Θέωνος ἀλεξανδρέως τῆς παρʼ αὐτοῦ γεγενημένης ἐκδόσεως εἰς τὸ αʹ τῆς Συντάξεως τοῦ Πτολεμαίου ὑπόμνημα τὸ δεύτερονΔιαλαβόντες ἐν τῷ πρὸ τούτου βιβλίῳ περί τε τῶν καθόλου καὶ κατὰ μέρος περί τε οὐρανοῦ καὶ γῆς ὀφειλόντων προλημφθῆναι καὶ περὶ τῶν μοιρῶν καὶ λεπτῶν ἤτοι ἑξηκοστῶν καὶ ἔτι τῶν πολλαπλασιασμῶν καὶ μερισμῶν, ἑξῆς περὶ τῆς εἰρημένης αὐτῷ ἀναγκαίως προεκτίθεσθαι πραγματείας λέγω δὴ τῆς τῶν ἐν τῷ κύκλῳ εὐθειῶν τὸν λόγον ποιησόμεθα.
Ἀρχόμενος οὖν τῆς τοιαύτης ἀποδείξεως ἐκτίθεται πρῶτον θεώρημα ἐν ᾧ ἀποδεικνύει πόσων ἐστὶν τμημάτων ἥ τε τοῦ δεκαγώνου πλευρὰ ὑποτείνουσα περιφέρειαν μοιρῶν λϛ, καὶ ἡ τοῦ πενταγώνου ὑποτείνουσα περιφέρειαν μοιρῶν οβ, καὶ ἔτι ἡ τοῦ ἑξαγώνου ὑποτείνουσα περιφέρειαν μοιρῶν ξ, καὶ ἑξῆς ἡ τοῦ τετραγώνου ὑποτείνουσα περιφέρειαν μοιρῶν ϙ, καὶ ἔτι ἡ τοῦ τριγώνου ὑποτείνουσα μοίρας ρκ, οἵων ἡ τοῦ κύκλου περίμετρος τξ, ἐπὶ δὲ τῶν ὑποτεινουσῶν αὐτὰς εὐθειῶν οἵων ἡ διάμετρος ρκ. χρῆται δὲ τῇ ἀποδείξει οὕτω.
Ἐκθέμενος ἡμικύκλιον τὸ ΑΒΓ περὶ διάμετρον τὴν ΑΓ οὗ κέντρον τὸ Δ, καὶ ἀπὸ τοῦ Δ τῇ ΑΓ πρὸς ὀρθὰς ἀγαγὼν τὴν ΔΒ, καὶ τεμὼν τὴν ΔΓ δίχα κατὰ τὸ Ε, ἐπιζεύξας τὴν ΒΕ, ἀπειληφὼς τῇ ΒΕ ἴσην τὴν ΕΖ, ἐπιζεύξας πάλιν τὴν ΒΖ, «λέγω», φησίν, «ὅτι ἡ μὲν ΔΖ δεκαγώνου ἐστὶν «πλευρά, ἡ δὲ ΒΖ πενταγώνου.»
Ἐπεὶ γὰρ ἡ ΔΓ τέτμηται δίχα κατὰ τὸ Ε, πρόσκειται δέ τις αὐτῇ εὐθεῖα ἐπʼ εὐθείας ἡ ΔΖ, τὸ ὑπὸ τῆς ὅλης σὺν τῇ προσκειμένῃ καὶ τῆς προσκειμένης περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ἡμισείας τετραγώνου ἴσον ἐστὶν τῷ ἀπὸ τῆς συγκειμένης ἔκ τε τῆς ἡμισείας καὶ τῆς προσκειμένης τετραγώνῳ, τουτέστιν, τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ μετὰ τοῦ ἀπὸ τῆς ΔΕ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΖΕ, τουτέστιν τῷ ἀπὸ τῆς ΒΕ, ὅπερ ἐστὶν ἴσον τοῖς ἀπὸ τῶν ΒΔ, ΔΕ. ὥστε τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ μετὰ τοῦ ἀπὸ τῆς ΔΕ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΒΕ, ΔΕ. καὶ κοινοῦ ἀφαιρεθέντος τοῦ ἀπὸ τῆς ΔΕ, λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΔΒ, τουτέστιν τῷ ἀπὸ τῆς ΔΓ. αἱ τρεῖς ἄρα εὐθεῖαι ἀνάλογον, ὡς ἡ ΖΓ πρὸς τὴν ΓΔ ἡ ΓΔ πρὸς τὴν ΔΖ. καὶ ἐπεὶ ἡ ΓΖ τέτμηται εἰς ἄνισα κατὰ τὸ Δ, καὶ ἔστιν ὡς ὅλη ἡ ΓΖ πρὸς τὸ μεῖζον τμῆμα τὸ ΓΔ οὕτως αὐτὸ τὸ μεῖζον τὸ ΓΔ πρὸς τὸ ἔλασσον τὸ ΔΖ, ἡ ΓΖ ἄρα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Δ. καὶ ἔστιν τὸ μεῖζον τμῆμα τὸ ΓΔ ἴσον τῇ τοῦ ἑξαγώνου πλευρᾷ. ἡ ἄρα ΔΖ δεκαγώνου ἐστὶν πλευρά. καὶ ἐπεὶ ἐν τοῖς Στοιχείοις ἐδείχθη ὅτι ἐὰν ἡ τοῦ ἑξαγώνου καὶ ἡ τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων συντεθῶσιν, ἡ ὅλη εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται καὶ τὸ μεῖζόν ἐστιν ἡ τοῦ ἑξαγώνου, αὐτὸς δὲ ἀντιστρόφως λαμβάνει, δεικτέον καὶ οὕτως, ὅτι ἡ ΔΖ ἴση ἐστὶν τῇ τοῦ δεκαγώνου πλευρᾷ.
Εἰ γὰρ μή, ἤτοι μείζων ἐστὶν τῆς τοῦ δεκαγώνου πλευρᾶς ἢ ἐλάττων.
Ἔστω πρότερον μείζων, καὶ κείσθω τῇ τοῦ δεκαγώνου πλευρᾷ ἴση ἡ ΔΗ. ἡ ἄρα ΗΓ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Δ, καὶ ἔστιν ὡς ἡ ΗΓ πρὸς ΓΔ ἡ ΓΔ πρὸς ΔΗ. καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ΖΓ τῆς ΗΓ, ἡ ΖΓ πρὸς τὴν ΓΔ μείζονα λόγον ἔχει ἤπερ ἡ ΗΓ πρὸς τὴν ΔΓ. ἀλλʼ ὡς μὲν ἡ ΖΓ πρὸς ΓΔ ἡ ΓΔ πρὸς ΔΖ, ὡς δὲ ἡ ΗΓ πρὸς ΓΔ ἡ ΓΔ πρὸς ΔΗ. ἡ ΓΔ ἄρα πρὸς ΔΖ μείζονα λόγον ἔχει ἤπερ ἡ ΓΔ πρὸς τὴν ΔΗ. πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει ἐκεῖνο ἔλαττόν ἐστιν· ἐλάττων ἄρα ἡ ΔΖ τῆς ΔΗ, ὅπερ ἄτοπον. οὐκ ἄρα ἡ ΔΖ μείζων ἐστὶν τῆς τοῦ δεκαγώνου πλευρᾶς. ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ ἐλάττων· ἡ ἄρα ΔΖ δεκαγώνου ἐστὶν πλευρά.
Ἢ καὶ οὕτως· εἰ γὰρ ἡ ΔΗ δεκαγώνου ἐστὶν καὶ διὰ τοῦτο ἡ ΗΓ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Δ, τὸ ὑπὸ ΓΗ, ΗΔ ἴσον ἄρα τῷ ἀπὸ ΔΓ. ἀλλὰ καὶ τὸ ὑπὸ ΓΖ, ΖΔ ἴσον τῷ αὐτῷ τῷ ἀπὸ ΔΓ. τὸ ἄρα ὑπὸ ΓΖ, ΖΔ ἴσον τῷ ὑπὸ ΓΗ, ΗΔ, ὅπερ ἄτοπον. οὐκ ἄρα ἡ τοῦ δεκαγώνου ἐλάττων ἐστιν τῆς ΖΔ. ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ μείζων· ἴση ἄρα.
Πάλιν ἐπεὶ δέδεικται ἐν τῷ τρισκαιδεκάτῳ τῶν Στοιχείων ὅτι ἡ τοῦ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου καὶ τὴν τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων, δύναται δὲ ἡ ΖΒ τὰς ΒΔ, ΔΖ, καὶ ἔστιν ἡ μὲν ΒΔ ἴση τῇ τοῦ ἑξαγώνου πλευρᾷ, ἡ δὲ ΔΖ τῇ τοῦ δεκαγώνου, ἡ ΒΖ ἄρα πενταγώνου ἐστὶν πλευρά.
Ἐπεὶ οὖν διὰ τῆς γραμμικῆς δείξεως δέδεικται ἡμῖν ἥ τε τοῦ δεκαγώνου καὶ τοῦ πενταγώνου, ἑξῆς καὶ τῆς πηλικότητος αὐτῶν τὴν εὕρεσιν ποιησόμεθα οἵων ἐστὶν ἡ διάμετρος ρκ.
Ἐπεὶ οὖν ὡς ἔφην ὑπόκειται ἡ τοῦ κύκλου διάμετρος τμημάτων ρκ, εἴη ἂν ἡ μὲν ΔΓ ξ, ἡ δὲ ΔΕ ἡμίσεια οὖσα αὐτῆς λ, καὶ τὸ ἀπʼ αὐτῆς ϡ ἔστιν δὲ καὶ ἡ ΒΔ ξ, καὶ τὸ ἀπʼ αὐτῆς ͵γχ. τὰ ἄρα ἀπὸ τῶν ΕΔ, ΔΒ τουτέστιν τὸ ἀπὸ τῆς ΒΕ τῶν ἐπὶ τὸ αὐτὸ συναγομένων ἐστὶν ͵δφ. καὶ μήκει ἄρα ἔσται ἡ ΒΕ, τουτέστιν ἡ ΕΖ ξζ δ νε, ὡς ἑξῆς τοῦ θεωρήματος ἀποδείξομεν ὅτε περὶ τῆς εὑρέσεως τῆς τοῦ τετραγώνου πλευρᾶς τὸν λόγον ποιούμεθα. ἔστιν δὲ ἡ ΔΕ λ. καὶ λοιπὴ ἄρα ἡ ΔΖ ἔσται λζ δ νε ἔγγιστα. ἡ ἄρα τοῦ δεκαγώνου πλευρὰ ὑποτείνουσα μοίρας λϛ οἵων ἐστὶν ἡ περίμετρος τξ τοῦ ὅλου κύκλου, τοιούτων ἐστὶν λζ δ νε οἵων ἡ διάμετρος ρκ. ἐπεὶ οὖν τὴν ΔΖ ἀπεδείξαμεν τμημάτων οὖσαν λζ δ νε, ἔσται καὶ τὸ ἀπʼ αὐτῆς ͵ατοε δ ιε, ὡς μικρῷ πρόσθεν ἐν τοῖς πολλαπλασιασμοῖς ἀπεδείξαμεν. ἔστιν δὲ καὶ τὸ ἀπὸ τῆς ΒΔ ͵γχ, ἃ ἐπὶ τὸ αὐτὸ συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΖΒ τετράγωνον ͵δϡοε δ ιε. καὶ μήκει ἄρα ἔσται ἡ ΖΒ ο λβ γ ἔγγιστα. καὶ ἡ τοῦ πενταγώνου ἄρα πλευρὰ ὑποτείνουσα διὰ τὰ αὐτὰ μοίρας οβ οἵων ἐστὶν ὁ κύκλος τξ, τοιούτων ἔσται ο λβ γ οἵων ἡ διάμετρος ρκ.
Δῆλον δὲ ὅτι καὶ ἡ τοῦ ἑξαγώνου πλευρὰ ὑποτείνουσα μοίρας ξ οἵων ἐστὶν ὁ κύκλος τξ, καὶ ἴση οὖσα τῇ ἐκ τοῦ κέντρου τοῦ κύκλου, ἔσται καὶ αὐτὴ τμημάτων ξ οἵων ἡ διάμετρος ρκ.
Πάλιν ἐπεὶ ἡ τοῦ τετραγώνου πλευρὰ δυνάμει διπλασίων ἐστὶν τῆς ἐκ τοῦ κέντρου, ἴσον γὰρ δύναται δυσὶ ταῖς ἐκ τοῦ κέντρου περιεχούσαις ἣν ὑποτείνει ὀρθὴν γωνίαν, ἐδείχθη δὲ καὶ ἐν τῷ τρισκαιδεκάτῳ τῶν Στοιχείων ὅτι ἡ τοῦ τριγώνου πλευρὰ δυνάμει τῆς αὐτῆς ἐστιν τριπλασίων, καὶ ἔστιν τὸ ἀπὸ τῆς ἐκ τοῦ κέντρου ͵γχ, τὸ μὲν ἄρα ἀπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς ἔσται ͵ζσ, τὸ δὲ ἀπὸ τῆς τοῦ τριγώνου Μα. καὶ μήκει ἄρα ἔσται ἡ μὲν τοῦ τετραγώνου πλευρὰ ὑποτείνουσα δὲ μοίρας ϙ οἵων ἐστὶν ὁ κύκλος τξ, τμημάτων πδ να ι οἵων ἡ διάμετρος ρκ, ἡ δὲ τοῦ τριγώνου ὑποτείνουσα καὶ αὐτὴ περιφέρειαν μοιρῶν ρκ, τῶν αὐτῶν ργ νε κγ.
«Αἵδε μὲν οὖν οὕτως ἡμῖν ...» ἐξ ἑτοίμου «καὶ καθʼ ἑαυτάς» ... ἐκ τῶν παρὰ τῷ Στοιχειωτῇ θεωρημάτων δεδόσθωσαν.
Καθʼ ἑαυτὰς δὲ λέγει, ἐπεὶ ἑκάστη μὲν τούτων ἐξ οἰκείας καὶ μιᾶς προτάσεως δέδεικται. ἑξῆς δὲ μέλλει ἐκ μιᾶς προτάσεως πλείους πορίζεσθαι. διό φησιν· «καὶ ἔστιν φανερὸν ἐντεῦθεν ὅτι πασῶν τῶν διδομένων εὐθειῶν ἐξ εὐχεροῦς δίδονται καὶ αἱ ὑπὸ τὰς λειπούσας εἰς τὸ ἡμικύκλιον «ὑποτείνουσαι εὐθεῖαι, διὰ τὸ τὰ ἀπʼ αὐτῶν συντιθέμενα ποιεῖν τὸ ἀπὸ «τῆς διαμέτρου τετράγωνον.»
Ἐὰν γὰρ γράψωμεν ἡμικύκλιον τὸ ΑΒΓ ἐπὶ διαμέτρου τῆς ΑΓ, καὶ ἀπολάβωμεν τὴν ΑΒ περιφέρειαν τμημάτων λϛ καὶ ἐπιζεύξωμεν τὰς ΑΒ, ΒΓ, ἔσται ὡς ἀπεδείχθη ἡ ΑΒ εὐθεῖα τμημάτων λζ δ νε, καὶ τὸ ἀπʼ αὐτῆς ͵ατοε δ ιε, τὸ δὲ ἀπὸ τῆς διαμέτρου Μα ͵δυ, καὶ ἔστιν ὀρθὴ ἡ πρὸς τῷ Β γωνία. τὸ ἄρα ἀπὸ τῆς ΑΓ ἴσον τοῖς ἀπὸ τῶν ΑΒ, ΒΓ. ἐὰν οὖν ἀπὸ τοῦ ἀπὸ τῆς ΑΓ τουτέστιν Μα ͵δυ ἀφέλωμεν τὸ ἀπὸ τῆς ΑΒ τουτέστιν τὰ ͵ατοε δ ιε, καταλειφθήσεται ἡμῖν τὸ ἀπὸ τῆς ΒΓ Μα ͵γκδ νε με. καὶ μήκει ἄρα ἔσται ἡ ΒΓ εὐθεῖα ριδ ζ λζ. ὥστε ἡ ΒΓ ὑποτείνουσα τὰς λειπούσας τῶν λϛ μοιρῶν εἰς τὸ ἡμικύκλιον μοίρας ρμδ ἔσται καὶ αὐτὴ τμημάτων ριδ ζ λζ οἵων ἡ διάμετρος ρκ.
Ἀκολούθως δὲ πάλιν ἐπὶ τοῦ αὐτοῦ θεωρήματος τῇ αὐτῇ ἀποδείξει προσχρησάμενοι, ὑποτιθέμενοι τὴν ΑΒ περιφέρειαν μοιρῶν οβ, καὶ ἔχοντες τὴν ὑπʼ αὐτὴν εὐθεῖαν, εὑρήσομεν καὶ τὴν εὐθεῖαν τὴν ὑποτείνουσαν τὰς λειπούσας εἰς τὸ ἡμικύκλιον μοίρας ρη τμημάτων ϙζ δ νϛ. καὶ ὁμοίως ἀπὸ τῆς ὑπὸ τὰς ξ εὑρήσομεν τὴν ὑπὸ τὰς ρκ, ργ νε κγ οἵων ἡ διάμετρος ρκ.
Τούτων θεωρηθέντων, ἑξῆς ἂν εἴη διαλαβεῖν πῶς ἂν δοθέντος χωρίου τινὸς τετραγώνου μὴ ἔχοντος πλευρὰν μήκει ῥητὴν τὴν σύνεγγυς αὐτοῦ τετραγωνικὴν πλευρὰν ἐπιλογισώμεθα. καὶ ἔστιν τὸ τοιοῦτον δῆλον ἐπὶ ῥητὴν ἔχοντος πλευράν, ἐκ τοῦ δʹ θεωρήματος τοῦ βʹ βιβλίου τῶν Στοιχείων, οὗ ἡ πρότασίς ἐστιν τοιαύτη· ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ ὡς ἔτυχεν, τὸ ἀπὸ τῆς ὅλης τετράγωνον ἴσον ἐστὶν τοῖς τε ἀπὸ τῶν τμημάτων τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν τμημάτων περιεχομένῳ ὀρθογωνίῳ. ἐὰν γὰρ ἔχοντες δοθέντα ἀριθμὸν τετράγωνον ὡς τὸν ρμδ, ῥητὴν ἔχοντα πλευρὰν ὡς τὴν ΑΒ εὐθεῖαν, καὶ λαβόντες αὐτοῦ ἐλάσσονα τετράγωνον τὸν ρ, οὗ ἐστιν πλευρὰ ι, καὶ ὑποθέμενοι τὴν ΑΓ ι, διπλασιάσαντες αὐτὴν διὰ τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ, παρὰ τὰ γενόμενα κ παραβάλωμεν τὰ λοιπὰ μδ, τῶν ὑπολειπομένων δ ἔσται τὸ ἀπὸ τῆς ΓΒ, αὕτη δὲ μήκει β· ἦν δὲ καὶ ἡ ΑΓ ι· καὶ ὅλη ἄρα ἡ ΑΒ ἔσται μοιρῶν ιβ, ὅπερ ἔδει δεῖξαι.
Ἵνα δὲ καὶ ἐπί τινος τῶν ἐν τῇ Συντάξει παρακειμένων ἀριθμῶν ὑπʼ ὄψιν ἡμῖν γένηται ἡ τῆς κατὰ μέρος ἀφαιρέσεως διάκρισις, ποιησόμεθα τὴν ἀπόδειξιν ἐπὶ τοῦ ͵δφ ἀριθμοῦ, οὗ τὴν πλευρὰν ἐξέθετο μοιρῶν ξζ δ νε. ἐκκείσθω χωρίον τετράγωνον τὸ ΑΒΓΔ, δυνάμει μόνον ῥητόν, οὗ τὸ ἐμβαδὸν ἔστω μοιρῶν ͵δφ, καὶ δέον ἔστω τὴν σύνεγγυς αὐτοῦ τετραγωνικὴν πλευρὰν ἐπιλογίσασθαι. ἐπεὶ οὖν ὁ σύνεγγυς τοῦ ͵δφ τετράγωνος ῥητὴν ἔχων πλευρὰν ὅλων μονάδων ἐστὶν ͵δυπθ ἀπὸ πλευρᾶς τοῦ ξζ, ἀφῃρήσθω ἀπὸ τοῦ ΑΒΓΔ τετραγώνου τὸ ΑΖ τετράγωνον μονάδων ͵δυπθ, οὗ ἡ πλευρὰ ἔστω μονάδων ξζ· ὁ λοιπὸς ἄρα ὁ ΒΖΖΔ γνώμων ἔστω μονάδων ια, ἃς ἀναλύσαντες εἰς πρῶτα ἑξηκοστὰ χξ ἐκθησόμεθα. ἔπειτα διπλασιάσαντες τὴν ΕΖ διὰ τὸ δὶς ὑπὸ ΕΖ, ὥσπερ ἐπʼ εὐθείας τῆς ΕΖ τὴν ΖΗ λαμβάνοντες, παρὰ τὰ γενόμενα ρλδ παραβαλοῦμεν τὰ χξ ἑξηκοστὰ πρῶτα, καὶ τῶν γενομένων ἐκ τῆς παραβολῆς δ πρώτων ἑξηκοστῶν ἕξομεν ἑκατέραν τῶν ΕΘ, ΗΚ. καὶ ἀναπληρώσαντες τὰ ΘΖ, ΖΚ παραλληλόγραμμα ἕξομεν καὶ αὐτὰ φλϛ πρώτων ἑξηκοστῶν, ἑκάτερον δὲ ὂν σξη. εἶτα πάλιν τὰ ὑπολιπέντα ρκδ πρῶτα ἑξηκοστὰ ἀναλύσαντες εἰς δεύτερα ͵ζυμ, ἀφελοῦμεν καὶ τὸ ΖΛ ἀπὸ πρώτων δ γενόμενον ἑξηκοστῶν δευτέρων ιϛ, ἵνα γνώμονα περιθέντες τῷ ἐξ ἀρχῆς τετραγώνῳ τῷ ΑΖ ἔχωμεν τὸ ΑΛ τετράγωνον ἀπὸ πλευρᾶς ξζ δ συναγόμενον μοιρῶν ͵δυϙζ νϛ ιϛ. καὶ λοιπὸν πάλιν τὸν ΒΛΛΔ γνώμονα μοιρῶν β γ μδ, τουτέστιν δευτέρων ἑξηκοστῶν ͵ζυκδ. ἔτι δὲ πάλιν διπλασιάσαντες τὴν ΘΛ ὡς ἐπʼ εὐθείας τυγχανούσης τῇ ΘΛ τῆς ΛΚ, καὶ παρὰ τὰ γινόμενα ρλδ η μερίσαντες τὰ ͵ζυκδ δεύτερα ἑξηκοστά, τῶν ἐκ τῆς παραβολῆς γενομένων νε ἔγγιστα δευτέρων ἑξηκοστῶν ἔχομεν ἔγγιστα ἑκατέραν τῶν ΘΒ, ΚΔ. καὶ συμπληρώσαντες τὰ ΒΛ, ΛΔ παραλληλόγραμμα, ἕξομεν καὶ αὐτὰ ἑξηκοστῶν δευτέρων μὲν ͵ζτο καὶ τρίτων υμ, ἑκάτερον δὲ δευτέρων μὲν ἑξηκοστῶν ͵γχπε καὶ τρίτων σκ. καὶ λοιπὰ ὑπελίπη ἑξηκοστὰ δεύτερα μϛ καὶ τρίτα μ, ἅπερ ἔγγιστα ποιεῖ τὸ ΛΓ τετράγωνον ἀπὸ πλευρᾶς τυγχάνον νε δευτέρων ἑξηκοστῶν, καὶ ἔσχομεν τὴν πλευρὰν τοῦ ΑΒΓΔ τετραγώνου, μοιρῶν τυγχάνοντος ͵δφ, ξζ δ νε ἔγγιστα.
Ὥστε καὶ καθόλου ἐὰν ζητῶμεν ἀριθμοῦ τινος τὴν τετραγωνικὴν πλευρὰν ἐπιλογίσασθαι, λαμβάνομεν πρῶτον τοῦ σύνεγγυς τετραγώνου ἀριθμοῦ τὴν πλευράν. εἶτα ταύτην διπλασιάσαντες καὶ παρὰ τὸν γινόμενον ἀριθμὸν μερίσαντες τὸν λοιπὸν ἀριθμὸν ἀναλυθέντα εἰς πρῶτα ἑξηκοστά, καὶ ἀπὸ τοῦ ἐκ τῆς παραβολῆς γενομένου ἀφελοῦμεν τετράγωνον, καὶ ἀναλύοντες πάλιν τὰ ὑπολειπόμενα εἰς δεύτερα ἑξηκοστά, καὶ μερίζοντες παρὰ τὸν διπλασίονα τῶν μοιρῶν καὶ ἑξηκοστῶν, ἕξομεν ἔγγιστα τὸν ἐπιζητούμενον τῆς πλευρᾶς τοῦ τετραγώνου χωρίου ἀριθμόν.
Προαποδείξας οὖν τὰς τῶν ὑποτεινουσῶν τὰς εἰρημένας περιφερείας εὐθειῶν πηλικότητας, τουτέστιν τῆς τε ὑπὸ τὰς λϛ, καὶ τῆς ὑπὸ τὰς οβ, καὶ τῆς ὑπὸ τὰς ξ καὶ ϙ καὶ ρκ καὶ ρμδ, καὶ ἔτι τῆς ὑπὸ τὰς ρη, ἐκτίθεται λημμάτιον εὔχρηστον πάνυ πρὸς τὸ ἀπὸ τούτων τὴν τῶν λοιπῶν κατάλημψιν προχειρότερον ἐφοδεύειν, οὗ ἡ πρότασίς ἐστι τοιαύτη.
Ἐὰν εἰς κύκλον τετράπλευρον ἐγγραφῇ, τὸ ὑπὸ τῶν διαγωνιῶν αὐτοῦ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶν συναμφοτέροις τοῖς ὑπὸ τῶν ἀπεναντίον τοῦ τετραπλεύρου πλευρῶν περιεχομένοις ὀρθογωνίοις.
Καὶ ἐπεὶ σαφής ἐστιν ἡ εἰς τοῦτο αὐτῷ ἐκτεθειμένη ἀπόδειξις, ἔχει δέ τινα ψιλὴν ἔνστασιν διὰ τὸ τὴν δεῖξιν αὐτὸν πεποιῆσθαι ὡς ἀνίσων οὐσῶν τῶν γωνιῶν τῶν ὑπὸ τῆς διαγωνίου γεγενημένων, ἵνα μηδὲ τὸ τοιοῦτον θεώρημα παραλείψαντες ὦμεν, ἡμεῖς ὡς ἴσων αὐτῶν οὐσῶν τὴν ἀπόδειξιν ποιησόμεθα.
Ἔστω γὰρ κύκλος ἐγγεγραμμένον ἔχων τετράπλευρον τὸ ΑΒΓΔ καὶ ἐπεζεύχθωσαν αὐτοῦ διαγώνιοι αἱ ΑΓ, ΒΔ, καὶ ἴση ἔστω ἡ ὑπὸ ΑΒΔ γωνία τῇ ὑπὸ ΓΒΔ. λέγω ὅτι τὸ ὑπὸ τῶν ΑΓ, ΒΔ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶν συναμφοτέροις τοῖς ὑπὸ τῶν ΑΒ, ΓΔ καὶ ΑΔ, ΒΓ περιεχομένοις ὀρθογωνίοις.
Ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ὑπὸ ΑΒΔ γωνία τῇ ὑπὸ ΓΒΔ, ἔστιν δὲ καὶ ἡ ὑπὸ ΒΔΑ τῇ ὑπὸ ΒΓΖ ἴση — ἐπὶ γὰρ τῆς αὐτῆς περιφερείας τῆς ΑΒ βεβήκασιν —, λοιπὴ ἄρα ἡ ὑπὸ ΒΑΔ λοιπῇ τῇ ὑπὸ ΒΖΓ ἐστὶν ἴση. ἰσογώνιον ἄρα ἐστὶν τὸ ΑΒΔ τρίγωνον τῷ ΒΖΓ τριγώνῳ. ἔστιν ἄρα ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ οὕτως ἡ ΒΓ πρὸς τὴν ΓΖ. τὸ ἄρα ὑπὸ τῶν ΒΔ, ΓΖ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΒΓ, ΑΔ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΑΒΔ τῇ ὑπὸ ΓΒΔ, ἔστιν δὲ καὶ ἡ ὑπὸ ΒΑΖ ἴση τῇ ὑπὸ τῶν ΒΔΓ, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ τῶν ΒΖΑ ἴση ἐστὶν τῇ ὑπὸ τῶν ΒΓΔ. ἔστιν ἄρα ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΖ. τὸ ἄρα ὑπὸ ΒΔ, ΑΖ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΒ, ΔΓ. ἐδείχθη δὲ καὶ τὸ ὑπὸ τῶν ΒΔ, ΖΓ ἴσον τῷ ὑπὸ τῶν ΒΓ, ΑΔ. τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΒΔ ἴσον ἐστὶν συναμφοτέροις τῷ τε ὑπὸ τῶν ΑΒ, ΔΓ καὶ τῷ ὑπὸ τῶν ΑΔ, ΒΓ, ὅπερ ἔδει δεῖξαι.
Ἀποδείξας τὸ τοιοῦτον λημμάτιον ἑξῆς προσχρῆται αὐτῷ εἰς ἑτέρων εὐθειῶν κατάληψιν. καὶ ἐκθέμενος πάλιν ἡμικύκλιον τὸ ΑΒΓΔ περὶ διάμετρον τὴν ΑΔ, καὶ διαγαγὼν ἀπʼ ἄκρας τῆς διαμέτρου δύο δεδομένας εὐθείας τὰς ΑΒ, ΑΓ, ἐπιζεύξας τὴν ΒΓ φησίν· «λέγω ὅτι καὶ αὕτη δέδοται.»
Ἐπιζεύξας γὰρ πάλιν τήν τε ΒΔ καὶ τὴν ΓΔ ἑξῆς ἐρεῖ· «ἐπεὶ ἐν κύκλῳ «τετράπλευρόν ἐστιν τὸ ΑΒΓΔ», τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΒΔ ἴσον ἐστὶν συναμφοτέροις τῷ τε ὑπὸ τῶν ΑΒ, ΓΔ, καὶ τῷ ὑπὸ τῶν ΑΔ, ΒΓ. καὶ ἐπεὶ δέδονται ἥ τε ΑΒ καὶ ἡ ΑΓ, δέδονται ἄρα καὶ αἱ ΒΔ, ΓΔ, διὰ τὸ λείπειν αὐτῶν εἰς τὸ ἡμικύκλιον. δέδοται δὲ καὶ ἡ ΑΔ διάμετρος. δέδονται ἄρα αἱ πέντε, αἱ ΑΒ, ΑΓ, ΒΔ, ΓΔ, ΑΔ. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΓ, ΒΔ ἴσον ἐστὶν συναμφοτέροις τῷ τε ὑπὸ ΑΒ, ΓΔ καὶ τῷ ὑπὸ ΑΔ, ΒΓ, ἐὰν ἄρα ἀπὸ τοῦ ὑπὸ τῶν ΑΓ, ΒΔ δεδομένου ἀφέλωμεν τὸ ὑπὸ ΑΒ, ΓΔ δεδομένον, καταλειφθήσεται καὶ λοιπὸν τὸ ὑπὸ τῶν ΑΔ, ΒΓ δεδομένον· καὶ δέδοται ἡ ΑΔ· δέδοται ἄρα καὶ ἡ ΒΓ εὐθεῖα.
«Καὶ φανερὸν ἡμῖν γέγονεν ὅτι ἐὰν δοθῶσιν δύο περιφέρειαι καὶ αἱ «ὑπʼ αὐτὰς εὐθεῖαι», καὶ αἱ τὴν ὑπεροχὴν τῶν δύο περιφερειῶν ὑποτείνουσαι εὐθεῖαι δοθήσονται. «δῆλον δὲ ὅτι διὰ τούτου τοῦ θεωρήματος ἄλλας «τε οὐκ ὀλίγας εὐθείας ἐγγράψομεν ἀπὸ τῶν ἐν ταῖς καθʼ αὑτὰς δεδομένων «ὑπεροχῶν, καὶ δὴ καὶ τὴν ὑπὸ τὰς ιβ μοίρας, ἐπειδήπερ ἔχομεν τὴν «ὑπὸ τὰς ξ καὶ τὴν ὑπὸ τὰς οβ.»
Φανερὸν δὲ ὅτι διὰ τούτου τοῦ λημματίου ἄλλας τε οὐκ ὀλίγας εὐθείας εἰς τὸν κανόνα ἐγγράψομεν ἀπὸ τῶν κατὰ τὰς διδομένας τῶν περιφερειῶν ὑπεροχάς. διαγαγόντες γὰρ πάλιν ἀπʼ ἄκρας τῆς διαμέτρου τὴν ὑποτείνουσαν τὰς λϛ μοίρας τῆς περιφερείας καὶ τὴν τὰς ξ εὑρήσομεν καὶ τὴν ὑποτείνουσαν τὴν ὑπεροχὴν αὐτῶν, τουτέστιν τὰς κδ. καὶ πάλιν διαγαγόντες τὴν ὑποτείνουσαν τὰς κδ καὶ τὰς οβ εὑρήσομεν καὶ τὴν ὑποτείνουσαν τὴν ὑπεροχὴν αὐτῶν τὰς μη. καὶ πάλιν διαγαγόντες τὴν ὑπὸ τὰς μη καὶ τὴν ὑπὸ τὰς ϙ, εὑρήσομεν καὶ τὴν ὑποτείνουσαν τὰς μβ. καὶ ὁμοίως πλείστας εὑρήσομεν, «καὶ δὴ» ὡς ἔφη «καὶ τὴν ὑπὸ τὰς «ιβ μοίρας» τῆς περιφερείας ὑποτείνουσαν εὐθεῖαν, «ἐπειδήπερ ἔχομεν «τὴν ὑπὸ τὰς ξ καὶ τὴν ὑπὸ τὰς οβ.»
Ἐπὶ γὰρ τῆς αὐτῆς καταγραφῆς ὑποτιθέμενος τήν τε ΑΒ τοῦ ἑξαγώνου πλευράν, τμημάτων οὖσαν ξ οἵων ἡ διάμετρος ρκ, ὑποτείνουσαν δὲ περιφέρειαν μοιρῶν ξ οἵων ὁ κύκλος τξ, καὶ τὴν ΑΓ τοῦ πενταγώνου πλευρὰν τμημάτων οὖσαν ο λβ γ, ὑποτείνουσαν δὲ τὴν ΑΒΓ περιφέρειαν μοιρῶν οβ, λέγω, φησίν, ὅτι ἡ ΒΓ εὐθεῖα δέδοται, ἥτις ὑποτείνει περιφέρειαν μοιρῶν ιβ, ὑπεροχὴν οὖσαν τῶν οβ πρὸς τὰς ξ.
Ἐπεὶ ἐν κύκλῳ τετράπλευρόν ἐστιν τὸ ΑΒΓΔ, τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΒΔ διαγωνίων ἴσον ἐστὶν συναμφοτέροις τῷ τε ὑπὸ τῶν ΑΒ, ΓΔ καὶ τῷ ὑπὸ ΑΔ, ΒΓ ἀπεναντίον. καὶ ἔστιν τὸ μὲν ὑπὸ τῶν ΑΓ, ΒΔ διαγωνίων ͵ζτλ ζ λδ, ἐπειδήπερ ἡ μὲν ΑΓ εὐθεῖα τμημάτων ἐστὶν ο λβ γ, ὑποτείνει γὰρ περιφέρειαν μοιρῶν οβ, ἡ δὲ ΒΔ τμημάτων ργ νε κγ, ὑποτείνει γὰρ τὰς λοιπὰς τῶν ξ εἰς τὸ ἡμικύκλιον μοίρας ρκ· καὶ γίνεται τὸ ὑπὸ ο λβ γ καὶ ργ νε κγ τῶν εἰρημένων ͵ζτλ ζ λδ. ἔστιν δὲ καὶ τὸ ὑπὸ τῶν ΑΒ, ΓΔ ͵εωκδ νϛ, διὰ τὸ τὴν μὲν ΑΒ εὐθεῖαν εἶναι ξ, τὴν δὲ ΓΔ ὑποτείνουσαν τὴν ΓΔ περιφέρειαν λείπουσαν τῆς ΑΒΓ εἰς τὸ ἡμικύκλιον μοιρῶν ρη τμημάτων εἶναι ϙζ δ νϛ. ἐὰν οὖν ἀπὸ τῶν ͵ζτλ ζ λδ, τουτέστιν τοῦ ὑπὸ τῶν ΑΓ, ΒΔ ἀφέλωμεν τὰ ͵εωκδ νϛ τοῦ ὑπὸ τῶν ΒΑ, ΓΔ, καταλειφθήσεται λοιπὸν τὸ ὑπὸ τῶν ΑΔ, ΒΓ ͵αφε ια λδ, οἵων ἡ ΑΔ διάμετρός ἐστιν ρκ. καὶ λοιπὴ ἡ ΒΓ εὐθεῖα ὑποτείνουσα περιφέρειαν μοιρῶν ιβ, ἔσται ιβ λβ λϛ ἀκολούθως τῇ τοῦ κανόνος ἐκθέσει.
Τούτου προδειχθέντος, ἑξῆς ἐκτίθεται ἕτερον θεώρημα ἐν ᾧ ἀποδείκνυσιν πῶς ἂν δοθείσης τινὸς περιφερείας καὶ τῆς ὑπʼ αὐτὴν εὐθείας ἡ τὴν ἡμίσειαν τῆς αὐτῆς περιφερείας ὑποτείνουσα εὐθεῖα δίδοται.
Καὶ ἐκθέμενος πάλιν ἡμικύκλιον τὸ ΑΒΓ ἐπὶ διαμέτρου τῆς ΑΓ καὶ ἀπειληφὼς τὴν ΒΓ περιφέρειαν δοθεῖσαν καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν δοθεῖσαν, καὶ τεμὼν τὴν ΒΓ περιφέρειαν δίχα κατὰ τὸ Δ καὶ ἐπιζεύξας τὴν ΔΓ, δείκνυσιν καὶ ταύτην δεδομένην ὑποτείνουσαν τὴν ἡμίσειαν τῆς δοθείσης περιφερείας τῆς ΒΓ.
Ἐπιζεύξας γὰρ τὰς ΑΒ, ΑΔ, ΒΔ, ΔΓ, καὶ κάθετον ἀπὸ τοῦ Δ ἀγαγὼν ἐπὶ τὴν ΑΓ τὴν ΔΖ, καὶ ἀποθέμενος ἴσην τῇ ΑΒ τὴν ΑΕ ἐπιζεύξας τὴν ΔΕ, λέγω φησὶν ὅτι ἡ ΖΓ ἡμίσειά ἐστιν τῆς ὑπεροχῆς τῆς ΑΓ πρὸς τὴν ΑΒ, ὡς συντελοῦντος αὐτῷ τούτου εἰς τὸ πρόχειρον τῆς προκειμένης ἀποδείξεως. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΑΕ κοινὴ δὲ ἡ ΑΔ, ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΒΑΔ γωνίᾳ τῇ ὑπὸ ΔΑΓ ἴση ἐπεὶ καὶ ἡ ΓΔ περιφέρεια τῇ ΔΒ, βάσις ἄρα ἡ ΒΔ εὐθεῖα βάσει τῇ ΔΕ ἐστὶν ἴση. ἀλλὰ ἡ ΒΔ τῇ ΓΔ ἐστὶν ἴση. καὶ ἡ ΕΔ ἄρα τῇ ΔΓ ἐστὶν ἴση. ἰσοσκελὲς ἄρα ἐστὶν τὸ ΔΕΓ τρίγωνον. καὶ ἐπεὶ ἐν ἰσοσκελεῖ τριγώνῳ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν κάθετος ἦκται ἡ ΔΖ, ἴση ἐστὶν ἡ ΕΖ τῇ ΖΓ· ἡμίσεια ἄρα ἡ ΖΓ τῆς ΕΓ. ἀλλὰ ἡ ΕΓ ὑπεροχή ἐστιν τῆς ΑΓ πρὸς τὴν ΑΒ· καὶ ἡ ΖΓ ἄρα ἡμίσειά ἐστιν τῆς τῶν αὐτῶν ὑπεροχῆς. καὶ ἐπεὶ ὑπόκειται δοθεῖσα ἡ ΒΓ εὐθεῖα, δέδοται καὶ ἡ ΒΑ λείπουσα αὐτῆς εἰς τὸ ἡμικύκλιον τουτέστιν ἡ ΑΕ, δοθείσης δὲ καὶ τῆς διαμέτρου τῆς ΑΓ, καὶ λοιπὴ ἡ ΕΓ δέδοται. ὥστε καὶ ἡ ἡμίσεια αὐτῆς ἡ ΖΓ ἔσται δεδομένη. καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΑΔΓ ἐν ἡμικυκλίῳ οὖσα, ὀρθὴ δὲ καὶ ἡ ὑπὸ ΔΖΓ, καὶ κοινὴ ἡ ὑπὸ ΑΓΔ τοῦ τε ΑΔΓ ὀρθογωνίου καὶ τοῦ ΔΖΓ, καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΔΑΓ λοιπῇ τῇ ὑπὸ ΓΔΖ ἴση ἐστίν. ἰσογώνια ἄρα ἐστὶν τὰ ΑΔΓ, ΔΖΓ τρίγωνα. ἔστιν ἄρα ὡς ἡ ΑΓ πρὸς τὴν ΓΔ οὕτως ἡ ΔΓ πρὸς ΓΖ. αἱ τρεῖς ἄρα εὐθεῖαι αἱ ΑΓ, ΓΔ, ΓΖ ἀνάλογόν εἰσιν. τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΓΖ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΔΓ. καὶ ἐπεὶ δέδοται ἡ ΑΓ καὶ ἡ ΓΖ, δέδοται ἄρα τὸ ὑπὸ τῶν ΑΓ, ΓΖ, ὥστε καὶ τὸ ἀπὸ τῆς ΓΔ δέδοται. καὶ αὐτὴ ἡ ΓΔ ἔσται δεδομένη μήκει, ἥτις ὑποτείνει τὴν ἡμίσειαν τῆς ΓΒ δοθείσης περιφερείας.
