eul_wid: eom-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Life of Sophocles by Life of Sophocles

The Life of Sophocles is an ancient prose biography of the Athenian tragic playwright, traditionally though falsely attributed to Sophocles himself. A later compilation likely assembled in the Hellenistic or Roman period, the text survives in full as part of the introductory material prefaced to medieval manuscripts of Sophocles' plays. Structured as two continuous passages, this biographical sketch details the poet's Athenian origin, his dramatic career with its innovations and victories, his public service, and his personal character. It incorporates famous anecdotes illustrating his reputed wisdom, piety, and cheerful disposition in old age. The work is a later literary construction rather than a reliable historical record, designed to illustrate the poet's perceived character and forge connections between his life and his dramatic works. It exemplifies the ancient educational practice of employing such authorial "Lives" to introduce students and readers to classical authors. While many of its details are legendary, the biography served for centuries as the foundation of the traditional understanding of Sophocles.

Σοφοκλέους γένος καὶ βίος
Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλλου, ὃς οὔτε, ὡς Ἀριστόξε-
νός φησι, τέκτων ἢ χαλκεὺς ἦν, οὔτε, ὡς Ἴστρος
μαχαιροποιὸς τὴν ἐργασίαν, τυχὸν δὲ ἐκέκτητο δούλους χαλκεῖς ἢ
τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενόμενον στρατηγίας ἀξιωθῆναι
σὺν Περικλεῖ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως· ἀλλʼ οὐδʼ ἂν ὑπὸ τῶν
κωμικῶν ἄδηκτος ἀφείθη τῶν οὐδὲ Περικλέους ἀπεσχημένων. ἀπιστητέον δὲ
καὶ τῷ Ἴστρῳ φάσκοντι αὐτὸν οὐκ Ἀθηναῖον ἀλλὰ Φιλάσιον
εἶναι· εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλὴν Ἴστρου παρʼ οὐδένι
ἑτέρῳ τοῦτο ἔστιν εὑρεῖν. ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος, δήμου
Κολωνῆθεν, καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής, καλῶς τε ἐπαιδεύθη καὶ
ἐτράφη ἐν εὐπορίᾳ, καὶ ἐν πολιτείᾳ καὶ ἐν πρεσβείαις ἐξητάζετο.
Γεννηθῆναι δὲ αὐτόν φασιν οαʹ Ὀλυμπιάδι κατὰ τὸ δεύτερον ἔτος ἐπὶ ἄρ-
χοντος Ἀθήνησι Φιλίππου. ἦν δὲ Αἰσχύλου νεώτερος ἔτεσιν ζʹ, Εὐριπί-
δου δὲ παλαιότερος κδʹ.
Διεπονήθη δὲ ἐν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν, ἐξ ὧν ἀμφοτέ-
ρων ἐστεφανώθη, ὥς φησιν Ἴστρος. ἐδιδάχθη δὲ τὴν μου-
σικὴν παρὰ Λάμπρῳ, καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων περὶ τρό-
παιον ὄντων μετὰ λύρας γυμνὸς ἀληλιμμένος τοῖς παιανίζουσι τῶν ἐπινικίων
ἐξῆρχε.
Παρʼ Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε. καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς
ἀγῶσι, πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικρο-
φωνίαν — πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτός —, τοὺς δὲ χορευτὰς ποιή-
σας ἀντὶ ιβʹ ιεʹ· καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.
Φασὶ δὲ ὅτι καὶ κιθάραν ἀναλαβὼν ἐν μόνῳ τῷ Θαμύριδί ποτε ἐκιθάρισεν,
ὅθεν καὶ ἐν τῇ ποικίλῃ στοᾷ μετὰ κιθάρας αὐτὸν γεγράφθαι.
Σάτυρος δέ φησιν ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπ-
ενόησε. φησὶ δὲ καὶ Ἴστρος τὰς λευκὰς κρηπῖδας αὐτὸν
ἐξευρηκέναι, αἷς ὑποδεσμεύονται οἵ τε ὑποκριταὶ καὶ οἱ χορευταί· καὶ πρὸς
τὰς φύσεις αὐτῶν γράψαι τὰ δράματα· ταῖς δὲ Μούσαις θίασον ἐκ τῶν πεπαι-
δευμένων συναγαγεῖν.
Καὶ ἁπλῶς εἰπεῖν τοσαύτη τοῦ ἤθους αὐτῷ γέγονε χάρις ὥστε πάντῃ καὶ πρὸς
ἁπάντων αὐτὸν στέργεσθαι.
