ἄγγελος ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος ὁ τὰ ἔνδον τοῦ οἴκου ἔξωθεν ἀγγέλλων, ὅθεν Θουκυδίδης διάγγελον αὐτὸν ἐκάλεσε λέγων· «ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν». αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφʼ ἑαυτοῦ διαγγέλλων μὴ ὑφʼ ἑτέρου πεμπόμενος.
ἄγεται τὰ ἔμψυχα, φέρεται τὰ ἄψυχα.
ἀγχιστεῖς μέν εἰσιν, οἷς ἐπειδὰν ἐκ τοῦ γένους τις ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατʼ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.
αἰδὼ διαφέρει αἰσχύνης. ἡ μὲν γὰρ αἰδὼ ἐντροπή ἐστιν εἰς ἕκαστον, ᾧ ἔχει τις σεβασμίως· αἰσχύνη δὲ ἐφʼ οἷς ἂν ἕκαστος ἁμαρτὼν αἰσχύνεται, ὡς κακόν τι πράξας. καὶ ἡ μὲν αἰδὼ οὐκ ἐφʼ ἁμαρτίαις γίνεται, ἡ δὲ αἰσχύνη ἐπὶ αἰσχροῖς πράγμασιν.
ἀκταὶ οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες οἱ ἀμμώδεις.
ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων.
ἄρχειν τό τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν τὸ βίᾳ τινὰς εἰς δουλείαν ἄγειν ὑπηκόους.
ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γάρ ἐστι μεταχαρακτηρισμὸς καὶ τῆς προτέρας ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλει.
ἀμορραῖος ὁ ἐθνικὸς διὰ τοῦ ο μικροῦ καὶ βʹ ρρ, Ἀμωραῖος ὁ ἀπὸ μητροπόλεως διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ.
ἅμα ἐπίρρημα χρονικόν, ὁμοῦ ἐπίρρημα τοπικόν.
ἀμφότεροι ὅταν ἐν τῷ αὐτῷ ἢ κατὰ τὸ αὐτὸ πράττουσιν ἀμφότεροι· ἑκάτεροι ὅταν χωρὶς τὸ αὐτὸ πράττουσιν.
ἀμύνεσθαι τὸ κολάζειν, ἀμύνειν τὸ βοηθεῖν.
ἀνάμνησις ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων· ὑπόμνησις ὅταν τις ὑφʼ ἑτέρου εἰς τοῦτο ἀχθῇ.
ἀνάλγητος ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς ὁ μὴ ἀλγῶν.
ἄντικρυς τὸ διαρρήδην καὶ φανερῶς, ἀντικρὺ τὸ ἐξ ἐναντίας.
ἀναβάτης ἐπὶ ἵππου, ἐπιβάτης ἐπὶ νηός.
ἀνεψιοὶ οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ οἱ τῶν ἀνεψιῶν παῖδες.
ἀποκήρυκτος ὁ ἐπὶ ἀδικήμασιν ἐκ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος ὁ δοθεὶς ὑπὸ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὡς λέγουσιν «εἰσποίητος γέγονεν».
ἀποκριθῆναι τὸ διαχωρισθῆναι, ἀποκρίνασθαι τὸν ἐρωτηθέντα λόγον δοῦναι.
ἆρα καὶ ἄρα διαφέρει. τὸ μὲν γὰρ κατʼ ἐρώτησιν ψιλοῦται καὶ περισπᾶται, ὡς ὅταν ἐπαποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει τὰ πράγματα;». τὸ δὲ συλλογιστικὸν ψιλοῦται καὶ ὀξύνεται, ὡς τό· «εἰ τοῦτο συμφέρει, ποιητέον ἄρα».
ἄρτι καὶ ἀρτίως διαφέρει. τὸ μὲν γὰρ ἄρτι χρονικόν ἐστιν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου καὶ τελείου λαμβάνεται.