Καί φησιν· δῆλον δὲ ὅτι ἄλλαι τε ληφθήσονται ἡμῖν οὐκ ὀλίγαι «κατὰ «τὰς ἡμισείας ἀπὸ τῶν ἤδη προεκτεθεισῶν εὐθειῶν καὶ δὴ ἀπὸ τῆς ὑπὸ «τὰς ιβ μοίρας ὑποτεινούσης ἥ τε ὑπὸ τὰς ϛ καὶ ἡ ὑπὸ τὰς γ καὶ ἡ «ὑπὸ τὴν α𐅵 μοῖραν καὶ ἔτι ἡ ὑπὸ τὸ 𐅵δʹ.»
Ὅτι δὲ μείζων ἐστὶν ἡ ΑΖ τῆς ΑΒ καὶ ἴση δηλονότι ἀπὸ τοῦ Α τῇ ΑΒ τιθεμένη ἐντὸς τοῦ Ζ πίπτει, δείξομεν οὕτως. ἐπεζεύχθω ἡ ΖΒ. ἐπεὶ μείζων ἐστὶν ἡ ΓΔ τῆς ΔΖ, ἴση δὲ ἡ ΓΔ τῇ ΔΒ, μείζων ἄρα καὶ ἡ ΔΒ τῆς ΔΖ. ὥστε καὶ γωνία ἡ ὑπὸ ΒΖΔ μείζων ἐστὶν τῆς ὑπὸ ΔΒΖ. καὶ ἐπεὶ ἡ ὑπὸ ΑΒΔ γωνία ἐν ἐλάσσονι οὖσα ἡμικυκλίου μείζων ἐστὶν τῆς ὑπὸ ΔΖΑ ὀρθῆς, ὧν ἡ ὑπὸ ΔΒΖ ἐλάττων ἐστὶν τῆς ὑπὸ ΒΖΔ, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΒΖ πολλῷ μείζων ἐστὶν τῆς ὑπὸ ΑΖΒ. ὥστε καὶ πλευρὰ ἡ ΑΖ πλευρᾶς τῆς ΑΒ μείζων ἐστίν.
Εὑρίσκεται δὲ ἐκ τῶν ἐπιλογισμῶν ἡ μὲν τὴν α𐅵 μοῖραν ὑποτείνουσα εὐθεῖα τοιούτων α λδ ιε ἔγγιστα οἵων ἡ διάμετρος ρκ, ἡ δὲ ὑπὸ τὸ 𐅵 δʹ τῶν αὐτῶν 𐆊 μζ η ἔγγιστα, τὸν τρόπον τοῦτον.
Ἔστω γὰρ διὰ τοῦ αὐτοῦ θεωρήματος ἐκ τῆς ὑπὸ τὰς ιβ μοίρας εὑρεθεῖσα ὡς ἔφαμεν, ἥτε ὑπὸ τὰς ϛ, καὶ ἡ ὑπὸ τὰς γ, ὃν τρόπον τοὺς ἐπιλογισμοὺς τῶν ἀριθμῶν ποιοῦμεν νῦν ἐροῦμεν. εὑρήσθω οὖν ἡ ὑπὸ τὰς γ μοίρας ὑποτείνουσα εὐθεῖα καθὼς ἐν τῷ κανόνι ἔκκειται τμημάτων γ η κη, καὶ δέον ἔστω εὑρεῖν ἡμᾶς διὰ τῶν ἐπιλογισμῶν τὴν ὑποτείνουσαν τὴν α𐅵, καθάπερ αὐτὸς ἐξέθετο τμημάτων α λδ ιε, οἵων ἡ διάμετρος ρκ. ἐπεὶ γὰρ ἡ ΒΓ περιφέρεια μοιρῶν ἐστιν γ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα γ η κη, ἔσται ἄρα καὶ ἡ ΑΒ εὐθεῖα ὑποτείνουσα τὰς λειπούσας εἰς τὸ ἡμικύκλιον μοίρας ροζ διὰ τῶν αὐτῶν κατειλημμένη, καθὼς καὶ ἡ τοῦ κανόνος ἔκθεσις περιέχει, τμημάτων ριθ νζ λβ, τουτέστιν ἡ ΑΕ· καὶ λοιπὴ πάλιν ἡ ΕΓ ἔσται τὸ 𐆊 β κη, ἡ δὲ ΖΓ ἡμίσεια αὐτῆς οὖσα τὸ 𐆊 α ιδ. ἔστιν δὲ καὶ ἡ ΑΓ διάμετρος τμημάτων ρκ. τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΓΖ τουτέστιν τὸ ἀπὸ τῆς ΔΓ συναχθήσεται τμημάτων β κη.
Καὶ μήκει ἄρα ἡ ΔΓ ἔσται α λδ ιε οὕτως. ἀπὸ τῶν β κη ἀφαιρῶ πρῶτον τετράγωνον ἀπὸ μοίρας α. ἔπειτα τὰ λοιπὰ α κη ἀναλύσας εἰς ἑξηκοστὰ πη μερίζω παρὰ τὸν διπλασίονα τῆς α μοίρας, τουτέστιν παρὰ τὸν β, καὶ γίνεται ὁ μερισμὸς παρὰ τὸν λδ. καὶ ἀφαιρῶ τὰ ξη. λοιπὸν ἑξηκοστὰ πρῶτα κ, ἅ ἐστιν δεύτερα, ͵ασ. ἔπειτα ἀφαιρῶ ἀπὸ τούτου τὸν ἀπὸ τοῦ λδ τετράγωνον, ἃ γίνεται ͵αρνϛ. λοιπὸν δεύτερα ἑξηκοστὰ μδ. καὶ πάλιν ταῦτα παρὰ τὸν διπλάσιον τῆς α μοίρας καὶ τῶν λδ ἑξηκοστῶν τουτέστιν παρὰ μοίρας γ η. καὶ γίνεται ὁ μερισμὸς παρὰ τὸν ιε ἔγγιστα. καὶ εὕρομεν τὴν α 𐅵 μοῖραν τῆς περιφερείας ὑποτείνουσαν εὐθεῖαν τμήματος α λδ ιε ἔγγιστα.
Καὶ ὁμοίως τοῖς αὐτοῖς ἐπιλογισμοῖς καταχρώμενοι εὑρήσομεν καὶ τὴν ὑπὸ τὸ 𐅵ʹ δʹ τῆς περιφερείας ὑποτείνουσαν εὐθεῖαν 𐆊 μζ η ἔγγιστα οὕτως. ἀπειλήφθω γὰρ πάλιν ἡ ΒΓ περιφέρεια μοίρας α 𐅵ʹ καὶ ἐπεζεύχθω ἡ ΒΓ, δεδειγμένη μο α λδ ιε. ἐὰν ἄρα ἀπὸ τῶν Μα ͵δυ τοῦ ἀπὸ τῆς διαμέτρου ἀφέλω τὸ ἀπὸ τῆς ΒΓ συναγόμενον β κη γ, τῶν λοιπῶν Μα ͵δτϙζ λα νζ ἕξομεν τὸ ἀπὸ τῆς ΒΑ, τουτέστιν τὸ ἀπὸ τῆς ΑΕ, αὐτὴν δὲ μήκει ριθ νθ κβ νθ καὶ λοιπὴν τὴν ΕΓ, 𐆊 𐆊 λζ α, τὴν δὲ ἡμίσειαν αὐτῆς τὴν ΖΓ, 𐆊 𐆊 ιη λ λ, τὸ δὲ ὑπὸ ΑΓ, ΓΖ, τουτέστιν τὸ ἀπὸ τῆς ΔΓ, ἑξηκοστῶν δευτέρων σκα, καὶ μήκει αὐτὴν τὴν ΔΓ τῶν εἰρημένων 𐆊 μζ ζ λθ ἅ φησιν 𐆊 μζ η.
Ἑξῆς δὲ πάλιν ἐκτίθεται θεώρημα συντελοῦν αὐτῷ πρὸς τὴν σύνθεσιν τοῦ κανόνος, ὃ καλεῖται κατὰ σύνθεσιν, ἐν ᾧ ἀποδείκνυσιν ὅτι ἐὰν δοθῶσιν β περιφέρειαι καὶ αἱ ὑπʼ αὐτὰς εὐθεῖαι, καὶ ἡ συναμφοτέρας τὰς περιφερείας ὑποτείνουσα εὐθεῖα δοθήσεται, ἔχον μέν τινα οἰκειότητα ἀντιστροφῆς πρὸς τὸ πρὸ ἑαυτοῦ, οὐ καθόλου δέ· ἐκεῖ μὲν γὰρ λαμβάνων τινὰ περιφέρειαν δεδομένην καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν, τεμὼν τὴν περιφέρειαν δίχα, ἐδείκνυεν τὴν ὑποτείνουσαν τὸ ἥμισυ τῆς ὅλης περιφερείας· ἐνταῦθα δὲ λαμβάνων τὰς κατὰ μέρος περιφερείας καὶ τὰς ὑπʼ αὐτὰς εὐθείας, δείκνυσιν τὴν ὑποτείνουσαν τὴν ὅλην περιφέρειαν. παραλλάττει δὲ πρὸς τὴν ἀντιστροφὴν τῷ καὶ ἀνίσους τὰς περιφερείας δηλαδὴ καὶ τὰς εὐθείας ἐπὶ τούτου λαμβάνεσθαι.
Ἐκθέμενος οὖν πάλιν κύκλον τὸν ΑΒΓΔ, περὶ διάμετρον τὴν ΑΔ, οὗ κέντρον τὸ Ζ, καὶ ἀπειληφὼς ἀπʼ ἄκρας τῆς διαμέτρου κατὰ τὸ ἑξῆς δύο τυχούσας περιφερείας τὰς ΑΒ, ΒΓ δοθείσας, συναμφοτέρας δʼ ἐλάσσονας ἡμικυκλίου, ὧν καὶ αἱ ὑποτείνουσαι εὐθεῖαι δοθεῖσαί εἰσιν, λέγω, φησίν, ὅτι καὶ ἡ συναμφοτέρας τὰς περιφερείας ὑποτείνουσα τουτέστιν ἡ ΑΓ εὐθεῖα δέδοται.
Διαγαγὼν γὰρ ἀπὸ τοῦ Β διάμετρον τὴν ΒΖΕ καὶ ἐπιζεύξας τὰς ΒΔ, ΔΕ, ΓΕ, ΓΔ, ἑξῆς ἐρεῖ· ἐπεὶ δέδοται ἡ ΑΒ, καὶ λοιπὴ ἡ ΒΔ δέδοται, ἀλλὰ καὶ ἡ ΔΕ ἴση οὖσα τῇ ΑΒ, δέδοται δὲ καὶ ἡ ΒΓ εὐθεῖα, δέδοται ἄρα καὶ ἡ ΓΕ διὰ τὸ λείπειν εἰς τὸ περὶ τὴν ΒΕ ἡμικύκλιον. καὶ ἐπεὶ ἐν κύκλῳ τετράπλευρόν ἐστιν τὸ ΒΓΔΕ καὶ διηγμέναι εἰσὶν ἐν αὐτῷ δύο διαγώνιοι αἱ ΒΔ, ΓΕ δεδομέναι, δέδοται τὸ ὑπὸ τῶν ΒΔ, ΓΕ, δέδοται δὲ καὶ τὸ ὑπὸ τῶν ΒΓ, ΔΕ, καὶ λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΒΕ, ΓΔ δέδοται, καὶ δέδοται ἡ ΒΕ διάμετρος, καὶ λοιπὴ ἡ ΓΔ δέδοται. ὥστε καὶ ἡ ΑΓ διὰ τὸ λείπειν αὐτῆς εἰς τὸ ἡμικύκλιον ἔσται δεδομένη.
Λέγω δὴ ὅτι κἂν συναμφότερος ἥ τε ΑΒ περιφέρεια καὶ ΒΓ μείζων ᾖ ἡμικυκλίου, δοθήσεται ἡ ΑΓ εὐθεῖα.
Ὡς γὰρ ἐπὶ τῆς ἑξῆς καταγραφῆς διαχθείσης τῆς ΒΖΔ διαμέτρου, καὶ ἐπιζευχθεισῶν τῶν ΑΔ, ΔΓ, ἐπεὶ δέδοται ἡ ΒΓ, δέδοται καὶ ἡ ΓΔ. ὁμοίως καὶ δεδομένης τῆς ΒΑ, δέδοται καὶ ἡ ΑΔ. καὶ ἐπεὶ ἐν κύκλῳ τετράπλευρόν ἐστιν τὸ ΒΑΔΓ, καὶ δέδοται τὸ ὑπὸ τῶν ΒΑ, ΔΓ μετὰ τοῦ ὑπὸ ΑΔ, ΒΓ, δέδοται ἄρα καὶ τὸ ὑπὸ ΒΔ, ΑΓ. καὶ δέδοται ἡ ΒΔ. δέδοται ἄρα καὶ ἡ ΑΓ, ὅπερ ἔδει δεῖξαι.
Ὥστε καὶ καθόλου, ἐὰν δοθῶσίν τινες οὕτω περιφέρειαι καὶ αἱ ὑπʼ αὐτὰς εὐθεῖαι, καὶ ἡ συναμφοτέρας τὰς περιφερείας ὑποτείνουσα εὐθεῖα δοθήσεται διὰ τοῦ τοιούτου θεωρήματος.
Καὶ «φανερὸν ὅτι συντιθέντες ἀεὶ μετὰ τῶν προεκτεθειμένων πασῶν «τὴν ὑπὸ τὴν α𐅵ʹ μοῖραν καὶ τὰς συναπτομένας ἐπιλογιζόμενοι πάσας «ἁπλῶς ἐγγράψομεν ὅσαι δὶς γενόμεναι τρίτον μέρος ἕξουσιν ...»
Καὶ φανερὸν ὡς ὅτι ἔχοντες ἐκ τοῦ τῆς διχοτομίας θεωρήματος τὴν ὑπὸ τὴν α𐅵ʹ μοῖραν καὶ τὴν ὑπὸ τὰς γ, ἐὰν ἑξῆς τῆς ὑπὸ τὰς γ μοίρας ἐγγράψωμεν τὴν ὑπὸ τὴν α𐅵ʹ, ἀκολούθως τῷ προκειμένῳ θεωρήματι ἐπιλογιζόμενοι εὑρήσομεν τὴν τὰς συντιθεμένας ὑφʼ ἓν περιφερείας ὑποτείνουσαν εὐθεῖαν, τουτέστιν τὴν ὑπὸ τὰς δ𐅵ʹ. ἔχοντες δὲ καὶ τὴν ὑπὸ τὰς ϛ ἐκ τῆς διχοτομίας τῶν ιβ προεκτεθειμένην, διὰ δὲ ταύτην καὶ τὴν ὑπὸ τὰς ροδ, ἐὰν πάλιν ἀπολάβωμεν περιφέρειαν μοιρῶν ϛ καὶ ἑξῆς αὐτῆς μοίρας α𐅵ʹ, ἕξομεν πάλιν καὶ τὴν ὑποτείνουσαν αὐτὰς κατὰ σύνθεσιν τουτέστιν τὴν ὑπὸ τὰς ζ𐅵ʹ, καὶ ἔτι πάλιν τὴν ὑπὸ τὰς ροβ 𐅵ʹ. καὶ ὁμοίως ἔχοντες τὴν ὑπὸ τὰς ζ 𐅵ʹ καὶ συντιθέντες τὴν ὑπὸ τὴν α 𐅵ʹ, εὑρήσομεν τὴν ὑπὸ τὰς θ καὶ ὁμοίως τὴν ὑπὸ τὰς ροα. καὶ ἑξῆς ἀκολούθως συντιθέντες αἰεὶ ταῖς προκατειλημμέναις τὴν ὑπὸ τὴν α𐅵ʹ, εὑρήσομεν τὰς κατὰ παραύξησιν τῆς α𐅵ʹ.
«... Πάσας ἁπλῶς ἐγγράψομεν ὅσαι δὶς γενόμεναι τρίτον μέρος ἕξουσιν.»
Τὸ μὲν «ἐγγράψομεν» οὐκ εἰς τὸν κύκλον εἴρηκεν τὰς εὐθείας, ἀλλʼ εἰς τὸν κανόνα τὰς περιφερείας. δῆλον δὲ καὶ ἐκ τῆς τῶν εὐθειῶν καταλήμψεως ὡς οὐχὶ αὗται διπλασιαζόμεναι τρίτον μέρος ἔχουσιν, ἀλλʼ αἱ περιφέρειαι αἱ κατὰ παραύξησιν τῆς α𐅵ʹ μοίρας. ἐνέγραφεν δὲ αὐτὰς εἰς τὸν κανόνα μετὰ καὶ τῶν ὑπʼ αὐτὰς εὐθειῶν. τὸ δὲ «ὅσαι δὶς γενόμεναι «τρίτον μέρος ἕξουσιν», κοινῇ τινι καὶ μιᾷ ὀνομασίᾳ βουλόμενος δηλῶσαι πάσας τὰς περιφερείας τὰς κατὰ παραύξησιν τῆς α𐅵ʹ μοίρας, ὧν καὶ τὰς εὐθείας τὸν εἰρημένον τρόπον κατείληφεν, ταύτῃ κατεχρήσατο. αὗται γὰρ μόναι πᾶσαι δὶς γενόμεναι τρίτον μέρος ἔχουσιν μὴ διαιρουμένης τῆς μονάδος· οἷον αἱ τρεῖς διπλασιασθεῖσαι καὶ γενόμεναι ϛ τρίτον μέρος ἔχουσιν τὰς β· καὶ ὁμοίως αἱ δ 𐅵ʹ διπλασιασθεῖσαι καὶ γενόμεναι θ τρίτον μέρος ἔχουσιν τὰς γ, καὶ ἑξῆς ἀκολούθως. καὶ γὰρ αἱ ἐξ ἀρχῆς εὑρεθεῖσαι καὶ εἰρημέναι ἡμῖν λείπουσαι εἰς τὸ ἡμικύκλιον, τῶν κατὰ παραύξησίν εἰσιν τῆς α 𐅵ʹ μοίρας, καὶ προσλαμβάνουσαι τὴν α 𐅵ʹ, καὶ διπλασιαζόμεναι τρίτον μέρος ἔχουσιν, οἷον ὡς αἱ λϛ καὶ ξ καὶ οβ καὶ ϙ καὶ ρη καὶ ρκ καὶ ρμδ μοῖραι καὶ αἱ ἐκ τῆς διχοτομίας, καὶ λοιπαί. διὸ καί φησιν· «συντιθέντες αἰεὶ μετὰ τῶν προεκτεθειμένων πασῶν τὴν ὑπὸ τὴν α𐅵ʹ μοῖραν καὶ τὰς συναπτομένας ἐπιλογιζόμενοι, «πάσας ἁπλῶς ἐγγράψομεν, ὅσαι δὶς γενόμεναι τρίτον μέρος ἕξουσιν· καὶ «μόναι ἔτι περιλειφθήσονται αἱ μεταξὺ τῶν ἀνὰ μίαν ἥμισυ μοῖραν διαστημάτων δύο καθʼ ἕκαστον ἐσόμεναι, ἐπειδήπερ καθʼ ἡμιμοίριον ποιούμεθα τὴν ἐγγραφήν.»
Δοκεῖ δὲ μετὰ τὴν τοῦ δεκαγώνου καὶ τὴν τοῦ ἑξαγώνου καὶ ἔτι τὴν τοῦ πενταγώνου ἐκ τούτων δειχθεῖσαν, παρελκόντως δεδειχέναι τήν τε τοῦ τετραγώνου καὶ τὴν τοῦ τριγώνου, καὶ τὰς λειπούσας εἰς τὸ ἡμικύκλιον, ἢ καὶ ἐκ τῆς ὑπεροχῆς, ἢ καὶ τῆς διχοτομίας, οὐκ ὀλίγας οὔσας ὡς αὐτός φησιν. ἤρκει γὰρ ἐκ τῆς ὑπεροχῆς μόνης τῆς τοῦ πενταγώνου πρὸς τὸ ἑξάγωνον εὑρόντα τὴν ὑπὸ τὰς ιβ, καὶ ἐκ τῆς διχοτομίας ὑπὸ τὴν α𐅵, τῇ συνθέσει ταύτης πάσας τὰς κατὰ τὴν παραύξησιν αὐτῆς μέχρις τῶν ρπ μεταχειρίσασθαι. ἀπέδειξεν δὲ καὶ ταύτας τὸν ὑποδεδειγμένον τρόπον φιλοσύντομος ὢν διὰ τὸ προχειρότερον αὐτὰς οὕτως λαμβάνεσθαι ἤπερ ἐκ τοῦ κατὰ σύνθεσιν θεωρήματος.
Ἐπεὶ οὖν πᾶσαι αὐτῷ ἐπραγματεύθησαν αἱ κατὰ παραύξησιν τῆς α𐅵 μοίρας ὑποτείνουσαι εὐθεῖαι, βούλεται δὲ ἐν τῷ κανόνι παραθεῖναι καθʼ ἃ καὶ ἀνωτέρω ἐδήλου τὰς κατὰ παραύξησιν τοῦ ἡμιμοιρίου, ἀναγκαίως ἐπιζητοῦνται αὐτῷ μεταξὺ τῶν ἀνὰ α𐅵 μοῖραν διαστημάτων καθʼ ἕκαστον διάστημα δύο, οἷον ἐπεὶ γὰρ εὗρεν τὴν ὑπὸ τὴν α𐅵 καὶ ἔτι τὴν ὑπὸ τὰς γ, ζητεῖται λοιπὸν αὐτῷ ἡ ὑπὸ τὰς β καὶ ἡ ὑπὸ τὰς β𐅵. καὶ πάλιν ὁμοίως ἐπεὶ εὗρεν τὴν ὑπὸ τὰς γ καὶ τὴν ὑπὸ τὰς δ𐅵, ζητεῖται πάλιν αὐτῷ μεταξὺ δύο διαστήματα τουτέστιν ἥτε ὑπὸ τὰς γ𐅵 καὶ ἡ ὑπὸ τὰς δ· καὶ ἑξῆς πάλιν ἀκολούθως.
«Ὥστε, ἐὰν τὴν ὑπὸ τὸ ἡμιμοίριον εὐθεῖαν εὕρωμεν, αὕτη κατά τε «τὴν σύνθεσιν καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ διαστήματα περιεχούσας «καὶ δεδομένας εὐθείας, καὶ τὰς λοιπὰς καὶ μεταξὺ πάσας ἡμῖν συναναπληρώσει.»
Φησὶν οὖν ὅτι ἐὰν τὴν ὑπὸ τὸ ἡμιμοίριον εὐθεῖαν εὕρωμεν, ταύτην πῇ μὲν μετὰ τῆς α𐅵ʹ μοίρας παραλαμβάνοντες διὰ τοῦ κατὰ σύνθεσιν θεωρήματος εὑρήσομεν τὴν ὑπὸ τὰς β μοίρας ὑποτείνουσαν εὐθεῖαν, πῇ δὲ πάλιν τῷ τῆς ὑπεροχῆς θεωρήματι ὡς ἐπὶ τοῦ ἡμιμοιρίου πρὸς τὰς γ εὑρήσομεν τὴν ὑπὸ τὰς β𐅵 μοίρας ὑποτείνουσαν. αὕτη γὰρ αὐτῶν ἐστιν ἡ ὑπεροχή. καὶ ἑξῆς ἀκολούθως τὰς ἐφʼ ἑκάτερα τῶν ἐπιζητουμένων διαστημάτων δοθείσας παραλαμβάνοντες, ὡς ἐνταῦθα τὴν ὑπὸ τὴν α𐅵 μοῖραν καὶ τὴν ὑπὸ τὰς γ παρειλήφαμεν πρὸς τὴν δεῖξιν τῶν τε β μοιρῶν καὶ τῶν β𐅵ʹ ἀναπληρώσομεν ἅπαντα τὸν κανόνα.
«Ἐπεὶ δὲ δοθείσης τινὸς εὐθείας ὡς τῆς ὑπὸ τὴν α𐅵ʹ μοῖραν ἡ τὸ «τρίτον τῆς αὐτῆς περιφερείας ὑποτείνουσα εὐθεῖα οὐ δίδοταί πως διὰ «τῶν γραμμῶν· εἰ δέ γε δυνατὸν ἦν εἴχομεν ἂν καὶ τὴν ὑπὸ τὸ ἡμιμοίριον.»
Ἐπεὶ οὖν δοθείσης τῆς ὑπὸ τὴν α𐅵 μοῖραν οὐχ ηὕρισκέν πως διὰ γραμμικῆς ἀποδείξεως τὴν ὑποτείνουσαν τὸ γʹ τῆς αὐτῆς περιφερείας, καθάπερ ἐλάμβανε καὶ τὴν ὑποτείνουσαν τὴν ἡμίσειαν τῆς δοθείσης περιφερείας· εἰ δέ γε δυνατὸν ἦν τὸ τοιοῦτον ἐφοδεῦσαι, αὐτόθεν ἂν εἶχεν καὶ τὴν ὑποτείνουσαν τὸ ἡμιμοίριον καὶ ἐξ ἑτοίμου διὰ τῆς εἰρημένης συνθέσεως καὶ ὑπεροχῆς, ἀνεπλήρωσεν ἂν τὸν κανόνα. τούτου οὖν ἀδυνάτου τυγχάνοντος, ἐπειδήπερ κἂν ὡς ἐπὶ τὴν ἔμπροσθεν ἐπὶ τῆς διχοτομίας ἐκτεθειμένης καταγραφῆς γράψωμεν ἐπὶ τῆς ΑΓ διαμέτρου ἡμικύκλιον τὸ ΑΒΓ, καὶ ἔχοντες αὐτὸ διῃρημένον κατὰ ἡμιμοίρια ἀπολαμβάνοντες τὴν μὲν ΓΒ μοίρας α𐅵ʹ, τὴν δὲ ΓΔ ἡμιμοιρίου, ἐπιζεύξωμεν τὰς ΓΒ, ΓΔ καὶ ἔτι τὰς ΑΒ, ΑΔ καὶ ἀπολαβόντες τῇ ΑΒ ἴσην τὴν ΑΕ κάθετον ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΑΓ ἀγάγωμεν τὴν ΔΖ, ἐπεὶ δοθείσης τῆς ΓΒ δίδοται καὶ ἡ ΒΑ τουτέστιν ἡ ΑΕ, καὶ λοιπὴ ἡ ΕΓ δοθήσεται, οὐκέτι δὲ καὶ ὁ τῆς ΕΓ πρὸς ΓΖ λόγος δίδοται, καθάπερ ἐπὶ τῆς διχοτομίας τῆς ΓΒ περιφερείας, ὅτε καὶ ἡμίσεια κατελαμβάνετο ἡ ΖΓ τῆς ΕΓ. ἐπειδήπερ ἐὰν ἴσην τῇ ΓΔ περιφερείᾳ ἀπολάβωμεν τὴν ΔΗ καὶ ἐπιζεύξωμεν τὰς ΑΗ, ΗΔ, ἴσην δὲ τῇ ΑΗ ἀπολαβόντες τὴν ΑΘ ἐπιζεύξωμεν τὴν ΔΘ, ἡμίσεια γενήσεται ἡ ΖΓ τῆς ΘΓ μὴ διδομένης. διὸ τῆς ΓΖ μὴ διδομένης, οὐδὲ τὸ ὑπὸ τῶν ΑΓ, ΓΖ, τουτέστιν τὸ ἀπὸ τῆς ΓΔ δοθήσεται, δηλαδὴ οὐδὲ αὐτὴ ἡ ΓΔ εὐθεῖα ὑποτείνουσα τὸ ἡμιμοίριον. Δείκνυσιν δὲ ἔγγιστα ἀπό τε τῆς ὑπὸ τὴν α𐅵 καὶ ἀπὸ τῆς ὑπὸ τὸ 𐅵 δʼ τὴν ὑποτείνουσαν τὴν α μοῖραν, ἵνα ἑξῆς τῷ τῆς διχοτομίας θεωρήματι καταχρησάμενος ἔχῃ καὶ τὴν ὑπὸ τὸ ἡμιμοίριον. ἐπεὶ οὖν ἡ γινομένη αὐτῷ ἀπόδειξις οὐ καθόλου ἀπαράλλακτον διαφυλάττει τὴν κατάλημψιν, ὁμοίως φησὶν ἐπὶ τῶν οὕτως ἐλαχίστων πρὸς τὴν εὕρεσιν τῆς α μοίρας παραλαμβανομένων ὡς τῆς ὑπὸ τὸ 𐅵 δʼ καὶ τῆς ὑπὸ τὴν α𐅵 μοῖραν, ἀπαράλλακτον σχεδὸν φυλάττει τὴν ἀπόδειξιν.
Ἀρχόμενος οὖν τῆς τοιαύτης ἀποδείξεως, προεκτίθεται λημμάτιον συντελοῦν αὐτῷ πρὸς τὴν εἰρημένην ἀπόδειξιν οὗ πρότασίς ἐστιν τοιαύτη· «ἐὰν ἐκ κύκλῳ διαχθῶσιν δύο ἄνισοι εὐθεῖαι, ἡ μείζων πρὸς τὴν ἐλάσσονα «ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ἐπὶ τῆς μείζονος εὐθείας περιφέρεια πρὸς «τὴν ἐπὶ τῆς ἐλάσσονος».
Καὶ ἐκθέμενος κύκλον τὸν ΑΒΓΔ, καὶ διαγαγὼν ἐν αὐτῷ δύο ἀνίσους εὐθείας, ἐλάσσονα μὲν τὴν ΒΑ, μείζονα δὲ τὴν ΒΓ, τεμὼν δίχα τὴν ὑπὸ ΑΒΓ γωνίαν τῇ ΒΔ εὐθείᾳ, ἐπιζεύξας τήν τε ΑΕΓ καὶ τὰς ΑΔ καὶ ΔΓ, ἑξῆς ἐρεῖ· ἐπεὶ ἡ ὑπὸ ΑΒΓ δίχα τέτμηται ὑπὸ τῆς ΒΔ, ἴση μέν ἐστιν ἡ ΔΑ εὐθεῖα τῇ ΔΓ, ἐπεὶ καὶ περιφέρεια ἡ ΑΔ τῇ ΔΓ, διὰ τὸ καὶ τὰς πρὸς τῷ Β γωνίας ἴσας εἶναι· μείζων δὲ ἡ ΓΕ τῆς ΕΑ, διὰ τὸ πάλιν ἴσην εἶναι τὴν μὲν ΑΔ τῇ ΔΓ καὶ κοινὴν τὴν ΔΕ, καὶ γωνίαν τὴν ὑπὸ ΒΔΓ τῆς ὑπὸ ΒΔΑ μείζονα, ἐπεὶ καὶ περιφέρεια ἡ ΓΒ περιφερείας τῆς ΒΑ· ὥστε καὶ βάσιν ἄρα τὴν ΓΕ βάσεως τῆς ΕΑ γίνεσθαι μείζονα. ἤχθω δὴ πάλιν ἀπὸ τοῦ Δ κάθετος ἐπὶ τὴν ΑΓ ἡ ΔΖ. καὶ δῆλον ὅτι ἐπὶ τῆς ΕΓ πεσεῖται, διὰ τὸ ἴσην εἶναι τὴν ΔΓ τῇ ΑΔ, τὴν δὲ ΓΕ μείζονα τῆς ΕΑ. καὶ ἐπεὶ μείζων ἡ ΑΔ τῆς ΔΕ — τὴν γὰρ μείζονα γωνίαν ὑποτείνει —, διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΔΕ τῆς ΔΖ· ὁ ἄρα κέντρῳ τῷ Δ διαστήματι δὲ τῷ ΔΕ κύκλος γραφόμενος τὴν μὲν ΑΔ τεμεῖ, ὑπερπεσεῖται δὲ τὴν ΔΖ. γεγράφθω ὡς ὁ ΗΕΘ, καὶ ἐκβεβλήσθω ἡ ΔΖ ἐπὶ τὸ Θ. ἐπεὶ οὖν τὸ μὲν ΔΕΖ τρίγωνον ἔλαττόν ἐστιν τοῦ ΔΕΘ τομέως, τὸ δὲ ΔΕΑ τρίγωνον μεῖζόν ἐστιν τοῦ ΔΕΗ τομέως, τὸ ΔΕΖ ἄρα τρίγωνον πρὸς τὸν ΔΕΘ τομέα ἐλάττονα λόγον ἔχει ἤπερ τὸ ΔΕΑ τρίγωνον πρὸς τὸν ΔΕΗ τομέα. ἐναλλὰξ τὸ ΔΕΖ τρίγωνον πρὸς τὸ ΔΕΑ τρίγωνον ἐλάττονα λόγον ἔχει ἤπερ ὁ ΔΕΘ τομεὺς πρὸς τὸν ΔΕΗ τομέα. ἀλλʼ ὡς μὲν τὸ ΔΕΖ τρίγωνον πρὸς τὸ ΔΕΑ τρίγωνον οὕτως ἡ ΕΖ εὐθεῖα πρὸς τὴν ΕΑ, ὡς δὲ ὁ ΔΕΘ τομεὺς πρὸς ΔΕΗ τομέα, οὕτως ἡ ὑπὸ ΕΔΖ γωνία πρὸς τὴν ὑπὸ ΕΔΑ γωνίαν. ἡ ἄρα ΖΕ εὐθεῖα πρὸς τὴν ΕΑ εὐθεῖαν ἐλάττονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΖΔΕ γωνία πρὸς τὴν ὑπὸ ΕΔΑ. καὶ συνθέντι ἄρα ἡ ΖΑ εὐθεῖα πρὸς τὴν ΑΕ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΖΔΑ γωνία πρὸς τὴν ὑπὸ ΑΔΕ. καὶ τῶν ἡγουμένων τὰ διπλάσια, ἡ ΓΑ εὐθεῖα πρὸς τὴν ΑΕ ἐλάττονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΓΔΑ γωνία πρὸς τὴν ὑπὸ ΑΔΕ. καὶ διελόντι ἡ ΓΕ εὐθεῖα πρὸς τὴν ΕΑ ἐλάττονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΓΔΕ πρὸς τὴν ὑπὸ ΕΔΑ. ἀλλʼ ὡς μὲν ἡ ΓΕ πρὸς τὴν ΕΑ οὕτως ἡ ΓΒ εὐθεῖα πρὸς τὴν ΒΑ· ἐδείχθη γὰρ ἐν τῷ ἕκτῳ τῶν Στοιχείων ὅτι ἐὰν τριγώνου ἡ γωνία δίχα τμηθῇ, τὰ τῆς βάσεως τμήματα τὸν αὐτὸν ἔχει λόγον ταῖς τοῦ τριγώνου πλευραῖς· ὡς δὲ ἡ ὑπὸ ΓΔΒ γωνία πρὸς τὴν ὑπὸ ΒΔΑ οὕτως ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΒΑ. ἡ ΓΒ ἄρα εὐθεῖα πρὸς τὴν ΒΑ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΓΒ περιφέρεια πρὸς τὴν ΒΑ, ὅπερ προέκειτο δεῖξαι.
Ὅτι δὲ οἱ ἐπὶ ἴσων κύκλων τομεῖς πρὸς ἀλλήλους εἰσὶν ὡς αἱ γωνίαι δέδεικται ἡμῖν ἐν τῇ ἐκδόσει τῶν Στοιχείων πρὸς τῷ τέλει τοῦ ἕκτου βιβλίου.
Τοῦ τοιούτου οὖν λημματίου αὐτῷ προεκτεθέντος, ἔρχεται ἐπὶ τὴν εὕρεσιν τῆς ὑποτεινούσης τὴν α μοῖραν τῆς περιφερείας. καὶ ἐκθέμενος κύκλον καὶ διαγαγὼν εἰς αὐτὸν δύο ἀνίσους εὐθείας τήν τε ΑΒ ὑποτείνουσαν περιφέρειαν μιᾶς μοίρας 𐅵ʹ δʹ καὶ τὴν ΑΓ α μοῖραν, προσχρῆται τῷ προλημφθέντι λημματίῳ, καί φησιν· «ἐπεὶ ἡ ΑΓ εὐθεῖα πρὸς τὴν «ΑΒ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΓ περιφέρεια πρὸς τὴν ΑΒ, ἡ δὲ ΑΓ «περιφέρεια ἐπίτριτός ἐστιν τῆς ΑΒ» ἡ γὰρ μοῖρα α ἔχει τὸ 𐅵ʹ δʹ καὶ τὸ γʼ αὐτῶν «ἡ ΑΓ ἄρα εὐθεῖα τῆς ΑΒ ἐλάσσων ἐστὶν ἢ ἐπίτριτος. ἀλλὰ «ἡ ΑΒ εὐθεῖα» ὑποτείνουσα περιφέρειαν μιᾶς μοίρας 𐅵ʹ δʹ ἐδείχθη ἐν τοῖς ἐπάνω τοιούτων 𐆊 μζ η, οἵων ἡ διάμετρος ρκ. «ἡ ἄρα ΓΑ εὐθεῖα ἐλάσσων ἐστὶν τῶν αὐτῶν α β ν· ταῦτα γὰρ ἐπίτριτά ἐστιν ἔγγιστα «τῶν 𐆊 μζ η.»
Ὥστε ἐδείχθη κατὰ ταύτην τὴν σύγκρισιν τοῦ λόγου ἡ τὴν μίαν μοῖραν τῆς περιφερείας ὑποτείνουσα εὐθεῖα ἐλάσσων οὖσα α β ν οἵων ἡ διάμετρος ρκ.
«Πάλιν δὲ ἐπὶ τῆς αὐτῆς καταγραφῆς ἡ μὲν ΑΒ εὐθεῖα ὑποκείσθω ὑποτείνουσα περιφέρειαν μοίρας α, ἡ δὲ ΑΓ μοίρας α 𐅵ʹ. κατὰ τὰ αὐτὰ «δή, ἐπεὶ ἡ ΑΓ περιφέρεια τῆς ΑΒ ἐστὶν ἡμιόλιος» ἡ γὰρ α 𐅵ʹ μοῖρα ἔχει τὴν α καὶ τὸ ἥμισυ αὐτῆς, «ἡ ΓΑ ἄρα εὐθεῖα τῆς ΒΑ ἐλάσσων ἐστὶν «ἢ ἡμιόλιος.» ἀλλὰ τὴν ΓΑ ὑποτείνουσαν περιφέρειαν μοίρας α 𐅵ʹ μικρῷ πρόσθεν ἐπιλογιζόμενοι «ἀπεδείξαμεν τμημάτων α λδ ιε οἵων ἡ διάμετρος ρκ. ἡ ἄρα ΑΒ εὐθεῖα μείζων ἐστὶν τῶν αὐτῶν α β ν», διὰ τὸ τὴν ΑΓ α λδ ιε τυγχάνουσαν ἡμιολίαν εἶναι τῶν α β ν, ὥστε κατὰ τόνδε τὸν λόγον αὐτὴν ἀποδεδεῖχθαι ἐλάττονα οὖσαν τῆς ΑΒ εὐθείας ἡμιολίου ἀπεδείχθη δὲ ἐκ τῶν ἀκριβεστέρων ἐπιλογισμῶν α λδ ιε. ἵνα οὖν ἐλάττονα ἡμιολίου λόγον ἔχῃ πρὸς τὴν ΑΒ, ἀναγκαῖόν ἐστιν αὔξεσθαι τὴν ΑΒ καὶ γίνεσθαι μείζονα τῶν α β ν· ἐδείχθη δὲ καὶ ἐλάττων οὖσα τῶν αὐτῶν α β ν.
«Ὥστε ἐπεὶ τῶν αὐτῶν ἐδείχθη καὶ μείζων καὶ ἐλάττων», ἔσται ἄρα ἡ τὴν α μοῖραν ὑποτείνουσα ἐκ τῶν τοιούτων ἐπιλογισμῶν ἡμῖν εὑρεθεῖσα α β ν ἔγγιστα, οἵων ἡ διάμετρος ρκ.
Καὶ ἐπεὶ θορυβεῖ πως ἡ τοιαύτη ἀπόδειξις τὸ αὐτὸ μέγεθος μεῖζον καὶ ἔλαττον δεικνύουσα, ᾗπερ ἄν τις ἀκολούθως ἐπάγων εἴποι· ὅπερ ἄτοπον, δείξομεν μηδὲ ταύτην θορυβώδη τυγχάνουσαν.
Ἔστω γὰρ πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς πρότερον ἡ ΑΒ περιφέρεια μιᾶς μοίρας 𐅵ʹ δʹ ἡ δὲ ΑΓ μοίρας α. ἐπεὶ οὖν πάλιν ἡ ΑΓ εὐθεῖα πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΓ περιφέρεια πρὸς τὴν ΑΒ, ἡ δὲ ΑΓ περιφέρεια ἐπίτριτός ἐστιν τῆς ΑΒ, ἡ ΑΓ ἄρα εὐθεῖα τῆς ΒΑ ἐλάσσων ἐστὶν ἢ ἐπίτριτος. ἀλλὰ ἡ ΑΒ εὐθεῖα ἐδείχθη 𐆊 μζ η οἵων ἡ διάμετρος ρκ. ἡ ΓΑ ἄρα εὐθεῖα ὑποτείνουσα περιφέρειαν μοίρας α ἐλάσσων ἐστὶν τῶν αὐτῶν α β ν μ· ταῦτα γὰρ ἀκριβῶς ἐπίτριτά ἐστιν τῶν 𐆊 μζ η.
Πάλιν ἡ ΑΒ εὐθεῖα ὑποτεινέτω περιφέρειαν μοίρας α, ἡ δὲ ΑΓ α 𐅵ʹ ὁμοίως. ἐπεὶ ἡ ΑΓ εὐθεῖα πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΓ περιφέρεια πρὸς τὴν ΑΒ, ἡμιολία δέ ἐστιν ἡ ΑΓ περιφερείας τῆς ΑΒ, ἡ ΑΓ ἄρα εὐθεῖα τῆς ΑΒ ἐλάττων ἐστὶν ἢ ἡμιολία. ἀλλʼ ἀπεδείκνυεν τὴν ΑΓ α λδ ιε. ἡ ΑΒ ἄρα εὐθεῖα ὑποτείνουσα πάλιν περιφέρειαν μοίρας α μείζων ἐστὶν τῶν α β ν· τούτων γὰρ ἡμιόλιά ἐστιν τὰ α λδ ιε.
Ὥστε ἡ ΑΓ εὐθεῖα ὑποτείνουσα ὡς ἔφαμεν περιφέρειαν μοίρας α ἐλάττων μὲν ἐδείχθη α β ν μ, μείζων ἢ α β ν. καὶ δηλαδὴ ἐλάττονος μὲν μείζων ἐστὶν μείζονος δὲ ἐλάττων, καὶ οὐχὶ τῆς αὐτῆς. καὶ φαίνεται μηδὲν ἄτοπον ἔχον τὸ εἰρημένον.
Ἀλλʼ ἐπεὶ ἡ μὲν ἐλάττων τῶν α β ν μ μείζων δὲ τῶν α β ν δύναται εἶναι α β ν καὶ πλείω λ τρίτων, ὡς ἔγγιστα μᾶλλον αὐτὴν εἶναι τῶν α β να καὶ μὴ ὡς αὐτὸς ἔφη α β ν, δείξομεν ἀκριβέστερον ἐπιλογισάμενοι, ὅτι τὰ γʹ ἑξηκοστὰ καὶ πολλῷ τῶν λ ἐλάττονά ἐστιν, καὶ ὀρθῶς ἔχει τὸ εἰρημένον ὅτι α β ν ἐστὶν ἔγγιστα.
Ἐπεὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν τὴν ὑποτείνουσαν τὸ 𐅵 δʹ τῆς α μοίρας εὐθεῖαν 𐆊 μζ ζ λθ, καὶ ἔστιν τούτων ἐπίτριτα τὰ α β ν ιβ, ἔσται ἄρα διὰ τὰ εἰρημένα ἡ τὴν α μοῖραν ὑποτείνουσα εὐθεῖα ἐλάττων α β ν ιβ· ἐδείχθη δὲ καὶ μείζων τῶν α β ν. ἔσται τὸ διάφορον περὶ ιβ γʹ ἑξηκοστά, ἃ πολλῷ ἐλάττονά ἐστιν τῶν λ. καὶ οὐδὲν ἄτοπον τῇ τοιαύτῃ δείξει παρακολουθεῖ.
Δείξας οὖν ἐκ παχυμερεστέρων ἐπιλογισμῶν — διὰ τὸ μὴ καὶ ἐπὶ μειζόνων προχωρεῖν τὴν δεῖξιν, ὡς καὶ αὐτός φησιν ἐπὶ τοῦ λημματίου «ὃ κἂν «μὴ καθόλου δύνηται τὰς πηλικότητας ὁρίζειν ...», καθὼς καὶ ἑξῆς τὸ τοιοῦτον δείκνυμεν — τὴν ὑπὸ τὴν α μοῖραν εὐθεῖαν α β ν ἔγγιστα, ἑξῆς τῷ προδεδειγμένῳ θεωρήματι τῆς διχοτομίας καταχρησάμενος, τουτέστιν ἀπολαβὼν τὴν τῆς α μοίρας περιφέρειαν καὶ ἐγγράψας τὴν εὑρημένην ὑποτείνουσαν αὐτὴν εὐθεῖαν, ἀκολουθήσας τῇ ἀποδείξει τοῦ θεωρήματος εὗρεν τὴν ὑπὸ τὸ ἥμισυ τῆς αὐτῆς περιφερείας ὑποτείνουσαν εὐθεῖαν, τουτέστιν τὴν ὑπὸ τὸ ἥμισυ τῆς μοίρας — παχυμερέστερον δηλαδή, ἐπεὶ τῇ ὑπὸ τὴν α μοῖραν κατεχρησάμεθα ἐκ παχυμερεστέρων ὡς ἔφαμεν ἐπιλογισμῶν εἰλημμένῃ — τῶν ἐκτεθειμένων αὐτῷ 𐆊 λα κε ἔγγιστα. εὑρὼν οὖν ἐκ τῆς διχοτομίας τὸν εἰρημένον τρόπον τὴν ὑπὸ τὸ ἡμιμοίριον, ἀκολούθως τοῖς εἰρημένοις αὐτῷ μικρῷ πρόσθεν, ὅτι εἰ «εἴχομεν τὴν ὑπὸ «τὸ ἡμιμοίριον, αὕτη κατά τε τὴν σύνθεσιν καὶ τὴν ὑπεροχὴν τὴν πρὸς «τὰς τὰ διαστήματα περιεχούσας καὶ δεδομένας εὐθείας, καὶ τὰς λοιπὰς «καὶ μεταξὺ πάσας ἡμῖν συναναπληρώσει», ἑξῆς διὰ τοῦ ἡμιμοιρίου τὰ λοιπὰ τῶν διαστημάτων ἀνεπλήρωσεν τῶν κατὰ παραύξησιν τῆς α καὶ 𐅵ʹ μοίρας, καθάπερ ἐπὶ τοῦ πρώτου διαστήματος λόγου ἕνεκεν τῆς α 𐅵ʹ μοίρας πρὸς τὰς γ, ἀκολουθήσας τῷ τε κατὰ σύνθεσιν καὶ κατὰ ὑπεροχὴν θεωρήματι.
Ἐκθέμενος γὰρ ἡμικύκλιον καὶ ἀπειληφὼς ἑξῆς δύο περιφερείας τήν τε τῆς α 𐅵 μοίρας καὶ τὴν τοῦ ἡμιμοιρίου, καὶ ἐπιζεύξας τὰς ὑποτεινούσας αὐτὰς καὶ δοθείσας εὐθείας, καταχρώμενος τῷ κατὰ σύνθεσιν θεωρήματι εὗρεν τὴν συναμφοτέρας τὰς περιφερείας ὑφʼ ἓν ὑποτείνουσαν εὐθεῖαν, τουτέστιν τὴν ὑπὸ τὰς β μοίρας. εἶτα καὶ ἀπʼ ἄκρας τῆς διαμέτρου ἀπειληφὼς τὴν τοῦ ἡμιμοιρίου περιφέρειαν καὶ τὴν τῶν γ μοιρῶν, ἐπιζεύξας πάλιν τὰς δοθείσας ὑπʼ αὐτὰς εὐθείας, τῷ τῆς ὑπεροχῆς θεωρήματι καταχρώμενος εὗρεν τὴν ὑποτείνουσαν τὰς β 𐅵ʹ μοίρας τῆς περιφερείας· αὕτη γάρ ἐστιν αὐτῶν ἡ ὑπεροχή. καὶ ἔσται ἀναπληρωθέντα τὰ β μεταξὺ διαστήματα τῆς τε α 𐅵ʹ μοίρας καὶ τῶν γ. ἀκολούθως δὲ καὶ τὰς ἑξῆς τῶν ἀνὰ α 𐅵ʹ μοίρας διαστημάτων εὐθείας ἐπιλογίσατο καταχρώμενος τοῖς δύο τούτοις λημματίοις τῷ τε κατὰ σύνθεσιν καὶ τῷ κατὰ ὑπεροχήν, μέχρι τῶν τοῦ τεταρτημορίου μοιρῶν ϙ, διὰ τὸ καὶ ἐκ προχείρου δίδοσθαι τὰς λειπούσας εἰς τὸ ἡμικύκλιον. καὶ ἔσται ἡμῖν ἡ ἔκθεσις τῶν ἐν κύκλῳ εὐθειῶν ἀναπεπληρωμένη τὸν τρόπον τοῦτον.
Τούτων οὕτως ἐχόντων ζητήσειεν ἄν τις διὰ τί, πῂ μὲν τῷ κατὰ σύνθεσιν θεωρήματι προσχρησάμενος, πῂ δὲ τῷ τῆς ὑπεροχῆς, τὴν εὕρεσιν τῶν ἐπιζητουμένων δύο εὐθειῶν καθʼ ἕκαστον διάστημα πεποίηται, καὶ οὐχὶ τὰ πάντα τῷ τῆς συνθέσεως ἢ τῷ τῆς ὑπεροχῆς· δυνατὸν γὰρ ἦν ὁποτέρῳ τούτων αὐτὸν προσχρησάμενον ἀναπληρῶσαι τὴν ἔκθεσιν τοῦ κανόνος.
Φαμὲν οὖν ὅτι βουλόμενος τὰς κατὰ παραύξησιν τῆς α 𐅵ʹ μοίρας παρʼ ἑκάτερα τυγχανούσας τῶν ἐπιζητουμένων δύο διαστημάτων ἀκριβῶς αὐτῷ διὰ τῶν γραμμῶν προεκτεθειμένας εὐθείας παραλαμβάνειν πρὸς τοὺς ἐπιλογισμοὺς τῶν μεταξὺ δύο διαστημάτων, τοῖς δυσὶ τούτοις θεωρήμασιν συνεχρήσατο· διὸ καὶ ἔλεγεν· «ἐὰν εὕρωμεν τὴν ὑπὸ τὸ ἡμιμοίριον, «αὕτη κατά τε τὴν σύνθεσιν καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὰ διαστήματα «περιεχούσας καὶ δεδομένας εὐθείας ...». μόνῳ γὰρ ἂν τῷ τῆς συνθέσεως καταχρώμενος εὑρίσκετο εἰς τὸ δεύτερον τῶν διαστημάτων τῶν μεταξὺ δύο ἔνθα τὸ τῆς ὑπεροχῆς παρείληφεν διὰ δύο παχυμερεστέρων αὐτῷ εὑρεθεισῶν εὐθειῶν τὴν εὕρεσιν τῆς πηλικότητος ποιούμενος.
Ἵνα δὲ φανερὸν γένηται τὸ εἰρημένον, ἐκκείσθω ἡμικύκλιον τὸ ΑΒΓΔ περὶ διάμετρον τὴν ΑΔ, καὶ ἀπειλήφθωσαν δύο περιφέρειαι ἥ τε ΑΒ καὶ ἡ ΑΓ, καὶ ἔστω ἡ μὲν ΑΒ μοίρας α 𐅵ʹ ἡ δὲ ΑΓ μοιρῶν γ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΒ, ΑΓ εὐθεῖαι αἵτινες δεδομέναι εἰσὶν ἐκ τῶν γραμμικῶν ἀποδείξεων. ἔστω δὲ τὰ μεταξὺ δύο διαστήματα τῶν Β, Γ κατὰ τὰ Ε, Ζ. ἐὰν οὖν ἐγγράψαντες τὴν ὑπὸ τὸ ἡμιμοίριον ὡς τὴν ΒΕ εὐθεῖαν, ἐπιζεύξαντες τὴν ΑΕ, ἐπιλογισώμεθα ἀκολούθως τῷ τῆς συνθέσεως θεωρήματι, εὑρήσομεν παχυμερέστερόν πως τὴν ΑΕ εὐθεῖαν, ἐπειδήπερ τῇ ΒΕ παχυμερέστερον εἰλημμένῃ κατεχρησάμεθα, ὑποτείνουσαν τὴν ΑΒΕ περιφέρειαν μοιρῶν οὖσαν β. καὶ δῆλον ὅτι εἰς τὴν ταύτης εὕρεσιν παρειλήφαμεν καὶ τὴν ΑΒ ἐκ τῶν γραμμικῶν δείξεων ἀκριβῶς εἰλημμένην. ἐὰν οὖν ἀκολούθως ἐπιζεύξαντες καὶ τὴν ΕΖ τῷ τῆς συνθέσεως θεωρήματι πάλιν καταχρησώμεθα πρὸς τὴν εὕρεσιν τῆς ὑποτεινούσης τὴν ΑΒΕΖ περιφέρειαν, μοιρῶν οὖσαν β 𐅵ʹ ὡς τὴν ΑΖ εὐθεῖαν, ἔσται ἡμῖν ὁ ἐπιλογισμὸς γενόμενος ἐκ τῶν ΑΕ, ΕΖ εὐθειῶν μηδεμιᾶς αὐτῶν ἀκριβῶς διὰ τῶν γραμμῶν ἀποδειχθείσης, ἀλλʼ ἑκάστης ἐκ τῶν παχυμερεστέρων ἐπιλογισμῶν. διὰ τοῦτο οὖν, ὡς ἔφαμεν, ἵνα καθʼ ἑκάστην εὕρεσιν παραλαμβάνῃ τὴν διὰ τῶν γραμμῶν αὐτῷ ἀκριβῶς λημφθεῖσαν, τῷ τῆς ὑπεροχῆς ἐν τούτῳ τῷ δευτέρῳ τῶν μεταξὺ δύο διαστημάτων κατεχρήσατο. ἐγγράψας γὰρ τὴν ΑΗ ὑποτείνουσαν τὸ ἡμιμοίριον, καὶ ἐπιζεύξας τὴν ΗΓ εὐθεῖαν εὑρίσκει αὐτὴν ὑποτείνουσαν τὴν ΗΒΓ περιφέρειαν μοιρῶν οὖσαν β 𐅵, καταχρησάμενος δηλονότι πρὸς τὴν τοιαύτην εὕρεσιν τῇ ΑΓ εὐθείᾳ δοθείσῃ ἀκριβῶς διὰ τῶν γραμμῶν. ὥστε διὰ τοῦτο τοῖς δυσὶ τούτοις θεωρήμασιν κατεχρήσατο εἰς τὴν εὕρεσιν τῶν ἐπιζητουμένων μεταξὺ τῶν ἀνὰ α 𐅵ʹ μοιρῶν καθʼ ἕκαστον δύο διαστημάτων πρὸς τὴν ἀναπλήρωσιν τοῦ κανόνος.
Ὅτι δὲ οὐδὲ ἐκ μόνου τοῦ τῆς ὑπεροχῆς θεωρήματος ἐδύνατο τὰ μεταξὺ δύο διαστήματα ἀναπληρῶσαι παραλαμβάνων τὰς διὰ τῶν γραμμῶν δεδομένας εὐθείας, ἀλλὰ καὶ ἔτι πρὸς τούτῳ ἄτακτος αὐτῷ ἐγίνετο ἡ λῆμψις τῶν εὐθειῶν ἐκ τοῦ τὰ τελευταῖα τῶν ἐπιζητουμένων διαστημάτων ἀνάγκῃ πρῶτα λαμβάνεσθαι, οὕτως ἂν κατανοήσαιμεν.
Ἔστω γὰρ πάλιν ἡμικύκλιον τὸ ΑΒΓΔ, καὶ ὑποτεινέτω ἡ μὲν ΑΒ εὐθεῖα δεδομένη διὰ τῶν γραμμῶν τὴν ΑΒ περιφέρειαν μοίρας οὖσαν α 𐅵ʹ ἡ δὲ ΑΓ εὐθεῖα δοθεῖσα καὶ αὐτὴ διὰ τῶν γραμμῶν ὑποτεινέτω τὴν ΑΒΓ περιφέρειαν μοιρῶν γ. καὶ ἔστω τὰ μεταξὺ δύο ἐπιζητούμενα διαστήματα ἀπὸ τοῦ Β κατὰ τὰ Ε, Ζ, τὸ μὲν Ε κατὰ τὰς β μοίρας, τὸ δὲ Ζ κατὰ τὰς β 𐅵ʹ. ὅτι μὲν οὖν, ἐὰν ἀπὸ τοῦ Α ἀπολάβωμεν τὴν ὑπὸ τὸ ἡμιμοίριον ὡς τὴν ΑΗ, ἡ τὴν ΗΒΖ περιφέρειαν μοιρῶν οὖσαν β ὑποτείνουσα οὐ δίδοται διὰ τὸ μηδὲ τὴν ΑΖ εὐθεῖαν ὑποτείνουσαν μοιρῶν β 𐅵ʹ δεδόσθαι, δῆλον. ὅτι δὲ ἡ ὑποτείνουσα τὴν ΗΒΕΓ μοιρῶν οὖσαν β 𐅵ʹ δίδοται, τουτέστιν ἡ ΗΓ, τουτέστιν ἡ ΑΖ, τῆς ΑΓ διὰ τῶν γραμμῶν δοθείσης, φανερόν. ἔτι δὲ πάλιν ἔχοντες τὴν ὑπὸ τὸ ἡμιμοίριον τὴν ΑΗ, καὶ τὴν ὑπὸ τὰς β 𐅵ʹ τὴν ΑΖ, εὑρήσομεν καὶ τὴν ὑπὸ τὰς β μοίρας τὴν ΗΖ τῷ αὐτῷ θεωρήματι καταχρώμενοι. καὶ δῆλον ὅτι ἐνταῦθα τὴν ΗΑ εὐθεῖαν καὶ τὴν ΑΖ παρειλήφαμεν εἰς τὴν ἀπόδειξιν μηδεμιᾶς διὰ τῶν γραμμῶν ἀποδειχθείσης, ἀλλʼ ἑκατέρας διὰ τῶν παχυμερεστέρων ἐπιλογισμῶν. καὶ φανερὸν ὅτι καὶ ἄτακτος ἡμῖν γεγένηται ἡ κατάλημψις τῶν εὐθειῶν διὰ τὸ πρώτην τὴν ὑπὸ τὰς β 𐅵 δεδεῖχθαι, εἶθʼ οὕτως τὴν ὑπὸ τὰς β.
Οὐκ ἠβουλήθη δὲ οὐδὲ τῷ 𐅵 καὶ δʹ τῆς περιφερείας τὴν παραύξησιν τοῦ κανόνος ποιήσασθαι ἤτοι διὰ τὸ μηκέτι καὶ τὰς τῶν ἐλαττόνων εὐθειῶν πηλικότητας ἐξακολουθεῖν τῇ ἐξ ἀναλόγου λήμψει ἢ καὶ διὰ τὸ δυσεπιλόγιστον αὐτῷ καταφαίνεσθαι τὸ τοιοῦτον.
Ἡ μὲν οὖν πραγματεία τῶν ἐν τῷ κύκλῳ εὐθειῶν οὕτως αὐτῷ ἐξ ἑτοίμου μετακεχείρισται. ἵνα δὲ καθὼς μικρῷ πρόσθεν ἐπηγγείλατο ἐκ προχείρου τὰ τοιαῦτα μεγέθη τῶν εὐθειῶν καὶ περιφερειῶν πρὸς τὴν παρʼ ἕκαστα χρείαν ἔχωμεν παραλαμβάνειν, καὶ κανονοποιίαν τούτων ἐξέθετο, ἵνα ἐξ ἑτοίμου τὰς πηλικότητας αὐτῶν ἔχωμεν ἐπιλελογισμένας καὶ μὴ ἐν ταῖς γραμμικαῖς δείξεσιν ἀπασχολοίμεθα. πεποίηται δὲ τὴν ἔκθεσιν τοῦ κανόνος ἐπὶ στίχους μὲν με διὰ τὸ ἑξῆς ἐν τοῖς τῶν ἀνωμαλιῶν κανόσιν φανησόμενον εὔχρηστον, σελίδια δὲ τρία· καὶ ἐπὶ μὲν τῶν πρώτων τὰς περιφερείας παρέθηκεν καθʼ ἡμιμοίριον παρηυξημένας οἵων ἐστὶν ὁ κύκλος τξ, ἐπὶ δὲ τῶν βʹ τὰς ἐπιβαλλούσας αὐταῖς τῶν εὐθειῶν πηλικότητας οἵων ἐστὶν ἡ διάμετρος τμημάτων ρκ, ἐπὶ δὲ τῶν γʹ τὸ λʹ μέρος τῆς ὑπεροχῆς τῶν ὑποτεινουσῶν τὰς καθʼ ἡμιμοίριον παραυξήσεις. ἔλαβεν δὲ τὸ λʹ τῆς ὑπεροχῆς τῶν εὐθειῶν, οὐχ ὡς τοῦ λʹ αὐτῆς τὸ λʹ τοῦ ἡμιμοιρίου ὑποτείνοντος — οὐ γὰρ αἱ ὑπεροχαὶ τῶν εὐθειῶν ἄνισοι οὖσαι τὰ ἡμιμοίρια ἴσα ὄντα ὑποτείνουσιν — ἀλλʼ ὡς ἐξ ἀναλόγου τῇ παραυξήσει τῆς περιφερείας καὶ τῆς εὐθείας παραυχανομένης.
Ἵνα δʼ ἐπὶ καταγραφῆς φανερὸν γένηται τὸ λεγόμενον, ἐκκείσθω τὸ ΑΒΓΔ ἡμικύκλιον ἐπὶ διαμέτρου τῆς ΑΔ, καὶ διήχθωσαν ἀπʼ ἄκρας τῆς διαμέτρου δύο τυχοῦσαι εὐθεῖαι αἱ ΑΒ, ΑΓ, ὥστε μέντοι τὴν ΒΓ εἶναι ἡμιμοιρίου. καὶ κείσθω τῇ ΑΒ εὐθείᾳ ἴση ἡ ΑΕ. οὐ τοῦτο οὖν λαμβάνει ὅτι ἡ ΕΓ τὴν ΒΓ ὑποτείνει, ἀλλʼ ἐπεὶ ἐν ᾧ ἡ ΑΒ περιφέρεια τῇ ΒΓ περιφερείᾳ παρηύξηται καὶ ἡ ΑΒ τῇ ΕΓ, λαμβάνει ὅτι καὶ ἐν ᾧ ἡ ΑΒ περιφέρεια λόγου ἕνεκεν τῷ γʹ μέρει τῆς ΒΓ παρηύξηται, καὶ ἡ ΑΕ τῷ γʹ μέρει τῆς ΕΓ. ὁμοίως καὶ ἐν ᾧ τῷ τριακοστῷ. διὸ καί φησιν· «... ἵνα «καὶ τοῦ ἑνὸς ἑξηκοστοῦ μέσην ἐπιβολὴν ἔχοντες ἀδιαφοροῦσαν πρὸς αἴσθησιν τῆς ἀκριβοῦς ...»
Ἐξέθετο δὲ τὸ γʹ σελίδιον τῶν ἑξηκοστῶν πρὸς τὸ λαμβάνειν ἡμᾶς ἐξ εὐχεροῦς τὰς ὑποτεινούσας εὐθείας, καὶ τὰς μεταξὺ τῶν καθʼ ἡμιμοίριον παραυξήσεις, οἷον τὰς μεταξὺ τῶν ε μοιρῶν καὶ ε𐅵ʹ, ὡς τὰς ε λόγου ἕνεκεν, καὶ τὰ ι ἑξηκοστὰ τῆς περιφερείας καὶ ἄλλα τινά. δεκάκι γὰρ ποιοῦντες τὰ παρακείμενα κατὰ τὸ γʹ σελίδιον καὶ προστιθέντες τῇ παρακειμένῃ πηλικότητι τῆς εὐθείας ταῖς ε μοίραις τῆς περιφερείας, ἕξομεν τὴν εὐθεῖαν τὴν ὑποτείνουσαν τὰς ε μοίρας καὶ ἑξηκοστὰ ι. ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν καὶ μεταξὺ τῶν καθʼ ἡμιμοίριον παραυξήσεων, ὧν τὴν ἐξέτασιν ἑξῆς ἐπʼ αὐτῶν τῶν ἐν τῇ συντάξει παρακειμένων ἀριθμῶν ποιησόμεθα.
«Εὐκατανόητον δὲ ὅτι διὰ τῶν αὐτῶν καὶ προκειμένων θεωρημάτων «κἂν ἐν δισταγμῷ γενώμεθα γραφικῆς ἁμαρτίας περί τινα τῶν ἐν τῷ «κανόνι παρακειμένων εὐθεῖαν ...» καὶ τὰ ἑξῆς.
Φανερὸν δʼ ὅτι καὶ ἐὰν ἀμφιβάλωμεν περί τινα τῶν ἐν τῷ κανόνι παρακειμένων εὐθεῖαν, ὡς μὴ δεόντως αὐτῆς ἐκτεθειμένης, ἐξ εὐχεροῦς τὴν ἐξέτασιν αὐτῆς καὶ τὴν ἐπανόρθωσιν ποιησόμεθα, ἤτοι τὴν ὑπὸ τὴν διπλασίονα αὐτῆς παραλαμβάνοντες, ἢ ἄλλας τινὰς ἐχούσας τοσαύτην ὑπεροχήν, ἢ τὴν λείπουσαν αὐτῆς εἰς τὸ ἡμικύκλιον.
Οἷον ἔστω γὰρ ἡμᾶς ἐπιζητεῖν τὴν ὑποτείνουσαν τὰς ι μοίρας τῆς περιφερείας. λαμβάνομεν τὴν ὑποτείνουσαν τὴν διπλασίονα τῆς τηλικαύτης περιφερείας τουτέστιν τὰς κ μοίρας. καὶ ἐκθέμενοι κύκλον καὶ ἀπολαβόντες τηλικαύτην περιφέρειαν, ἐπιζεύξαντες τὴν ὑποτείνουσαν εὐθεῖαν αὐτὴν δεδομένην ἡμῖν, καταχρώμενοι τῷ τῆς διχοτομίας θεωρήματι εὑρήσομεν τὴν ὑποτείνουσαν τὴν ἡμίσειαν αὐτῆς τουτέστιν τὰς ι μοίρας. ἢ καὶ ἄλλως· λαμβάνοντές τινας περιφερείας τῶν ἐχουσῶν ὑπεροχὴν μοιρῶν ι, οἷον τὴν κ μοιρῶν καὶ λ, ἔχοντες δὲ καὶ τὰς ὑπʼ αὐτὰς εὐθείας, πάλιν τῷ τῆς ὑπεροχῆς θεωρήματι καταχρώμενοι εὑρήσομεν τὴν ὑπὸ τὰς ι μοίρας. ἔτι δὲ καὶ οὕτως· λαμβάνοντες τὴν ὑποτείνουσαν τὰς λειπούσας τῶν μοιρῶν ι εἰς τὸ ἡμικύκλιον μοιρῶν ρο, καὶ ποιήσαντες τὸ ἀπʼ αὐτῆς, ἔχοντες δὲ καὶ τὸ ἀπὸ τῆς διαμέτρου, ὅ ἐστιν ἴσον τῷ ἀπὸ τῆς ὑποτεινούσης τὰς ρο καὶ τῷ ἀπὸ τῆς ὑποτεινούσης τὰς λοιπὰς ι, διὰ τὸ ἐν ἡμικυκλίῳ ὀρθὴν γίγνεσθαι τὴν γωνίαν τὴν ὑπʼ αὐτῶν περιεχομένην, καὶ ἀφελόντες ἀπὸ τοῦ ἀπὸ τῆς διαμέτρου τὸ ἀπὸ τῆς ὑποτεινούσης ρο μοίρας, ἕξομεν λοιπὸν τὸ ἀπὸ τῆς ὑποτεινούσης τὰς ι μοίρας, ὥστε καὐτὴν μήκει.
«Καὶ ἔστιν ἡ τοῦ κανόνος ἔκθεσις τοιαύτη.»
Ἐκτεθειμένης οὖν ἡμῖν τῆς πραγματείας τῶν ἐν κύκλῳ εὐθειῶν, ἀκόλουθον ἡγούμεθα ἐνταῦθα διαλαβεῖν πῶς αἱ τῶν ἐλασσόνων εὐθειῶν πηλικότητες ἐν μείζοσιν διαφοραῖς παρηύξηνται κατὰ τὸ ἑξῆς τῶν παραυξήσεων τῶν περιφερειῶν ἴσων οὐσῶν, καὶ πόθεν αἱ ἐλάττους τῶν ὑπὸ τὰς ξ μοίρας τῆς περιφερείας ὑποτείνουσαι εὐθεῖαι μείζονές εἰσιν τῷ ἀριθμῷ τῶν κατʼ αὐτὰς περιφερειῶν, αἱ δὲ μετὰ τὰς ξ ἐλάττονες· καὶ πῶς δοθείσης τινὸς περιφερείας μεταξὺ τῶν καθʼ ἡμιμοίριον παραυξήσεων πιπτούσης ἡ ὑπʼ αὐτὴν εὐθεῖα λαμβάνεται, καὶ τὸ ἀνάπαλιν, πῶς δοθείσης τινὸς εὐθείας μεταξὺ τῶν ἐκκειμένων πιπτούσης ἡ ἐπʼ αὐτῆς περιφέρεια δίδοται. δείξομεν δὴ πρῶτον διὰ τῶν γραμμῶν πῶς αἱ τῶν ἐλαττόνων εὐθειῶν πηλικότητες ἐν μείζοσιν διαφοραῖς παρηύξηνται κατὰ τὸ ἑξῆς τῶν περιφερειῶν ἴσων οὐσῶν.
Ἔστω γὰρ ἡμικύκλιον τὸ ΑΒΓ, καὶ ἀπειλήφθω ἡ ΑΒ περιφέρεια λόγου ἕνεκεν μορῶν ι, ἡ δὲ ΑΔ μοιρῶν ι 𐅵ʹ, ἡ δὲ ΑΕ μοιρῶν ια. καὶ ἐπεζεύχθωσαν αἱ ὑπʼ αὐτὰς εὐθεῖαι, ἥ τε ΑΒ καὶ ἡ ΑΔ καὶ ἡ ΑΕ. καὶ κείσθω τῇ μὲν ΑΒ ἴση ἡ ΑΖ, τῇ δὲ ΑΔ ἴση ἡ ΑΗ. λέγω ὅτι ἡ ὑπεροχὴ τῆς ΑΔ πρὸς ΑΒ, τουτέστιν ἡ ΖΔ, μείζων ἐστὶ τῆς ὑπεροχῆς τῆς ΑΕ πρὸς ΑΔ, τουτέστιν τῆς ΗΕ.
Κείσθω γὰρ τῇ ΑΒ ἴση ἡ ΑΘ καὶ ἐπεζεύχθωσαν αἱ ΒΔ, ΔΕ, ΔΗ, ΔΘ. ἐπεὶ οὖν ἴση ἡ ΑΒ τῇ ΑΘ, κοινὴ δὲ ἡ ΑΔ, δύο δυσίν, καὶ γωνία ἡ ὑπὸ ΒΑΔ γωνίᾳ τῇ ὑπὸ ΕΑΔ ἴση, ἐπεὶ καὶ περιφέρεια περιφερείᾳ. βάσις ἄρα ἡ ΒΔ βάσει τῇ ΔΘ ἐστὶν ἴση. ἀλλὰ καὶ ἡ ΒΔ τῇ ΔΕ ἴση. καὶ ἡ ΔΕ ἄρα τῇ ΔΘ ἐστὶν ἴση. ἰσοσκελὲς ἄρα ἐστὶν τὸ ΔΘΕ τρίγωνον. ὀξεῖαι ἄρα αἱ πρὸς τοῖς Θ καὶ Ε. καὶ ἐπεὶ ἡ ΑΔ τῇ ΑΗ ἴση ἐστίν, ὧν ἡ ΑΖ τῇ ΑΘ ἴση, λοιπὴ ἄρα ἡ ΔΖ λοιπῇ τῇ ΘΗ ἐστὶν ἴση. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΑΗ, καὶ γωνία ἄρα ἡ ὑπὸ ΑΔΗ γωνίᾳ τῇ ὑπὸ ΑΗΔ ἴση ἐστίν. ὀξεῖα ἄρα ἑκατέρα αὐτῶν. καὶ ἐπεὶ ὀξεῖά ἐστιν ἡ ὑπὸ ΑΗΔ ἀλλὰ καὶ ἡ πρὸς τῷ Θ, ἡ ἄρα ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΘΕ κάθετος ἀγομένη μεταξὺ τῶν Θ, Η πεσεῖται. ἤχθω δὴ ἡ ΚΔ, καὶ ἐπεὶ ἐν ἰσοσκελεῖ τριγώνῳ τῷ ΔΘΕ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν κάθετος ἦκται, δίχα τεμεῖ τὴν βάσιν. ἴση ἄρα ἡ ΘΚ τῇ ΚΕ. μείζων ἄρα ἡ ΘΗ τουτέστιν ἡ ΖΔ τῆς ΗΕ. καὶ ἔστιν ἡ μὲν ΖΔ ὑπεροχὴ τῆς ΑΔ πρὸς τὴν ΑΒ, ἡ δὲ ΗΕ ὑπεροχὴ τῆς ΑΕ πρὸς τὴν ΑΔ. αἱ ἄρα τῶν ἐλαττόνων εὐθειῶν ὑπεροχαὶ μείζονές εἰσι τῶν ἑξῆς, τῶν περιφερειῶν τῷ ἴσῳ παρηυξημένων, ὅπερ προέκειτο δεῖξαι. Πῶς αἱ ὑπὸ τὰς ἐλάττονας τῶν ξ μοιρῶν ὑποτείνουσαι εὐθεῖαι μείζους εἰσὶν τῷ ἀριθμῷ τῶν κατʼ αὐτὰς περιφερειῶν, αἱ δὲ ὑπὸ τὰς μείζους ἐλάττονες.
Τούτου δεδειγμένου, ἑξῆς ἂν εἴη, καθάπερ εἴπομεν, δεῖξαι πῶς αἱ ἐλάσσονες τῶν ὑπὸ τὰς ξ μοίρας ὑποτείνουσαι εὐθεῖαι μείζονές εἰσιν τῷ ἀριθμῷ τῶν κατʼ αὐτὰς περιφερειῶν, αἱ δὲ ὑπὲρ τὰς ξ ἐλάττονες. καὶ ἔστι τὸ τοιοῦτον αὐτόθεν δῆλον ἐκ τοῦ προδειχθέντος ὑπʼ αὐτοῦ θεωρήματος.
Ἔστω γὰρ κύκλος ὁ ΑΒΓΔ καὶ διήχθωσαν ἐν αὐτῷ δύο εὐθεῖαι ἥ τε ΑΒ ὑποτείνουσα περιφέρειαν μοιρῶν λ καὶ ἡ ΑΓ μοιρῶν ξ. καὶ ἐπεὶ ἡ ΑΓ εὐθεῖα πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΒΓ περιφέρεια πρὸς τὴν ΑΒ περιφέρειαν, ἡ δὲ ΑΒΓ περιφέρεια διπλασίων ἐστὶν τῆς ΑΒ περιφερείας, καὶ ἡ ΑΓ ἄρα εὐθεῖα τῆς ΑΒ ἐλάσσων ἐστὶν ἢ διπλασία. καὶ ἔστιν ἡ ΑΓ εὐθεῖα ξ· ἡ ΑΒ ἄρα εὐθεῖα μείζων ἐστὶν τῶν λ. ὥστε ἡ ΑΒ εὐθεῖα μείζων ἐστὶν τῷ ἀριθμῷ τῆς ἐπʼ αὐτῆς περιφερείας, ἐλάσσων οὖσα ξ.
Πάλιν διήχθω καὶ ἡ ΑΔ ὑποτείνουσα μοιρῶν ρκ. ἐπεὶ ἡ ΑΔ εὐθεῖα πρὸς τὴν ΑΓ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΓΔ περιφέρεια πρὸς τὴν ΑΒΓ, ἡ δὲ ΑΓΔ διπλασίων ἐστὶν τῆς ΑΒΓ, ἡ ΑΔ ἄρα εὐθεῖα ἐλάσσων ἐστὶν ἢ διπλασία τῆς ΑΓ. ἀλλὰ ἡ ΑΓ εὐθεῖά ἐστιν ξ. ἡ ΑΔ ἄρα ἐλάττων ἐστὶν τῶν ρκ, τῆς περιφερείας οὔσης ρκ.
Ἔστιν δὲ καὶ τοῦτο λογικώτερον εἰπεῖν, ὅτι ἐπεὶ καὶ μείζους ηὑρέθησαν αἱ εὐθεῖαι τῷ ἀριθμῷ τῶν ἐπʼ αὐτὰς περιφερειῶν καὶ ἐλάττονες, εὐλόγως καὶ ἰσάριθμος εὑρέθη καὶ μέση ἡ ἰσάριθμος τῶν ἀνίσων τουτέστιν τῶν ξ.
Ὅτι δὲ καὶ ἐπὶ τῶν μειζόνων περιφερειῶν οὐχ ὁρίζει τὰς πηλικότητας τῶν εὐθειῶν τὸ προκείμενον θεώρημα καθάπερ ἐπὶ τῆς ὑπὸ τὸ 𐅵ʹ δʹ καὶ τῆς ὑπὸ τὴν α 𐅵ʹ κατελάμβανεν τὴν ὑπὸ τὴν α μοῖραν ἔγγιστα, δείξομεν οὕτως.
