐπιλελογισμέναι παράκεινται, ὡς ἐν τῷ εἰς τὸν λόγον τῶν προχείρων κανόνων ὑπομνήματι ἐδηλοῦμεν.

Περὶ τῆς πρὸς τὰ ὁμαλὰ νυχθήμερα τῶν ὡρῶν διακρίσεως.

”Ἵνα οὖν καὶ τὴν καθʼ ὁποιανδήποτε διάστασιν» τῶν ἀπὸ μεσημβρίας ἢ μεσονυκτίου καιρικῶν καὶ ἁπλῶς θεωρουμένων νυχθημέρων «εἰς ὁμαλὰ «νυχθήμερα καθάπαξ μεταλαμβάνωμεν, ἐπισκεψόμεθα» πρότερον κατά τε τὴν ἀρχὴν καὶ τὸ τέλος τῆς διδομένης τοῦ χρόνου διαστάσεως ὃν ἐδιδάξαμεν τρόπον, «κατὰ ποίων ἐστὶν τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου «μοιρῶν ὁ ἥλιος ὁμαλῶς τε κινούμενος καὶ ἀνωμάλως». καὶ ἀπογραψάμενοι τὴν ποσότητα τῶν τῆς ὁμαλῆς διαστάσεως μοιρῶν καὶ ἑξηκοστῶν καὶ ἔτι τῶν τῆς ἀνωμάλου καὶ φαινομένης — ἥτις δηλονότι περιέχει τὴν μίαν διαφορὰν τῶν δύο τῶν ποιουσῶν τὴν ἀνισότητα τῶν νυχθημέρων, λέγω δὴ τὴν παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν —, εἶτα πάλιν ταύτην τὴν ἀνώμαλον διάστασιν «εἰσενεγκόντες εἰς τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας συναναφορὰς ἐπισκεψόμεθα πόσοις συμμεσουρανήσουσιν χρόνοις τοῦ ἰσημερινοῦ αἱ τῆς ἀνωμάλου διαστάσεως μοῖραι». καὶ δῆλον ὅτι οἱ οὕτω κατά. λαμβανόμενοι χρόνοι τὴν συμπλοκὴν περιέχουσιν τῶν δύο διαφορῶν τῶν φαινομένων νυχθημέρων παρὰ τὰ ὁμαλά, λέγω δὴ τήν τε παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν καὶ τὴν παρὰ τὰς συμμεσουρανήσεις.

Οἷον ἐπεὶ γὰρ οἱ ἐκ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν λημφθέντες χρόνοι ἀφαιροῦσιν τῶν τῆς ἀκριβοῦς τοῦ ἡλίου διαστάσεως μοιρῶν παρὰ τὰς συμμεσουρανήσεις, ἡ δὲ ἀκριβὴς τοῦ ἡλίου διάστασις διαφέρει τῆς ὁμαλῆς παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν, οἱ ἄρα ἐκ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν λημφθέντες χρόνοι διαφέρουσιν τῆς ὁμαλῆς τοῦ ἡλίου διαστάσεως, παρά τε τὰς συμμεσουρανήσεις καὶ παρὰ τὴν τοῦ ἡλίου ἀνωμαλίαν.

Λαβόντες οὖν τὴν ὑπεροχὴν τῶν οὕτως εὑρεθέντων χρόνων καὶ τῶν τῆς ὁμαλῆς διαστάσεως τοῦ ἡλίου μοιρῶν, ταύτης τὸ ιεʹ ἕξομεν πόστῳ μέρει ὥρας διοίσουσιν τὰ καιρικὰ καὶ ἁπλῶς θεωρούμενα νυχθήμερα τῶν ὁμαλῶν, ὡς τῆς καθʼ ἑκάτερον τρόπον διαφορᾶς, εἰ καὶ καθʼ ἑαυτὴν ἐγίγνετο, συντιθεμένης μηδὲν αἰσθητὸν διάφορον ποιούσης τῇ ἐκ τῆς συμπλοκῆς φαινομένῃ.

Τοῦτο οὖν τὸ καταλαμβανόμενον μέρος τῆς ὥρας, ἐὰν μὲν τὸ πλῆθος τῶν φαινομένων χρόνων τουτέστιν τῶν ἐκ τῆς συμπλοκῆς τῶν δύο ἀνωμαλιῶν πλεῖον ᾖ τῶν τῆς ὁμαλῆς διαστάσεως τοῦ ἡλίου μοιρῶν, προστίθεμεν τῷ δεδομένῳ καιρικῷ χρόνῳ.