ἀράχνη καὶ ἀράχνης διαφέρει. ἀράχνη μὲν γάρ ἐστι θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως ἀράχνιον νῆμα—, ἀράχνης δὲ αὐτὸ τὸ ζῷον.
ἄρνες οἱ νεογνοί, ἀρνειοὶ οἱ προήκοντες τῇ ἡλικίᾳ.
ἄρρωστος ὁ νοσῶν, ἀρρωστῶν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις.
ἀνατολὴ ἐπιτολῆς διαφέρει.
ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει. ὁ μὲν γὰρ ἀριθμὸς ἐπὶ ὀλιγωτέρων λαμβάνεται, ὡς ὅταν λέγωμεν· «εἷς ... μέχρι χιλιοστοῦ». τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, ὡς ἐπὶ σίτου καὶ κριθῆς.
ἀνδρεία μέν ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος.
ἄχρις καὶ ἄχρι διαφέρει. ἄχρις μὲν μετὰ τοῦ σ ἀντὶ ἀκριβῶς· καὶ Ὅμηρος· «ἄχρις ἀπήλοισεν», ἀντὶ «ἀκριβῶς ἀπέκοψεν». ἄχρι δὲ χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα.
ἀσφόδελος προπαροξυτόνως τὸ φυτόν, ὀξυτόνως δὲ ὁ τόπος, ὡς τό· «ἀσφοδελὸν λειμῶνα».
ἁπλότης μωρίας διαφέρει. ἁπλότης μὲν γάρ ἐστιν ἡ φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλή τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν.
ἄττα καὶ ἅττα διαφέρει. ψιλούμενον μὲν σημαίνει τὸ «τινά», δασυνόμενον δὲ τὸ «ἅτινα».
ἄστρον τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, ἀστὴρ δὲ ὁ εἷς.
ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον τὸ ἁπλῶς καὶ ἀδόλως ἢ λίαν.
αὐχὴν τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼ ὅ ἐστιν ὁ φάρυγξ.
αὖθις καὶ αὖθι διαφέρει. τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν ἢ τὸ μετὰ ταῦτα, τὸ δὲ αὖθι σημαίνει τὸ αὐτόθι. ὁ γὰρ Καλλίμαχος· «αὖθι τὸ δʼ ἐκδύομαι», ἀντὶ αὐτόθι.
ἀστρολογία μέν ἐστιν ἡ τὰ ἐκ τῶν κινήσεων δηλοῦσα ἀποτελέσματα ἐπιστήμη· ἀστρονομία δὲ ἡ κατάληψις τῶν ἄστρων.
αὕτη καὶ αὐτὴ διαφέρει. τὸ μὲν γὰρ αὕτη δεικτική ἐστιν ἀντωνυμία, τὸ δὲ αὐτὴ ἀναφορική.
ἄλλος ἐπὶ τῶν ὁμοφυῶν, οἷον «ἄλλος ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος»· ἄλλο ἐπὶ τῶν ἑτεροφυῶν, οἷον «ἄλλο ἵππος καὶ ἄλλο ἄνθρωπος».
ἀρχὴ τοῦ β στοιχείου
βάραθρος ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον ὄρυγμά τί ἐστιν Ἀθήνησιν, εἰς ὃ ἔβαλλον τοῦς κακούργους.
βασιλεὺς ὁ ἀπὸ προγόνων τὴν ἀρχὴν ἔχων, κοίρανος ὁ τῇ βασιλείᾳ ἐπιπηδῶν.
βεβλῆσθαι τὸ ἐκ βολῆς τρωθῆναι, οὐτᾶσθαι τὸ ἐκ χειρὸς τρωθῆναι.
βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν ἐπὶ ἀνθρώπων λέγεται μόνον, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων καὶ φυτῶν· ζωὴ γὰρ λέγεται χρῆσις ψυχῆς, βίος δὲ λογικὴ ζωή.