Ὑποκείσθω γὰρ πάλιν ἡ μὲν ΑΒ περιφέρεια μοιρῶν λ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα δεδομένη λα γ λ, ἡ δὲ ΑΒΓΔ περιφέρεια μοιρῶν ρκ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ργ νε κγ. καὶ δέον ἔστω ἐκ τούτων εὑρεῖν τὴν ὑπὸ τὰς ξ ὡς τὴν ΑΓ. ἐπεὶ οὖν ἡ ΑΓ περιφέρεια τῆς ΑΒ ἐστὶν διπλῆ, ἡ ΑΓ ἄρα εὐθεῖα τῆς ΑΒ ἐλάττων ἐστὶν ἢ διπλασίων. καὶ ἔστιν ἡ ΑΒ λα γ λ. ἡ ΑΓ ἄρα ἐλάττων ἐστὶν ξβ ζ. πάλιν διὰ τὰ αὐτὰ ἡ ΑΔ εὐθεῖα τῆς ΑΓ ἐλάττων ἐστὶν ἢ διπλῆ. καὶ ἔστιν ἡ ΑΔ ργ νε κγ. ἡ ΑΓ ἄρα εὐθεῖα μείζων ἐστὶν να νζ μβ ἔγγιστα. ἐδείχθη δὲ καὶ ἐλάττων ξβ ζ. καὶ δῆλον ὡς οὐκ ἔστιν ὁρίσαι αὐτῆς ἔγγιστα τὴν πηλικότητα, τῆς διαφορᾶς μοιρῶν ι καὶ ἑξηκοστῶν ι ἔγγιστα τυγχανούσης. Πῶς δοθείσης τινὸς περιφερείας μεταξὺ τῶν κατὰ παραύξησιν τοῦ ἡμιμοιρίου ἡ ὑπʼ αὐτὴν εὐθεῖα δίδοται καὶ τὸ ἀνάπαλιν.
Τούτου δηλωθέντος, καταλίποιτο ἂν ἔτι δεῖξαι πῶς δοθείσης τινὸς περιφερείας μεταξὺ τῶν καθʼ ἡμιμοίριον παραυξήσεων πιπτούσης καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ἐκ προχείρου ἔγγιστα δίδοται, καὶ τὸ ἀνάπαλιν, πῶς δοθείσης τινὸς εὐθείας μεταξὺ τῶν ἐν τῷ κανόνι ἐκτεθειμένων πιπτούσης καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια ὁμοίως δίδοται.
Ἔστω δή, δοθείσης περιφερείας μοιρῶν ι καὶ ἑξηκοστῶν ιε, τὴν ὑπʼ αὐτὴν εὐθεῖαν εὑρεῖν. ἀπογράφω τὴν ἔγγιστα ἐλάσσονα περιφέρειαν μοιρῶν οὖσαν ι καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν τμημάτων οὖσαν ι κζ λβ καὶ ἔτι τὴν ἔγγιστα μείζονα περιφέρειαν μοιρῶν οὖσαν ι 𐅵ʹ καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν ι νη μθ καὶ μέσην τὴν δεδομένην περιφέρειαν μοιρῶν ι καὶ ἑξηκοστῶν ιε, ὡς ὑπογέγραπται. καὶ ἐπεὶ καθʼ ὁμαλὴν παραύξησιν ἀναλόγως τοῖς μεταξὺ ἑξηκοστοῖς τῶν περιφερειῶν τὰ τῶν εὐθειῶν ἑξηκοστὰ ἔγγιστα ἐπιβάλλει, ὡς μικρῷ πρόσθεν φανερὸν ἡμῖν γέγονεν, λαμβάνομεν τὴν ὑπεροχὴν τῆς μείζονος περιφερείας πρὸς τὴν ἐλάσσονα, τουτέστιν τῶν μοιρῶν ι 𐅵ʹ πρὸς τὰς μοίρας ι, ἔστιν δὲ ἑξηκοστῶν λ· καὶ ἔτι τῶν ὑπʼ αὐτὰς εὐθειῶν τὴν ὑπεροχήν, ἔστιν δὲ 𐆊 λα ιζ· καὶ ἔτι τῶν ι μοιρῶν τῆς περιφερείας πρὸς τὰς μοίρας ι καὶ ἑξηκοστὰ ιε, ἅ ἐστιν ἑξηκοστὰ ιε. καὶ ἐπεὶ ὡς ἔφην ἀναλόγως ζητοῦμεν τὰς ἐπιβαλλούσας εὐθείας ταῖς περιφερείαις, σχόντες τρία μεγέθη, β μὲν τῶν ὑπεροχῶν τῶν περιφερειῶν, καὶ ἓν τῆς ὑπεροχῆς τῶν εὐθειῶν, λαμβάνοντες δʹ ἀνάλογον εὑρίσκομεν τὴν ὑποτείνουσαν εὐθεῖαν τὰ ιε ἑξηκοστὰ τῆς περιφερείας. εὑρίσκεται δὲ οὕτως· πολλαπλασιάζομεν τὰ ιε ἑξηκοστὰ τῆς περιφερείας ἐπὶ τὰ 𐆊 λα ιζ τῆς εὐθείας, καὶ τὰ γενόμενα υξθ δεύτερα ἑξηκοστὰ καὶ τρίτα ιε μερίσαντες παρὰ τὰ λ, ἕξομεν πρῶτα ἑξηκοστὰ ιε καὶ δεύτερα λη 𐅵ʹ, ἃ προσθέντες τῇ ὑποτεινούσῃ τὰς μοίρας ι τῆς περιφερείας τμημάτων οὔσῃ ι κζ λβ, ἕξομεν τὴν ὑποτείνουσαν τὰς μοίρας ι καὶ ἑξηκοστὰ ιε τμημάτων ι μγ ι ἔγγιστα.
Πάλιν τῶν αὐτῶν ὑποκειμένων, δέον ἔστω ἀνάπαλιν δοθείσης εὐθείας τμημάτων ι μγ ι εὑρεῖν τὴν ἐπʼ αὐτῆς περιφέρειαν. λαμβάνομεν πάλιν τὴν ὑπεροχὴν τῆς ἐγγυτέρω μείζονος αὐτῆς καὶ ἐλάσσονος τουτέστιν τῶν ι νη μθ πρὸς ι κζ λβ, ἃ γίνεται 𐆊 λα ιζ, καὶ τῶν περιφερειῶν ὁμοίως τὰ 𐆊 λ, καὶ ἔτι τῶν ι μγ ι πρὸς τὰ ι κζ λβ, ἅ ἐστιν ἑξηκοστὰ ιε λη. καὶ ἵνα πάλιν λάβωμεν τὸν δʹ ἀνάλογον, πολλαπλασιάζομεν τὰ ιε λη ἐπὶ τὰ λ καὶ μερίζομεν παρὰ τὸν λα ιζ, καὶ τὰ γενόμενα ἑξηκοστὰ ιε προστιθέντες ταῖς ι μοίραις ἕξομεν τὴν ὑποτεινομένην περιφέρειαν ὑπὸ τῆς εἰρημένης εὐθείας μοιρῶν ι ιε.
Ἔστιν δὲ καὶ προχειρότερον τὸ τοιοῦτον ἐφοδεῦσαι καθὼς καὶ αὐτῷ δοκεῖ. ἐὰν γὰρ ζητοῦντες τὴν εἰρημένην εὐθεῖαν πεντεκαιδεκάκι ποιήσωμεν τὰ παρακείμενα ταῖς ι μοίραις τῆς περιφερείας ἐν τῷ τρίτῳ σελιδίῳ, καὶ προσθῶμεν τὰ γενόμενα τῇ ὑποτεινούσῃ τὰς ι μοίρας, ἕξομεν τὴν ὑποτείνουσαν τὰς ι μοίρας καὶ ἑξηκοστὰ ιε. ἐὰν δὴ ἀνάπαλιν τὴν εἰρημένην εὐθεῖαν ἔχοντες βουλώμεθα λαβεῖν τὴν ἐπʼ αὐτῆς περιφέρειαν, τὴν ὑπεροχὴν τῆς εὐθείας λαβόντες ἣν ἔχει πρὸς τὴν ἔγγιστα ἐλάττονα παρακειμένην, οἷον τὴν ὑπεροχὴν τῶν ι μγ ι πρὸς τὰ ι κζ λβ, καὶ ἔτι τὰ παρακείμενα ἐν τῷ γʹ σελιδίῳ ἑξηκοστὰ τῇ ἔγγιστα ἐλάττονι, καὶ παρὰ ταῦτα μερίσαντες τὴν ὑπεροχὴν τῶν β εὐθειῶν, τὰ γενόμενα ἐκ τοῦ μερισμοῦ προσθέντες τῇ ἐκκειμένῃ ἐλάττονι περιφερείᾳ οἷον τῇ μοιρῶν ι, ἕξομεν τὴν ὑποτεινομένην περιφέρειαν ὑπὸ τῆς εἰρημένης εὐθείας.
Περὶ τῆς μεταξὺ τῶν τροπικῶν περιφερείας.
Διεξελθόντες περὶ τῆς πραγματείας τῶν ἐν κύκλῳ εὐθειῶν καὶ ἔτι περὶ τῶν κατὰ μέρος εἰς τὴν πραγματείαν παρακολουθούντων, ἑξῆς περὶ τῆς εἰρημένης αὐτῷ ἀναγκαίως τῶν κατὰ μέρος προλαμβάνεσθαι ἀποδείξεων, τουτέστιν τῆς μεταξὺ τῶν β πόλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ πηλικότητος ἐπὶ τοῦ διὰ τῶν αὐτῶν πόλων γραφομένου μεγίστου κύκλου. τὸν λόγον ποιησόμεθα. φησὶν οὖν ἐνταῦθα·
«... Πόσον ὁ λοξὸς καὶ διὰ μέσων τῶν ζῳδίων κύκλος ἐγκέκλιται πρὸς «τὸν ἰσημερινόν ...»
Ἡ γὰρ τούτων ἔγκλισις τὴν ἴσην ἀπολαμβάνει τῇ μεταξὺ τῶν δύο πόλων. ἐὰν γὰρ νοήσωμεν ζῳδιακὸν μὲν τὸν ΑΒΓ, ἰσημερινὸν δὲ τὸν ΑΔΓ, καὶ τὸ μὲν Α σημεῖον τὸ κατὰ τὴν ἐαρινὴν αὐτοῦ τομήν, τὸ δὲ Β θερινὸν τροπικόν, καὶ λάβωμεν τοῦ μὲν ΑΒΓ ζῳδιακοῦ πόλον τὸν Ε, τοῦ δὲ ΑΓΔ ἰσημερινοῦ πόλον τὸν Ζ, καὶ διὰ τῶν Ζ, Ε μέγιστον κύκλον γράψωμεν ὡς τὸν ΒΕΖΘ, γίνεται ἴση ἡ ΖΔ τῇ ΕΒ· ἐκ πόλων γάρ εἰσιν μεγίστων κύκλων. καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΔΕ, λοιπὴ ἡ ΖΕ μεταξὺ τῶν πόλων λοιπῇ τῇ ΒΔ τῆς ἐγκλίσεώς ἐστιν ἴση. ὥστε ἐὰν τὴν ἔγκλισιν τῶν κύκλων εὕρωμεν ἐπὶ τοῦ οὕτως γραφομένου μεγίστου κύκλου, τὴν μεταξὺ τῶν πόλων εὑρηκότες ἐσόμεθα.
Ὅτι δὲ ἡ ΒΔ τῆς ἐγκλίσεώς ἐστιν τῶν κύκλων, δείξομεν οὕτως· ἐὰν γὰρ ἐπιζεύξωμεν τὰς ΑΓ, ΒΚ, ΔΘ κοινὰς τομὰς τῶν κύκλων, ἔσται τὸ Η κέντρον τῆς σφαίρας, διὰ τὸ μεγίστους εἶναι τοὺς κύκλους, καὶ διαμέτρους τὰς ΒΚ, ΔΘ, ΑΓ. καὶ ἐπεὶ ὁ ΒΔ, ΚΘ ὀρθός ἐστιν πρὸς τοὺς ΑΒΓΚ, ΑΔΓΘ κύκλους, καὶ οἱ ΑΒΓΚ, ΑΔΓΘ ἄρα κύκλοι ὀρθοί εἰσιν πρὸς τὸν ΒΔΚΘ. καὶ ἡ κοινὴ ἄρα αὐτῶν τομὴ ἡ ΑΓ ὀρθή ἐστιν πρὸς τὸν ΒΔΚΘ κύκλον καὶ πρὸς πάσας ἄρα τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ τοῦ ΒΔΖΚ κύκλου ἐπιπέδῳ ὀρθή ἐστιν ἡ ΑΓ. ὥστε καὶ πρὸς τὰς ΒΗ, ΔΗ ὀρθή ἐστιν ἡ ΑΓ. καὶ ἐπεὶ τῇ ΑΓ κοινῇ τομῇ τοῦ διὰ μέσων καὶ τοῦ ἰσημερινοῦ ἐν ἑκατέρῳ τῶν ἐπιπέδων πρὸς ὀρθάς εἰσιν αἱ ΗΒ, ΗΔ, ἡ ἄρα ὑπὸ ΒΗΔ ἡ κλίσις ἐστὶν τῶν εἰρημένων ἐπιπέδων. καὶ ἔστιν πρὸς τῷ κέντρῳ τῆς σφαίρας. ὥστε καὶ ἡ ΔΒ περιφέρεια τῆς κλίσεώς ἐστιν τῶν αὐτῶν ἐπιπέδων.
Πάλιν λέγων· «... τουτέστιν τίνα λόγον ἔχει ὁ διʼ ἀμφοτέρων τῶν ἐκκειμένων πόλων μέγιστος γραφόμενος κύκλος πρὸς τὴν ἀπολαμβανομένην ὑπʼ αὐτοῦ μεταξὺ τῶν πόλων περιφέρειαν», ἐκ παραλλήλου περὶ τῆς αὐτῆς καταλήμψεως λέγει. ἐὰν γὰρ εὕρῃ τοῦτον τὸν λόγον, ἔχῃ δὲ καὶ τὸν μέγιστον κύκλον μοιρῶν τξ, ἔχει ἄρα καὶ τὴν μεταξὺ τῶν πόλων περιφέρειαν, ᾗτινι περιφερείᾳ ἴσον ἀπέχει ὁ ἰσημερινὸς ἑκατέρου τῶν τροπικῶν, τουτέστιν ἧς περιφερείας διπλασίων ἐστὶν ἡ μεταξὺ τῶν τροπικῶν. διὰ τοῦτο δὲ ταύτην ἐπήγαγεν, ἐπεὶ μάλιστα διὰ ταύτης ἐκ προχείρου τὴν εἰρημένην περιφέρειαν μεταξὺ τῶν πόλων καταλαμβάνεται.
Καὶ ἐπεὶ ὕλη τῆς ἀστρονομικῆς θεωρίας ἐστὶν τὰ φαινόμενα, ἐκ τούτων τὴν τοιαύτην πρώτην ἀπόδειξιν τῆς μεταξὺ τῶν τροπικῶν περιφερείας ἐπιλογίζεται, λέγω δὴ ἐκ τηρήσεων τῶν φαινομένων.
Καὶ χρῆται πρὸς τὴν τοιαύτην τῶν τηρήσεων κατάλημψιν ἁπλουστέραις δυσὶν ὀργάνων ἐκθέσεσιν, ἑνὸς μὲν διὰ κρίκων ἑτέρου δὲ διὰ πλινθίδος, ὧν πρῶτον τὰς κατασκευὰς ἐκτίθεται καὶ τὰς θέσεις, εἶθʼ οὕτω καὶ τὰς χρήσεις. καὶ διὰ τούτων εὑρίσκει ὡς ἔφαμεν τὴν μεταξὺ τῶν τροπικῶν περιφέρειαν, καὶ ἐκ ταύτης τὴν προκειμένην μεταξὺ τῶν πόλων, καὶ ἔτι τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινόν, ἣ ἴση ἐστὶν τῷ τοῦ πόλου ἐξάρματι.
Κατασκευάζεται δέ φησιν τὰ ὄργανα τόνδε τὸν τρόπον, καὶ πρῶτον τὸ διὰ τῶν κρίκων. «ποιήσομεν γὰρ κύκλον χάλκεον σύμμετρον τῷ μεγέθει, «τετορνευμένον ἀκριβῶς, τετράγωνον τὴν ἐπιφάνειαν», τουτέστιν τετράπλευρον. ἔπειτα παραγράψαντες ἐπὶ μιᾶς τῶν παρά τε τὴν κοίλην καὶ τὴν κυρτὴν ἑκατέρᾳ πλευρῶν κατὰ μέσον κύκλον, «διελόντες αὐτὸν εἰς τὰ «τοῦ μεγίστου κύκλου τμήματα τξ» καὶ ἔτι τὰ μεταξὺ εἰς ὅσα ἐνδέχεται χρησόμεθα τούτῳ μεσημβρινῷ, καθιστάντες αὐτὸν τὴν πρὸς ὀρθὰς τῷ ὁρίζοντι καὶ ἔτι πρὸς ἄρκτους καὶ μεσημβρίαν θέσιν λαμβάνοντες.
«Ἔπειτα ἕτερον κυκλίσκον λεπτότερον» αὐτοῦ κατὰ τὸ ὕψος ἐναρμόσαντες ὑπʼ αὐτόν, ὥστε τὰς πλευρὰς αὐτῶν ὡς ἔφαμεν τὰς παρὰ τὰς κυρτὰς καὶ κοίλας ἐπὶ μιᾶς μένειν ἐπιφανείας, περιάγεσθαί τε ἀκωλύτως καὶ μερίζοντα τῷ μείζονι δύνασθαι τὸν ἐλάττονα τῶν κύκλων ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐτοῦ πρὸς ἄρκτους τε καὶ μεσημβρίαν. τοῦτο δὲ γίνεται, πηγματίων πηγνυμένων εἰς τὰς παρʼ ἑκάτερα τοῦ μείζονος κύκλου πλευρὰς καὶ διακρατούντων αὐτὸν εἰς τὸ αὐτὸ αὐτῷ ἐπίπεδον. ἔπειτα εἰς τέσσαρα ἴσα διαιρουμένου τοῦ ἐλάσσονος κύκλου, κατὰ δύο τῶν οὕτως γενομένων κατὰ διάμετρον σημείων ἐναρμόζομεν δύο πηγμάτια μικρὰ τετράγωνα ἴσα, ἵνα ἐπʼ εὐθείας αὐτοῖς γινομένου τοῦ ἡλίου ὅλον τὸ ὑποκάτω πηγμάτιον ὑπὸ ὅλου τοῦ ὑπεράνω σκιασθῇ, νεύοντα πρὸς ἄλληλα καὶ τὸ κέντρον τῶν κύκλων, τουτέστιν ἵνα αἱ πλατύτεραι καὶ τετράγωνοι πλευραὶ πρὸς ἀλλήλας ὦσιν τετραμμέναι καὶ ὡς ἐπὶ τὸ κέντρον, καὶ μὴ ἡ μὲν ὡς πρὸς ἄρκτους καὶ μεσημβρίαν ἡ δὲ ὡς πρὸς τὸ κέντρον, ἔτι δὲ καὶ ὀρθὰ πρὸς τὸ ἐπίπεδον τῶν κύκλων, ἐφʼ ὧν παραθήσομεν κατὰ μέσου τοῦ πλάτους αὐτῶν, τουτέστιν κατὰ μέσου τῆς διαστάσεως αὐτῶν τῆς πρὸς ἄρκτους καὶ μεσημβρίαν καὶ συμβαλλούσης τῷ κρίκῳ, γνωμόνια λεπτὰ ἁπτόμενα τῆς τοῦ μείζονος καὶ διῃρημένου κύκλου πλευρᾶς.
Διαλαβὼν οὖν μέχρις ἐνταῦθα περὶ τῆς κατασκευῆς τοῦ διὰ τῶν κρίκων ὀργάνου, ἑξῆς καὶ περὶ τῆς θέσεως αὐτοῦ διαλαμβάνει, ὅπως δέον ταύτην ἀκριβοῦν, καί φησιν· δεῖ τοῦτον τὸν μείζονα κύκλον παρʼ αὐτὰς τὰς τηρήσεις ἐπὶ στυλίσκου ἱστᾶν συμμέτρου κειμένου ἐν ἐπιπέδῳ παραλλήλῳ τῷ ὁρίζοντι ἔν τινι ἀνεπισκοτήτῳ χωρίῳ παραλλήλους ἔχοντος τὰς βάσεις ἀλλήλαις, ὀρθὸν μὲν πρὸς τὸν ὁρίζοντα, παράλληλον δὲ τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ.
Τὸ μὲν οὖν ὀρθὸν πρὸς τὸν ὁρίζοντα λαμβάνεται οὕτως· βαρύλλιον μολύβδινον κωνικὸν ἐξαρτηθὲν ἀπὸ τοῦ κέντρου τῆς βάσεως ὥστε ἐπʼ εὐθείας εἶναι τὴν σπάρτον τῷ ἄξονι αὐτοῦ ἐῶμεν καταφέρεσθαι ἐπιθέντες τὴν σπάρτον ἐπὶ τοῦ κατὰ κορυφὴν ἐσομένου σημείου τοῦ κρίκου, τοῦτο δέ ἐστιν τὸ κατὰ διάμετρον τοῦ ἐφαπτομένου τῆς ἐφέδρας τοῦ στυλίσκου, ὑποθεματίοις διορθούμενοι ἕως ἂν εἰς τὸ κατὰ διάμετρον ἐπιψαύσῃ ἡ κορυφὴ αὐτοῦ τῆς ἐπὶ τὰ αὐτὰ πλευρᾶς τοῦ κύκλου, καὶ μήτε ἐκτὸς αὐτῆς ἐκνεύσῃ, μήτε ἐπικαθίσῃ αὐτῇ. καὶ ἔσται τότε τὸ ἐπίπεδον τοῦ κύκλου ὀρθὸν πρὸς τὸν ὁρίζοντα, ἐπεὶ καὶ τὸ κωνάριον τῷ ἰδίῳ βάρει καταφερόμενον ὀρθὴν τὴν σπάρτον διαφυλάττει πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον. καὶ οὕτω μὲν ὀρθὴ πρὸς τὸν ὁρίζοντα ἡ θέσις τοῦ ὀργάνου καθίσταται.
Ἵνα δὲ καὶ παράλληλον τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ αὐτὴν καταστήσωμεν, λαμβάνομεν πρῶτον μεσημβρινὴν γραμμὴν εὐσήμως ἐν ἀκλινεῖ τῷ ὑπὸ τὴν βάσιν ἐπιπέδῳ. καὶ ἐπὶ ταύτης τιθέντες τὸν στυλίσκον, διοπτεύομεν, παραφέροντες τοὺς κρίκους τοῦ κωναρίου τὸν εἰρημένον τρόπον φυλαττομένου ἕως οὗ διὰ μιᾶς πλευρᾶς τὸ ἐπίπεδον αὐτῶν παράλληλον τῇ μεσημβρινῇ γραμμῇ διοπτευθῇ. καὶ οὕτως ἔχομεν καὶ τὴν τοιαύτην θέσιν.
Ἔστιν δὲ οὕτω προχειρότερον ἅμα καὶ πρὸς ὀρθὰς καὶ παράλληλον τῷ μεσημβρινῷ τὸ ἐπίπεδον τῶν κύκλων τὴν θέσιν λαμβάνειν. ἐὰν γὰρ ἀποθέμενοι τὴν βάσιν τοῦ στυλίσκου ἐπὶ τῆς μεσημβρινῆς γραμμῆς, κανόνας δύο λαβόντες ἐφʼ ἑκάτερα τῆς βάσεως στήσωμεν ὀρθοὺς πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον τὸν ὑποδειχθησόμενον ἑξῆς ἐπὶ τῆς πλινθίδος τρόπον, καταστήσαντες αὐτῶν τὰς ἐπὶ τὰ αὐτὰ πλευρὰς κατὰ τῆς μεσημβρινῆς εὐθείας, ἔσονται καὶ πρὸς ὀρθὰς τῷ ὁρίζοντι καὶ ἐν τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ. ἐὰν οὖν τοὺς κρίκους ἐπιθέντες τοῖς κανόσιν ἐναρμόσωμεν μολίβδῳ τὸν μείζονα ἐπὶ τὴν ἐφέδραν, ἔσονται καὶ ὀρθοὶ πρὸς τὸν ὁρίζοντα καὶ ἐν τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ. Δηλώσας οὖν ἡμῖν τὴν κατασκευὴν καὶ τὴν θέσιν, ἑξῆς ἐπὶ τὴν χρῆσιν μεταβαίνει καί φησιν· «Τοιαύτης δὴ τῆς θέσεως γεγενημένης ...» καὶ τὰ ἑξῆς.
Τοιαύτην δὴ τὴν θέσιν τοῦ ὀργάνου εἰληφότος, ἐτηροῦμεν τὴν πρὸς ἄρκτους καὶ μεσημβρίαν τοῦ ἡλίου παραχώρησιν περί τε τὰς θερινὰς τροπάς, τουτέστιν τοῦ ἡλίου περὶ τὴν ἀρχὴν τοῦ Καρκίνου γινομένου, καὶ περὶ τὰς χειμερινὰς τροπὰς τοῦ ἡλίου πάλιν περὶ τὴν ἀρχὴν τοῦ Αἰγόκερω τυγχάνοντος, ἐν αὐτῇ τῇ μεσημβρίᾳ τουτέστιν περὶ ὥραν ἕκτην, ὅτε καὶ ἄσκιος ἐγίνετο ὁ μεσημβρινός, παραφέροντες τὸν ἐντὸς τῶν κύκλων ἕως τὸ ἐπάνω πηγμάτιον τὸ κατὰ διάμετρον ἑαυτοῦ σκιάσῃ· τότε γὰρ καὶ ἡ διὰ μέσου τῶν πηγματίων νοουμένη εὐθεῖα ἐκβαλλομένη ἐπὶ τὸ τοῦ ἡλίου κέντρον πεσεῖται. περὶ αὐτὰς οὖν ὡς ἔφαμεν τὰς τροπὰς ὄντος τοῦ ἡλίου ἑξῆς ἡμερῶν τὴν τοιαύτην παρατήρησιν ποιούμενοι, ἐτηροῦμεν ἕως ἂν καταλάβωμεν τὸν ἥλιον ἀπὸ τοῦ βορειοτάτου ἢ νοτιωτάτου πέρατος τρεπόμενον, καὶ ὥσπερ ἐπὶ τοῦ αὐτοῦ σημείου μένοντα τοῦ μεσημβρινοῦ, διὰ τὸ περὶ τὰ τοιαῦτα σημεῖα μᾶλλον αὐτὸν ἐγχρονίζειν, εἰς τοὐπίσω ἐπὶ τοῦ μεσημβρινοῦ αὐτοῦ ὑποστρέφοντος. καὶ λαμβάνοντες τὸ κατʼ ἐκεῖνο τὸ πέρας τῆς τοῦ ἡλίου παραχωρήσεως σημεῖον, εὑρίσκομεν πόσα τμήματα ἀφίστατο ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ βορειότατον ἢ νοτιώτατον πέρας ἐπὶ τοῦ μεσημβρινοῦ, δηλοῦντος ἡμῖν τοῦ γνωμονίου δηλαδὴ τὸ τοιοῦτον, ἐκ τῶν ἀποληφθεισῶν διαιρέσεων τοῦ μείζονος κύκλου μεταξὺ τοῦ τε γνωμονίου τοῦ ἐπὶ τοῦ πηγματίου καὶ τοῦ κατὰ κορυφὴν σημείου, τουτέστιν τοῦ κατὰ διάμετρον τοῦ τοῦ ἐπιπέδου ἐφαπτομένου, ἐπεὶ καὶ ἡ οὕτως ἐπιζευγνυμένη εὐθεῖα πρὸς ὀρθὰς γωνίας γίγνεται τῷ τοῦ ὁρίζοντος ἐπιπέδῳ ἥτις καὶ ἐπὶ τὸ κατὰ κορυφὴν πίπτει, ὅ ἐστιν καὶ ἐπʼ αὐτοῦ τοῦ μεσημβρινοῦ.
Τηρήσαντες οὖν ἀμφοτέρας τὰς κατὰ πλάτος τοῦ ἡλίου παρόδους τὴν βορειοτάτην καὶ νοτιωτάτην, ἐφʼ ὧν μὲν βορειότερος ὁ ἥλιος ἐγίνετο τοῦ κατὰ κορυφήν, τουτέστιν ἐφʼ ὧν οἰκήσεων τὸ ἔξαρμα ἔλαττόν ἐστιν τῶν καταλαμβανομένων τῆς τοῦ διὰ μέσων πρὸς τὸν ἰσημερινὸν ἐγκλίσεως μοιρῶν κγ να, συντιθέντες ἀμφοτέρας τὰς ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὰ βορειότατα καὶ νοτιώτατα τῶν γνωμονίων ἀποστάσεις, τὴν ὅλην παραλαμβάνομεν γινομένην μεταξὺ τῶν τροπικῶν· ἔνθα δὲ ὁ ἥλιος βορειότατος γινόμενος ἐπʼ αὐτοῦ τοῦ κατὰ κορυφὴν ἐτύγχανεν, λαμβάνοντες μόνην τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ νοτιώτατον πέρας τοῦ ἡλίου παραχώρησιν, ταύτην πάλιν ἐλέγομεν εἶναι μεταξὺ τῶν τροπικῶν· ἔνθα δὲ βορειότατος γινόμενος ὁ ἥλιος νοτιώτερος τοῦ κατὰ κορυφὴν ἐτύγχανεν, ἀπὸ τῆς νοτιωτέρας αὐτοῦ τοῦ κατὰ κορυφὴν ἀποστάσεως ἀφαιροῦντες τὴν βορειοτέραν, τὴν λοιπὴν ἐλέγομεν εἶναι μεταξὺ τῶν τροπικῶν· ἣν δίχα τεμόντες εἴχομεν τὸ κατὰ τὸν ἰσημερινὸν σημεῖον. καθόλου δὲ ἐπὶ πασῶν τῶν οἰκήσεων ὅσον ἀπέχει τοῦτο τὸ τῆς τοιαύτης διχοτομίας σημεῖον, ὅ ἐστιν κατὰ τὸ ἰσημερινόν, τοῦ κατὰ κορυφήν, τοσοῦτον ἔσται καὶ τὸ ἔξαρμα τῆς οἰκήσεως, τοῦ τοιούτου κατὰ τὸν ἰσημερινὸν σημείου γινομένου καὶ κατὰ κορυφὴν ἐπὶ μόνης τῆς ὀρθῆς σφαίρας.
Ἵνα δὲ καὶ ἐνταῦθα φανερὰ ἡμῖν γένηται διὰ τῶν γραμμῶν τὰ λεγόμενα, ἐκκείσθωσαν οἱ ΑΒ, ΓΔ κύκλοι ἔχοντες τὴν εἰρημένην θέσιν. κατὰ κορυφὴν δὲ ἔστω τὸ Α. καὶ βόρεια μὲν ἔστω τὰ πρὸς τῷ Ε, νότια δὲ τὰ πρὸς τῷ Β. καὶ βορειοτάτου γινομένου τοῦ ἡλίου, σκιαζέτω τὸ ὑπεράνω πρισμάτιον τὸ ὑποκάτω κατὰ τῆς τοῦ Ε θέσεως νοτιωτάτου δὲ κατὰ τῆς ἐπὶ τὸ Β. ἕξομεν ἄρα καὶ ἐκ τῆς ἐκ τοῦ κρίκου διαιρέσεως τὴν ΕΑΒ τὴν ἀπὸ τοῦ βορειοτάτου ἐπὶ τὰ νοτιώτατα τοῦ ἡλίου παραχώρησιν, ἥτις γίνεται μεταξὺ τῶν τροπικῶν, συγκειμένη δηλαδὴ ἐκ τῶν ΑΕ καὶ ΑΒ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ βορειότατον καὶ νοτιώτατον. καὶ ὁμοίως ἐὰν τὸ πηγμάτιον κατὰ τοῦ Α κατὰ κορυφὴν βορειότατον γενόμενον σκιάσῃ τὸ κατὰ διάμετρον, νοτιώτατόν τε γινόμενον κατὰ τὸ Θ, ἕξομεν πάλιν τὴν ΑΘ ἐπιζητουμένην περιφέρειαν. ἐὰν δὲ τὸ μὲν βορειότατον πέρας κατὰ τοῦ Β γένηται, τὸ δὲ νοτιώτατον κατὰ τὸ Κ, ἀφελόντες ἀπὸ τῆς ΑΚ τὴν ΑΒ, ἕξομεν λοιπὴν τὴν ΒΚ ἐπιζητουμένην ὁμοίως περιφέρειαν, ἣν δίχα τεμόντες ἕξομεν τὸ κατὰ τὸν ἰσημερινὸν σημεῖον.
Ὅτι δὲ ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν ἀπόστασις τοῦ ἰσημερινοῦ τὸ ἔξαρμα περιέχει τῆς οἰκήσεως ἐφʼ ἧς ἂν ποιήσωμεν τὰς παρατηρήσεις, οὕτως ἡμῖν ἔσται δῆλον. ἔστω γὰρ μεσημβρινὸς κύκλος ὁ ΑΒΓΔ καὶ ἐπʼ αὐτοῦ τὸ κατὰ κορυφὴν σημεῖον τὸ Α, ὁρίζων δὲ ὁ ΒΓ· ἐπεὶ οὖν ἐπὶ πάσης οἰκήσεως ὁ πόλος τοῦ ὁρίζοντος τὸ κατὰ κορυφὴν σημεῖόν ἐστιν, ἡ ΑΓ ἄρα τεταρτημορίου ἐστίν. ἔστω δὲ καὶ ἰσημερινὸς ὁ ΔΕ, πόλος δὲ αὐτοῦ τὸ Ζ· καὶ ἡ ΔΖ ἄρα τεταρτημορίου ἐστὶν τοῦ αὐτοῦ μεγίστου κύκλου. ἴση ἄρα ἐστὶν ἡ ΑΓ τῇ ΔΖ. καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΑΖ λοιπὴ ἡ ΑΔ λοιπῇ τῇ ΓΖ ἐστὶν ἴση. καὶ ἡ μὲν ΑΔ ἐστὶν ἡ ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἡ δὲ ΓΖ ἡ ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸν πόλον, ἥτις ἐστὶν τοῦ ἐξάρματος. ἡ ἄρα ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινὸν ἴση ἐστὶν τῷ τοῦ πόλου ἐξάρματι ὃ καὶ πλάτος ἐστὶν τῆς τῆς οἰκήσεως.
Ἡ μὲν οὖν τοῦ διὰ τῶν κρίκων ὀργάνου κατασκευή τε καὶ θέσις ἔτι τε καὶ χρῆσις τοῦτον ἔχει τὸν τρόπον. ἑξῆς δὲ περὶ τῶν αὐτῶν καὶ ἐπὶ τοῦ ἑτέρου ὀργάνου διαλημψόμεθα, ὅπερ ἐρεῖ καὶ εὐχρηστότερον εἶναι πρὸς τὴν ἐπιζητουμένην κατάληψιν. φησὶν οὖν, χρὴ κατασκευάσαι πλινθίδα ξυλίνην ἢ καὶ λιθίνην, τετράγωνον μὲν κατὰ τὸ μῆκος καὶ τὸ πλάτος, ἐλάσσονα δὲ τὴν διάστασιν ἔχουσαν κατὰ τὸ βάθος ὥστʼ εἶναι τὸ σχῆμα αὐτῆς στερεὸν παραλληλεπίπεδον, ἔχον τὰς μὲν τέσσαρας ἐπιφανείας ἐκ παραλληλογράμμων ἑτερομήκων, τὰς δὲ λοιπὰς β καὶ ἀπεναντίον τετραγώνους, ἔτι δὲ καὶ ἀδιάστροφον καὶ σύμμετρον τῷ μεγέθει πρὸς τὸ δύνασθαι ἑστάναι κατὰ κρόταφον, μὴ πάνυ στενῶν γινομένων τῶν ἑτερομήκων ἐπιπέδων πρὸς τὸ ἑδραίως αὐτὴν ἑστάναι δύνασθαι, ἀποτεταμένην ἔχουσαν μίαν τῶν τετραγώνων πλευρῶν, πρὸς κανόνα ἀπειργασμένην, ὡς ἐπὶ τῆς ὑποκειμένης καταγραφῆς τὴν ΑΒΓΔ. ἐφʼ ἧς ἐπὶ μιᾶς τῶν γωνιῶν ἀποστήσαντες βραχὺ λημψόμεθα σημεῖον οἷον τὸ Ε, ᾧ κέντρῳ χρησάμενοι καὶ διαστήματι συμμέτρῳ γράψομεν κύκλου τεταρτημόριον τὸ ΖΗ, ἐπιζεύξαντες ἀπὸ τοῦ Ε δύο εὐθείας πρὸς ὀρθὰς ἀλλήλαις τὰς τὸ τεταρτημόριον τοῦ ὅλου κύκλου ἀπολαμβανούσας ὡς τὰς ΕΖ, ΕΗ. καὶ διελόντες τὴν ΖΗ περιφέρειαν εἰς ϙ τμήματα ἴσα καὶ ὅσα μεταξὺ ἐνδέχεται ἑξηκοστά, κατὰ μιᾶς τῶν εὐθειῶν τῶν περιεχουσῶν τὴν γωνίαν, τῆς πρὸς ὀρθὰς τῷ τοῦ ὁρίζοντος ἐπιπέδῳ τιθεμένης καὶ ἐν τῷ νοτιωτέρῳ μέρει τοῦ ἐπιπέδου λαμβανομένης, ὡς αὐτός φησι, «τῆς μελλούσης ὀρθῆς «τε ἔσεσθαι πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον καὶ πρὸς μεσημβρίας τὴν «θέσιν ἕξειν,» γνωμόνιον θήσομεν κυλινδρικὸν πρὸς τὸ ἀπʼ αὐτοῦ λαμβάνειν τὴν ἀπὸ τοῦ ἡλίου πίπτουσαν σκιάν. ἀναγκαίως οὖν ἐπὶ τοῦ νοτιωτέρου τοῦ ἐπιπέδου χρὴ εἶναι τὸ κυλίνδριον, ἵνα αἱ ἀκτῖνες ἐν τῷ ἐπιπέδῳ πίπτωσι πρὸς τὰ βόρεια αὐτοῦ πεμπόμεναι, ὡς ἐπὶ τῶν πλεῖον ἐχουσῶν τὸ ἔξαρμα τῶν τῆς μεγίστης ἐγκλίσεως τοῦ διὰ μέσων πρὸς τὸν ἰσημερινὸν μοιρῶν κγ να. τῆς οὖν πλινθίδος τιθεμένης ἔν τινι ἀνεπισκοτήτῳ χωρίῳ, ἐν ἀκλινεῖ πρὸς τὸ τοῦ ὁρίζοντος ἐπίπεδον ἐδάφει — τοῦτο δὲ γίνεται διὰ διαβήτου ἤτοι ἀλφαρίου, ἔστιν δὲ ὁ διαβήτης ἤτοι τὸ ἀλφάριον ἐοικὸς τῷ χωροβάτῃ Κάρπου, ἢ καὶ διὰ ὕδατος τῷ ἐπιπέδῳ ἐπιχεομένου, καὶ ὑποθεματίοις αὐτοῦ διορθουμένου ἕως ἂν στάσιν ποιήσῃ τὸ ὕδωρ — καὶ τῆς ΑΒΓΔ τετραγώνου πλευρᾶς πρὸς τὰς ἀνατολὰς τρεπομένης, τῆς δὲ ΒΚΛΓ πρὸς τὸ ἔδαφος, ὀρθῆς γινομένης τῆς ΕΗ τῷ τοῦ ὁρίζοντος ἐπιπέδῳ, ἐνηρμόσαμεν ἐπὶ τοῦ Ε σημείου κυλίνδριον, ὥστε τὸ κέντρον τῆς βάσεως αὐτοῦ ἐπʼ αὐτοῦ ἀκριβῶς τυγχάνειν. ἔτι δὲ καὶ πρὸς τῷ κάτω πέρατι τῆς εἰρημένης εὐθείας ἐπὶ τὸ Μ ἕτερον κυλίνδριον ἐνεθήκαμεν ἴσον καὶ ὁμοίως τετορνευμένον τῷ προτέρῳ.
Δηλωθείσης οὖν ἡμῖν τῆς κατασκευῆς τῆς πλινθίδος, ἑξῆς καὶ περὶ τῆς θέσεως καὶ χρήσεως αὐτῆς διαλημψόμεθα. «ἱστάντες οὖν», φησίν, «ταύτην τὴν καταγεγραμμένην τῆς πλινθίδος πλευράν» ὥστε παράλληλον αὐτὴν ἔχειν τὴν θέσιν τῇ διηγμένῃ μεσημβρινῇ γραμμῇ, δηλαδὴ πάλιν διοπτεύοντες, ἢ καὶ ἐπʼ αὐτῆς αὐτὴν τιθέντες, ἔτι καὶ ὀρθὴν αὐτὴν ποιήσομεν πρὸς τὸ ἐπίπεδον τοῦ ὁρίζοντος, σπάρτου ἀπηρτημένον ἐχούσης βαρύλλιον ἀπὸ τοῦ πέρατος τοῦ ἐπάνω κυλινδρίου ἀφιεμένης ἕως οὗ εἰς τὸ πέρας τοῦ κάτω κυλινδρίου ποιήσηται τὴν πρόσνευσιν· τῆς γὰρ σπάρτου τοῦ πέρατος τοῦ κάτω ἀξονίου ἀκριβῶς ἐφαπτομένης, γίνεται παραλληλόγραμμον ὀρθογώνιον περιεχόμενον ὑπὸ δύο τῶν τε ἀξονίων τῶν δύο ἴσων καὶ ὁμοίων κυλίνδρων, καὶ τῆς ἐν τῷ ἐπιπέδῳ διὰ τῶν περάτων αὐτῶν εὐθείας, καὶ ἔτι τῆς σπάρτου· καὶ δῆλον ὅτι καὶ ὀρθογώνιόν ἐστιν διὰ τὸ καὶ τὰ κυλίνδρια πρὸς ὀρθὰς εἶναι τῷ ἐπιπέδῳ καὶ τοὺς ἄξονας αὐτῶν τῇ εὐθείᾳ τῇ ἐν τῷ ἐπιπέδῳ. ὥστε ὅταν ἡ σπάρτος ἐφάψηται ἀκριβῶς τοῦ πέρατος τοῦ κατωτέρω κυλινδρίου, τότε καὶ τὸ ἐπίπεδον ὀρθὸν ἔσται πρὸς τὸ παρὰ τὸν ὁρίζοντα τοῦ παραλληλογράμμου ὀρθογωνίου συνισταμένου.
Ἔτι δὲ καὶ τῆς θέσεως εἰρημένης, ἑξῆς περὶ τῆς χρήσεως διαλημψόμεθα. ἐποιούμεθα δὴ τὴν τοιαύτην κατὰ πλάτος παρατήρησιν, τοῦ ἡλίου ὁμοίως περὶ τὰς θερινὰς τροπὰς ἢ τὰς χειμερινὰς τυγχάνοντος, ἔτι τε καὶ κατʼ αὐτὴν τὴν μεσημβρίαν, τουτέστι πάλιν ὥρας ϛ, τὴν ἀπὸ τοῦ κυλινδρίου προσπίπτουσαν ἐπὶ τὸ καταγεγραμμένον ἐπίπεδον σκιὰν σημειούμενοι κατὰ ποίου τμήματος τῆς περιφερείας τυγχάνει, καὶ πηλίκην ἀπολαμβάνει περιφέρειαν ἀπὸ τῆς πρὸς ὀρθὰς τῷ ὁρίζοντι εὐθείας, ἥτις καὶ ἐπὶ τὸ κατὰ κορυφὴν πίπτει. καὶ ἵνα καταδηλοτέρα ἡμῖν γένηται ἡ ἀπὸ τοῦ κυλινδρίου σκιά, παρατίθεμεν πτύχιόν τι πρὸς τῇ καταγεγραμμένῃ περιφερείᾳ, πρὸς τὸ εἰς ἐκεῖνο προσπίπτουσαν αὐτὴν εὐσημαντοτέραν καταφαίνεσθαι. καὶ ἐπεὶ ἡ σκιὰ πλατυτέρα ἐστίν, ἐπεὶ καὶ αὐτὸ τὸ κυλίνδριον παχύτερον τυγχάνει, καὶ πλείονα τόπον τῆς περιφερείας ἀπολαμβάνει, τὸ μέσον αὐτῆς σημειούμενοι ἐπὶ τῆς τοῦ τεταρτημορίου διαιρέσεως, εἴχομεν τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν τοῦ κέντρου τοῦ ἡλίου κατὰ πλάτος ἐπὶ τοῦ μεσημβρινοῦ παραχώρησιν, τουτέστιν τὴν πρὸς ἄρκτους καὶ μεσημβρίαν.
Ποιούμενοι οὖν τὰς τοιαύτας παρατηρήσεις ἑξῆς ἡμερῶν, καὶ ἡνίκα μὲν περὶ τὴν θερινὴν τροπὴν ὁ ἥλιος ἐτύγχανεν παρατηρούμενοι τὴν ἀπὸ τοῦ κυλινδρίου σκιὰν ὡς ἐπὶ τὰ νότια γινομένην καὶ μηκέτι ἐπὶ τὰ νοτιώτερα ἀπερχομένην, ἀλλὰ ὑποστρέφουσαν, λαμβάνοντες τὸ κατʼ ἐκεῖνο σημεῖον, εἴχομεν τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν θερινὸν τροπικὸν σημεῖον τοῦ ἡλίου παραχώρησιν.
Εἶτα πάλιν περὶ τὰς χειμερινὰς τροπὰς αὐτοῦ κατιόντος, καὶ γινομένης τῆς σκιᾶς βορειοτέρας καὶ μηκέτι πορρωτέρω τούτου ὡς ἐπὶ τὰ βορειότερα παραχωρούσης, ἀλλὰ πάλιν ὑποστρεφούσης, ὁμοίως σημειούμενοι τὸ κατʼ αὐτὸ σημεῖον, ηὑρίσκομεν τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ νοτιώτατον τοῦ ἡλίου παραχώρησιν.
Καὶ οὕτως εἴχομεν ἐπὶ τοῦ μεσημβρινοῦ τὴν ἀπὸ τοῦ βορειοτάτου τοῦ ἡλίου πέρατος ἐπὶ τὸ νοτιώτατον ἐπιζητουμένην περιφέρειαν, πόσων ἐστὶν τμημάτων ἐκ τῶν μεταξὺ ἀπολημφθεισῶν διαιρέσεων· ἣν δίχα τεμόντες εἴχομεν καὶ τὸ κατὰ τὸν ἰσημερινὸν σημεῖον, καὶ πόσον ἀφέστηκεν ἑκατέρου τῶν τροπικῶν, καὶ ἔτι τὴν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸν ἰσημερινόν, ἥτις ἴση ἐστὶν τῷ ἐξάρματι, ἤτοι πλάτει τῆς ὑποκειμένης οἰκήσεως.
Ἵνα δὲ πάλιν καὶ διὰ τῶν γραμμῶν ὑπʼ ὄψιν ἡμῖν γένηται τὰ λεγόμενα, ἔστω πάλιν τὸ καταγραφόμενον τῆς πλινθίδος ἐπίπεδον τὸ ΕΗΔΘ παράλληλον τῷ τοῦ μεσημβρινοῦ ἐπιπέδῳ καὶ ὀρθὸν πρὸς τὸ τοῦ ὁρίζοντος. καὶ τοῦ μὲν ἄκρου τῆς σκιᾶς γινομένου ἐν ταῖς θεριναῖς τροπαῖς κατὰ τοῦ Ν, ἐν δὲ ταῖς χειμεριναῖς κατὰ τοῦ Ο … γράψει τὸ ἄκρον τῆς σκιᾶς τὸν ΠΤΗΟ κύκλον, ὃ ἔσται δηλονότι μεσημβρινὸς διὰ τὸ καὶ τὸ ἐπίπεδον ἐν τῷ τοῦ μεσημβρινοῦ τὴν θέσιν ἔχειν. καὶ ἐὰν ἐπιζεύξαντες τὰς ΝΕ, ΟΕ νοήσωμεν αὐτὰς ἐπὶ τὸν μεσημβρινὸν ἐκβαλλομένας ὡς τὰς ΝΕΡ, ΟΕΤ, καὶ ἐπιζεύξωμεν πάλιν τὰς ΡΟ, ΤΝ, καὶ προσεκβάλωμεν τὴν ΗΕ ἐπὶ τὸ Π, ἔσται ἡ μὲν ΡΟ θερινοῦ τροπικοῦ διάμετρος, ἡ δὲ ΤΝ χειμερινοῦ τροπικοῦ, τὸ δὲ Π κατὰ κορυφήν, καὶ ἡ μὲν ΡΕΝ θερινὴ τροπικὴ ἀκτὶς ἡ δὲ ΤΟ χειμερινή. καὶ δῆλον ὅτι κατὰ μὲν τοῦ Ρ γινόμενος ὁ ἥλιος διὰ τοῦ πρὸς τῷ Ε κυλινδρίου ἀκτῖνα πέμψει κατὰ τὸ Ν ἀπέχων τοῦ Π κατὰ κορυφὴν τὴν ΠΡ περιφέρειαν, τουτέστιν τὴν ΗΝ· πρὸς δὲ τῷ Τ γινόμενος ἀκτῖνα πέμψει τὴν ΤΟ, ἀπέχων πάλιν τοῦ Π κατὰ κορυφὴν τὴν ΠΤ περιφέρειαν, τουτέστιν τὴν ΗΟ.
Ἐκ πλειόνων οὖν τοιούτων παρατηρήσεων τῶν περὶ τὰς θερινὰς τροπὰς καὶ τὰς χειμερινὰς αὐτῷ γεγενημένων κατελάβετο τὴν ΝΟ μεταξὺ τῶν τροπικῶν πάντοτε μζ οἵων ὁ κύκλος τξ, καὶ μείζονος μὲν ἢ διμοίρου τμήματος, ἐλάσσονος δὲ ἢ ἡμίσεος τετάρτου. καὶ τοῦτο δὲ οὕτως ἔχον ἐπελογίζετο, διὰ τὸ καὶ τὰ μεταξὺ μοιριαῖα διαστήματα διῃρῆσθαι κατὰ τὰ ε ἑξηκοστά. καὶ ἔστιν οὗτος ὁ λόγος ὁ αὐτὸς σχεδὸν τῷ τοῦ Ἐρατοσθένους, ᾧ καὶ ὁ Ἵππαρχος συνεχρήσατο ὡς ἀκριβῶς εἰλημμένῳ. καὶ γὰρ ὁ Ἐρατοσθένης διελὼν τὸν ὅλον κύκλον εἰς πγ ηὕρισκεν τὴν μεταξὺ τῶν τροπικῶν τῶν αὐτῶν ια. καὶ ἔστιν ὡς τξ πρὸς μζ μβ μ οὕτως πγ πρὸς ια.
Ὅτι δὲ ἐκ τῶν τοιούτων παρατηρήσεων ἐξ εὐχεροῦς λαμβάνεται καὶ τὸ ἔξαρμα ἢ καὶ ἡ ἔγκλισις τῆς οἰκήσεως ἐν ᾗ δʼ ἂν ἡ παρατήρησις γίνηται, οὕτως ἔσται δῆλον. ἐπεὶ γὰρ τῆς ΡΤ δίχα τμηθείσης ἐπὶ τοῦ ἰσημερινοῦ τὸ σημεῖον ἐγίνετο, ἐὰν ἄρα τέμωμεν αὐτὴν δίχα κατὰ τὸ Σ, καὶ ἐπιζεύξαντες τὴν ΣΕ διαγάγωμεν κατὰ τὸ Ξ, ἔσται ἡ ΣΞ διάμετρος τοῦ ἰσημερινοῦ. ἐὰν οὖν ταύτῃ πρὸς ὀρθὰς ἀπὸ τοῦ Ε κέντρου ἀγάγωμεν τὴν ΕΦ, ἔσται ὁ ἄξων, τὸ δὲ Φ πόλος τοῦ ἰσημερινοῦ. καὶ ἡ μὲν ΕΘ ὁρίζοντος θέσιν ἕξει, διὰ τὸ ὀρθὴν εἶναι τὴν ὑπὸ ΠΕΘ ἀπὸ τοῦ Π κατὰ κορυφήν, καὶ τεταρτημορίου γίνεσθαι τὴν ΠΑ ὅσον καὶ ἀπέχει τὸ κατὰ κορυφὴν, τοῦ ὁρίζοντος πόλος αὐτοῦ τυγχάνων· τὸ δὲ Φ ἔσται ὁ φανερὸς πόλος. καὶ ἐπεὶ ἡ ΠΑ τεταρτημορίου, ἀλλὰ καὶ ἡ ΣΦ, διὰ τὸ Φ πόλον εἶναι τοῦ ἰσημερινοῦ, καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΠΦ, λοιπὴ ἡ ΠΣ ἴση ἔσται τῇ ΦΑ, ὁμοίως τοῖς ἔμπροσθεν εἰρημένοις. καὶ ἔστιν ἡ ΑΦ τοῦ ἐξάρματος. καὶ ἡ ΠΣ ἄρα ἴση ἐστὶν τῷ τοῦ πόλου ἐξάρματι. καὶ δέδοται ἡ ΠΣ, τουτέστιν ἡ ΗΞ, ἐκ τῆς τοῦ τεταρτημορίου διαιρέσεως. δέδοται ἄρα καὶ ἡ ΦΑ τοῦ ἐξάρματος. ὥστε καὶ ἡ ΣΨ λείπουσα τῆς ΠΣ εἰς τὸ τεταρτημόριον ἔσται δεδομένη, τῆς ἐγκλίσεως τυγχάνουσα.
Ὡσαύτως δὲ καὶ καθʼ οἵαν δʼ ἂν οἴκησιν τὴν τοιαύτην παρατήρησιν ποιώμεθα, τὴν οὕτω λαμβανομένην διάστασιν ἀπὸ τοῦ κατὰ κορυφὴν ἐπὶ τὸ τῆς διχοτομίας τῆς τε βορειοτάτης καὶ νοτιωτάτης τοῦ ἡλίου παραχωρήσεως, φήσομεν εἶναι τοῦ ἐξάρματος, ὃ καὶ πλάτος ἐστὶ τῆς οἰκήσεως, τὴν δὲ λοιπὴν εἰς τὸ τεταρτημόριον τῆς ἐγκλίσεως.
Φανερὸν δὲ ὅτι τῆς πλευρᾶς τῆς καταγραφείσης οὔσης τῆς ΕΗΔΘ, καὶ τοῦ γνωμονίου κειμένου πρὸς τῇ μιᾷ τῶν γωνιῶν ὡς κατὰ τὸ Ε, οὐχὶ εἰς πᾶσαν οἴκησιν χρησιμεύσει τὸ ὄργανον πρὸς τὴν κατάληψιν τῆς ἐπιζητουμένης μεταξὺ τῶν τροπικῶν περιφερείας. ἔνθα γὰρ ὁ ἥλιος βορειότερος γίνεται τοῦ Π κατὰ κορυφὴν ὡς ἐπὶ τοῦ Χ, πέμψει διὰ τοῦ πρὸς τὸ Ε κυλινδρίου ἀκτῖνα τὴν ΧΕΩ ἐκπίπτουσαν τοῦ ΕΗΔΘ παραλληλογράμμου καὶ ἀδύνατον ποιοῦσαν τὴν ἐπιζητουμένην κατάλημψιν. διὸ χρὴ ἐπὶ τῶν τοιούτων κλιμάτων μὴ πρὸς τῷ ἄκρῳ τυγχάνειν τὸ γνωμόνιον, ἀλλὰ περὶ μέσον, ὡς ἐπὶ τοῦ ΘΩ παραλληλογράμμου τὸ Ε, καὶ προσαναπληροῦν τὴν περιφέρειαν, καὶ οὕτω τὴν τῆς μεταξὺ τῶν τροπικῶν κατάλημψιν μεταχειρίζεσθαι ἀκολούθως τοῖς εἰρημένοις ἐπὶ τοῦ κρίκου.
Καὶ ἔσονται ἡμῖν αἵ τε κατασκευαὶ καὶ αἱ θέσεις τῶν δυεῖν ὀργάνων καὶ αἱ διὰ τῶν τοιούτων τηρήσεων καταλήμψεις τοιαῦται.
Ἐπαπορήσειε δʼ ἄν τις διʼ ἣν αἰτίαν, μετὰ τὴν ἔκθεσιν τῶν ἀρχοειδῶς ὀφειλόντων προλημφθῆναι τῆς μαθηματικῆς θεωρίας, ἀρχόμενος τῶν κατὰ μέρος ἀποδείξεων καὶ φήσας πρώτην δέον εἶναι ποιήσασθαι τὴν ἀπόδειξιν τῆς πηλικότητος τῆς μεταξὺ τῶν δύο πόλων περιφερείας τοῦ τε διὰ μέσου τῶν ζῳδίων καὶ τοῦ ἰσημερινοῦ, καὶ ταύτης ἀναγκαῖον εἶναι προλαβεῖν τὴν πραγματείαν τῶν ἐν κύκλῳ εὐθειῶν ὡς συντελοῦσαν πρὸς τὴν ἀπόδειξιν τῆς μεταξὺ τῶν εἰρημένων δύο πόλων περιφερείας, προεκθέμενος τὰς ἐν κύκλῳ εὐθείας οὐδαμοῦ ταύταις προσεχρήσατο πρὸς τὴν εὕρεσιν τῆς μεταξὺ τῶν πόλων περιφερείας. δῆλον οὖν ὅτι καὶ ταύτην μετὰ τῶν ἀρχοειδῶν προλαβεῖν βεβούληται, ὡς συντελοῦσαν εἰς τὰς πλείστας τῆς συντάξεως γραμμικὰς ἀποδείξεις· διὸ καί φησιν· «ἀναγκαῖον ὁρῶμεν προεκθέσθαι τὴν πραγματείαν τῶν ἐν κύκλῳ εὐθειῶν, «ἅπαξ γε μελλήσοντες ἅπαντα γραμμικῶς ἀποδεικνύναι». ἔμελλεν γὰρ μὴ προεκθέμενος τὰς ἐν κύκλῳ εὐθείας καταδιαιρεῖν τὴν τῆς λοξώσεως πραγματείαν, δείξας πρότερον διὰ τοῦ ὀργάνου τὴν μεταξὺ τῶν τροπικῶν καὶ τοῦ ἰσημερινοῦ μοιρῶν κγ να κ ἔγγιστα συναγομένην, ἥτις ἐστὶν τῆς μεγίστης λοξώσεως, εἶτα μετὰ τὴν ἔκθεσιν τῆς πραγματείας τῶν ἐν τῷ κύκλῳ εὐθειῶν τὰς κατὰ μέρος λοξώσεις· προσδεῖται γὰρ αὐτῶν εἰς ταύτας.
Λῆμμα.
Εἷς λόγος ἐκ δύο λόγων ἢ καὶ πλειόνων συγκεῖσθαι λέγεται, ὅταν αἱ τῶν λόγων πηλικότητες πολλαπλασιασθεῖσαι ποιῶσί τινα πηλικότητα λόγου.
Ἐχέτω γὰρ τὸ ΑΒ πρὸς τὸ ΓΔ λόγον δεδομένον, καὶ τὸ ΓΔ πρὸς τὸ ΕΖ λόγον· λέγω ὅτι ὁ τοῦ ΑΒ πρὸς ΕΖ λόγος σύγκειται ἔκ τε τοῦ ΑΒ πρὸς ΓΔ καὶ τοῦ ΓΔ πρὸς ΕΖ, τουτέστιν ὅτι ἐὰν ἡ τοῦ ΑΒ πρὸς τὸ ΓΔ λόγου πηλικότης πολλαπλασιασθῇ ἐπὶ τὴν τοῦ ΓΔ πρὸς ΕΖ, τοῦ λόγου πηλικότητα ποιεῖ τὴν τοῦ ΑΒ πρὸς τὴν ΕΖ.
Ἔστω γὰρ πρότερον τὸ μὲν ΑΒ τοῦ ΔΓ μεῖζον, τὸ δὲ ΓΔ τοῦ ΕΖ. καὶ ἔστω τὸ μὲν ΑΒ τοῦ ΓΔ διπλάσιον, τὸ δὲ ΓΔ τοῦ ΕΖ τριπλάσιον. ἐπεὶ οὖν τὸ μὲν ΓΔ τοῦ ΕΖ τριπλάσιόν ἐστιν, τὸ δὲ ΑΒ τοῦ ΓΔ διπλάσιον, τὸ ἄρα ΑΒ τοῦ ΕΖ ἐστὶν ἑξαπλάσιον, ἐπεὶ καὶ ἐὰν τὸ τριπλάσιόν τινος διπλασιάσωμεν, γίνεται αὐτοῦ ἑξαπλάσιον. τοῦτο γάρ ἐστιν κυρίως σύνθεσις.
Ἢ οὑτωσί. ἐπεὶ τὸ ΑΒ τοῦ ΓΔ ἐστὶν διπλάσιον, διῃρήσθω τὸ ΑΒ εἰς τὰ τῷ ΓΔ ἴσα τὰ ΑΗ, ΗΒ. καὶ ἐπεὶ τὸ ΓΔ τοῦ ΕΖ ἐστὶν τριπλάσιον, διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΗΒ τοῦ ΕΖ ἐστὶν τριπλάσιον. ὅλον ἄρα τὸ ΑΒ τοῦ ΕΖ ἐστὶν ἑξαπλάσιον. ὁ ἄρα τοῦ ΑΒ πρὸς τὸ ΕΖ λόγος συνῆκται διὰ τοῦ ΓΔ μέσου ὅρου συγκείμενος ἔκ τε τοῦ ΑΒ πρὸς ΓΔ λόγου καὶ τοῦ ΓΔ πρὸς ΕΖ.
Ἀλλʼ ὁμοίως δὲ καὶ ἐὰν ἔλαττον ᾗ ἑκατέρου τῶν ΑΒ, ΕΖ τὸ ΓΔ, τὸ αὐτὸ συναχθήσεται. ἔστω γὰρ πάλιν τὸ μὲν ΑΒ τοῦ ΓΔ τριπλάσιον, τὸ δὲ ΓΔ ἥμισυ τοῦ ΕΖ. καὶ ἐπεὶ τὸ ΓΔ ἥμισύ ἐστιν τοῦ ΕΖ, τοῦ δὲ ΓΔ τριπλάσιον τὸ ΑΒ, τὸ ΑΒ ἄρα ἡμιόλιόν ἐστιν τοῦ ΕΖ· ἐὰν γὰρ τὸ ἥμισύ τινος τριπλασιάσωμεν, ἕξει αὐτὸ ἅπαξ καὶ ἡμισάκις.
Ἢ καὶ οὕτως. ἐπεὶ τὸ μὲν ΑΒ τοῦ ΓΔ ἐστὶν τριπλάσιον τὸ δὲ ΓΔ τοῦ ΕΖ ἥμισυ, οἵων ἐστὶν τὸ ΑΒ ἴσων τῷ ΓΔ τριῶν τοιούτων ἐστὶν τὸ ΕΖ δύο. ὥστε ἡμιόλιον ἔσται τὸ ΑΒ τοῦ ΕΖ. ὁ ἄρα τοῦ ΑΒ πρὸς τὸ ΕΖ λόγος συνῆκται διὰ τοῦ ΓΔ μέσου ὅρου συγκείμενος ἔκ τε τοῦ ΑΒ πρὸς ΓΔ λόγου καὶ τοῦ ΓΔ πρὸς ΕΖ.
Ἀλλὰ δὴ πάλιν ἔστω τὸ ΓΔ ἑκατέρου τῶν ΑΒ, ΕΖ μεῖζον· καὶ ἔστω τὸ μὲν ΑΒ τοῦ ΓΔ ἥμισυ μέρος, τὸ δὲ ΓΔ τοῦ ΕΖ ἐπίτριτον. ἐπεὶ οὖν οἵων ἐστὶν τὸ ΑΒ δύο τοιούτων τὸ ΓΔ τεσσάρων, οἵων δὲ τὸ ΓΔ τεσσάρων τοιούτων τὸ ΕΖ τριῶν, καὶ οἵων ἄρα τὸ ΑΒ δύο τοιούτων τὸ ΕΖ τριῶν. συνῆκται ἄρα πάλιν ὁ τοῦ ΑΒ πρὸς ΕΖ λόγος διὰ τοῦ ΓΔ μέσου ὅρου ὁ τῶν δύο πρὸς τὰ τρία τοῦ τε ὑποδιπλασίου καὶ τοῦ ἐπιτρίτου, ὁ ὑφημιόλιος. ὁμοίως δὴ καὶ ἐπὶ πλειόνων καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων.
Καὶ δῆλον ὡς ὅτι ἐὰν ἀπὸ τοῦ συγκειμένου λόγου εἷς ὁποιοσοῦν τῶν συντιθέντων ἀφαιρεθῇ, ἑνὸς τῶν ἄκρων ἀφανισθέντος, ὁ λοιπὸς τῶν συντιθέντων καταλειφθήσεται. Προλαμβανόμενα εἰς τὰς σφαιρικὰς δείξεις
«Ἀκολούθου ὄντος καὶ τὰς κατὰ μέρος ἀποδεῖξαι πηλικότητας τῶν «ἀπολαμβανομένων περιφερειῶν μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ «διὰ μέσων τῶν ζῳδίων κύκλου τῶν γραφομένων μεγίστων κύκλων διὰ «τῶν τοῦ ἰσημερινοῦ πόλων» διὰ τὸ τὴν μεγίστην δεδειχέναι τουτέστιν τὴν ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν τροπικόν, προεκτίθεται λημμάτια βραχέα καὶ εὔχρηστα διʼ ὧν τὰς πλείστας τῶν σφαιρικῶν δείξεων ἁπλούστερον καὶ μεθοδικώτερον ἐφοδεύει. καὶ πρῶτον οὗ ἡ πρότασις δύναται εἶναι τοιαύτη.
Ἐὰν εἰς δύο εὐθείας πεπερασμένας γωνίαν περιεχούσας ἀπὸ τῶν περάτων διαχθῶσιν δύο εὐθεῖαι τέμνουσαι ἀλλήλας καὶ τὰς τὴν γωνίαν περιεχούσας, ὁ τῆς μιᾶς τῶν εὐθειῶν τῶν τὴν ἐξ ἀρχῆς γωνίαν περιεχουσῶν πρὸς τὴν ἀπολαμβανομένην ἀπʼ αὐτῆς πρὸς τῇ γωνίᾳ ὑπὸ τῆς διαχθείσης λόγος συνῆπται ἤτοι σύγκειται ἔκ τε τοῦ λόγου τῆς διαχθείσης ἀπὸ τοῦ πέρατος τῆς εἰρημένης μιᾶς εὐθείας καὶ τῆς ἀπολαμβανομένης αὐτῆς ὑπὸ τῆς ἑτέρας διαχθείσης καὶ τῆς ἑτέρας τῶν περιεχουσῶν τὴν γωνίαν, καὶ ἔτι τοῦ λόγου τῆς ἀπολαμβανομένης ἀπὸ τῆς ἑτέρας διαχθείσης ὑπό τε τῆς τομῆς τῶν διαχθεισῶν καὶ τοῦ πέρατος τῆς ἑτέρας τῶν τὴν γωνίαν περιεχουσῶν, καὶ αὐτῆς ὅλης τῆς διαχθείσης.
«Εἰς γὰρ δύο εὐθείας τὰς ΑΒ, ΑΓ διαχθεῖσαι δύο ἥ τε ΒΕ καὶ ἡ ΓΔ «τεμνέτωσαν ἀλλήλας κατὰ τὸ Ζ σημεῖον. λέγω ὅτι ὁ τῆς ΓΑ πρὸς ΑΕ «λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΔ πρὸς ΔΖ λόγου καὶ τοῦ τῆς ΒΖ πρὸς «ΒΕ.
«Ἤχθω γὰρ διὰ τοῦ Ε τῇ ΓΔ παράλληλος ΕΗ. ἐπεὶ οὖν παράλληλός «ἐστιν ἡ ΓΔ τῇ ΕΗ, ὁ ἄρα τῆς ΓΑ πρὸς ΑΕ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς «ΓΔ πρὸς ΕΗ»· ἰσογώνιον γάρ ἐστιν τὸ ΑΓΔ τρίγωνον τῷ ΑΕΗ. ἀλλὰ τῆς ΔΖ εὐθείας «ἔξωθεν» ἤτοι μέσης λαμβανομένης τῶν ΓΔ, ΕΗ, «ὁ τῆς «ΓΔ πρὸς ΕΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΔ πρὸς ΔΖ λόγου καὶ τοῦ «τῆς ΔΖ πρὸς ΕΗ. ἀλλὰ τῷ τῆς ΔΖ πρὸς ΕΗ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς «ΖΒ πρὸς ΒΕ» διὰ τὸ παράλληλον εἶναι τὴν ΔΖ τῇ ΕΗ καὶ ἰσογώνιον πάλιν γίνεσθαι τὸ ΒΖΔ τρίγωνον τῷ ΒΕΗ. ὁ ἄρα τῆς ΓΔ πρὸς ΕΗ τουτέστιν τῆς ΓΑ πρὸς ΑΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΔ πρὸς ΔΖ λόγου καὶ τοῦ τῆς ΖΒ πρὸς ΒΕ, ὅπερ ἔδει δεῖξαι.
Καὶ δῆλον ὅτι ἀφʼ οὗ σημείου ἄρχεται ὁ συντιθέμενος λόγος, ἀπὸ τούτου ἄρχεται καὶ ὁ πρῶτος τῶν συντιθέντων· καὶ εἰς ὃ οὗτος καταλήγει, ἀπὸ τούτου ἄρχεται ὁ δεύτερος τῶν συντιθέντων· καὶ λήγει εἰς ὃ καὶ ὁ συντιθέμενος κατέληξεν· καθάπερ ὁ συντιθέμενος ὁ τῆς ΓΑ πρὸς ΑΕ λόγος ἤρξατο μὲν ἀπὸ τοῦ Γ καὶ κατέληξεν ἐπὶ τὸ Ε, εἶτα ὁ πρῶτος τῶν συντιθέντων ὁ τῆς ΓΔ πρὸς ΔΖ λόγος ἤρξατο ἀπὸ τοῦ Γ ἀφʼ οὗ καὶ ὁ συντιθέμενος καὶ κατέληξεν ἐπὶ τὸ Ζ, καὶ ἑξῆς ὁ δεύτερος τῶν συντιθέντων ὁ τῆς ΖΒ πρὸς ΒΕ ἤρξατο ἀπὸ τοῦ Ζ εἰς ὃ ὁ πρῶτος τῶν συντιθέντων κατέληξεν, καὶ κατέληξεν ἐπὶ τὸ Ε ἐφʼ οὗ ὁ συντιθέμενος κατέληξεν.
Λέγω δʼ ὅτι καὶ καθόλου ἐπὶ τῆς τοιαύτης τάξεως ἡ ὁμοία δεῖξις συνίσταται, τουτέστιν ὅτι ὁ τῆς ΕΒ πρὸς ΒΖ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ΕΑ πρὸς ΑΓ λόγου καὶ τοῦ τῆς ΓΔ πρὸς ΔΖ. ὡς γὰρ ἐπὶ τῆς ἐπάνω καταγραφῆς, ἐπεὶ ὁ τῆς ΕΒ πρὸς ΒΖ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΕΗ πρὸς ΖΔ, ἀλλὰ τῶν ΕΗ πρὸς ΖΔ τῆς ΓΔ ἔξωθεν λαμβανομένης, ὁ τῆς ΕΗ πρὸς ΖΔ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΕΗ πρὸς ΓΔ καὶ τοῦ τῆς ΓΔ πρὸς ΔΖ. ὥστε καὶ ὁ τῆς ΕΒ πρὸς ΒΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΕΗ πρὸς ΓΔ καὶ τοῦ τῆς ΓΔ πρὸς ΔΖ. ἀλλὰ τῷ τῆς ΕΗ πρὸς ΓΔ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ΕΑ πρὸς ΑΓ. ὁ ἄρα τῆς ΕΒ πρὸς ΒΖ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ΕΑ πρὸς ΑΓ καὶ τοῦ τῆς ΓΔ πρὸς ΔΖ, ὅπερ ἔδει δεῖξαι.
Ἔτι καὶ ἑτέρως μεταλημπτέον τὴν εἰρημένην τάξιν λέγω οὖν πάλιν ὅτι ὁ τῆς ΒΕ πρὸς ΕΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΒΑ πρὸς ΑΔ καὶ τοῦ τῆς ΔΓ πρὸς ΓΖ. ὡς γὰρ ἐπὶ τῆς ἑξῆς καταγραφῆς, ἤχθω διὰ τοῦ Ζ σημείου τῇ ΑΒ παράλληλος ΖΗ. ἐπεὶ οὖν ὁ τῆς ΒΕ πρὸς ΕΖ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΒΑ πρὸς ΖΗ, ἀλλὰ ὁ τῆς ΒΑ πρὸς ΖΗ λόγος τῆς ΔΑ ἔξωθεν λαμβανομένης σύγκειται ἔκ τε τοῦ τῆς ΒΑ πρὸς ΑΔ καὶ τοῦ τῆς ΑΔ πρὸς ΖΗ. ὥστε καὶ ὁ τῆς ΒΕ πρὸς ΕΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΒΑ πρὸς ΑΔ καὶ τοῦ τῆς ΑΔ πρὸς ΖΗ. τῷ δὲ τῆς ΑΔ πρὸς ΖΗ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ΔΓ πρὸς ΓΖ. καὶ ὁ τῆς ΒΕ πρὸς ΕΖ ἄρα λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΒΑ πρὸς ΑΔ καὶ τοῦ τῆς ΔΓ πρὸς ΓΖ, ὅπερ ἔδει δεῖξαι.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων τὸ αὐτὸ συναχθήσεται τῆς τῶν εὐθειῶν τάξεως κατὰ τὸν εἰρημένον τρόπον λαμβανομένης.
Ἵνα δὲ ἔτι κατάδηλον γένηται τὸ τῆς συνθέσεως τῶν λόγων, διήχθω ΓΔ ἐπὶ τὸ Θ, καὶ κείσθω τῇ ΕΗ ἴση ἡ ΔΘ. καὶ ἤχθω ἀπὸ τοῦ Δ τῇ ΓΘ πρὸς ὀρθὰς ἡ ΔΚ, καὶ ἴση κείσθω τῇ ΔΖ, καὶ συμπεπληρώσθω τὸ ΛΓ παραλληλόγραμμον. καὶ ἐπεὶ ὁ τοῦ ΓΚ παραλληλογράμμου πρὸς τὸ ΚΘ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΓΔ εὐθείας πρὸς τὴν ΔΘ, ὁ δὲ τοῦ ΓΚ πρὸς ΚΘ λόγος σύγκειται ἐκ τῶν πλευρῶν, τουτέστιν ἔκ τε τοῦ ὃν ἔχει ἡ ΓΔ πρὸς ΔΚ καὶ ἡ ΚΔ πρὸς ΔΘ — τὰ γὰρ ἰσογώνια παραλληλόγραμμα λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν —, καὶ ὁ τῆς ΓΔ ἄρα πρὸς ΔΘ λόγος σύγκειται ἔκ τε τῆς ΓΔ πρὸς ΔΚ λόγου, καὶ τοῦ τῆς ΚΔ πρὸς ΔΘ. ἀλλὰ ἡ μὲν ΔΚ τῇ ΔΖ ἐστὶν ἴση, ἡ δὲ ΔΘ τῇ ΗΕ. ὁ ἄρα τῆς ΓΔ πρὸς ΕΗ λόγος, τουτέστιν ὁ τῆς ΓΑ πρὸς ΑΕ, σύγκειται ἔκ τε τοῦ τῆς ΓΔ πρὸς ΔΖ καὶ τοῦ τῆς ΔΖ πρὸς ΕΗ, τουτέστιν τῆς ΖΒ πρὸς ΒΕ.
Ἑξῆς δὲ καὶ δεύτερον θεώρημα ἐκτίθεται συντελοῦν καὶ αὐτὸ ὡς ἔφαμεν πρὸς τὰς σφαιρικὰς ἀποδείξεις, ὅμοιον μὲν τῷ πρώτῳ, κατὰ διαίρεσιν δὲ αὐτοῦ τυγχάνον, οὗ ἡ πρότασις δύναται εἶναι τοιαύτη.
Ἐὰν εἰς δύο εὐθείας πεπερασμένας γωνίαν περιεχούσας διαχθῶσιν δύο εὐθεῖαι ἀπὸ τῶν περάτων τέμνουσαι ἀλλήλας καὶ τὰς τὴν γωνίαν περιεχούσας, ὁ τῶν τῆς μιᾶς τῶν τὴν γωνίαν περιεχουσῶν εὐθειῶν τμημάτων λόγος ἀρχόμενος ἀπὸ τοῦ πρὸς τῷ κάτω πέρατι σύγκειται ἔκ τε τῶν τῆς ἀπὸ τοῦ αὐτοῦ πέρατος διαχθείσης εὐθείας ἀρχομένων πάλιν ἀπὸ τοῦ αὐτοῦ πέρατος, καὶ τοῦ λόγου ἀπολαμβανομένου τμήματος ὑπὸ τῆς αὐτῆς διαχθείσης τῆς ἑτέρας τῶν περιεχουσῶν τὴν γωνίαν πρὸς τῷ πέρατι αὐτῆς καὶ αὐτῆς ὅλης.
Εἰς γὰρ δύο εὐθείας τὰς ΑΒ ΑΓ διήχθωσαν δύο εὐθεῖαι αἱ ΒΕ, ΓΔ τέμνουσαι ἀλλήλας κατὰ τὸ Ζ. λέγω ὅτι ὁ τῆς ΓΕ πρὸς ΕΑ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΔ λόγου καὶ τοῦ τῆς ΔΒ πρὸς ΒΑ.
Ἤχθω γὰρ διὰ τοῦ Α τῇ ΕΖ παράλληλος ἡ ΑΗ καὶ διήχθω ἡ ΓΔ ἐπὶ τὸ Η. ἐπεὶ οὖν παράλληλός ἐστιν ἡ ΕΖ τῇ ΑΗ, ἔστιν ἄρα ὡς ἡ ΓΕ πρὸς ΕΑ οὕτως ἡ ΓΖ πρὸς ΖΗ. ἀλλʼ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις, τῶν ΓΖ, ΖΗ μέσης λαμβανομένης τῆς ΖΔ, ὁ τῆς ΓΖ πρὸς ΖΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΔ λόγου καὶ τοῦ τῆς ΔΖ πρὸς ΖΗ. ἀλλὰ τῷ τῆς ΔΖ πρὸς ΖΗ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ΔΒ πρὸς ΒΑ, διὰ τὸ ἰσογώνια εἶναι τὰ ΑΔΗ, ΒΔΖ τρίγωνα καὶ εἶναι ὡς τὴν ΗΔ πρὸς ΔΑ οὕτω τὴν ΖΔ πρὸς ΔΒ, καὶ ἐναλλὰξ ὡς τὴν ΗΔ πρὸς ΔΖ οὕτως τὴν ΑΔ πρὸς ΔΒ, καὶ συνθέντι καὶ ἀνάπαλιν, ὡς τὴν ΔΖ πρὸς ΖΗ οὕτως τὴν ΔΒ πρὸς ΒΑ. ὁ ἄρα τῆς ΓΖ πρὸς ΖΗ λόγος, τουτέστιν ὁ τῆς ΓΕ πρὸς ΕΑ, σύγκειται ἐκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΔ καὶ τοῦ τῆς ΔΒ πρὸς ΒΑ.
Καὶ φανερὸν ὅτι ὁμοίως καὶ ἐνταῦθα ἀφʼ οὗ σημείου ἤρξατο ὁ συντιθέμενος λόγος, ἀπὸ τούτου ἤρξατο καὶ ὁ πρῶτος τῶν συντιθέντων, καὶ εἰς ὃν οὗτος κατέληξεν, ἀπὸ τούτου ἤρξατο ὁ δεύτερος τῶν συντιθέντων καὶ κατέληξεν ἔνθα καὶ ὁ συντιθέμενος.
Λέγω δὴ πάλιν ὅτι καὶ ἐνταῦθα καθόλου ἐπὶ τῆς τοιαύτης τάξεως ἡ δεῖξις προχωρεῖ, καὶ πρῶτον ὅτι ὁ τῆς ΒΖ πρὸς τὴν ΖΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ΒΔ πρὸς τὴν ΔΑ καὶ τοῦ τῆς ΑΓ πρὸς τὴν ΓΕ.