Οἷον ὡς ἐπὶ ἑνὸς νυχθημερινοῦ, ἐπεὶ ὁ χρόνος τοῦ φαινομένου νυχθημέρου πλεῖόν ἐστιν τοῦ ὁμαλοῦ, τὸ φαινόμενον ἕν ἐστιν ὁμαλὸν καὶ μέρος ὡρῶν· ὥστε ἀκολούθως τὴν πρόσθεσιν ἐπὶ τῆς τοιαύτης διακρίσεως ποιοῦντες εἰς ὁμαλὰ νυχθήμερα, τὰ καιρικὰ μεταλαμβάνομεν.

Ἐὰν δὲ ἔλαττον ᾖ τὸ πλῆθος τῶν χρόνων τῶν τῆς ὁμαλῆς διαστάσεως τοῦ ἡλίου μοιρῶν, ἀφαιροῦμεν ἀπὸ τοῦ δοθέντος καιρικοῦ χρόνου.

Πάλιν γὰρ ὁμοίως εἰ ὁ χρόνος τοῦ φαινομένου νυχθημέρου ἐλάττων ἐστὶν τοῦ ὁμαλοῦ, τὸ φαινόμενον νυχθήμερον ἕν ἐστιν ὁμαλὸν παρά τι μέρος ὥρας· ὥστε ἀκολούθως πάλιν ἐπὶ ταύτης τῆς διακρίσεως ἀφαιροῦντες εἰς ὁμαλὰ νυχθήμερα τὰ καιρικὰ μεταλαμβάνομεν.

Πεποίηται δὲ ὁ Πτολεμαῖος τὴν σύγκρισιν τῆς τῶν φαινομένων ἀνωμάλων χρόνων διαστάσεως πρὸς τὴν τοῦ ἡλίου ὁμαλὴν κίνησιν, ἀντὶ τῶν ἐπιβαλλόντων τοῖς ὁμαλοῖς νυχθημέροις, διὰ τὸ ἴσα εἶναι τὰ ἐπιλαμβανόμενα τοῦ ἰσημερινοῦ τμήματα μετὰ τὴν μίαν περιστροφὴν τῷ ὁμαλῷ νυχθημέρῳ τῇ τοῦ ἡλίου ὁμαλῇ παρόδου, ὡς ἐπάνω εἴρηκεν «ὅσα καὶ ὁ ἥλιος μέσως ἐν τῷ τοσούτῳ χρόνῳ ἐπικινεῖται».

Ἐὰν δέ, φησίν, πάλιν ἀπὸ τῆς τῶν ὁμαλῶν νυχθημέρων διαστάσεως τὰ καιρικὰ προαιρώμεθα λαμβάνειν, ἀνάπαλιν τὴν προσθαφαίρεσιν ποιησόμεθα. ὅταν γὰρ οἷον ἐκ τῆς συμπλοκῆς τῶν ἀνωμαλιῶν εὑρισκόμενοι χρόνοι, οἵτινές εἰσιν τῶν φαινομένων νυχθημέρων, πλείους ὦσιν τῶν τῆς ὁμαλῆς διαστάσεως τοῦ ἡλίου μοιρῶν, ἀφελοῦμεν ἀπὸ τοῦ χρόνου τῆς ὁμαλῆς τῶν νυχθημέρων διαστάσεως, τὸ ἐκ τῆς ὑπεροχῆς γινόμενον μέρος ὥρας ἰσημερινῆς· ἐπειδήπερ πάλιν ἐὰν τὸ ἓν φαινόμενον νυχθήμερον μεῖζον ᾖ τοῦ ἑνὸς ὁμαλοῦ, λέγομεν τὸ ἓν ὁμαλὸν ἓν εἶναι φαινόμενον παρά τι μέρος ὥρας. ὥστε ἀκολούθως καὶ ἐνταῦθα τῆς ἀφαιρέσεως ἀπὸ τῶν ἀνωμάλων γινομένης τὰ ὁμαλὰ λαμβάνεται. ὅταν δὲ πάλιν ἐλάττονες ὦσιν οἱ ἐκ τῆς συμπλοκῆς χρόνοι τῶν τῆς ὁμαλῆς διαστάσεως μοιρῶν, προσθήσομεν τῷ τῶν ὁμαλῶν νυχθημέρων πλήθει τὸ τῆς ὥρας μέρος· ἐπειδήπερ πάλιν ἐὰν τὸ ἓν ὁμαλὸν νυχθήμερον μεῖζον ᾖ τοῦ ἑνὸς φαινομένου, λέγομεν τὸ ὁμαλὸν ἓν εἶναι φαινόμενον καί τι μέρος ὥρας, ὥστε καὶ ἐνταῦθα ἀκολούθως τῆς προσθέσεως γινομένης ἕξομεν ἀπὸ τῶν ὁμαλῶν νυχθημέρων τὰ καιρικὰ καὶ ἀνώμαλα.