Νίκας δὲ ἔλαβεν κʹ, ὥς φησι Καρύστιος, πολλάκις δὲ καὶ δευ-
τερεῖα, τρίτα δὲ οὐδέποτε.
Καὶ Ἀθηναῖοι δὲ αὐτὸν ξεʹ ἐτῶν ὄντα στρατηγὸν εἵλοντο πρὸ τῶν Πελοποννη-
σιακῶν ἔτεσιν ζʹ, ἐν τῷ πρὸς Ἀναίους πολέμῳ.
Οὕτω δὲ φιλαθηναιότατος ἦν ὥστε πολλῶν βασιλέων μεταπεμπομένων αὐτὸν
οὐκ ἠθέλησε τὴν πατρίδα καταλιπεῖν.
Ἔσχε δὲ καὶ τὴν τοῦ Ἅλωνος ἱερωσύνην, ὃς ἥρως μετὰ Ἀσκληπιοῦ παρὰ Χεί-
ρωνι … ἱδρυνθεὶς ὑπὸ Ἰοφῶντος τοῦ υἱοῦ μετὰ τὴν τελευτήν.
Γέγονε δὲ καὶ θεοφιλὴς ὁ Σοφοκλῆς ὡς οὐκ ἄλλος, καθά φησιν Ἱερώνυμος
… περὶ τῆς χρυσῆς στεφάνης. ταύτης γὰρ ἐξ ἀκροπόλεως κλα-
πείσης κατʼ ὄναρ Ἡρακλῆς ἐδήλωσε Σοφοκλεῖ, λέγων τὴν μὴ οἰκοῦσαν οἰκίαν
ἐν δεξιᾷ εἰσιόντι ἐρευνῆσαι, ἔνθα ἐκέκρυπτο. ἐμήνυσε δὲ αὐτὴν τῷ δήμῳ καὶ
τάλαντον ἐδέξατο· τοῦτο γὰρ ἦν προκηρυχθέν. λαβὼν οὖν τὸ τάλαντον ἱερὸν
ἱδρύσατο Μηνυτοῦ Ἡρακλέους.
Φέρεται δὲ καὶ παρὰ πολλοῖς ἡ πρὸς τὸν υἱὸν Ἰοφῶντα γενομένη αὐτῷ δίκη.
ἔχων γὰρ ἐκ μὲν Νικοστράτης Ἰοφῶντα, ἐκ δὲ Θεωρίδος Σικυωνίας Ἀρίστωνα,
τὸν ἐκ τούτου γενόμενον παῖδα Σοφοκλέα τοὔνομα πλέον ἔστεργε. καί ποτε ἐν
δράματι εἰσήγαγε … τὸν Ἰοφῶντα αὐτῷ φθονοῦντα καὶ πρὸς τοὺς φράτορας ἐγ-
καλοῦντα τῷ πατρὶ ὡς ὑπὸ γήρως παραφρονοῦντι· οἱ δὲ τῷ Ἰοφῶντι ἐπετίμησαν.
Σάτυρος δέ φησιν αὐτὸν εἰπεῖν «Εἰ μέν εἰμι Σοφοκλῆς, οὐ παρα-
φρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς», καὶ τότε τὸν Οἰδίποδα παρανα-
γνῶναι.
Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος καὶ Νεάνθης
φασὶ τοῦτον τὸν τρόπον· Καλλιππίδην ὑποκριτὴν ἀπὸ ἐργασίας ἐξ Ὀποῦντος
ἥκοντα περὶ τοὺς Χόας πέμψαι αὐτῷ σταφυλήν, τὸν δὲ Σοφοκλέα λαβόντα ῥᾶγα εἰς
τὸ στόμα ἔτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι. Σάτυρος
δέ φησι τὴν Ἀντιγόνην ἀναγινώσκοντα καὶ ἐμπεσόντα περὶ τὰ τέλη
νοήματι μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἐπι-
τείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ τὴν ψυχὴν ἀφεῖναι. οἱ δὲ ὅτι μετὰ τὴν
τοῦ δράματος ἀνάγνωσιν, ὅτε νικῶν ἐκηρύχθη, χαρᾷ νικηθεὶς ἐξέλιπε.