βλέφαρα αὐτὰ τὰ ἐπικλειόμενα τῶν ὀμμάτων δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν βλεφάρων τρίχες.
βρύκειν τὸ τρίζειν τοὺς ὀδόντας, βρύχειν ἐπὶ λέοντος.
βωμὸς ὁ τὰς προσβάσεις ἔχων· ἐσχάρα, ἐν ᾗ τὰ θυόμενα ὀπτοῦται· ἑστία τὸ ἀναπτόμενον· μέγαρον ἡ περιοικοδομουμένη ἑστία, ἔνθα τὰ μυστικὰ θύονται. λέγεται ἑστία καὶ ὁ οἶκος.
βυβλίον τὸ ἄγραφον, οἷον «καὶ ἐπὶ τὸ βυβλίον σου πάντες γραφήσονται» · βιβλίον τὸ γεγραμμένον.
βοτάνη ἡ βοσκομένη, χόρτος ὁ ταχὺ ἀποκείρασθαι ἐφθακώς. ἀρχὴ τοῦ γ στοιχείου
γαμήλιον αὐτὸς ὁ γάμος, ἐπιθαλάμιον τὸ ἐπὶ τῷ γάμῳ γραφὲν ποίημα.
γέλως ὁ ἐπὶ τῇ διαχύσει τῶν χειλέων χωρὶς ὕβρεως, γελοῖος δὲ ὁ καταγέλαστος.
γενέσιον καὶ γενέθλιον διαφέρει. γενέσιον μὲν γάρ ἐστιν ἡ κατʼ ἐνιαυτὸν ἐπιφοιτῶσα τοῦ τεχθέντος μνήμη· γενέθλιον δὲ ἡ κατʼ ἐνιαυτὸν ἐπιφοιτῶσα τοῦ τεθνεῶτος μνήμη.
γένεσις ἡ ἐκ θεοῦ πρώτη πλάσις, γέννησις ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐκ διαδοχῆς οὖσα.
ἀρχὴ τοῦ δ
διαβόητος ὁ ἐν ἀρετῇ ἐγνωσμένος, ἐπιβόητος ὁ μοχθηρὰν ἔχων φήμην.
δικαστὴς ὁ κατὰ νόμον κριτής, διαιτητὴς ὁ κατὰ συμβίβασιν εὑρεθεὶς συμβιβάσεως χάριν.
δύναμις ἰσχύος διαφέρει. ἡ μὲν γὰρ δύναμις ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως σώματος.
διαφθορὰ μὲν ὁ παντελὴς ἀφανισμός, φθορὰ δὲ στοιχείων διάλυσις, ὡς ἐπὶ τοῦ ἡμετέρου σώματος.
εἰκὼν ἐπὶ ἀνθρώπου, προτομὴ ἐπὶ λέοντος.
ἕλκος τὸ ἐπιχρόνιον πάθος ἐκ σιδήρου γενόμενον· ἔσθʼ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκοῦσθαι τῆν σάρκα. ὠτειλὴ ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.
ἔπαινος μέν ἐστιν ὁ μίαν πρᾶξιν ἐγκωμιάζων λόγος, ἐγκώμιον δὲ ὁ πολλὰς περιλαμβάνων.
ἐρώτησις , πεῦσις καὶ ἀνάκρισις διαφέρει. ἐρώτησις μὲν ἡ τοῦ ναί ἢ τοῦ οὔ χρῄζουσα μόνον· πεῦσις δὲ ἡ μακροῦ δεομένη λόγου· ἀνάκρισις δὲ ἡ ὑποδεεστέρων ἐξήγησις.
ἐπάνοδος καθόδου διαφέρει. ἐπάνοδος μέν ἐστι τὸ ἐπανελθεῖν τινα εἰς τὴν ἰδίαν πατρίδα ἐξελθόντος ἐξ ἀρχῆς ἑκουσίᾳ γνώμῃ, μηδενὸς βιασαμένου. κάθοδος δὲ τὸ ἐναντίον, ὅταν τις, ἄκων ἀποδημήσας ἢ φυγαδευθεὶς ἢ συμφορᾶς τινος προηγησαμένης διὰ φόβον, ἐπανέλθῃ πρὸς τὴν ἰδίαν πατρίδα.