Ἤχθω γὰρ διὰ τοῦ Α τῇ ΓΔ παράλληλος ἡ ΑΘ, καὶ διήχθω ἡ ΒΕ ἐπὶ τὸ Θ. ἐπεὶ οὖν ὁ τῆς ΒΖ πρὸς ΖΕ λόγος τῆς ΖΘ ἔξωθεν λαμβανομένης σύγκειται ἔκ τε τοῦ τῆς ΒΖ πρὸς ΖΘ καὶ τοῦ τῆς ΘΖ πρὸς ΖΕ, ἀλλὰ τῷ μὲν τῆς ΒΖ πρὸς ΖΘ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ΒΔ πρὸς ΔΑ, τῷ δὲ τῆς ΘΖ πρὸς ΖΕ ὁ αὐτός ἐστιν ὁ τῆς ΑΓ πρὸς ΓΕ, διὰ τὸ ἰσογώνια εἶναι τὰ ΑΕΘ, ΖΕΓ τρίγωνα, ὁ ἄρα τῆς ΒΖ πρὸς ΖΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΒΔ πρὸς ΔΑ καὶ τοῦ τῆς ΑΓ πρὸς ΓΕ, ὅπερ ἔδει δεῖξαι.
Ὁμοίως δὲ καὶ τὸ ἀνάπαλιν δειχθήσεται ὅτι ὁ τῆς ΑΓ πρὸς ΓΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΑΔ πρὸς ΔΒ καὶ τοῦ τῆς ΒΖ πρὸς ΖΕ, καὶ πάλιν καθόλου ὡς ἂν ληφθῇ ἡ εἰρημένη τάξις τοῦ τε συντιθεμένου καὶ τῶν συντιθέντων, ὡς καὶ ἑξῆς ἐπὶ τῶν κατὰ μέρος πάλιν τοιούτων δείξεων φανερὸν ποιήσομεν.
Ἵνα δὲ πάλιν καὶ διὰ τῶν γραμμῶν κατάδηλον γένηται τὸ τῆς συνθέσεως τῶν λόγων, ἤχθω διὰ τοῦ Ζ τῇ ΗΓ πρὸς ὀρθὰς ἡ ΖΘ, καὶ κείσθω ἴση τῇ ΖΔ, καὶ συμπεπληρώσθω τὸ ΗΚ παραλληλόγραμμον. ἐπεὶ οὖν πάλιν ὁ τοῦ ΓΘ πρὸς ΘΗ παραλληλογράμμου λόγος σύγκειται ἐκ τῶν πλευρῶν, τουτέστιν ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΘ λόγου καὶ τοῦ τῆς ΘΖ πρὸς ΖΗ, ἀλλὰ ὡς τὸ ΓΘ παραλληλόγραμμον πρὸς τὸ ΘΗ οὕτως ἡ ΓΖ πρὸς τὴν ΖΗ, ὁ ἄρα τῆς ΓΖ πρὸς τὴν ΖΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΘ λόγου καὶ τοῦ τῆς ΖΘ πρὸς ΖΗ. ἴση δὲ ἡ ΖΘ τῇ ΖΔ. ὁ ἄρα τῆς ΓΖ πρὸς ΖΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΔ καὶ τοῦ τῆς ΔΖ πρὸς ΖΗ. ἀλλὰ ὁ τῆς ΔΖ πρὸς ΖΗ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΔΒ πρὸς ΒΑ διὰ τὸ ἰσογώνια εἶναι ὡς ἔφαμεν τὰ ΔΖΒ, ΑΔΗ τρίγωνα. ὁ ἄρα τῆς ΓΖ πρὸς ΖΗ λόγος, τουτέστιν ὁ τῆς ΓΕ πρὸς ΑΕ, σύγκειται ἔκ τε τοῦ τῆς ΓΖ πρὸς ΖΔ λόγου καὶ τοῦ τῆς ΔΒ πρὸς ΒΑ, ὅπερ ἔδει δεῖξαι.
Ἑξῆς μετὰ τὰ τοιαῦτα δύο εὐθύγραμμα λημμάτια ἐκτίθεται καὶ ἕτερα κυκλικὰ συντελοῦντα καὶ αὐτὰ πρὸς τὰς σφαιρικὰς δείξεις. καὶ πρῶτον οὗ ἡ πρότασις δύναται εἶναι τοιαύτη. ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ τρία τυχόντα σημεῖα ἀφαιροῦντα τῶν μεταξὺ δύο περιφερειῶν ἑκατέραν ἐλάττονα ἡμικυκλίου, ἡ ὑποτείνουσα τὴν συναμφότερον περιφέρειαν εὐθεῖα οὕτω τμηθήσεται ὑπὸ τῆς ἀπὸ τοῦ κέντρου τοῦ κύκλου ἐπὶ τὸ μεταξὺ τῶν λημφθέντων τριῶν σημείων ἐπιζευγνυμένης εὐθείας, ὥστε τὰ τμήματα αὐτῆς τὸν αὐτὸν ἔχειν λόγον ταῖς ὑποτεινούσαις τὰς διπλασίους ἑκατέρων τῶν εἰρημένων δύο περιφερειῶν, ἀπὸ τοῦ αὐτοῦ σημείου τῶν ἡγουμένων λαμβανομένων.
Ἔστω γὰρ «κύκλος ὁ ΑΒΓ οὗ κέντρον τὸ Δ καὶ ἐπὶ τῆς περιφερείας «αὐτοῦ εἰλήφθω γ τυχόντα σημεῖα τὰ Α, Β, Γ, ὥστε ἑκατέραν τῶν ΑΒ, «ΒΓ περιφερειῶν ἐλάττονα εἶναι ἡμικυκλίου, καὶ ἐπὶ τῶν ἑξῆς δὲ τὸ «ὅμοιον ὑπακουέσθω», ὥστε ὅταν λέγωμεν· εἰλήφθω ἐπὶ τῆς τοῦ κύκλου περιφερείας τρία τυχόντα σημεῖα, ἐλάττονας αὐτὰ ἀπολαμβάνειν ἡμικυκλίων περιφερείας τὰς μεταξὺ αὐτῶν. καὶ ἐπεζεύχθωσαν ἥ τε ΑΓ καὶ ἡ ΔΕΒ. λέγω ὅτι ἔστιν ὡς ἡ ΑΕ εὐθεῖα πρὸς τὴν ΕΓ οὕτως ἡ ὑποτείνουσα τὴν διπλασίονα τῆς ΑΒ περιφερείας εὐθεῖα πρὸς τὴν ὑποτείνουσαν τὴν διπλασίονα τῆς ΒΓ εὐθεῖαν.
Ἤχθωσαν γὰρ κάθετοι ἀπὸ τῶν Α καὶ Γ σημείων ἐπὶ τὴν ΔΕΒ αἱ ΑΖ, ΓΗ. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΑΖ τῇ ΓΗ, καὶ εἰς αὐτὰς ἐνέπεσεν ἡ ΑΓ, ἰσογώνιον ἄρα ἐστὶν τὸ ΑΕΖ τρίγωνον τῷ ΓΕΗ τριγώνῳ. ἔστιν ἄρα ὡς ἡ ΑΖ πρὸς ΓΗ οὕτως ἡ ΑΕ πρὸς ΕΓ. ἀλλʼ ὁ αὐτός ἐστιν λόγος τῆς τε ΑΖ πρὸς ΓΗ καὶ τῆς ὑποτεινούσης τὴν διπλασίονα τῆς ΑΒ περιφερείας εὐθείας πρὸς τὴν ὑποτείνουσαν τὴν διπλασίονα τῆς ΒΓ περιφερείας εὐθεῖαν, ἐπειδήπερ ἐὰν ἐκβάλωμεν ἐπὶ τὰς ἀντικειμένας περιφερείας τὰς ΑΖ, ΓΗ ὡς τὰς ΑΖΘ, ΓΗΚ, ἡ μὲν ΑΘ τὴν διπλασίονα ὑποτείνουσα τῆς ΑΒ περιφερείας διπλασίων ἐστὶν τῆς ΑΖ εὐθείας, ἡ δὲ ΓΚ ὁμοίως τὴν διπλασίονα ὑποτείνουσα τῆς ΒΓ περιφερείας διπλασίων ἐστὶν τῆς ΓΗ, καὶ ἔστιν ὡς ἡ ΑΘ ὑποτείνουσα τὴν διπλασίονα τῆς ΑΒ περιφερείας πρὸς τὴν ΓΚ ὑποτείνουσαν τὴν διπλασίονα τῆς ΒΓ περιφερείας οὕτως ἡ ΑΖ πρὸς τὴν ΓΗ. ἀλλʼ ὡς ἡ ΑΖ πρὸς ΓΗ οὕτως ἡ ΑΕ πρὸς ΕΓ. ὥστε καὶ ὁ τῆς ΑΕ πρὸς τὴν ΕΓ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΑΘ πρὸς ΓΚ, τουτέστιν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΑΒ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΓ.
Ἐπιδέχεται δὲ πλείονας πτώσεις τὸ προκείμενον θεώρημα. ὅταν μὲν γὰρ αἱ ΑΒ, ΒΓ περιφέρειαι ἄνισοι τυγχάνωσιν, ἔτι δὲ καὶ ἑκατέρα αὐτῶν ἐλάσσων ᾖ τεταρτημορίου, πεσοῦνται αἱ κάθετοι ὡς ἔχει ἐπὶ τῆς προκειμένης καταγραφῆς καθʼ ἑτέρου καὶ ἑτέρου σημείου τῶν ἐπὶ τῆς ΒΔ. ὅταν δὲ ἴσαι, κατὰ τοῦ αὐτοῦ σημείου πεσοῦνται τῆς ΒΔ ἐπʼ εὐθείας ἀλλήλαις γινόμεναι τῶν καθέτων τότε τῶν ΑΕ, ΕΓ τυγχανουσῶν καὶ τῆς ΑΓ ὑποτεινούσης τὴν διπλασίονα ἑκατέρας τῶν ἴσων περιφερειῶν. ὅταν δὲ ἡ μὲν αὐτῶν ᾖ τεταρτημορίου ἡ δὲ ἐλάττων, ἡ μὲν ἐπʼ αὐτὸ τὸ Δ κέντρον πεσεῖται ἡ δὲ ἐπὶ τῆς ΒΔ. ὅταν δὲ ἑκατέρα αὐτῶν τεταρτημορίου τυγχάνῃ, ἐπʼ αὐτὸ τὸ Δ κέντρον πεσοῦνται αἱ κάθετοι καὶ ἐπʼ εὐθείας ἀλλήλαις πάλιν γίνονται καὶ διάμετρον τοῦ κύκλου ἀποτελοῦσαι. ὅταν δὲ μείζονες ὦσιν τεταρτημορίου, ἐπὶ τὴν ΒΔ προσεκβαλλομένην πεσοῦνται, τὸν εἰρημένον τρόπον τὴν προκειμένην ἀπόδειξιν ὁμοίως περαίνουσαι. παραλαμβάνει δὲ καὶ τὰς μεταξὺ τῶν εἰρημένων σημείων περιφερείας ἐλάττονας ἡμικυκλίου ἐπειδὴ τῶν ὑπὸ τὰς διπλασίονας αὐτῶν εὐθειῶν τὸν λόγον ἐπιζητεῖ, καὶ ἐὰν ἑκατέρα αὐτῶν ἡμικυκλίου ᾖ, ἡ διπλασίων ἑκατέρας ἡ ὅλη τοῦ κύκλου περιφέρειά ἐστιν, ὑφʼ ἣν εὐθεῖα οὐχ ὑποτείνει. ἔτι δὲ πολλῷ τὸ ἀδύνατον προχωρεῖ ἐπὶ τῶν μειζόνων ἡμικυκλίων ἀπολαμβανομένων περιφερειῶν, τῶν διπλασιόνων αὐτῶν μειζόνων γιγνομένων τῆς τοῦ κύκλου περιφερείας.
Τοῦ τοιούτου οὖν πρώτου κυκλικοῦ λημματίου προλημφθέντος, ἐξέθετο καὶ δεύτερον κυκλικὸν λημμάτιον οὗ πάλιν ἡ πρότασις δύναται εἶναι τοιαύτη. ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας λημφθῇ γ τυχόντα σημεῖα ἀπολαμβάνοντα τῶν μεταξὺ αὐτῶν δύο περιφερειῶν ἑκατέραν ἐλάττονα ἡμικυκλίου, ὥστε τὴν συναμφότερον εἶναι δεδομένην καὶ ἔτι τὸν λόγον τῶν ὑποτεινουσῶν εὐθειῶν τὰς διπλασίους ἑκατέρας αὐτῶν, δοθήσεται καὶ ἑκατέρα τῶν ἐξ ἀρχῆς δύο περιφερειῶν.
Κύκλου γὰρ τοῦ ΑΒΓ εἰλήφθω ἐπὶ τῆς περιφερείας τρία τυχόντα σημεῖα τὰ Α, Β, Γ, ἀπολαμβάνοντα μεταξὺ αὐτῶν τὰς ΑΒ, ΒΓ περιφερείας τὸν εἰρημένον τρόπον, ὥστε συναμφοτέραν τὴν ΑΒΓ εἶναι δεδομένην καὶ ἔτι τὸν λόγον τῆς ὑποτεινούσης εὐθείας τὴν διπλασίονα τῆς ΑΒ περιφερείας πρὸς τὴν ὑποτείνουσαν εὐθεῖαν τὴν διπλασίονα τῆς ΒΓ περιφερείας. λέγω ὅτι καὶ ἑκατέρα τῶν ΑΒ, ΒΓ περιφερειῶν δέδοται.
Εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Δ, καὶ ἐπιζευχθεισῶν ὁμοίως τῷ ἐπάνω λημματίῳ τῆς τε ΑΓ καὶ ΔΒ, ἔτι ἐπεζεύχθω καὶ ἀπὸ μὲν τοῦ Δ κέντρου ἐπὶ τὸ Α ἡ ΔΑ, κάθετος δὲ ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΑΓ ἤχθω ἡ ΔΖ, ὡς μείζονος δηλαδὴ οὔσης τῆς ΑΒ περιφερείας τῆς ΒΓ· εἰ γὰρ ἦσαν ἴσαι, ἡ κάθετος ἐπὶ τὸ Ε ἔπιπτεν· εἰ δὲ ἐλάττων ἡ ΑΒ τῆς ΒΓ, ἐπὶ τῆς ΕΓ ἔπιπτεν. ἐπεὶ οὖν δέδοται ἡ ΑΓ περιφέρεια, δέδοται ἄρα καὶ ἡ ἡμίσεια αὐτῆς· ὥστε καὶ ἡ ὑπὸ ΑΔΖ γωνία ὑποτεινομένη ὑπʼ αὐτῆς δέδοται· ἐὰν γὰρ προσεκβληθῇ ἡ ΔΖ, ἐπὶ τῆς διχοτομίας τῆς ΑΒΓ περιφερείας πεσεῖται. δέδοται δὲ καὶ ἡ πρὸς τῷ Ζ ὀρθὴ γωνία. καὶ λοιπὴ ἄρα ἡ πρὸς τῷ Α γωνία δοθήσεται. δέδοται δὲ καὶ ἡ ΔΑ εὐθεῖα ἐκ τοῦ κέντρου, καὶ ἔτι ἡ ΑΖ ἡμίσεια οὖσα τῆς ΑΓ δεδομένης ἐκ τῶν ἐν κύκλῳ εὐθειῶν, ἐπεὶ καὶ ἡ ΑΒΓ περιφέρεια δέδοται. καὶ ἔστιν τὸ ἀπὸ τῆς ΑΔ ἴσον τοῖς ἀπὸ τῶν ΑΖ, ΖΔ. ὥστε καὶ ἡ λοιπὴ τοῦ ΑΔΖ τριγώνου πλευρὰ ἡ ΔΖ ἔσται δεδομένη, καὶ ὅλον δηλονότι τὸ ΑΔΖ τρίγωνον. καὶ ἐπεὶ ὑπόκειται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΑΒ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΓ λόγος δοθείς, ὁ αὐτὸς ὢν τῷ τῆς ΑΕ πρὸς ΕΓ λόγῳ διὰ τὸ πρὸ τούτου, δέδοται ἄρα καὶ ὁ τῆς ΑΕ πρὸς ΕΓ λόγος. δέδοται δὲ καὶ ὅλη ἡ ΑΓ εὐθεῖα. καὶ ἑκατέρα ἄρα τῶν ΑΕ, ΕΓ ἔσται δεδομένη· δέδεικται γὰρ ἐν τοῖς Δεδομένοις, ὅτι ἐὰν δεδομένον μέγεθος εἰς δεδομένον λόγον διαιρεθῇ, ἑκάτερον τῶν τμημάτων ἔσται δεδομένον.
Ἢ καὶ οὕτως. ἐπεὶ δέδοται ὁ τῆς ΑΕ πρὸς ΕΓ λόγος, καὶ συνθέντι δέδοται ὁ τῆς ΑΓ πρὸς ΓΕ λόγος· καὶ δέδοται ἡ ΑΓ· δέδοται ἄρα καὶ ἡ ΓΕ. δέδοται δὲ καὶ ἡ ΖΓ ἡμίσεια οὖσα τῆς ΑΓ. καὶ λοιπὴ ἄρα ἡ ΖΕ ἔσται δεδομένη. δέδοται δὲ καὶ ἡ ΖΔ· καὶ ὀρθὴ ἡ ὑπὸ ΔΖΕ· δέδοται ἄρα καὶ ἡ ΔΕ. διὰ τοῦτο δὲ καὶ ἡ ὑπὸ ΕΔΖ γωνία ὡς ἑξῆς ἀποδείξομεν ἔσται δεδομένη. δέδοται δὲ καὶ ἡ ὑπὸ ΑΔΖ. καὶ ὅλη ἄρα ἡ ΑΔΒ γωνία ἔσται δεδομένη. διὰ δὴ τοῦτο καὶ ἡ ΑΒ περιφέρεια. ἦν δὲ δεδομένη καὶ ὅλη ἡ ΑΒΓ περιφέρεια. καὶ λοιπὴ ἄρα ἡ ΒΓ ἔσται δεδομένη. ἀκολούθως δὲ καὶ ἐπὶ τῶν ἐπάνω εἰρημένων πτώσεων δοθήσεται ἑκατέρα τῶν ΑΒ, ΒΓ περιφερειῶν.
Δέδοται δὲ ἡ ὑπὸ ΕΔΖ γωνία περιγραφομένου περὶ τὸ ΕΔΖ ὀρθογώνιον κύκλου τόνδε τὸν τρόπον. νενοήσθω γὰρ περιγεγραμμένος ὁ κύκλος. φανερὸν δὴ ὅτι ἡ ΔΕ διάμετρος ἔσται τοῦ κύκλου διὰ τὸ ὀρθὴν εἶναι τὴν πρὸς τῷ Ζ γωνίαν. καὶ ἐπεὶ δέδοται ἑκατέρα τῶν ΔΕ, ΕΖ οἵων ἡ τοῦ ΑΒΓ κύκλου διάμετρος ρκ, καὶ οἵων ἄρα ἡ ΔΕ διάμετρος τοῦ περιγραφομένου κύκλου ρκ δίδοται ἡ ΕΖ. ὥστε καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια δοθήσεται, καὶ ἡ ὑπὸ ΕΔΖ γωνία, ὡς πρὸς τῇ περιφερείᾳ οὖσα τοῦ περιγραφέντος κύκλου, οἵων αἱ δύο ὀρθαὶ τξ δίδοται, καὶ τῶν ἡμίσεων τῷ πλήθει οἵων αἱ τέσσαρες ὀρθαὶ τξ, ὡς πρὸς κέντρῳ τυγχάνουσαι, διὰ τὸ πρὸς μὲν τῇ περιφερείᾳ τυγχανουσῶν τῶν γωνιῶν ὑποτείνειν δύο ὀρθὰς τὸν ὅλον κύκλον, πρὸς δὲ τῷ κέντρῳ δ, καὶ τοῦ κύκλου εἰς τξ μοίρας διαιρουμένου, καὶ ἀπὸ τῆς ὀρθῆς γωνίας ἐπὶ τὰ τμήματα ἐπιζευγνυμένων εὐθειῶν, τὴν μὲν πρὸς τῇ περιφερείᾳ ὀρθὴν γωνίαν εἰς ρπ διαιρεῖσθαι τὴν δὲ πρὸς τῷ κέντρῳ εἰς ϙ
Ἔτι δὲ καὶ τρίτον λημμάτιον κυκλικὸν ἐκτίθεται, οὗ πρότασις δύναται εἶναι τοιαύτη. ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας λημφθῇ τρία σημεῖα ἀφαιροῦντα μὴ μόνον ἑκατέραν ἀλλὰ καὶ συναμφοτέρας τὰς μεταξὺ δύο περιφερείας ἐλάττονας ἡμικυκλίου, ὥστε συμπίπτειν τὴν ὑποτείνουσαν εὐθεῖαν ὑπὸ μίαν τῶν εἰρημένων περιφερειῶν τῇ ἀπὸ κέντρου τοῦ κύκλου ἐπὶ τὸ λοιπὸν σημεῖον ἐπιζευγνυμένῃ εὐθείᾳ ἐκτὸς δηλονότι τῆς τοῦ κύκλου περιφερείας, ἔσται ὡς ἡ ὑποτείνουσα εὐθεῖα τὴν διπλασίονα τῆς συναμφοτέρου περιφερείας πρὸς τὴν ὑποτείνουσαν εὐθεῖαν τὴν διπλασίονα τῆς μιᾶς περιφερείας τῆς πρὸς τῇ ἐπὶ τὸ κέντρον ἐπιζευχθείσῃ εὐθείᾳ, οὕτως ἡ ὅλη εὐθεῖα ἡ συμπεσοῦσα τῇ διὰ τοῦ κέντρου πρὸς τὴν ἀπολαμβανομένην αὐτῆς εὐθεῖαν ἐκτὸς τῆς τοῦ κύκλου περιφερείας.
Κύκλου γὰρ τοῦ ΑΒΓ εἰλήφθω ἐπὶ τῆς περιφερείας γ σημεῖα τὰ Α, Β, Γ, ἀφαιροῦντα τὰς ΑΒ, ΒΓ περιφερείας μεταξὺ αὐτῶν ὥστε ἐλάττονα εἶναι ἡμικυκλίου συναμφοτέραν τὴν ΑΓ. καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τὸ Δ, καὶ ἐπιζευχθεῖσαι αἱ ΓΒ, ΔΑ, συμπιπτέτωσαν κατὰ τὸ Ε. λέγω ὅτι ἐστὶν ὡς ἡ ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ, οὕτως ἡ ΓΕ εὐθεῖα πρὸς ΕΒ.
Ἤχθωσαν γὰρ ἀπὸ τῶν Γ, Β σημείων ἐπὶ τὴν ΔΑ κάθετοι αἱ ΓΗ, ΒΖ, παράλληλοι δηλονότι γινόμεναι καὶ ὅμοιον ποιοῦσαι τὸ ΓΕΗ τρίγωνον τῷ ΒΕΖ τριγώνῳ. ἔστιν ἄρα ὡς ἡ ΓΗ πρὸς ΒΖ οὕτως ἡ ΓΕ πρὸς ΕΒ. ἀλλὰ ὡς ΓΗ πρὸς ΒΖ οὕτως ἡ ὑπὸ τὴν διπλῆν τῆς ΑΓ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ, διὰ τὸ αʹ κυκλικὸν θεώρημα. καὶ ὡς ἄρα ἡ ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ οὕτως ἡ ΓΕ εὐθεῖα πρὸς τὴν ΕΒ.
Λέγω ὅτι κἂν ἐπὶ τὰ ἕτερα μέρη ἡ σύμπτωσις γίνηται, τὸ ὅμοιον συμβήσεται, τῶν περιφερειῶν ἀνάπαλιν λαμβανομένων. συμπιπτέτωσαν γὰρ αἱ ΒΓ, ΑΔ κατὰ τὸ Κ. λέγω ὅτι ἔστιν ὡς ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΓ οὕτως ἡ ΒΚ πρὸς ΚΓ. ἤχθωσαν γὰρ πάλιν ἀπὸ τῶν Β, Γ ἐπὶ τὴν ΑΚ κάθετοι αἱ ΒΖ, ΓΗ. ἔστιν ἄρα πάλιν διὰ τὰ προειρημένα ὡς ἡ μὲν ΒΖ πρὸς ΓΗ οὕτως ἡ ΒΚ πρὸς ΓΚ. ὡς δὲ ἡ ΒΖ πρὸς ΓΗ οὕτως ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΓ· ἡμίσεια γὰρ ἑκατέρα ἑκατέρας. καὶ ὡς ἄρα ἡ ὑπὸ τὴν διπλῆν τῆς ΒΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΓ οὕτως ἡ ΒΚ πρὸς ΚΓ.
Δῆλον δὲ ὅτι ἐφʼ ὧν καταγραφῶν συναμφοτέρα ἡ ΑΒΓ τεταρτημορίου τυγχάνει, τῆς ἀπὸ τοῦ Γ ἐπὶ τὴν ΑΔ καθέτου ἐπὶ τὸ Δ κέντρον πιπτούσης συμπεσοῦνται αἱ ΔΑ, ΒΓ, ἐλαττόνων δύο ὀρθῶν γινομένων τῶν πρὸς τοῖς Δ, Γ γωνιῶν, ὡς ἐπὶ τῆς ὑποκειμένης καταγραφῆς. πολλῷ δὲ μᾶλλον ἐὰν ἐλάττων τυγχάνῃ ἡ ΑΓ τεταρτημορίου, συμπεσοῦνται αἱ ΔΑ, ΓΒ εὐθεῖαι. ὁμοίως δὲ κἂν μείζων τεταρτημορίου τυγχάνῃ ἡ ΑΓ, αἱ δὲ πρὸς τοῖς Γ, Δ γωνίαι δύο ὀρθῶν ἐλάσσονες τυγχάνωσιν, συμπεσοῦνται καὶ συσταθήσεται τὸ πρόβλημα. ἐφʼ ὧν δὲ μείζονές εἰσιν δύο ὀρθῶν, ἐπὶ τὰ ἀντικείμενα συμπεσοῦνται καὶ ὁ ἀνάπαλιν λόγος συσταθήσεται. ἐφʼ ὧν δὲ ἐκβαλλομένη ἡ ΑΔ ὡς ἐπὶ τὸ Θ ἴσην ποιεῖ τὴν ΑΒ τῇ ΓΘ, παραλλήλου γινομένης τῆς ΒΓ τῇ ΔΑ ἀσύστατον ἔσται τὸ θεώρημα. καὶ ἔτι ἐφʼ ὧν αἱ ΑΒ, ΒΓ συναμφότεραι μείζονες γίνονται ἡμικυκλίου· ἐντὸς γὰρ συμπεσοῦνται αἱ εὐθεῖαι. καὶ ἔτι πάλιν ἐφʼ ὧν ἡμικυκλίου τυγχάνουσιν· ἐπὶ γὰρ τοῦ αὐτοῦ σημείου τῆς περιφερείας συμπεσοῦνται αἱ εὐθεῖαι ὡς ἐπὶ τῶν ὑποκειμένων πάλιν καταγραφῶν. διὸ δείξομεν ἐπὶ τῶν κατὰ μέρος δείξεων, ὅτι οὐ προσχρῆται ταῖς οὕτως ἀσύστατον ποιούσαις τὸ πρόβλημα, ἀλλὰ ταῖς ἐκτὸς συμπιπτούσαις.
Ἔτι δὲ ἑξῆς καὶ δʹ λημμάτιον κυκλικὸν ὁμοίως ἐκτίθεται οὗ ἡ πρότασις δύναται εἶναι τοιαύτη. ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ γ σημεῖα ἀφαιροῦντα δύο περιφερείας τὰς μεταξὺ αὐτῶν ὥστε συναμφοτέραν ἐλάττονα εἶναι ἡμικυκλίου, καὶ τὴν ἐπὶ τὰ ἑξῆς β σημεῖα ἐπιζευγνυμένην εὐθεῖαν συμπίπτειν τῇ ἀπὸ τοῦ κέντρου τοῦ κύκλου ἐπὶ τὸ λοιπὸν σημεῖον ἐπιζευγνυμένῃ εὐθείᾳ ἐκτὸς τῆς τοῦ κύκλου περιφερείας, καὶ δοθῇ ἡ ἐπὶ τῆς ἐπιζευχθείσης ἐπὶ τὰ ἑξῆς δύο σημεῖα εὐθείας περιφέρεια καὶ ἔτι ὁ λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς συναμφοτέρου περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς λοιπῆς, καὶ αὐτὴ ἡ λοιπὴ περιφέρεια δοθήσεται.
Κύκλου γὰρ τοῦ ΑΒΓ ἐπὶ τῆς περιφερείας εἰλήφθω τρία σημεῖα τὰ Α, Β, Γ ἀφαιροῦντα συναμφοτέρας τὰς ΑΒ, ΒΓ ἐλάττονας ἡμικυκλίου, ὥστε καὶ τὴν ΒΓ εἶναι δεδομένην καὶ ἔτι τὸν λόγον τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ· λέγω ὅτι καὶ αὐτὴ ἡ ΑΒ δέδοται.
Εἰλήφθω γὰρ τὸ κέντρον τοῦ κύκλου τὸ Δ, καὶ ἐπιζευχθεῖσαι αἱ ΑΔ, ΓΒ ἐκβεβλήσθωσαν καὶ συμπιπτέτωσαν κατὰ τὸ Ε. καὶ ἀπὸ τοῦ Δ ἐπὶ τὴν ΓΒ εὐθεῖαν κάθετος ἤχθω ἡ ΔΖ, καὶ ἐπεζεύχθω ἡ ΔΒ. ἐπεὶ οὖν ἡ ΒΓ περιφέρεια δέδοται, καὶ ἡ ὑπὸ ΒΔΖ γωνία τὴν ἡμίσειαν αὐτῆς ὑποτείνουσα ἔσται δεδομένη. δέδοται δὲ καὶ ἡ ΒΓ εὐθεῖα ἐκ τῶν ἐν κύκλῳ εὐθειῶν. καὶ δίχα αὐτὴν τέμνει ἡ ΔΖ. καὶ ἡ ἡμίσεια ἄρα αὐτῆς ἡ ΒΖ δέδοται. δέδοται δὲ καὶ ἡ ἐκ τοῦ κέντρου ἡ ΔΒ. καὶ ἔστιν τὸ ἀπὸ τῆς ΒΔ ἴσον τοῖς ἀπὸ τῶν ΒΖ, ΖΔ. δέδοται ἄρα καὶ ἡ ΖΔ, καὶ ὅλον τὸ ΖΔΒ τρίγωνον ὀρθογώνιον δέδοται. καὶ ἐπεὶ ὁ τῆς ΓΕ εὐθείας πρὸς ΕΒ λόγος δέδοται — ὁ αὐτὸς ὢν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ δεδομένῳ· δέδοται ἄρα καὶ ὁ τῆς ΓΕ πρὸς ΕΒ λόγος —, ἀναστρέψαντι ὁ τῆς ΕΓ πρὸς ΓΒ λόγος δέδοται· ἐὰν γὰρ μέγεθος πρὸς ἑαυτοῦ τι μέρος λόγον ἔχῃ δεδομένον, καὶ πρὸς τὸ λοιπὸν λόγον ἕξει δεδομένον. καὶ δέδοται τὸ ΓΒ. δέδοται ἄρα καὶ ἡ ΕΓ. ὥστε καὶ λοιπὴ ἡ ΒΕ ἔσται δεδομένη.
Ἢ καὶ οὕτως. ἐπεὶ ὁ τῆς ΓΕ πρὸς ΕΒ λόγος δέδοται, καὶ διελόντι ὁ τῆς ΓΒ πρὸς ΒΕ λόγος δέδοται. καὶ δέδοται ἡ ΓΒ. δέδοται ἄρα καὶ ἡ ΒΕ. Δέδοται δὲ καὶ ἡ ΒΖ. καὶ ὅλη ἄρα ἡ ΕΖ ἔσται δεδομένη. ἀλλὰ καὶ ἡ ΖΔ δέδοται. καὶ ἔστιν τὰ ἀπὸ τῶν ΕΖ, ΖΔ ἴσα τῷ ἀπὸ τῆς ΕΔ. δέδοται ἄρα καὶ ἡ ΕΔ. ὥστε καὶ τὸ ΕΖΔ τρίγωνον ὀρθογώνιον ἔσται δεδομένον. ὥστε καὶ ἡ ὑπὸ ΖΔΕ γωνία ὁμοίως, περὶ τὸ ΖΔΕ τρίγωνον ὀρθογώνιον γραφομένου κύκλου. ἐδέδοτο δὲ καὶ ἡ ὑπὸ ΖΔΒ γωνία. καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΒΔΑ γωνία πρὸς τῷ κέντρῳ ἔσται δεδομένη. ὥστε καὶ ἡ ΑΒ περιφέρεια, ὅπερ ἔδει δεῖξαι.
Ὁμοίως δὲ κἂν ἡ ΑΒ περιφέρεια μόνη δοθῇ καὶ ὁ λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς ΑΓ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΓΒ, δοθήσεται καὶ ἡ ΒΓ περιφέρεια, τῆς συμπτώσεως ἐπὶ τὰ πρὸς τοῖς Γ γινομένης.
Τούτων οὖν τῶν δύο εὐθυγράμμων καὶ τεσσάρων κυκλικῶν λημματίων προλημφθέντων, ἑξῆς ἐκτίθεται σφαιρικὸν θεώρημα, ἐν ᾧ δύο προτάσεων ἀποδείξεις ποιεῖται, μιᾶς μὲν κατὰ διαίρεσιν, ἑτέρας δὲ κατὰ σύνθεσιν. καὶ πρώτην τὴν κατὰ διαίρεσιν, ἥτις δύναται εἶναι τοιαύτη· ἐὰν ἐπὶ σφαιρικῆς ἐπιφανείας γραφῶσι δύο μεγίστων κύκλων περιφέρειαι τέμνουσαι ἀλλήλας, καὶ ἀπὸ τῆς τομῆς αὐτῶν ἀπολημφθῇ ἀφʼ ἑκατέρας ἔλαττον ἡμικυκλίου, καὶ διὰ τῶν γενομένων σημείων γραφῶσι μεταξὺ αὐτῶν δύο μεγίστων κύκλων περιφέρειαι ἐλάττονες πάλιν ἡμικυκλίου τέμνουσαι ἀλλήλας καὶ τὰς ἀπολημφθείσας περιφερείας, λέγω ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τοῦ ἑνὸς τμήματος τοῦ ἀπὸ τοῦ πέρατος τῶν ἀπολημφθεισῶν πρὸς τὴν ὑπὸ τὴν διπλῆν τοῦ λοιποῦ αὐτῆς τμήματος λόγος, συνῆπται ἔκ τε τοῦ λόγου τῶν ὑπὸ τὰς διπλασίονας τῶν τμημάτων τῆς γραφείσης ἀπὸ τοῦ πέρατος τῆς εἰρημένης μιᾶς τῶν ἐξ ἀρχῆς ἀπολημφθεισῶν, ἡγουμένης λαμβανομένης τῆς ὑπὸ τὴν διπλῆν τοῦ ἀπὸ τοιούτου πέρατος τμήματος, καὶ ἔτι τοῦ λόγου τῆς ὑπὸ τὴν διπλῆν τοῦ τμήματος τῆς λοιπῆς τῶν ἐξ ἀρχῆς ἀπολημφθεισῶν τοῦ πρὸς τῷ πέρατι αὐτῆς πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ὅλης.
Γεγράφθωσαν γὰρ ἐπὶ σφαιρικῆς ἐπιφανείας μεγίστων κύκλων περιφέρειαι, ὥστε εἰς δύο τὰς ΑΒ, ΑΓ δύο γραφείσας τὰς ΒΕ καὶ ΓΔ τέμνειν ἀλλήλας κατὰ τὸ Ζ σημεῖον. ἔστω δὲ ἑκάστη αὐτῶν ἐλάσσων ἡμικυκλίου, τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων πασῶν καταγραφῶν ὑπακουέσθω. λέγω ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΖ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΔ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΔΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ.
Εἰλήφθω γὰρ τὸ κέντρον τῆς σφαίρας τὸ Η· τὸ αὐτὸ ἄρα ἔσται καὶ τῶν κύκλων· μέγιστοι γὰρ ὑπόκεινται. καὶ ἐπεζεύχθωσαν ἀπʼ αὐτοῦ ἐπὶ τὰς Β, Ζ, Ε τομὰς τῶν κύκλων ἥ τε ΗΒ καὶ ἡ ΗΖ καὶ ἡ ΗΕ, καὶ ἐπιζευχθεῖσα ἡ ΑΔ ἐκβεβλήσθω καὶ συμπιπτέτω τῇ ΗΒ ἐκβληθείσῃ καὶ αὐτῇ κατὰ τὸ Θ σημεῖον. ὁμοίως δὲ ἐπιζευχθεῖσαι αἱ ΔΓ καὶ ΑΓ τεμνέτωσαν τὰς ΗΖ καὶ ΕΗ κατὰ τὰ Κ καὶ Λ σημεῖα. ἐπὶ μιᾶς δὴ εὐθείας γίγνονται τὰ Θ, Κ, Λ σημεῖα — διὰ τὸ ἐν δυσὶν ἅμα εἶναι ἐπιπέδοις, τῷ τε τοῦ ΑΓΔ τριγώνου καὶ τοῦ ΒΖΕ κύκλου, ὡς ἑξῆς δείξομεν —, ἥτις ἐπιζευχθεῖσα ποιεῖ τὴν ἐπὶ τῶν πρώτων δύο εὐθυγράμμων λημματίων καταγραφήν τε καὶ ἀπόδειξιν, τουτέστιν εἰς δύο εὐθείας τὰς ΘΑ καὶ ΓΑ δύο διαχθείσας τὰς ΘΛ καὶ ΓΔ, τεμνούσας ἀλλήλας κατὰ τὸ Κ, καὶ δηλαδὴ τὸν τῆς ΓΛ εὐθείας πρὸς τὴν ΛΑ λόγον συνῆφθαι ἔκ τε τοῦ τῆς ΓΚ πρὸς ΚΔ καὶ τοῦ τῆς ΔΘ πρὸς ΘΑ. ἀλλʼ ὡς μὲν ἡ ΓΛ πρὸς ΛΑ, οὕτως ἡ ὑπὸ τὴν διπλῆν τῆς ΓΕ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ, διὰ τὸ πρῶτον κυκλικὸν λημμάτιον· ἐπὶ γὰρ τῆς τοῦ ΑΕΓ κύκλου περιφερείας εἴληπται τρία τυχόντα σημεῖα τὰ Α, Ε, Γ, ἀπολαμβάνοντα περιφερείας ἐλάττονας ἡμικυκλίου, καὶ ἀπὸ τοῦ κέντρου αὐτοῦ τοῦ Η ἐπὶ τὸ μέσον σημεῖον τὸ Ε. ἐπέζευκται ἡ ΗΕ, καὶ ἔτι ἐπὶ τὰ λοιπὰ δύο σημεῖα, ἡ ΑΓ. καὶ δῆλον ὡς ὅτι ἐὰν ἀπὸ τῶν Α, Γ σημείων ἐπὶ τὴν ΗΕ καθέτους ἀγάγωμεν, ἡ αὐτὴ ἔσται καταγραφὴ ὡς ἔφαμεν τῇ τοῦ πρώτου κυκλικοῦ λημματίου. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ἡ ΓΚ πρὸς ΚΔ οὕτως ἡ ὑπὸ τὴν διπλῆν τῆς ΓΖ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΔ. ὡς δὲ ἡ ΔΘ πρὸς ΘΑ οὕτως ἡ ὑπὸ τὴν διπλῆν τῆς ΔΒ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ διὰ τὴν ἀνάπαλιν λῆμψιν τοῦ γʹ κυκλικοῦ λημματίου. καὶ ὁ λόγος ἄρα ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΔ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΔΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ.
Ὅτι δὲ τὰ Θ, Κ, Λ σημεῖα ἐν δυσίν εἰσιν ἐπιπέδοις τῷ τε τοῦ ΑΔΓ τριγώνου καὶ τοῦ ΒΖΕ κύκλου, δείξομεν οὕτως. ἐπεὶ γὰρ τὰ μὲν Κ, Λ ἐπὶ τῶν ΓΑ, ΓΔ πλευρῶν εἰσιν τοῦ ΑΔΓ τριγώνου, τὸ δὲ Θ ἐπὶ τῆς ΑΔ προσεκβληθείσης, τὰ ἄρα Θ, Κ, Λ σημεῖα ἐν τῷ διὰ τοῦ ΑΔΓ τριγώνου εἰσὶν ἐπιπέδῳ. πάλιν ἐπεὶ τὸ Η κέντρον ἐστὶν τοῦ ΒΖΕ καὶ ἐκ τοῦ κέντρου αὐτοῦ αἱ ΗΕ, ΗΖ, ΗΒ, ἐν τῷ τοῦ κύκλου εἰσὶν ἐπιπέδῳ. καὶ ἔστιν τὸ μὲν Θ ἐπὶ τῆς ΗΒ ἐκβληθείσης, τὸ δὲ Κ ἐπὶ τῆς ΗΖ, τὸ δὲ Λ ἐπὶ τῆς ΗΕ, ὥστε τὰ Θ, Κ, Λ σημεῖα ἐν τῷ διὰ τοῦ ΒΖΕ κύκλου εἰσὶν ἐπιπέδῳ. ἐδείχθησαν δὲ καὶ ἐν τῷ τοῦ ΑΓΔ τριγώνου ἐπιπέδῳ. ἐπὶ τῆς κοινῆς ἄρα τομῆς εἰσιν τῶν εἰρημένων ἐπιπέδων. ἐπʼ εὐθείας ἄρα εἰσίν.
Ἀλλὰ δὴ ἐπὶ τῆς ὁμοίας καταγραφῆς ἡ ΑΔ μὴ συμπιπτέτω τῇ ΒΗ κατὰ τὸ Θ, ἀλλὰ ἐπὶ τὰ ἀντικείμενα, ὥστε ἀναπληρωθέντων τῶν ΒΑΜ, ΒΕΜ ἡμικυκλίων, διαχθεῖσαν τὴν ΒΗ συμπίπτειν τῇ ΔΑ κατὰ τὸ Ν. λέγω ὅτι καὶ οὕτως τὸ αὐτὸ δειχθήσεται. καὶ πρῶτον ὅτι ἐπʼ εὐθείας ἐστὶν τὰ Κ, Λ, Ν σημεῖα διὰ τὸ ὁμοίως ἔν τε τῷ τοῦ ΑΔΓ τριγώνου αὐτὰ εἶναι ἐπιπέδῳ καὶ ἐν τῷ τοῦ ΒΖΜ κύκλου· ἥτις ἐπιζευχθεῖσα ποιεῖ εἰς δύο τὰς ΔΓ, ΔΝ δύο διαχθείσας τὰς ΓΑ, ΚΝ τέμνειν ἀλλήλας κατὰ τὸ Λ. καὶ διὰ τὴν ἐπάνω εἰρημένην τάξιν τῆς τοῦ τοιούτου λημματίου λήμψεως ὁ τῆς ΓΛ πρὸς ΛΑ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΚ πρὸς ΚΔ καὶ τοῦ τῆς ΔΝ πρὸς ΝΑ. ἀλλὰ τῷ τῆς ΓΛ πρὸς ΛΑ λόγῳ, ὡς ἔφαμεν, ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ· τῷ δὲ τῆς ΓΚ πρὸς ΚΔ ὁμοίως ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΔ, τῷ δὲ τῆς ΔΝ πρὸς ΝΑ ὁ αὐτὸς ἐδείχθη ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΔΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ ἐν τῇ ὁμοίᾳ ἐπὶ τὰ ἐναντία πτώσει. ὥστε καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΖ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΖΔ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΔΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ, ὅπερ ἔδει δεῖξαι.
Ἔστιν δὲ καὶ ἡ τῆς κατὰ σύνθεσιν δείξεως πρότασις ἐπὶ τοῦ αὐτοῦ θεωρήματος τοιαύτη. ἐὰν ἐπὶ σφαιρικῆς ἐπιφανείας γραφῶσιν δύο μεγίστων κύκλων περιφέρειαι, καὶ ἀπὸ τῆς τομῆς αὐτῶν ἀπολημφθῇ ἀφʼ ἑκατέρας περιφερείας ἐλάττων ἡμικυκλίου, καὶ διὰ τῶν γενομένων σημείων γραφῶσιν πάλιν μεταξὺ αὐτῶν ἀπολαμβανόμεναι μεγίστων κύκλων περιφέρειαι ἐλάττονες ἡμικυκλίων τέμνουσαι ἀλλήλας καὶ τὰς ἐξ ἀρχῆς ἀπολημφθείσας περιφερείας, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς μιᾶς τῶν ἐξ ἀρχῆς ἀπολημφθεισῶν πρὸς τὴν ὑπὸ τὴν διπλῆν τοῦ τμήματος αὐτῆς τοῦ πρὸς τῇ κοινῇ τομῇ τῶν ἐξ ἀρχῆς περιφερειῶν σύγκειται λόγος ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς γραφείσης ἀπὸ τοῦ πέρατος τῆς εἰρημένης μιᾶς τῶν ἐξ ἀρχῆς περιφερειῶν πρὸς τὴν ὑπὸ τὴν διπλῆν τοῦ τμήματος αὐτῆς τοῦ πρὸς τῇ λοιπῇ τῶν ἐξ ἀρχῆς περιφερειῶν, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τοῦ τμήματος τῆς λοιπῆς τῶν γραφεισῶν τοῦ πρὸς τῷ πέρατι τῆς λοιπῆς τῶν ἐξ ἀρχῆς πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ὅλης λοιπῆς τῶν γραφεισῶν. τουτέστιν, ὡς ἐπὶ τῆς αὐτῆς τοῦ ῥητοῦ καταγραφῆς, λέγω ὅτι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ.
Ἐπιζευχθεῖσαι γὰρ αἱ ΓΕ, ΗΑ ἐκβεβλήσθωσαν καὶ συμπιπτέτωσαν κατὰ τὸ Κ. καὶ ἔτι αἱ ΕΖ, ΗΒ ἐπιζευχθεῖσαι συμπιπτέτωσαν κατὰ τὸ Μ. καὶ ὁμοίως πάλιν αἱ ΓΖ, ΗΔ ἐπιζευχθεῖσαι συμπιπτέτωσαν κατὰ τὸ Λ. ἐπεὶ οὖν τὰ Κ, Λ, Μ σημεῖα ἐν τῷ διὰ τοῦ ΓΖΕ τριγώνου ἐστὶν ἐπιπέδῳ — ἐπὶ γὰρ τῶν προσεκβληθεισῶν αὐτοῦ πλευρῶν εἰσιν —, εἰσὶν δὲ καὶ ἐν τῷ διὰ τοῦ ΑΔΒ κύκλου ἐπιπέδῳ — ἐπὶ γὰρ τῶν ἐκ τοῦ κέντρου αὐτοῦ προσεκβληθεισῶν εἰσιν —, ὥστε ἐπὶ τῆς κοινῆς τομῆς εἰσιν τῶν εἰρημένων ἐπιπέδων, ἐπʼ εὐθείας ἄρα εἰσὶν τὰ Κ, Λ, Μ σημεῖα. καὶ διὰ τοῦτο ἐπιζευχθείσης τῆς ΚΛΜ εὐθείας γίγνονται εἰς δύο τὰς ΓΚ, ΚΜ δύο διηγμέναι αἱ ΓΛ, ΜΕ τέμνουσαι ἀλλήλας κατὰ τὸ Ζ. καὶ ὡς ἐπὶ τοῦ πρώτου εὐθυγράμμου κατὰ σύνθεσιν λημματίου, ὁ τῆς ΚΓ εὐθείας πρὸς ΚΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΛ πρὸς ΛΖ καὶ τοῦ τῆς ΖΜ πρὸς ΜΕ. ἀλλʼ ὁ τῆς ΓΚ πρὸς ΚΕ λόγος, διὰ τὸ τρίτον κυκλικὸν λημμάτιον, ὁ αὐτός ἐστιν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ. ὁ δὲ τῆς ΓΛ πρὸς ΛΖ, διὰ τὰ αὐτά, ὁ αὐτός ἐστιν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ. ὁ δὲ τῆς ΖΜ πρὸς ΜΕ ὁμοίως ὁ αὐτός ἐστιν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. ὁ ἄρα τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ, ὅπερ ἔδει δεῖξαι.
Δῆλον δὲ ὡς ὅτι καὶ ὅσαι τῶν εἰς τὰ τοιαῦτα θεωρήματα λημφθέντων λημμάτων εἰσὶν πτώσεις, τοσαῦται καὶ αὐτῶν τῶν θεωρημάτων. καὶ φανερὸν καὶ ἐπὶ τούτων τῶν δύο σφαιρικῶν δείξεων, ὅτι ἀφʼ οὗ δʼ ἂν ἄρχηται ὁ συντιθέμενος ἀπὸ τούτου καὶ ὁ πρῶτος τῶν συντιθέντων, καὶ εἰς ὃ οὗτος λήγει ἀπὸ τούτου ὁ δεύτερος ἄρχεται τῶν συντιθέντων, καὶ λήγει ἔνθα καὶ ὁ συντιθέμενος ἔληγεν.
Πλειόνων οὖν πτώσεων ἐπὶ τούτου τοῦ θεωρήματος ὡς ἔφαμεν τυγχανουσῶν, μίαν ἢ δύο ἐκθησόμεθα, διʼ ὧν καὶ αἱ λοιπαὶ εὐκατανόητοι γενήσονται.
Ἐκκείσθω γὰρ ἡ ὁμοία τῆς ἐπὶ τῶν περιφερειῶν καταγραφή, καὶ ἡ μὲν ΓΕ συμπιπτέτω ὡσαύτως τῇ ΗΑ κατὰ τὸ Κ, ἡ δὲ ΖΕ τῇ ΒΗ ἐπὶ τὰ ἀντικείμενα τῆς ἐπάνω καταγραφῆς κατὰ τὸ Λ, ἡ δὲ ΖΓ τῇ ΔΗ ὁμοίως ἐπὶ τὰ ἀντικείμενα κατὰ τὸ Μ. ἐπʼ εὐθείας ἄρα εἰσὶν τὰ Κ, Λ, Μ σημεῖα, διὰ τὸ πάλιν ἔν τε τῷ διὰ τοῦ ΓΕΖ τριγώνου ἐπιπέδῳ αὐτὰ τυγχάνειν — ἐπειδήπερ καὶ ἐπὶ τῶν πλευρῶν αὐτοῦ ἐκβληθεισῶν τυγχάνουσιν — καὶ ἐν τῷ τοῦ ΑΔΒ κύκλου ἐπιπέδῳ — ἐπειδήπερ πάλιν ἐπὶ τῶν ἐκ τοῦ κέντρου ἐκβληθεισῶν εἰσιν —, ἥτις ἐπιζευχθεῖσα ποιεῖ εἰς δύο τὰς ΜΚ, ΜΖ δύο διαχθείσας τὰς ΓΚ, ΛΖ τέμνειν ἀλλήλας κατὰ τὸ Ε. καὶ καθάπερ ἐπάνω ἐπὶ τῆς τῶν εὐθειῶν καταγραφῇς ἐδείκνυμεν, ὁ τῆς ΓΚ πρὸς ΚΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΜ πρὸς ΜΖ, καὶ τοῦ τῆς ΖΛ πρὸς ΛΕ. ἀλλὰ τῷ μὲν τῆς ΓΚ πρὸς ΚΕ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ· τῷ δὲ τῆς ΓΜ πρὸς ΜΖ ὁ αὐτός ἐστιν ἀνάπαλιν τῇ ἐπὶ τῶν περιφερειῶν εἰρημένῃ ἐπὶ τοῦ γʹ κυκλικοῦ λημματίου πτώσει ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ· τῷ δὲ τῆς ΖΛ πρὸς τὴν ΛΕ, ὁμοίως ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. καὶ οὕτως ἄρα ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ, καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ, ὅπερ ἔδει δεῖξαι.
Ἑξῆς δὲ καὶ ἐπὶ ἑτέρας πτώσεως τὴν αὐτὴν δεῖξιν ποιησόμεθα. συμπιπτέτω γὰρ πάλιν ἡ μὲν ΓΕ τῇ ΗΑ κατὰ τὸ Κ, ἡ δὲ ΓΖ τῇ ΗΔ κατὰ τὸ Μ. καὶ ἔτι ἡ ΗΒ τῇ ΕΖ κατὰ τὸ Λ ὡς ἔχει ἐπὶ τῆς ἑξῆς καταγραφῆς. καὶ φανερὸν πάλιν ὅτι ἐπʼ εὐθείας εἰσὶν τὰ Μ, Κ, Λ σημεῖα, διὰ τὸ ὁμοίως ἔν τε τῷ τοῦ ΓΕΖ τριγώνου εἶναι ἐπιπέδῳ καὶ ἐν τῷ τοῦ ΑΔΒ κύκλου, ἥτις πάλιν ἐπιζευχθεῖσα ποιεῖ εἰς δύο τὰς ΜΓ, ΜΛ δύο διαχθείσας τὰς ΓΚ, ΛΖ τέμνειν ἀλλήλας κατὰ τὸ Ε. καὶ διὰ τοῦτο, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὁ τῆς ΓΚ εὐθείας πρὸς ΚΕ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ΓΜ πρὸς ΜΖ καὶ τοῦ τῆς ΖΛ πρὸς ΛΕ. ἀλλὰ τῷ μὲν τῆς ΓΚ πρὸς ΚΕ λόγῳ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ. τῷ δὲ τῆς ΓΜ εὐθείας πρὸς ΜΖ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ. τῷ δὲ τῆς ΖΛ εὐθείας πρὸς ΛΕ ὁ αὐτός ἐστιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. ὁ ἄρα τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων τὸ αὐτὸ τοῦτο δειχθήσεται ἐπʼ εὐθείας τυγχανόντων τῶν Κ, Λ, Μ σημείων.
Ἔστιν δὲ καὶ ἄνευ τῆς ἐπὶ τῶν εὐθειῶν ἐπιπέδου καταγραφῆς, ἐκ τῆς κατὰ διαίρεσιν δείξεως προχειρότερον ἐπιλογίσασθαι τὴν κατὰ σύνθεσιν τῶν περιφερειῶν ἀπόδειξιν, προλημφθέντος ἡμῖν βραχέος τοιούτου λημματίου. ἔστω ἡμικύκλιον τὸ ΑΒΓ ἐπὶ διαμέτρου τῆς ΑΓ, καὶ εἰλήφθω ἐπὶ τῆς περιφερείας αὐτοῦ τυχὸν σημεῖον τὸ Β. λέγω ὅτι ἡ ὑποτείνουσα τὴν διπλῆν τῆς ΑΒ περιφερείας ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΒΓ.
Καὶ ἔστιν αὐτόθεν φανερόν. ἐὰν γὰρ ἀναπληρώσαντες τὸν κύκλον κάθετον ἀπὸ τοῦ Β ἀγαγόντες ἐπὶ τὴν ΑΓ προσεκβάλωμεν ἐπὶ τὸ Ε, ἡ ΒΕ εὐθεῖα ὑποτείνουσα τὴν ΒΑΕ διπλῆν οὖσαν τῆς ΒΑ ὑποτείνει καὶ τὴν ΒΓΕ διπλῆν οὖσαν τῆς ΒΓ, ὅπερ ἔδει δεῖξαι.
Τούτου προλημφθέντος, ἐκκείσθω ἡ αὐτὴ τῶν περιφερειῶν καταγραφή, καὶ συμπεπληρώσθω τὰ ΓΑΗ, ΓΔΗ ἡμικύκλια. ἐπεὶ οὖν εἰς δύο τὰς ΕΗ, ΕΒ δύο διηγμέναι εἰσὶν αἱ ΗΔΖ, ΒΔΑ τέμνουσαι ἀλλήλας κατὰ τὸ Δ, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ. τοῦτο γὰρ δέδεικται. ἀλλʼ ἡ μὲν ὑποτείνουσα τὴν διπλῆν τῆς ΗΑ ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΑΓ λοιπὴν οὖσαν εἰς τὸν ὅλον κύκλον· ἡ δὲ ὑποτείνουσα τὴν διπλῆν τῆς ΗΔ ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΓΔ. ὥστε καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ, ὅπερ ἔδει δεῖξαι.
Ἔτι δέ, ὡς ἔφαμεν, ἀπὸ πλειόνων πτώσεων καὶ ἐπὶ τῆς τοιαύτης καταγραφῆς ὀλίγας ἐκθησόμεθα τὰς καὶ τὰς λοιπὰς εὐκατανοήτους ἡμῖν ποιεῖν δυναμένας. καὶ δέον ἔστω πάλιν ἐκ τῆς κατὰ διαίρεσιν λήμψεως δεῖξαι ὅτι κατὰ σύνθεσιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΖ. ἐπεὶ γὰρ κατὰ τὴν εἰρημένην ἡμῖν τάξιν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΗΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΖ, ἀλλʼ ἡ μὲν τὴν διπλῆν τῆς ΗΔ ὑποτείνουσα ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΓΔ, ἡ δὲ τὴν διπλῆν τῆς ΗΑ ὑποτείνουσα ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΓΑ, ὁ ἄρα τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΖ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΓΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΖ.
Πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς ἐκ τοῦ κατὰ διαίρεσιν λόγου λέγω ὅτι καὶ ἀναστρέψαντι ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΓ λόγος σύγκειται ἐκ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΓ. πάλιν γὰρ ἐπὶ τοῦ κατὰ διαίρεσιν λόγου, ἐπεὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΗ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΗ, ἀλλʼ ἡ μὲν τὴν διπλῆν τῆς ΗΔ ὑποτείνουσα ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΔΓ, ἡ δὲ τὴν διπλῆν τῆς ΑΗ ὑποτείνουσα ὑποτείνει καὶ τὴν διπλῆν τῆς ΑΓ, ὁ ἄρα τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΔ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΔΓ λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΕ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΓ, ὅπερ ἔδει δεῖξαι.
Ὡσαύτως δὲ καὶ αἱ λοιπαὶ ἡμῖν πτώσεις ἀποδειχθήσονται, ἀναπληρουμένων τῶν ΒΔΑ, ΒΖΕ ἡμικυκλίων.
Περὶ τῶν μεταξὺ τοῦ τε ἰσημερινοῦ καὶ τοῦ λοξοῦ κύκλου περιφερειῶν.Ἀποδείξας ἐκ τῆς διὰ τῶν ὀργάνων παρατηρήσεως τὴν μεταξὺ τῶν δύο πόλων περιφέρειαν μοιρῶν τυγχάνουσαν κγ να κ ἐπὶ τοῦ διʼ αὐτῶν γραφομένου μεγίστου κύκλου, ἥτις ἦν καὶ τῆς ὅλης ἐγκλίσεως ἤτοι λοξώσεως τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινόν, καὶ ἐπαγαγὼν ὅτι «ἀκολούθου «τε ὄντος καὶ τὰς κατὰ μέρος γινομένας πηλικότητας» τῶν λοξώσεων ἀποδεῖξαι ἐπὶ τοῦ διὰ τῶν πόλων τοῦ ἰσημερινοῦ καὶ τῶν τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου τμημάτων, ἐκθησόμεθα λημμάτια ὀλίγα καὶ χρήσιμα πρὸς τὴν τοιαύτην πραγματείαν καὶ ἔτι πρὸς πάσας σχεδὸν τὰς σφαιρικὰς ἀποδείξεις.
Ἐκθέμενος τὰ τοιαῦτα λημμάτια καὶ συναγαγὼν διʼ αὐτῶν τὸ προλημφθὲν σφαιρικὸν θεώρημα κατὰ διαίρεσιν καὶ κατὰ σύνθεσιν, ἑξῆς περὶ τῶν κατὰ μέρος λοξώσεων τὸν λόγον ποιεῖται καί φησιν· «Τούτου προεκτεθέντος, ποιησόμεθα τὴν τῶν προκειμένων περιφερειῶν ἀπόδειξιν», λέγω δὴ τῶν κατὰ μέρος λοξώσεων, οἱονεὶ πῶς ἂν δοθέντος τινὸς τμήματος τοῦ διὰ μέσων τῶν ζῳδίων τὴν πηλικότητα τῆς ἀπὸ τοῦ ἰσημερινοῦ ἀποστάσεως αὐτοῦ λάβωμεν ἐπὶ τοῦ γραφομένου κύκλου διʼ αὐτοῦ καὶ τῶν τοῦ ἰσημερινοῦ πόλων, τὴν ἀρχὴν ἀπό τε τῆς κοινῆς τομῆς τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων παραλαμβάνοντες, ἵνα κἂν τὸν ἥλιον κατά τινα χρόνον ἐπί τινος τμήματος τοῦ ζῳδιακοῦ τυγχάνοντα ἐφοδεύωμεν, ἐξ εὐχεροῦς λαμβάνωμεν καὶ τὴν ἀπὸ τοῦ ἰσημερινοῦ κατὰ πλάτος αὐτοῦ παραχώρησιν ἐφʼ ἑνὸς τεταρτημορίου.
Καὶ ἐκθέμενος τὸν διʼ ἀμφοτέρων τῶν πόλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων μέγιστον κύκλον τὸν ΑΒΓΔ, καὶ ἰσημερινοῦ μὲν ἡμικύκλιον τὸ ΑΕΓ, ζῳδιακοῦ δὲ τὸ ΒΕΔ, ὥστε τὸ μὲν Ε σημεῖον γίνεσθαι ἐαρινόν, τουτέστιν τὴν ἀρχὴν τοῦ Κριοῦ, καὶ ἀπειληφὼς ἐπὶ τοῦ ζῳδιακοῦ τὴν ΕΗ περιφέρειαν μοιρῶν λ, καὶ γράψας διὰ τοῦ Ζ πόλου τοῦ ἰσημερινοῦ καὶ τοῦ δεδομένου τμήματος τοῦ ζῳδιακοῦ τοῦ μεγίστου κύκλου περιφέρειαν τὴν ΖΗΘ, ἀποδείκνυσι δηλαδὴ τὴν ΗΘ περιφέρειαν ἣν λελόξωται ἡ τριακονταμοιρία τοῦ διὰ μέσων ἀπὸ τοῦ ἰσημερινοῦ, πόσων ἐστὶν τμημάτων οἵων ὅλος ὁ κύκλος τξ.
Ἔπειτα μέλλων τὴν τοιαύτην ἀπόδειξιν ποιεῖσθαι εἰς ὑπόμνησιν ἡμᾶς ἄγει λέγων ὅτι καθόλου ὅταν λέγωμεν περιφέρειάν τινα ἢ εὐθεῖαν μοιρῶν εἶναί τινων ἢ τμημάτων, ἐπὶ μὲν τῶν περιφερειῶν τοιούτων φαμὲν οἵων ὁ κύκλος τξ, ἐπὶ δὲ τῶν εὐθειῶν, οἵων ἡ διάμετρος ρκ.
Καὶ ἑξῆς τὴν ἀπόδειξιν ποιούμενος προσχρῆται τῷ ἐκτεθειμένῳ σφαιρικῷ θεωρήματι ἐπὶ τῆς κατὰ σύνθεσιν ἀποδείξεως οὕτως· «ἐπεὶ ἐν καταγραφῇ μεγίστων κύκλων εἰς δύο τὰς ΑΖ καὶ ΑΕ δύο διηγμέναι εἰσὶν ἥ τε «ΖΘ καὶ ἡ ΕΒ τέμνουσαι ἀλλήλας κατὰ τὸ Η, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς «ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ καὶ τοῦ τῆς ὑπὸ «τὴν διπλῆν τῆς ΗΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ. ἀλλʼ ἡ μὲν τῆς «ΖΑ περιφερείας διπλῆ μοιρῶν ἐστιν ρπ»· ἡ γὰρ ΖΑ ἐκ τοῦ πόλου οὖσα ἐπὶ τὸν ἰσημερινὸν τῶν τοῦ τεταρτημορίου μοιρῶν ἐστιν ϙ, ὥστε καὶ ἡ διπλῆ αὐτῆς ἔσται μοιρῶν ρπ· «ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. «ἡ δὲ τῆς ΑΒ περιφερείας διπλῆ κατὰ τὸν συμπεφωνημένον ἡμῖν» τοῦ Ἐρατοσθένους λόγον «τῶν πγ πρὸς τὰ ια μοιρῶν ἐστιν μζ μβ μ, «ἡ δὲ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων μη λα νε.» καὶ πάλιν ἐπεὶ ἡ ΗΕ περιφέρεια ὑπόκειται μοιρῶν λ, ἡ ἄρα διπλῆ αὐτῆς ἔσται μοιρῶν ξ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ξ. ἔστιν δὲ καὶ ἡ διπλῆ τῆς ΒΕ μοιρῶν ρπ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ, ἐπειδήπερ ἡ ΕΒ τεταρτημορίου ἐστίν, διὰ τὸ δύο μεγίστους κύκλους τόν τε ΑΕΓ ἰσημερινὸν καὶ τὸν ΒΕΔ ζῳδιακὸν τέμνειν ἀλλήλους εἰς ἡμικύκλια, καὶ τὸν ΑΒΓΔ διὰ τῶν πόλων αὐτῶν ὄντα τέμνειν τὰ ἀπειλημμένα αὐτῶν ἡμικύκλια δίχα. ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου, τουτέστιν τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ ἀφέλωμεν τὸν τῶν ξ πρὸς τὰ ρκ, τουτέστιν τὸν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΒ, καταλειφθήσεται ὁ λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ, ὁ τῶν ρκ πρὸς τὰ κδ ιε νζ. καὶ ἔστιν ἡ μὲν διπλῆ τῆς ΖΘ περιφερείας μοιρῶν ρπ, ἡ δʼ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΘΗ περιφερείας εὐθεῖα τμημάτων ἐστὶν κδ ιε νζ, ἥντινα εἰσαγαγόντες εἰς τὸν κανόνα τῶν ἐν κύκλῳ εὐθειῶν εὑρήσομεν τὴν ἐπʼ αὐτῆς περιφέρειαν τουτέστιν τὴν διπλῆν τῆς ΘΗ, μοιρῶν κγ ιθ νθ, ἧς τὴν ἡμίσειαν λαβόντες ἕξομεν αὐτὴν τὴν ΗΘ περιφέρειαν μοιρῶν ια μ ἔγγιστα.
Καὶ καθόλου ἐπὶ τῶν τοιούτων ἀποδείξεων πέντε μεγέθη εὐθειῶν ἔχειν δεῖ δεδομένα καὶ ἕκτον ἐπιζητεῖν· οὕτω γὰρ ἡ τοιαύτη ἀπόδειξις προχωρήσει. καὶ φανερὸν ὅτι, καθάπερ ἐπὶ τοῦ κυκλικοῦ θεωρήματος δηλοῦμεν, τῶν ἀπολημφθεισῶν δύο περιφερειῶν μεταξὺ τῶν τριῶν σημείων συναμφοτέρων δὲ μοιρῶν ϙ τυγχανουσῶν ὡς τῶν ΑΒ, ΒΖ, ἢ τῶν ΖΗ, ΗΘ καὶ ἔτι τῶν ΕΗ, ΗΒ, καὶ συμπιπτουσῶν τῶν εὐθειῶν ὡς τῆς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β τῇ ἀπὸ τοῦ κέντρου τοῦ κύκλου ἐπὶ τὸ Ζ, ὡς ἔμπροσθεν ἀπεδείκνυμεν, καὶ οὕτως ὁμοίως συνίσταται τὸ θεώρημα, ἀκολούθως τῷ προεκτεθειμένῳ ἐκ τῆς συμπλοκῆς τῶν λημματίων σφαιρικῷ θεωρήματι.
Ὃν δὲ τρόπον, ἐὰν ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ξ πρὸς τὰ ρκ, καταλείπεται ὁ τῶν ρκ πρὸς κδ ιε νζ, οὕτως γίνεται δῆλον. ἐπεὶ γὰρ τριῶν ἀριθμῶν δοθέντων δυνατόν ἐστιν δʼ ἀνάλογον προσευρεῖν, ἔχομεν δὲ γ ἀριθμοὺς τόν τε ξ καὶ ρκ καὶ μη λα νε καὶ δʹ ἀνάλογον ἐπιζητοῦμεν, καὶ ἔστιν ὁ ὑπὸ αʹ καὶ δʹ ἴσος τῷ ὑπὸ βʹ καὶ γʹ, τάσσομεν ὡς αʹ τὸν ρκ καὶ βʹ τὸν ξ καὶ γʹ τὸν μη λα νε, καὶ πολλαπλασιάσαντες τὸν βʹ ἐπὶ τὸν γʹ, τουτέστιν τὸν ξ ἐπὶ τὸν μη λα νε καὶ τὰ γενόμενα ͵βϡια νε μερίσαντες παρὰ τὸν ρκ, ἔχομεν τὸν δʹ ἀνάλογον κδ ιε νζ, καὶ γέγονεν κατὰ τὴν ἀνάπαλιν τάξιν ὡς κδ ιε νζ πρὸς μη λα νε οὕτως ξ πρὸς ρκ. καὶ ἐπεὶ τοῦ κδ ιε νζ μέσου λαμβανομένου ὁ τῶν ρκ πρὸς τὰ μη λα νε λόγος σύγκειται ἔκ τε τοῦ τῶν ρκ πρὸς τὰ κδ ιε νζ καὶ τοῦ τῶν κδ ιε νζ πρὸς τὰ μη λα νε, ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν κδ ιε νζ πρὸς τὰ μη λα νε, τουτέστιν τὸν τῶν ξ πρὸς τὰ ρκ, καταλειφθήσεται ὁ λόγος τῶν ρκ πρὸς τὰ κδ ιε νζ, ὅς ἐστιν τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΖΘ τμημάτων ρκ, καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΘΗ ἔσται κδ ιε νζ, ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια τουτέστιν ἡ διπλῆ τῆς ΘΗ περιφερείας μοιρῶν κγ ιθ νθ, αὐτὴ δὲ ἡ ΘΗ ια λθ νθ, αἵτινες καὶ παράκεινται ἐν τῷ τῆς λοξώσεως κανονίῳ κατὰ τὸ δεύτερον σελίδιον ταῖς τοῦ ζῳδιακοῦ καὶ κατὰ τὸ πρῶτον σελίδιον ἐκκειμέναις μοίραις λ. ρκ κδ ιε νζ μη λα νε ξ ρκ
Καὶ πρὸς μὲν τῷ τελευταίῳ ἄκρῳ τῷ μη λα νε ἡ ἀφαίρεσις γεγένηται τοῦ τῶν κδ ιε νζ πρὸς αὐτὸν λόγου, πρὸς δὲ τῷ πρώτῳ ἡ κατάλειψις, ἐπεὶ καὶ ἡ διὰ τῶν γραμμῶν ἀπόδειξις τὸν β τῶν συντιθέντων τὸν ἐξ ἀρχῆς λόγον ἀφαιρούμενον εἶχεν τὸν δὲ πρῶτον καταλειπόμενον.
Πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς, βουλόμενος δεῖξαι πόσον λελόξωται ἡ ἑξηκονταμοιρία τοῦ ζῳδιακοῦ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τοῦ αὐτοῦ κύκλου, φησίν· ἔστω πάλιν ἡ ΕΗ τοῦ ζῳδιακοῦ περιφέρεια μοιρῶν ξ, ὥστε πάλιν, τοῦ λόγου τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΑ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΑΒ μένοντος τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε καὶ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ μενούσης ρκ, τὴν μὲν διπλῆν τῆς ΕΗ περιφερείας γίγνεσθαι μοιρῶν ρκ, καὶ τὴν ὑπʼ αὐτὴν εὐθεῖαν τμημάτων ργ νε κγ. καὶ ἐὰν ἄρα πάλιν ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ργ νε κγ πρὸς τὰ ρκ, καταλειφθήσεται ὁ λόγος τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΘ περιφερείας πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΘΗ ὁ τῶν ρκ πρὸς τὰ μβ α μη. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΖΘ τμημάτων ρκ· καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΘΗ τμημάτων μβ α μη, ἡ δὲ ἐπʼ αὐτῆς περιφέρεια, τουτέστιν ἡ διπλῆ τῆς ΘΗ, ἔσται μοιρῶν μα ο ιη, ἡ δὲ ἡμίσεια αὐτῆς, τουτέστιν αὐτὴ ἡ ΗΘ, ἔσται κ λ θ, ὅπερ ἔδει δεῖξαι. ρκ μβ α μη μη λα νε ργ νε κγ ρκ
«Τὸν αὐτὸν δὴ τρόπον ...» καὶ καθʼ ἑκάστην μοῖραν τοῦ ζῳδιακοῦ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπιλογισάμενος τὰ μεγέθη τῶν ὁμοίων τῇ ΗΘ περιφερείᾳ ἐπὶ τοῦ ἑνὸς τεταρτημορίου, ἐπεὶ καὶ ἐπὶ τῶν λοιπῶν γ τὰ αὐτὰ μεγέθη συνάγεται, ὡς ἑξῆς δείξομεν, διὰ τὸ καὶ μίαν τινὰ καὶ τὴν αὐτὴν εἶναι ἔγκλισιν τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινόν, καὶ κανονοποιίαν αὐτῶν ἐξέθετο πρὸς τὸ καὶ τὰ τοιαῦτα μεγέθη ἐκ προχείρου ἡμᾶς δύνασθαι λαμβάνειν, ἐπὶ στίχους μὲν πάλιν με, σελίδια δὲ δύο· ὧν τὰ μὲν πρῶτα περιέχει τὰς τοῦ ἑνὸς τεταρτημορίου τοῦ ζῳδιακοῦ μοίρας ϙ, κατὰ μίαν παρηυξημένας, τὰ δὲ β τὰς ἐπιβαλλούσας αὐταῖς ἀπὸ τοῦ ἰσημερινοῦ τῆς λοξώσεως πηλικότητας ἐπὶ τοῦ εἰρημένου κύκλου. «καὶ ἔστιν τὸ «κανόνιον τοιοῦτον.»
Ὑπομνήσεως δὲ ἕνεκεν τοῦ πολλαπλασιασμοῦ ἐκθησόμεθα τοὺς ἀριθμοὺς τοὺς ἐπὶ τῆς δείξεως. «Ἐὰν οὖν, φησίν, ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ «μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ργ νε κγ πρὸς τὰ ρκ, καταλειφθήσεται ὁ τῶν ρκ πρὸς τὰ μβ α μη» οὕτως· ἐὰν γὰρ πάλιν πολλαπλασιάσωμεν τὸν ργ νε κγ ἐπὶ τὸν μη λα νε, τὰ γενόμενα καθὼς ἑξῆς ἡ ἔκθεσις τῶν ἀριθμῶν περιέχει ͵εμγ λε ιϛ λθ ιε μερίσωμεν παρὰ τὸν ρκ, εὑρήσομεν τὸν μβ α μη τέταρτον ἀνάλογον. καὶ ἔστιν ὁ τῶν ργ νε κγ πρὸς τὰ ρκ λόγος ὁ αὐτὸς τῷ τῶν μβ α μη πρὸς τὰ μη λα νε. ἀλλὰ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου λαμβανομένου μέσου τοῦ τῶν μβ α μη, ὁ τῶν ρκ πρὸς τὰ μη λα νε λόγος συγκείμενος ἔσται ἔκ τε τοῦ τῶν ρκ πρὸς τὰ μβ α μη λόγου καὶ τοῦ τῶν μβ α μη πρὸς τὰ μη λα νε. καὶ ἐὰν ἀπὸ τοῦ τῶν ρκ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ργ νε κγ πρὸς τὰ ρκ, τουτέστιν τὸν τῶν μβ α μη πρὸς τὰ μη λα νε, καταλειφθήσεται ὁ τῶν ρκ πρὸς τὰ μβ α μη, ὅπερ ἔδει δεῖξαι. ρκ μβ α μη μη λα νε ργ νε κγ ρκ
Οἱ δὲ πολλαπλασιασμοί, καθὼς καὶ πρότερον ὑπεγράψαμεν, γίνονται οὕτως. πολλαπλασιάζομεν τὸν ργ νε κγ ἐπὶ τὸν μη λα νε οὕτως· πρότερον τὸν ργ ἐπὶ τὸν μη· γίνονται μοῖραι ͵δϡμδ. εἶτα τὸν ργ ἐπὶ τὸν λα· γίνεται πρῶτα ἑξηκοστὰ ͵γρϙγ. ἔπειτα πάλιν τὰ ργ ἐπὶ τὰ νε· γίνεται βʹ ἑξηκοστὰ ͵εχξε. ἔπειτα τὰ νε πρῶτα ἑξηκοστὰ ἐπὶ τοὺς τρεῖς· καὶ πρῶτον ἐπὶ τὸν μη· γίνεται αʹ ἑξηκοστὰ ͵βχμ. ἔπειτα πάλιν ἐπὶ τὰ λα πρῶτα ἑξηκοστά· γίνεται ͵αψε δεύτερα ἑξηκοστά· πρῶτα γὰρ ἐπὶ πρῶτα γίνεται δεύτερα. καὶ ἔτι ἐπὶ τὰ νε δεύτερα· γίνεται ͵γκε. καὶ ἔτι τὰ κγ δεύτερα ἑξηκοστὰ ἐπὶ τοὺς τρεῖς ὁμοίως· καὶ πρῶτον πάλιν ἐπὶ τὸν μη· γίνεται δεύτερα ἑξηκοστὰ ͵αρδ. εἶτα ἐπὶ τὰ αʹ ἑξηκοστὰ λα· γίνεται ψιγ τρίτα ἑξηκοστά. καὶ ἔτι ἐπὶ τὰ νε δεύτερα ἑξηκοστά· γίνεται ͵ασξε τέταρτα ἑξηκοστά. βʹ γὰρ ἐπὶ βʹ, δʹ γίνεται. παραβάλλοντες οὖν δʹ ἑξηκοστὰ παρὰ τὸν ξ καὶ ποιήσαντες τρίτα καὶ τέταρτα ἑξηκοστά, προσεθήκαμεν τὰ γʹ τοῖς γʹ· καὶ συνάγοντες αὐτὰ καὶ παραβάλλοντες πάλιν παρὰ τὸν ξ καὶ ποιήσαντες βʹ καὶ γʹ, καὶ τὰ βʹ ὁμοίως τοῖς βʹ προσθέντες καὶ συναγαγόντες αὐτὰ καὶ μερίσαντες πάλιν παρὰ τὸν ξ, ἐποιήσαμεν πρῶτα ἑξηκοστὰ καὶ δεύτερα· καὶ πάλιν προσθέντες τὰ αʹ τοῖς αʹ καὶ συναγαγόντες αὐτὰ καὶ μερίσαντες παρὰ τὸν ξ ἔσχομεν μοίρας καὶ πρῶτα ἑξηκοστά· καὶ προσθέντες τὰς μοίρας ταῖς μοίραις ἔσχομεν τὸν συναχθέντα ἀριθμὸν μοιρῶν ͵εμγ λε ιϛ λθ ε, ὃν μερίσαντες παρὰ τὸν ρκ εὑρήσομεν τὸν μβ α μη τέταρτον ἀνάλογον.
Περὶ τῆς χρήσεως τοῦ κανόνος.
Ἐπεὶ ἐν τῷ ἐκτεθειμένῳ τῆς λοξώσεως κανονίῳ ἀπὸ τοῦ ἰσημερινοῦ τυγχάνοντι κατὰ τὸ πρῶτον σελίδιον ἑνὸς μόνου τεταρτημορίου τοῦ διὰ μέσων ἔκκεινται μοῖραι ϙ, ἀναγκαῖον δηλῶσαι ὃν τρόπον εἰσάγειν ὀφείλομεν ἐν τῷ κανόνι πλεόνων τῶν ϙ μοιρῶν διδομένων. ὅτι μὲν οὖν ἐὰν λόγου ἕνεκεν ἀπὸ ἀρχῆς Κριοῦ δοθῶσιν μέχρις μοιρῶν ϙ, αὐτὰς εἰσαγαγόντες κατὰ τὸ πρῶτον σελίδιον τοῦ κανόνος, τὰς παρακειμένας αὐταῖς ἐν τῷ δευτέρῳ σελιδίῳ ἐροῦμεν λελοξῶσθαι τὸ δεδομένον τοῦ ζῳδιακοῦ τμῆμα φανερόν. ἐὰν δὲ ὑπὲρ τὰς ϙ ὦσιν αἱ διδόμεναι τοῦ ζῳδιακοῦ μοῖραι, τὰς λειπούσας εἰς τὰς ρπ μοίρας εἰσαγαγόντες ὁμοίως λημψόμεθα τὴν ἐπιζητουμένην τῆς λοξώσεως πηλικότητα. ἐὰν δὲ ὑπὲρ τὰς ρπ ὦσιν ἕως σο, τὰς λοιπὰς μετὰ τῶν ρπ εἰσάγομεν. ἐὰν δὲ ὑπὲρ τὰς σο, τὰς λειπούσας εἰς τὰς τξ.
Ἵνα δὲ ἐπὶ καταγραφῆς φανερὰ γένηται τὰ λεγόμενα, ἔστω ζῳδιακὸς ὁ ΑΒΓΔ, ἰσημερινὸς δὲ ὁ ΕΖΗΘ, τὰ δὲ ἰσημερινὰ καὶ τροπικὰ σημεῖα ὡς ὑπογέγραπται. ἐὰν οὖν ζητῶμέν τινος τμήματος τῶν ἀπὸ ἀρχῆς Κριοῦ μέχρις Καρκίνου μοιρῶν ϙ τὴν λόξωσιν, δῆλον ὡς ἔφαμεν ὅτι αὐτὰς τὰς ἀπὸ Κριοῦ διδομένας μοίρας εἰσαγαγεῖν ὀφείλομεν. ἐὰν δὲ πάλιν τινὸς τμήματος τῶν μετὰ τὰς ϙ ἕως τῶν ρπ, οἷον ὡς τοῦ κατὰ τὸ Β, δῆλον ὅτι τὰς ἀπὸ Χηλῶν ἕως τοῦ Β λειπούσας εἰς τὰς ρπ εἰσάγειν ὀφείλομεν. ἐὰν δὲ ὑπὲρ τὰς ρπ ἕως σο ὦσιν αἱ διδόμεναι ἀπὸ Κριοῦ, οἷον πάλιν ὡς κατὰ τὸ Γ, δῆλον πάλιν ὅτι τὰς ἀπὸ Χηλῶν ἕως τοῦ Γ λοιπὰς οὔσας μετὰ τὰς ρπ τοῦ ἡμικυκλίου εἰσάγειν ὀφείλομεν. ἐὰν δὲ ὑπὲρ τὰς σο ἕως τξ, οἷον ὡς κατὰ τὸ Δ, τὰς λειπούσας εἰς τξ εἰσαγαγεῖν πάλιν ὀφείλομεν, ἵνα πάλιν ἀπὸ Κριοῦ ὦσιν αἱ εἰσαγόμεναι· ὁμοίως δὲ κἂν ἀπὸ τῆς ἀρχῆς τῶν Χηλῶν ὦσιν αἱ διδόμεναι τῇ αὐτῇ ἀγωγῇ χρησόμεθα.
Ὅτι δὲ ἀρκούντως ἐπὶ τοῦ ἑνὸς τεταρτημορίου τοῦ ζῳδιακοῦ τὰς λοξώσεις ἀπέδειξεν, διὰ τὸ καὶ ἐπὶ τῶν λοιπῶν γ τεταρτημορίων τὰς αὐτὰς εἶναι, δείξομεν πάλιν ἐπὶ τῆς αὐτῆς καταγραφῆς. ἐπεὶ γὰρ κατὰ διάμετρόν ἐστιν τὸ Κ τῷ Λ, κείσθω ἴση ἡ ΚΑ τῇ ΛΓ· κατὰ διάμετρον ἄρα ἐστὶν καὶ τὸ Α τῷ Γ. εἰλήφθω ὁ πόλος τοῦ ἰσημερινοῦ, καὶ ἔστω τὸ Μ. καὶ διὰ τοῦ Μ καὶ τοῦ Α μέγιστος κύκλος γεγράφθω· ἥξει δὴ καὶ διὰ τοῦ Γ· ἐρχέσθω ὡς ὁ ΑΕΜΓΗ. καὶ ἐπεὶ ἡμικυκλίου ἐστὶν ἡ ΑΓ — οἱ γὰρ μέγιστοι κύκλοι δίχα τέμνουσιν ἀλλήλους —, ἀλλὰ καὶ ἡ ΕΗ, κοινὴ ἀφῃρήσθω ἡ ΓΜΕ· λοιπὴ ἄρα ἡ ΑΕ τῆς λοξώσεως περιφέρεια λοιπῇ τῇ ΓΗ ἴση ἐστίν. ὁμοίως δὴ δειχθήσεται καὶ ἐπὶ τῶν λοιπῶν. τὰ ἄρα ἴσον ἀπέχοντα ἑκατέρου τῶν ἰσημερινῶν τοῦ διὰ μέσων τῶν ζῳδίων τμήματα τὴν ἴσην λόξωσιν λοξοῦνται. ὥστε εἰκότως ἐπὶ ἑνὸς τεταρτημορίου τὴν ἀπόδειξιν πεποίηται.
Ὃν δὲ τρόπον κατὰ τὴν ἔκθεσιν τοῦ κανόνος αἰεὶ αἱ πρὸς τοῖς ἰσημερινοῖς λοξώσεις ἐν μείζοσιν ὑπεροχαῖς παρηύξηνται τῶν ἀπώτερον, διὰ τῶν γραμμῶν δείξομεν πάλιν οὕτως.
Ἐκκείσθω γὰρ ὁ διʼ ἀμφοτέρων τῶν πόλων τοῦ τε διὰ μέσων τῶν ζῳδίων καὶ τοῦ ἰσημερινοῦ ὁ ΑΒΓΔ, καὶ ἰσημερινοῦ μὲν ἡμικύκλιον τὸ ΑΕΓ, τοῦ δὲ διὰ μέσων τῶν ζῳδίων τὸ ΒΕΔ, πόλος δὲ τοῦ ἰσημερινοῦ ἔστω τὸ Ζ. καὶ ἀπειλήφθωσαν ἀπὸ τοῦ Ε ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων ἴσαι περιφέρειαι αἱ ΕΗ, ΗΘ, ΘΚ, καὶ γεγράφθωσαν διὰ τοῦ Ζ πόλου τοῦ ἰσημερινοῦ καὶ τῶν Η, Θ, Κ σημείων μεγίστων κύκλων τεταρτημόρια τὰ ΖΗΛ, ΖΘΜ, ΖΚΝ, ἐφʼ ὧν αἱ λοξώσεις ἐδείκνυντο. λέγω ὅτι ἡ ΘΜ τῆς ΗΛ μείζονι ὑπερέχει ἤπερ ΚΝ τῆς ΘΜ.
Καὶ ἔστιν αὐτόθεν φανερόν, παραλλήλων γραφέντων διὰ τῶν Η, Θ, Κ τῷ ΑΕΓ ἰσημερινῷ τῶν ΗΞ, ΘΟ, ΚΠ· γίνεται γάρ, ὡς ἐδείχθη ἐν τῷ εʹ θεωρήματι τοῦ γʹ τῶν Σφαιρικῶν, ἡ μὲν ΑΞ τῆς ΞΟ μείζων, ἡ δὲ ΞΟ τῆς ΟΠ. καὶ ὑπερέχει ἡ μὲν ΘΜ τῆς ΗΛ τῇ ΞΟ, ἡ δὲ ΚΝ τῆς ΘΜ τῇ ΟΠ· ἴσαι γάρ εἰσιν αἱ τῶν μεγίστων κύκλων περιφέρειαι αἱ μεταξὺ τῶν παραλλήλων. ὥστε ἡ ΜΘ τῆς ΛΗ μείζονι ὑπερέχει ἤπερ ἡ ΚΝ τῆς ΘΜ, ὅπερ προέκειτο δεῖξαι.
Περὶ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν.
Ἀποδείξας τὴν μεγίστην λόξωσιν μοιρῶν κγ να κ, καὶ ἔτι τὰς κατὰ μέρος τοιαύτας πηλικότητας ἐπὶ τῶν διὰ τῶν τοῦ ἰσημερινοῦ πόλων γραφομένων μεγίστων κύκλων καὶ τῶν διδομένων τοῦ λοξοῦ καὶ διὰ μέσων τῶν ζῳδίων κύκλου τμημάτων, καὶ κανονοποιίαν τούτων ἐκθέμενος πρὸς τὸ ἐξ ἑτοίμου αὐτὰς ἔχειν εἰς τὰς κατὰ μέρος ἐπισκέψεις, ἑξῆς περὶ τῶν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορῶν τοῦ τε ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου τὸν λόγον ποιεῖται, καθʼ ἣν θέσιν οἱ πόλοι τῆς σφαίρας ἐπὶ τοῦ ὁρίζοντος τυγχάνουσιν. διὸ καὶ ἰσοδυναμεῖν αὐτὸν ἐρεῖ τοῖς καθʼ ἑκάστην οἴκησιν μεσημβρινοῖς, ἐπεὶ καὶ ὁ τοιοῦτος ὁρίζων διὰ τῶν πόλων ἐστὶν τῆς σφαίρας καθάπερ καὶ πάντες οἱ μεσημβρινοί.
Εἶτα βουλόμενος ἀποδεῖξαι τὰς γινομένας πηλικότητας τῶν ἀπολαμβανομένων περιφερειῶν τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων ἀπὸ τῆς κοινῆς τομῆς αὐτῶν ὑπὸ τοῦ γραφομένου κύκλου διὰ τῶν τοῦ ἰσημερινοῦ πόλων καὶ τῶν διδομένων τοῦ λοξοῦ κύκλου τμημάτων, φησίν· «οὕτω γὰρ ἕξομεν πόσοις χρόνοις ἰσημερινοῖς τὰ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου τμήματα διελεύσεται τόν τε μεσημβρινὸν πανταχῇ καὶ «τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα.»
Ὅτι δὲ τοῖς αὐτοῖς χρόνοις ἤτοι τμήμασιν τοῦ ἰσημερινοῦ τὰ τοῦ διὰ μέσων τῶν ζῳδίων τμήματα διελεύσεται τόν τε μεσημβρινὸν πανταχῇ καὶ τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα, οὕτω δεικτέον. ἔστω μεσημβρινὸς μὲν κύκλος ὁ ΑΒΓΔ· καὶ τῶν ἡμικυκλίων τοῦ μὲν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντος τὸ ΒΕΔ, ἰσημερινοῦ δὲ τὸ ΑΕΓ, τοῦ δὲ διὰ μέσων τὸ ΖΗΘ· καὶ γεγράφθω τοῦ διὰ τοῦ Κ παραλλήλου τῷ ἰσημερινῷ τὸ ΚΛ τμῆμα. καὶ ἐπεὶ ὁ ΒΕΔ ὁρίζων διὰ τῶν πόλων ἐστὶν τῆς σφαίρας, τὰ Β, Δ ἄρα σημεῖα πόλοι εἰσὶν τῆς σφαίρας· ὁμοία ἄρα ἡ ΚΛ τῇ ΕΑ. ἡ ἄρα ΗΑ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΚΛ. κείσθω τῇ ΚΛ ὁμοία ἡ ΗΜ. ἐν ᾧ ἄρα τὸ Κ ἐπὶ τὸ Λ παραγίνεται, ἐν τούτῳ καὶ τὸ Η ἐπὶ τὸ Μ· καὶ σχήσει ἡ ΚΗ τοῦ ζῳδιακοῦ περιφέρεια τὴν τῆς ΛΜ θέσιν. καὶ ἐπεὶ ἑκατέρα τῶν ΕΑ, ΗΜ ὁμοία ἐστὶν τῇ ΚΛ, καὶ ἡ ΕΑ ἄρα ὁμοία ἐστὶν τῇ ΗΜ. ἴση ἄρα ἡ ΗΜ τῇ ΕΑ. καὶ κοινῆς ἀφαιρεθείσης τῆς ΕΜ, λοιπὴ ἡ ΕΗ λοιπῇ τῇ ΜΑ ἐστὶν ἴση· καὶ τῇ μὲν ΕΗ τοῦ ἰσημερινοῦ συνανέρχεται ἡ ΗΚ τοῦ ζῳδιακοῦ τὸν ὁρίζοντα, τῇ δὲ ΜΑ τοῦ ἰσημερινοῦ συνεξέρχεται τὸν μεσημβρινὸν ἡ ΛΜ τοῦ ζῳδιακοῦ· ὥστε τοῖς αὐτοῖς τοῦ ἰσημερινοῦ χρόνοις τὰ τοῦ διὰ μέσων τμήματα διελεύσεται τόν τε μεσημβρινὸν πανταχῇ καὶ τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα.
Εἶτα βουλόμενος ἀποδεῖξαι ἐπὶ τῶν κατὰ μέρος συναναφορῶν ἤτοι συμμεσουρανήσεων, τοῖς διδομένοις τμήμασιν τοῦ ζῳδιακοῦ πόσοι χρόνοι τοῦ ἰσημερινοῦ συμμεσουρανοῦσιν ἢ συνανέρχονται τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα, χρόνους καλῶν τὰ τοῦ ἰσημερινοῦ τμήματα, διὰ τὸ περὶ τοὺς τούτου πόλους τὴν ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς φορὰν τῶν ὅλων ὁμαλῶς φέρεσθαι καὶ ἀναγκαῖον εἶναι τὰς καταμετρήσεις τῶν χρόνων ἐπί τινος ὁμαλῶς καὶ τεταγμένως φερομένου μεγίστου κύκλου καταμετρεῖσθαι, ποιεῖται τὴν εἰρημένην ἀπόδειξιν ἐπὶ τοῦ αὐτοῦ θεωρήματος ἐφʼ οὗ καὶ τὰς λοξώσεις ἀπεδείκνυεν, προσχρώμενος τῷ κατὰ διαίρεσιν δειχθέντι αὐτῷ σφαιρικῷ θεωρήματι.
Ἐκτεθείσης γὰρ τῆς αὐτῆς καταγραφῆς τουτέστιν τοῦ μὲν διʼ ἀμφοτέρων τῶν πόλων τοῦ ΑΒΓΔ, ἰσημερινοῦ δὲ τοῦ ΑΕΓ, καὶ ζῳδιακοῦ τοῦ ΒΕΔ, ὥστε τὸ Ε σημεῖον τὴν κοινὴν τομὴν εἶναι τοῦ τε ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ, καὶ ἀπολημφθείσης ὁμοίως τῆς ΕΗ λόγου ἕνεκεν μοιρῶν λ, καὶ γραφείσης διὰ τοῦ Ζ πόλου τοῦ ἰσημερινοῦ καὶ τοῦ δεδομένου τοῦ διὰ μέσων τῶν ζῳδίων σημείου τοῦ Η τεταρτημορίου μεγίστου κύκλου τοῦ ΖΗΘ, ἐπιλογίζεται ἐκ τῶν ἔμπροσθεν εἰρημένων τὴν συναναφερομένην αὐτῇ τοῦ ἰσημερινοῦ τουτέστιν τὴν ΕΘ· αὕτη γὰρ συναναφέρεται τῇ ΕΗ τοῦ ζῳδιακοῦ, διὰ τὸ τὸν ΖΗΘ κύκλον διὰ τῶν πόλων ὄντα τῆς σφαίρας ἰσοδυναμεῖν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι, καὶ ἅμα τὸ κοινὸν αὐτῶν σημεῖον τὸ Ε ἐπʼ αὐτοῦ γίνεσθαι, καὶ δηλαδὴ συνανέρχεσθαι τὴν ΕΗ τῇ ΕΘ. κατὰ τὰ αὐτὰ οὖν τοῖς πρότερον εἰρημένοις, ἐπεὶ εἰς δύο μεγίστων κύκλων περιφερείας τὰς ΑΖ, ΑΕ δύο διηγμέναι εἰσὶν ἥ τε ΖΘ καὶ ΕΒ τέμνουσαι ἀλλήλας κατὰ τὸ Η, ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ. ἀλλʼ ἡ μὲν τῆς ΖΒ περιφερείας διπλῆ μοιρῶν ἐστιν ρλβ ιζ κ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ρθ μδ νγ, ἡ δὲ τῆς ΒΑ διπλῆ μοιρῶν μζ μβ μ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα μη λα νε· τὸ γὰρ Β τροπικόν ἐστιν διὰ τὸ τὴν ΕΒ εἶναι τεταρτημορίου, ὡς καὶ μικρῷ πρόσθεν ἀπεδείκνυμεν, καὶ ἔστιν ἡ ΒΑ ἡ μεγίστη λόξωσις, μοιρῶν οὖσα κγ να κ· ὥστε καὶ ἡ διπλῆ αὐτῆς ἔσται μζ μβ μ. διὸ καὶ ἡ τῆς ΖΒ διπλῆ μοιρῶν ἐστιν ρλβ ιζ κ. καὶ ἐπεὶ καὶ ἡ τῆς ΖΑ διπλῆ μοιρῶν ἐστιν ρπ, ἔστιν δὲ καὶ ἡ τῆς ΖΗ διπλῆ μοιρῶν ρνς μ α διὰ τὸ τὴν ΗΘ λόξωσιν δεδόσθαι, ἡ δʼ ὑπʼ αὐτὴν εὐθεῖα ριζ λα ιε, ἡ δὲ τῆς ΗΘ διπλῆ μοιρῶν κγ ιθ νθ καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων κδ ιε νζ· ἐὰν ἄρα ἀπὸ τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ριζ λα ιε πρὸς τὰ κδ ιε νζ, καταλειφθήσεται ἡμῖν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος ὁ τῶν νδ νβ κϛ πρὸς τὰ ριζ λα ιε· ὁ δʼ αὐτὸς τούτῳ λόγος ἐστὶν καὶ τῶν νϛ α κε πρὸς τὰ ρκ. καὶ ἔστιν ἡ μὲν διπλῆ τῆς ΕΑ μοιρῶν ρπ, ἡ δʼ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρκ. καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΕΘ τῶν αὐτῶν ἐστὶν νϛ α κε. ὥστε καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια τουτέστιν ἡ διπλῆ τῆς ΘΕ μοιρῶν νε μ ἔγγιστα, ἡ δὲ ἡμίσεια αὐτῆς τουτέστιν αὐτὴ ἡ ΘΕ τῶν αὐτῶν κζ ν.
Ὃν δὲ τρόπον καὶ ἐνταῦθα ἀπὸ τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε λόγου ἀφαιρουμένου τοῦ τῶν ριζ λα ιε πρὸς τὰ κδ ιε νζ καταλείπεται ὁ τῶν νδ νβ κϛ πρὸς τὰ ριζ λα ιε, καὶ μεταλαμβάνεται ἀνάπαλιν εἰς τὸν τῶν ρκ πρὸς τὰ νϛ α κε, δείξομεν οὕτως. ἐπεὶ γὰρ πάλιν ἔχομεν γ ἀριθμοὺς δεδομένους τόν τε ρθ μδ νγ καὶ τὸν μη λα νε καὶ ἔτι τὸν κδ ιε νζ, μεταχειριζόμεθα ὁμοίως τὸν δʼ ἀνάλογον, πολλαπλασιάζοντες τὸν κδ ιε νζ ἐπὶ τὸν ρθ μδ νγ καὶ μερίζοντες παρὰ τὸν μη λα νε καθὼς καὶ μικρῷ πρόσθεν ἀπεδείκνυμεν· εὑρίσκεται δὲ ὁ ἐκ τοῦ μερισμοῦ ὁ νδ νβ κϛ, καὶ γέγονεν πάλιν ὡς ρθ μδ νγ πρὸς μη λα νε οὕτως νδ νβ κϛ πρὸς κδ ιε νζ. καὶ μέσου ὅρου λαμβανομένου τοῦ ριζ λα ιε, ὁ τῶν νδ νβ κϛ πρὸς τὰ κδ ιε νζ λόγος σύγκειται ἔκ τε τοῦ τῶν νδ νβ κϛ πρὸς τὰ ριζ λα ιε καὶ τοῦ τῶν ριζ λα ιε πρὸς τὰ κδ ιε νζ. καὶ δῆλον ὡς ὅτι ἐὰν ἀπὸ τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε λόγου, τουτέστιν τοῦ τῶν νδ νβ κϛ πρὸς τὰ κδ ιε νζ — ὁ γὰρ αὐτὸς αὐτῷ ἐστιν — ἀφέλωμεν τὸν τῶν ριζ λα ιε πρὸς τὰ κδ ιε νζ, καταλειφθήσεται ὁ τῶν νδ νβ κϛ πρὸς τὰ ριζ λα ιε, τουτέστιν ὡς ἐπὶ τῶν γραμμῶν ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ. καὶ εἰ μὲν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ περιφερείας εὐθεῖα τμημάτων ἦν ριζ λα ιε, εἴχομεν αὐτόθεν καὶ τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΘ τμημάτων νδ νβ κϛ· ἀλλὰ ἐπεὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ ἐστὶν ρκ, μετάγομεν τὸν καταλιπέντα λόγον εἰς τὸν ρκ, πολλαπλασιάζοντες τὸν ρκ ἐπὶ τὸν νδ νβ κϛ, καὶ μερίσαντες τὸν γενόμενον παρὰ τὸν ριζ λα ιε, καὶ εὑρίσκοντες νϛ α κε τέταρτον ἀνάλογον· καὶ γέγονεν ὡς νδ νβ κϛ πρὸς ριζ λα ιε, οὕτως νϛ α κε πρὸς ρκ. καὶ ἔστιν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ ρκ καὶ ἡ ὑπὸ τὴν διπλῆν ἄρα τῆς ΕΘ ἔσται νϛ α κε.
Καὶ δῆλον ὅτι οὐχὶ ἐπὶ τῶν ἐκτεθειμένων ἀριθμῶν καὶ τὸν λόγον περιεχόντων τῆς ἀφαιρέσεως πεποίηται, ἀλλʼ ἐπὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων. ἔνεστιν δὲ πάλιν καὶ ἐπʼ αὐτοῦ τοῦ ἐκτεθέντος τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε τὴν ἀφαίρεσιν ποιήσασθαι πολλαπλασιάσαντας τὸν ρθ μδ νγ ἐπὶ τὸν κδ ιε νζ καὶ μερίσαντας παρὰ τὸν ριζ λα ιε, καὶ εὑρόντας πάλιν τὸν μέσον ὅρον τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε. ἀλλὰ ὁ εὑρισκόμενος δʼ ἀνάλογος οὐκέτι πρὸς τὸν ριζ λα ιε τὸν καταλειπόμενον λόγον ἐποιεῖτο κατὰ τὴν ἔκθεσιν αὐτῶν, ἀλλὰ πρὸς τὸν μη λα νε. καὶ ἦν ἂν ἡ ἀφαίρεσις καὶ ἡ κατάλειψις ἀκολούθως τῇ ἔμπροσθεν ἡμῖν εἰρημένῃ ἐφόδῳ. ἀκολούθως γὰρ ταῖς γραμμικαῖς ἐνταῦθα δείξεσιν, τοῦ πρώτου λόγου ἀφαιρουμένου, ὁ δεύτερος κατελιμπάνετο. ὅθεν ἀπὸ ὁμοίου φαίνεται τὴν ἀφαίρεσιν καὶ τὴν κατάλειψιν τοῦ λόγου ποιησάμενος, δεικνὺς ὅτι πολυτρόπως δύναται ἡ ἀφαίρεσις καὶ ἡ κατάλειψις προχωρεῖν. ρθ μδ νγ νδ νβ κϛ ριζ λα ιε μη λα νε νϛ α κϛ ρκ
Ἀποδείξας τὴν τριακονταμοιρίαν τοῦ ζῳδιακοῦ τὴν ἀπό τε τῆς κοινῆς τομῆς αὐτοῦ τε καὶ τοῦ ἰσημερινοῦ, πόσοις τμήμασιν τοῦ ἰσημερινοῦ τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ἤτοι συνανέρχεται τὸν ὁρίζοντα ἢ συνεξέρχεται τὸν μεσημβρινὸν κατὰ πᾶσαν οἴκησιν, τουτέστιν ἢ συμμεσουρανεῖ, ἑξῆς βούλεται δεῖξαι ἐπὶ τῆς αὐτῆς καταγραφῆς τῇ αὐτῇ ἀποδείξει προσχρώμενος καὶ τῇ ἑξηκονταμοιρίᾳ τοῦ ζῳδιακοῦ ἀπὸ τῆς αὐτῆς κοινῆς τομῆς, πόσαις συναναφέρονται ἢ συμμεσουρανοῦσιν πανταχῇ.
Ἔστω οὖν πάλιν ἡ ΕΗ τοῦ ζῳδιακοῦ περιφέρεια μοιρῶν ξ, καὶ δέον ἔστω εὑρεῖν τὴν ΕΘ τοῦ ἰσημερινοῦ περιφέρειαν πόσων ἐστὶν τμημάτων· διὰ τὰ αὐτὰ δὴ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ λόγος συνῆπται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ. ἀλλʼ ἡ μὲν τῆς ΖΒ διπλῆ διὰ τὰ εἰρημένα μοιρῶν ἐστιν ρλβ ιζ κ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα τμημάτων ρθ μδ νγ. ἡ δὲ τῆς ΒΑ διπλῆ μοιρῶν ἐστιν μζ μβ μ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα μη λα νε. ἡ δὲ τῆς ΖΗ διπλῆ, μοιρῶν ἐστιν ρλη νθ μβ, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα ριβ κγ νϛ. ἡ δὲ τῆς ΗΘ διπλῆ μοιρῶν μα 𐆊ο𐆊 ιη, καὶ ἡ ὑπʼ αὐτὴν εὐθεῖα μβ α μη· δίδοται δὲ ἡ ΗΘ περιφέρεια ἐκ τοῦ τῆς λοξώσεως κανονίου· λόξωσις γάρ ἐστιν μοιρῶν ξ· διὸ καὶ λοιπὴ ἡ ΖΗ δίδοται. ἐὰν οὖν πάλιν ἀπὸ τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε λόγου ἀφέλωμεν τὸν τῶν ριβ κγ νϛ πρὸς τὰ μβ α μη λόγον, καταλειφθήσεται ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΕΘ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ λόγος, ὁ τῶν ϙε β μ πρὸς τὰ ριβ κγ νϛ. καὶ εἰ μὲν ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ τμημάτων ἦν ριβ κγ νϛ, καὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΘΕ τῶν αὐτῶν ἦν ϙε β μ. ἀλλʼ ἐπεὶ ἡ ὑπὸ τὴν διπλῆν τῆς ΕΑ τμημάτων ἐστὶν ρκ, μετηγάγομεν πάλιν τὸν λόγον εἰς ρκ, καὶ εὕρομεν τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΘ ρα κη κ. ὥστε καὶ ἡ ἐπʼ αὐτῆς περιφέρεια, τουτέστιν ἡ διπλῆ τῆς ΘΕ ἔσται ἐκ τῶν ἐν κύκλῳ εὐθειῶν ριε κη ἔγγιστα. ἧς τὴν ἡμίσειαν, αὐτὴν τὴν ΘΕ, ἕξομεν νζ μδ, αἵτινες συμμεσουρανήσουσιν ταῖς ξ μοίραις τοῦ ζῳδιακοῦ. ρθ μδ νγ ϙε β μ ριβ κγ νϛ μη λα νε ρα κη κ ρκ μβ α μη
Καὶ ἐνταῦθα δὲ πάλιν πολλαπλασιάσαντες τὰ μβ α μη ἐπὶ τὸν ρθ μδ νγ καὶ μερίσαντες παρὰ τὸν μη λα νε, εὑρίσκομεν τὸν ϙε β μ. καὶ γίνεται ὡς ρθ μδ νγ πρὸς μη λα νε οὕτως ϙε β μ πρὸς μβ α μη. καὶ μέσου ὅρου λαμβανομένου τοῦ ριβ κγ νϛ, ὁ τῶν ϙε β μ πρὸς τὰ μβ α μη λόγος σύγκειται ἔκ τε τοῦ τῶν ϙε β μ πρὸς τὸ ριβ κγ νϛ καὶ τοῦ τῶν ριβ κγ νϛ πρὸς τὰ μβ α μη. καὶ ἐὰν πάλιν ἀπὸ τοῦ τῶν ρθ μδ νγ πρὸς τὰ μη λα νε λόγου, τουτέστιν τοῦ τῶν ϙε β μ πρὸς τὰ μβ α μη ἀφέλωμεν τὸν τῶν ριβ κγ νϛ πρὸς τὰ μβ α μη, καταλειφθήσεται ὁ τῶν ϙε β μ πρὸς τὰ ριβ κγ νϛ, ὃν μεταλαβόντες εἰς τὸν ρκ διʼ ἣν εἴπομεν αἰτίαν, εὑρήσομεν αὐτὸν τὸν ρα κη κ πρὸς τὰ ρκ.
Δείξας οὖν πάλιν ὅτι ταῖς ἀπὸ τοῦ ἰσημερινοῦ τοῦ ζῳδιακοῦ μοίραις ξ — αἵτινές εἰσιν δύο δωδεκατημόρια τοῦ ὅλου κύκλου διὰ τὸ δωδέκατον τοῦ κύκλου μοιρῶν εἶναι λ — συγχρονοῦσιν τοῦ ἰσημερινοῦ τμήματα νζ μδ, ὧν τὸ πρῶτον συγχρονεῖ τμήμασιν κζ ν, καὶ λοιπὸν ἄρα τὸ δεύτερον συγχρονήσει μοίραις κθ νδ. καὶ ἐπεὶ ὅλον τὸ τοῦ ζῳδιακοῦ τεταρτημόριον ὅλῳ τῷ τοῦ ἰσημερινοῦ συγχρονεῖ, τὸ δὲ τεταρτημόριον γ μέν ἐστιν δωδεκατημορίων μοιρῶν δὲ ϙ, καὶ τὸ γʹ ἄρα τοῦ ζῳδιακοῦ δωδεκατημόριον συγχρονήσει τοῖς λοιποῖς μετὰ τοὺς νζ μδ χρόνους τοῦ ἰσημερινοῦ εἰς τοὺς ϙ χρόνους λβ ιϛ.
Καὶ δῆλον διότι ἐπὶ τῆς αὐτῆς καταγραφῆς τῇ αὐτῇ ἀποδείξει κατακολουθοῦντες καὶ τὰς ταῖς κατὰ δεκαμοιρίας τοῦ ζῳδιακοῦ συγχρονούσας τοῦ ἰσημερινοῦ περιφερείας εὑρήσομεν, διὰ τὸ τὰς ἔτι τούτων ἐλάττονας μηδενὶ ἀξιολόγῳ διαφέρειν τῶν καθʼ ὁμαλὴν παραύξησιν ἐπιβαλλόντων παρὰ τὰ γραμμικά. οἷον ἐπεὶ τῇ δεκαμοιρίᾳ τοῦ Κριοῦ εὑρίσκομεν διὰ τῶν γραμμῶν συναναφερομένους ἤτοι συμμεσουρανοῦντας τοῦ ἰσημερινοῦ χρόνους θ ι, ἐὰν τοὺς ταῖς ε συναναφερομένους ὁμοίως χρόνους ἐπιζητῶμεν, λαμβάνομεν ἐξ ἀναλόγου τοὺς ἡμίσεις τῶν θ ι, καὶ τοὺς αὐτοὺς λέγομεν συγχρονεῖν ταῖς τοῦ Κριοῦ μοίραις ε, ἐπεὶ καὶ ἐὰν διὰ τῶν γραμμῶν πάλιν τὰς ταῖς ε μοίραις συναναφερομένας θελήσωμεν ἐπιλογίσασθαι, τὰς τοσαύτας ἔγγιστα εὑρήσομεν.
Ἐκτέθειται οὖν καὶ τούτων κανονογραφίαν πρὸς τὸ πάλιν ἐκ προχείρου ἔχειν ἡμᾶς παραλαμβάνειν εἰς τὰς κατὰ μέρος ἐπισκέψεις, πόσοις χρόνοις ἰσημερινοῖς τὰ διδόμενα τοῦ ζῳδιακοῦ τμήματα ἤτοι συνανέρχονται τὸν ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντα, ἢ συνεξέρχονται πανταχῇ τὸν μεσημβρινόν, ὡς ἔφαμεν, τὴν ἀρχὴν τῆς ἐν τῷ κανόνι ἐκθέσεως ἀπὸ τῆς πρὸς τῷ ἐαρινῷ γινομένης τομῆς τοῦ ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ ποιησάμενος, τουτέστιν ἀπὸ τῆς ἀρχῆς τοῦ Κριοῦ· καὶ ἔτι τὰς παραυξήσεις τῶν τοῦ ζῳδιακοῦ τμημάτων κατὰ δεκαμοιρίαν ἐκθέμενος. εὑρίσκει δὲ ἐκ τῶν εἰρημένων ἐπιλογισμῶν τῇ μὲν πρώτῃ ἀπὸ Κριοῦ δεκαμοιρίᾳ συναναφερομένους ἢ συμμεσουρανοῦντας τοῦ ἰσημερινοῦ χρόνους θ ι, τῇ δὲ δευτέρᾳ θ ιε, τῇ δὲ τρίτῃ θ κε· ὡς συνάγεσθαι τοὺς μεσουρανοῦντας χρόνους τῷ τοῦ Κριοῦ δωδεκατημορίῳ κζ ν, τῇ δὲ τετάρτῃ δεκαμοιρίᾳ ἥτις ἐστὶν πρώτη τοῦ Ταύρου θ μ τῇ δὲ πέμπτῃ ἥτις βʹ τοῦ Ταύρου θ νη τῇ δὲ ϛʹ τρίτῃ δὲ τοῦ Ταύρου ι ιϛ· ὡς συνάγεσθαι καὶ τοὺς τοῦ δωδεκατημορίου χρόνους κθ νδ· τῇ δὲ ζʹ δεκαμοιρίᾳ, πρώτῃ δὲ τῶν Διδύμων, χρόνους ι λδ· τῇ δὲ ηʹ, βʹ δὲ τῶν Διδύμων, ι μζ· τῇ δὲ θʹ, γʹ δὲ τῶν Διδύμων, ι νε· ὡς πάλιν συνάγεσθαι καὶ τοὺς τούτου δωδεκατημορίου λβ ιϛ χρόνους, ὅλου δὲ τοῦ τεταρτημορίου ϙ.
«Καὶ ἔστιν αὐτόθεν φανερόν, ὅτι καὶ ἡ τῶν λοιπῶν τεταρτημορίων τάξις ἡ αὐτὴ τυγχάνει, πάντων καθʼ ἕκαστον τῶν αὐτῶν συμβαινόντων, «διὰ τὸ τὴν σφαῖραν ὀρθὴν ὑποκεῖσθαι ...» ἐπειδήπερ ἐὰν ἐκτεθείσης τῆς ἐπάνω καταγραφῆς γράψωμεν καὶ τὸ ΚΕΛ τοῦ ζῳδιακοῦ ἡμικύκλιον, ὥστε τοῦ μὲν Ε σημείου ἐαρινοῦ ὑποκειμένου τὸ μὲν Β γίνεσθαι χειμερινὸν τροπικὸν τὸ δὲ Δ θερινόν, τοῦ δὲ Ε πάλιν μετοπωρινοῦ ὑποκειμένου τὸ μὲν Κ γίνεσθαι θερινὸν τὸ δὲ Λ χειμερινόν, καὶ τὸ μὲν ΒΕΔ ἡμικύκλιον γίνεσθαι ἀπʼ ἀρχῆς Αἰγόκερω ἐπὶ ἀρχὴν Καρκίνου, τὸ δὲ ΚΕΛ ἀπὸ ἀρχῆς Καρκίνου ἐπὶ ἀρχὴν Αἰγόκερω καὶ ἀναπληρώσωμεν τὸ ΖΘΠ ἡμικύκλιον, ἑκάστη μὲν τῶν ΕΒ, ΕΑ, ΕΚ τεταρτημορίου ἔσται διὰ τὸ τὸν ΑΒΓΔ διὰ τῶν πόλων αὐτῶν τυγχάνοντα δίχα τέμνειν τὰ ἀπολαμβανόμενα αὐτῶν ἡμικύκλια. καὶ διὰ τοῦτο ἐπεὶ δύο αἱ ΒΕ, ΕΑ δυσὶ ταῖς ΑΕ, ΕΚ ἴσαι εἰσίν, ἀλλὰ καὶ βάσις ἡ ΒΑ βάσει τῇ ΑΚ ἴση, γωνία ἄρα ἡ ὑπὸ ΒΕΑ γωνίᾳ τῇ ὑπὸ ΑΕΚ ἴση, κατὰ τὸν τῶν ἐφαρμοζόντων λόγον. εἰσὶν δὲ καὶ αἱ πρὸς τῷ Θ γωνίαι ὀρθαί, καὶ κοινὴ τῶν δύο τριπλεύρων ἡ ΕΘ, καὶ πάντα πᾶσιν ἴσα κατὰ τὸν τῶν ἐφαρμοζόντων ὁμοίως λόγον, ἢ καὶ ὡς Μενέλαος ἐν Σφαιρικοῖς. ἴση ἄρα ἡ μὲν ΕΗ τοῦ διὰ μέσων τῇ ΕΜ τοῦ αὐτοῦ κύκλου, ἡ δὲ ΗΘ δηλονότι τῆς λοξώσεως τῇ ΘΜ ὁμοίως τῆς λοξώσεως. καὶ φανερὸν ὅτι ἑκατέρα τῶν ΕΗ, ΕΜ ἴσον ἀπέχουσα τοῦ ἰσημερινοῦ τοῖς ἴσοις τοῦ ἰσημερινοῦ τμήμασιν συναναφέρεται, ἐπειδήπερ ἐὰν γράψωμεν καὶ τὸ ΖΕΠ τοῦ ὁρίζοντος ἡμικύκλιον, καὶ διὰ τῶν Η καὶ Μ σημείων παραλλήλους τῷ ἰσημερινῷ γράψωμεν τὰς ΗΡ, ΜΣ περιφερείας, ἡ μὲν ΡΗ τῇ ΕΗ συνανενεχθήσεται, ἡ δὲ ΣΜ τῇ ΕΜ. ἀλλὰ ἑκατέρα τῶν ΡΗ, ΣΜ τῇ ΕΘ ὁμοία ἐστίν· καὶ ἑκατέρα ἄρα τῶν ΕΗ, ΕΜ τῇ ἴσῃ τῇ ΕΘ συνανενεχθήσεται. Ἢ καὶ ὅτι πάλιν εἰς δύο τὰς ΠΑ, ΑΕ δύο γεγραμμέναι εἰσὶν αἱ ΠΘ, ΕΚ τέμνουσαι ἀλλήλας κατὰ τὸ Μ, καὶ ὁ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΠΚ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΚΑ — ὁ αὐτὸς ὢν τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΒ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΒΑ — λόγος σύγκειται ἔκ τε τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΠΜ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΜΘ — τοῦ αὐτοῦ ὄντος τῷ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΖΗ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΗΘ — καὶ τοῦ τῆς ὑπὸ τὴν διπλῆν τῆς ΘΕ πρὸς τὴν ὑπὸ τὴν διπλῆν τῆς ΕΑ, ἐν ἑκατέρᾳ τοῦ αὐτοῦ τυγχάνοντος· ὡς καὶ ἐφʼ ἑκατέρας τῶν καταγραφῶν τὴν ΕΘ περιφέρειαν καταλαμβάνεσθαι συναναφερομένην ἐπʼ ὀρθῆς τῆς σφαίρας ἑκατέρᾳ τῶν ΗΕ, ΕΜ τοῦ ζῳδιακοῦ ἴσων περιφερειῶν.
Διὰ τὰ αὐτὰ δὴ κἂν τὴν ΕΞ ἴσην τῇ ΕΗ ἀπολαβόντες γράψωμεν τὸ ΖΞΓΠ ἡμικύκλιον, καὶ τὴν ΕΟ ἴσην οὖσαν τῇ ΕΘ εὑρήσομεν διὰ τὸ καὶ τὰς πρὸς τῷ Ε γωνίας ἴσας εἶναι, τῶν ΑΒ, ΓΔ περιφερειῶν ἴσων οὐσῶν, καὶ ἑκατέρᾳ τῶν ΕΞ, ΕΗ συναναφερομένων.
Καὶ ἔστιν αὐτόθεν φανερὸν ὡς ἔφαμεν, ὅτι καὶ ἐπὶ τῶν λοιπῶν τριῶν τεταρτημορίων τῇ αὐτῇ τάξει κατακολουθοῦντες τὰς αὐτὰς συναναφορὰς καταληψόμεθα ἐπὶ τῶν ἴσων καὶ ἴσον ἀπεχουσῶν ἀπὸ τῶν ἰσημερινῶν τοῦ ζῳδιακοῦ περιφερειῶν, διὰ τὸ τὰς ΖΘ, ΖΕ, ΠΘ, ΠΕ διὰ τῶν πόλων οὔσας ἰσοδυναμεῖν τῷ ἐπʼ ὀρθῆς τῆς σφαίρας ὁρίζοντι.