Ἔπειτα ἐπεὶ συμβαίνει ἡμᾶς καὶ τὸν ἀπὸ τοῦ αʹ ἔτους Ναβονασσάρου χρόνον μέχρι δεδομένου τινὸς μεταλαμβάνειν πρός τινα τῶν εἰρημένων νυχθημέρων χρόνον, ὑπομιμνήσκει ἡμᾶς καὶ τὴν κατὰ τοῦτον τὸν χρόνον τοῦ ἡλίου ὁμαλὴν καὶ ἀκριβῆ ἐποχήν, καί φησιν· «ἐπεῖχεν» δὲ εἰς τὴν εἰρημένην «ἐποχὴν τοῦ αʹ ἔτους Ναβονασσάρου θὼθ αʹ» ὥρας ϛ ὁ ἥλιος ὁμαλῶς «ὡς μικρῷ πρόσθεν ἀπεδείξαμεν τῶν Ἰχθύων μοίρας 𐆊 με. ἀκριβῶς “ δὲ μοίρας γ η”, ἐπειδήπερ καὶ σξε ιε μοίρας τότε ἀπέχων τοῦ ἀπογείου, προσετίθει τῇ ὁμαλῇ παρόδῳ τὴν πλείστην διαφορὰν τῶν β κγ μοιρῶν.

Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος φανερὰ ἡμῖν γένηται τὰ εἰρημένα, ποιησόμεθα καὶ τὴν τοιαύτην διάκρισιν ἐπὶ τοῦ αὐτοῦ χρόνου ἐφʼ οὗ καὶ τὴν ψηφοφορίαν τοῦ ἡλίου ἐποιησάμεθα.

Καὶ προκείσθω ἀπὸ τῆς τῶν φαινομένων ἀνωμάλων νυχθημέρων διαστάσεως τὰ ὁμαλὰ ἐπιλογίσασθαι. ἐπεὶ οὖν εὕρομεν ἀπὸ τοῦ πρὸς τὰς ἰσημερινὰς ὥρας λημφθέντος ἡμῖν χρόνου ὁμαλῶς τὸν ἥλιον ἐπέχοντα τοῦ Αἰγόκερω μοῖραν ιβ λη ἀκριβῶς δὲ ιδ η· ἐπεῖχεν δὲ ὡς ἔφαμεν καὶ ἐν τῇ ἀρχῇ Ναβονασσάρου ὁμαλῶς μὲν τῶν Ἰχθύων 𐆊 με, ἀκριβῶς δὲ γ η· καὶ συνάγεται ἡ ἀπὸ τῆς ὁμαλῆς ἐποχῆς ἐπὶ τὴν ὁμαλὴν μοιρῶν τια νγ· ἡ δὲ ἀπὸ τῆς φαινομένης ἐπὶ τὴν φαινομένην μοιρῶν τια· αἷς συμμεσουρανοῦσιν ἐπʼ ὀρθῆς τῆς σφαίρας τοῦ ἰσημερινοῦ χρόνοι τι ιε, ἐλάττονες ὄντες τῶν τῆς ὁμαλῆς διαστάσεως τια νγ, μοίρᾳ α λη, τουτέστιν μιᾶς ὥρας θʹ ἔγγιστα.

Τοῦτο τὸ μέρος ἀφελόντες ἀπὸ τῶν κατὰ τὸν προεκτεθειμένον ἡμῖν χρόνον κα 𐅵ʹ ὡρῶν ἰσημερινῶν, ἔσχομεν τὸν πρὸς τὰ ὁμαλὰ νυχθήμερα διακεκριμένον ἀπὸ τῆς ἀρχῆς τῆς Ναβονασσάρου βασιλείας θὼθ α τῆς μεσημβρίας, ἐτῶν αἰγυπτιακῶν αξθ καὶ ἡμερῶν σιδ καὶ ὡρῶν κα γʹ κʹ, ᾧ χρησόμεθα μάλιστα πρὸς τὰς ἐπισυναγωγὰς τῶν ὁμαλῶν τῆς σελήνης κινήσεων, διὰ τὸ τὴν τοιαύτην διάκρισιν δύνασθαι περὶ τὴν τῆς σελήνης πάροδον αἰσθητὴν ποιεῖσθαι διαφοράν, διὰ τὸ τῆς κινήσεως αὐτῆς ὡς ἔφαμεν τάχος.