ἔσται καὶ τὰ νῦν ὄντα, γενήσεται τὰ γενέσεως τευξόμενα.
εὐχὴ προσευχῆς διαφέρει. εὐχὴ μέν ἐστιν ὑπόσχεσις καὶ σύνταξις τῶν κατʼ εὐσέβειαν θεῷ ἀφιερωμένων, ὡς τὸ «τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω», τουτέστι τὰς συνταγὰς καὶ τὰς ὑποσχέσεις· ἡ δὲ προσευχὴ δέησιν μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένην, ὡς τὸ .
ἐπίπεδος ἡ ὁμαλή, ἐπιφάνεια ἡ ὁμαλὴ καὶ τραχεῖα καὶ βουνοειδής.
θεωρικὸς ὁ περὶ θέατρά τινα καὶ δημώδεις πράξεις ἀσχολούμενος, θεωρητικὸς ὁ διʼ ὑπερβολὴν φρονήσεως καλῆς λογικὰ θεωρήματα μετερχόμενος.
ἴκες τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων ζῳΰφια, ἶπες τὰ βρωτικὰ τῶν κεράτων, θρίπες τὰ ἐσθίοντα τὰ ξύλα, κίες τὰ ἐν τοῖς πυροῖς καὶ κριθαῖς.
ἰσθμός ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν ὑπὸ θαλάσσης περιεχομένη· πορθμὸς στενῆς θαλάσσης τόπος, ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.
ἱστοριογράφος ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος, ὡς ὁ Ἡρόδοτος· συγγραφεὺς ὁ τὰ ὑφʼ ἑαυτοῦ, ὡς ὁ Ἡσίοδος.
καιρός ἐστι κεφαλὴ χρόνου, χρόνος ἐστὶ πολλῶν καιρῶν περίοδος καὶ σύλληψις.
κραιπάλη ἡ χθεσινὴ μέθη, μέθη ἡ αὐθημερινὴ οἴνησις.
κοίρανος , βασιλεὺς καὶ τύραννος διαφέρει. κοίρανος μέν ἐστιν ὁ κατὰ καιρόν τινων ἄρχων· βασιλεὺς δὲ ὁ κατὰ τοὺς νόμους ἄρχων τῶν ἀρχομένων· τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως χρώμενος καὶ ἐπιπηδῶν τῇ βασιλείᾳ καὶ τοὺς νόμους ἐκποδὼν ποιούμενος.
κιβωτὸς ἡ ἐκ σανίδων, κίστη ἡ πλεκτή.
κρίνειν κυρίως τὸ δοκιμάζειν, διακρίνειν τὸ πράγματα διιστᾶν.
λαλεῖν κυρίως τὸ ἀτάκτως προφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν τὸ τεταγμένως προφέρειν τὸν λόγον.
λοιδορία μέν ἐστιν ἡ παρὰ γλώσσης ἀτιμία, ὕβρις δὲ ἡ καὶ διὰ τῶν ἔργων.
λέχος μέν ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης.
μάρτυς ἐπὶ ἀγαθοῦ, ἔλεγχος ἐπὶ φαύλου.
μάχη μέν ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.
μνήμη μνείας διαφέρει. εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος. ἔτι μνήμη ἐστὶν ἡ τῷ μνημονευτικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότων τινῶν ὑπόμνησις.
μῦθός ἐστι λόγος ὁ τὰ πεπλασμένα καὶ ψευδῆ περιέχων, ἱστορία ἐστὶν ἡ τὰ προγεγονότα καὶ ἀληθῆ πράγματα περιέχουσα.