Καὶ ἐπὶ τῶν πατρῴων τάφων εἰς τὸν τάφον ἐτέθη τῶν παρὰ τὴν ἐπὶ Δεκέ-
λειαν ὁδὸν κειμένων πρὸ τοῦ τείχους ιαʹ σταδίων· φασὶ δὲ ὅτι καὶ τῷ μνήματι
αὐτοῦ σειρῆνα ἐπέστησαν, οἱ δὲ κηληδόνα χαλκῆν. καὶ τοῦτον τὸν τόπον ἐπι-
τετειχικότων Λακεδαιμονίων κατὰ Ἀθηναίων Διόνυσος κατʼ ὄναρ ἐπιστὰς Λυσάν-
δρῳ ἐκέλευσεν ἐπιτρέψαι τεθῆναι τὸν ἄνδρα εἰς τὸν τάφον· ὡς δὲ ὠλιγώρησεν ὁ
Λύσανδρος, δεύτερον αὐτῷ ἐπέστη ὁ Διόνυσος τὸ αὐτὸ κελεύων· ὁ δὲ Λύσανδρος
πυνθανόμενος παρὰ τῶν φυγάδων, τίς εἴη ὁ τελευτήσας, καὶ μαθὼν ὅτι Σοφοκλῆς
ὑπάρχει, κήρυκα πέμψας ἐδίδου θάπτειν τὸν ἄνδρα.
Λόβων δέ φησιν ἐπιγεγράφθαι τῷ τάφῳ αὐτοῦ τάδε·
κρύπτω τῷδε τάφῳ Σοφοκλῆ πρωτεῖα λαβόντα
τῇ τραγικῇ τέχνῃ, σχῆμα τὸ σεμνότατον.
Ἴστρος δέ φησιν Ἀθηναίους διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν
ψήφισμα πεποιηκέναι καθʼ ἕκαστον ἔτος αὐτῷ θύειν.
Ἔχει δὲ δράματα, ὥς φησιν Ἀριστοφάνης, ρλʹ, τούτων δὲ
νενόθευται ιζʹ.
Συνηγωνίσατο δὲ καὶ Αἰσχύλῳ καὶ Εὐριπίδῃ καὶ Χοιρίλῳ καὶ Ἀριστίᾳ καὶ
ἄλλοις πολλοῖς καὶ Ἰοφῶντι τῷ υἱῷ.
Τὸ πᾶν μὲν οὖν Ὁμηρικῶς ὠνόμαζε. τούς τε γὰρ μύθους φέρει κατʼ ἴχνος τοῦ
ποιητοῦ· καὶ τὴν Ὀδύσσειαν δὲ ἐν πολλοῖς δράμασιν ἀπογράφεται. παρετυμολογεῖ
δὲ καθʼ Ὅμηρον καὶ τοὔνομα τοῦ Ὀδυσσέως·
ὀρθῶς δʼ Ὀδυσσεύς εἰμʼ ἐπώνυμος κακῶν·
πολλοὶ γὰρ ὠδύσαντο δυσμενεῖς ἐμοί.
ἠθοποιεῖ τε καὶ ποικίλλει καὶ τοῖς ἐπινοήμασι τεχνικῶς χρῆται, Ὁμηρικὴν ἐκ-
ματτόμενος χάριν. ὅθεν εἰπεῖν Ἰωνικόν τινα μόνον Σοφοκλέα τυγχάνειν Ὁμή-
ρου μαθητήν. καὶ ἄλλοι μὲν πολλοὶ μεμίμηνταί τινα τῶν πρὸ αὑτῶν ἢ τῶν καθʼ
αὑτούς, μόνος δὲ Σοφοκλῆς ἀφʼ ἑκάστου τὸ λαμπρὸν ἀπανθίζει· καθʼ ὃ καὶ μέλιτ-
τα ἐλέγετο. ἤνεγκε δὲ τὰ μικτά· εὐκαιρίαν, γλυκύτητα, τόλμαν, ποικιλίαν.
Οἶδε δὲ καιρὸν συμμετρῆσαι καὶ πράγματα ὥστε ἐκ μικροῦ ἡμιστιχίου ἢ λέξε-
ως μιᾶς ὅλον ἠθοποιεῖν πρόσωπον. ἔστι δὲ τοῦτο μέγιστον ἐν ποιητικῇ, δηλοῦν
ἦθος ἢ πάθος.
Φησὶν οὖν Ἀριστοφάνης ὅτι «κηρὸς ἐπεκαθέζετο … »,
ἄλλῃ δέ «Σοφοκλέους τοῦ μέλιτι τὸ στόμα κεχρισμένου».
Φησὶ δὲ Ἀριστόξενος ὡς πρῶτος τῶν Ἀθήνηθεν ποιητῶν τὴν
Φρυγίαν μελοποιίαν εἰς τὰ ἴδια ᾄσματα παρέλαβε καὶ τοῦ διθυραμβικοῦ τρόπου
κατέμιξεν.