μορφὴ ἐπὶ ἐμψύχων, σχῆμα ἐπὶ ἀψύχων. σχῆμά ἐστιν ἡ παντὸς ὄγκου ἀποπεράτωσις· μορφή ἐστιν ἡ τοῦ ζῴου ὅλου ἀποπεράτωσις.
μώλωψ ἡ ἐκ πολέμου γινομένη πληγή, στίγμα ἡ ἀπὸ δαρμοῦ.
νῆες καὶ πλοῖα διαφέρει. τὰ μὲν γὰρ πλοῖά εἰσι στρογγύλα, αἱ δὲ νῆες κωπήρεις καὶ στρατιώτιδες.
νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν γὰρ νῦν τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος καὶ παρῳχημένου καὶ μέλλοντος, οἷον· «νῦν ὁ ἀγὼν διῆλθε· νῦν ὁ ἀγών ἐστιν· νῦν ὁ ἀγὼν ἔσται». τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος.
ξόανον , βρέτας καὶ ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτοῖς ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ ἔκ τινος λίθου κατεσκευασμένον.
ὀλίγον ἐπὶ ἀριθμοῦ, μικρὸν ἐπὶ μεγέθους.
ὄρθρος ἡ πρὸ ἀνατολῆς ὥρα, πρωὶ ἡ μετὰ τὴν ἀνατολήν.
ὄχθαι τὰ τοῦ ποταμοῦ χείλη, ὄχθοι τὰ γῆς ἐπάρματα.
ὅδε ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δεικτικῶς καὶ μόνον κατʼ ἐπέκτασιν.
οἰκεῖοι οἱ κατʼ ἐπιγαμίαν προσήκοντες, οἰκῆες πάντες οἱ ἐν τῷ οἴκῳ τυγχάνοντες τῷ αὐτῷ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι.
οἶκτος μέν ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτιρμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος.
ὁμόδουλοι μέν εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες.
ὅτι τοῦ διότι διαφέρει.
ὁ μὲν οὖν σύνδεσμος προτάσσεται, ὁ δὲ γὰρ ὑποτάσσεται.
οὐδὲν καὶ οὐθὲν διαφέρει.
ὁ μὲν οὕνεκά ἐστι ποιητικός, ὁ δὲ ἕνεκα συνήθης.
πρόβλημα ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις, πρότασις ἡ ἐρώτησις.
πάσχει ὁ πάσχων καθὸ ἀλγεῖ, συμπάσχει ὁ συμπάσχων καθὸ λυπεῖται.
ποῖ καὶ πῆ ἐπὶ κινήσεως, οἷον· «πῆ πορεύῃ;» ποῦ ἐπὶ στάσεως, οἷον· «ποῦ κατοικεῖς;»
περιεκτικὸν περιληπτικοῦ διαφέρει.
πένης πτωχοῦ διαφέρει.
πλούσιος μέν ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—· ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.
πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις.
πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γάρ ἐστιν ὁ ἔμπειρος πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς ὅπλοις χρώμενος.
πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως.
ποιεῖν τὸ κατασκευάζειν τι, περιποιεῖν τὸ περικτᾶσθαι ἢ κοσμεῖν.
πρόνοια σημαίνει δʹ· τὴν φροντίδα καὶ τὴν κηδεμονικὴν τοῦ παντὸς δύναμιν καὶ τὴν προαίρεσιν καὶ τὴν πρόγνωσιν.
πρότερος ἐπὶ δυοῖν, πρῶτος ἐπὶ πολλῶν.
ῥεῖθρόν ἐστιν ὁ τόπος, διʼ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ.
σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, στῆναι δὲ τὸ κατʼ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον· «ἐστάθη ὁ ἀνδριὰς διʼ ἑτέρου, ἔστη δὲ ὁ ἄνθρωπος διʼ ἑαυτοῦ».
σκῶμμα τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον· γελοῖον τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν· εὐτράπελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον.