τὴν προσήκουσαν ὑπόκρισιν. Ὅρος ὑποκριτοῦ. Ὑπόκρισίς ἐστιν ἡ τῶν ὑποκειμένων προσώπων καὶ πραγμάτων μίμησις· ἄλλως φωνῆς καὶ σχήματος πιθανὴ διάθεσις, πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι.

Μῦθός ἐστι λόγος ψευδής. Μῦθος μὲν εἴρηται οἷον λόγος τις ὢν, ἐπεὶ καὶ μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί· οὐχ ὅτι δὲ λόγος ἁπλῶς, ὥς τισιν ἔδοξεν, εἴρηται μῦθος, ἀλλʼ ὅτι τις φύσει ψευδής· τοῦτο γὰρ τοῦ μύθου τὸ ἴδιον, οὗ μὴ παρόντος οὐδὲ μῦθος κληθήσεται. Τοῦ δὲ μύθου ὡς γένος μέν ἐστιν ὁ λόγος, τὰ δὲ εἴδη τὰ διάφορα χωρίζουσιν αὐτὸν ἀπὸ τῶν ἀληθῶν. Τὸ μὲν οὖν ψευδὴς προτέτακται, ἐπειδὴ ὁμολογουμένως ἐκ ψευδῶν σύγκειται, εἰκονίζων δὲ ἀλήθειαν εἴρηται, ἀντὶ τοῦ εἰκόνα ἀληθείας ἔχων. Εἰκόνα δὲ ἀληθείας ἔχει ὁ μῦθος, ἐπειδὴ οὐκ ἂν ἐργάσαιτο τὸ ἑαυτοῦ μὴ ἔχων τινὰ πρὸς τὸ ἀληθὲς ὁμοιότητα. Γένοιτο δʼ ἂν πρὸς τὸ ἀληθὲς ὅμοιος ἐκ τοῦ πιθανοῦ τοῦ κατὰ τὴν πλάσιν. Ψευδὴς οὖν ἐστι κατὰ φύσιν, πιθανὸς δὲ κατὰ τὴν πλάσιν. Πόθεν δʼ ἂν γένοιτο τὸ πιθανὸν σκοπητέον ἐκ τόπων, περὶ οὓς διατρίβειν εἴωθε τὰ ὑποκείμενα ζῶα, ἐκ λόγων τῶν τῇ φύσει ἑκάστου ἁρμοζόντων, ἐκ πραγμάτων, ἃ μὴ ὑπερβαίνει τὴν ἑκάστου ποιότητα· οἷον ἵνα μὴ λέγωμεν, ὁ μῦς περὶ τὴν βασιλείαν τῶν ζώων ἐβουλεύσατο, ἢ ὅτι λέων ἐζωγρήθη ὑπὸ τῆς τοῦ τυροῦ κνίσσης· κἂν λόγους τινὰς δεήσῃ περιθεῖναι, ἵνα ἡ μὲν ἀλώπηξ ποικίλα φθέγγηται, τὰ δὲ πρόβατα εὐήθη καὶ μετὰ ἀνοίας, καὶ ἵνα ὁ μὲν ἀετὸς ἁρπακτικὸς καὶ νεβρῶν καὶ ἀρνῶν εἰσάγηται, ὁ δὲ κολοιὸς μηδὲν τοιοῦτον μηδὲ ἐννοῶν· ἢ τὸ εἰκονίζων ἀλήθειαν εἶπε, καθότι ἐκ τῶν τῇ ἀληθείᾳ συμβαινόντων πραγμάτων ἔχει τὴν σύνθεσιν· καὶ γὰρ πρὸς τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀποβλέποντες, οὕτω πρὸς εἰκόνα τὸν μῦθον συντιθέμεθα· οἷον ἰδόντες πολλοὺς διὰ κέρδος τι πράττοντας καὶ τὸ προσὸν ἀπολέσαντας, καὶ διʼ ἡδονὴν ἄλλως τὴν οἰκείαν προδόντας ἀσφάλειαν, οὕτω τὸν τοῦ κυνὸς καὶ τοῦ ἀκρατοῦς τοῦ ἐρῶντος τῆς κόρης τὸν μῦθον ἂν ἐπλάσαμεν, παραδείξαντες τὴν συμβουλὴν, ἅ τινα τῶν πραγμάτων πράττοντες ἢ μὴ πράττοντες κατορθοῖμεν, καὶ παριστῶμεν, οἷον τοῖς ἀνθρώποις ἀποβήσεται πράγματα, οἷον ἐκ τῶν ὑποκριτῶν τὸ φοβερὸν καὶ τὸ ἀρχικὸν, ὡς ἐπὶ τοῦ ὄνου τοῦ περιθέντος ἑαυτῷ τὴν λεοντῆν. Σώπατρος δὲ οὕτω τὸν μῦθον ὡρίσατο· μῦθός ἐστι πλάσμα πιθανῶς πρὸς εἰκόνα τῶν τῇ ἀληθείᾳ συμβαινόντων πραγμάτων συγκείμενον, συμβουλήν τινα τοῖς ἀνθρώποις ἢ ὑπογραφήν τινα τῶν πραγμάτων ποιούμενον· πλάσμα μὲν, διότι πρὸς τὸ δοκοῦν ἡμῖν πρᾶγμα πλάττεται· γίνεται δὲ πιθανὸς, ὅτι κατὰ τὴν φύσιν, ἢ τὴν ἀξίαν ἑνὸς ἑκάστου ζώου τοὺς λόγους ἢ τὰ πράγματα πλάττομεν. τοῦ μὲν γὰρ λέοντος ὄντος βασιλικοῦ, βασιλικὸν ἐπινοοῦμεν τὸ φρόνημα· τῆς δὲ ἀλώπεκος οὔσης κακούργου, κακοῦργον ἀναπλάττομεν τὴν διάνοιαν· δειλοῦ δὲ καὶ ἀναισθήτου ἐλάφου, κατὰ τὸν αὐτὸν λόγον, ὡς, εἴ τι τούτου παραλλάξομεν, ἀπίθανος ὁ λόγος γένηται· ἐκ δὲ τῶν τῇ ἀληθείᾳ συμβαινόντων ἔχει τὴν σύνθεσιν· ἔτι πρὸς τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ὡς εἴρηται, ἀποβλέποντες, οὕτω τὸν μῦθον πρὸς εἰκόνα συντίθεμεν.

Αἶνός ἐστι λόγος μυθικῶς ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἄλλων παραίνεσιν.

Τὸν λόγον δὲ οὕτως ἐποίσομεν. Λόγον ἐνταῦθα τὸ ἐπιμύθιον λέγει, καὶ γὰρ ἐπιμύθιόν ἐστι λόγος ὁ πρὸς τὸν μῦθον εἰσφερόμενος, καὶ δηλῶν τὸ ἐν αὐτῷ χρήσιμον. Τοῦτο δὲ τριχῶς ἐκφέρουσιν, ἢ παραδειγματικῶς, ἢ ἐνθυμηματικῶς, ἢ προφωνηματικῶς· οἷον παραδειγματικῶς μὲν, οὕτω νεότης πονεῖν οὐκ ἐθέλουσα παρὰ τὸ γῆρας κακοπραγεῖ· ἐνθυμηματικῶς δὲ, ὅτʼ ἂν λέγωμεν· ὁ γὰρ μὴ τόδε τι ποιῶν κατηγορίας ἄξιος· προσφωνηματικῶς δὲ, καὶ σὺ, ὦ παῖ, τῶνδε ἢ τῶνδε ἀπέχου. Ἐπιλόγου δὲ τάξιν τὸ ἐπιμύθιον ἔχει.

Εἰδέναι χρὴ, ὅτι πραγμάτων γεγονότων εἶπε διὰ τὰ ἱστορικὰ καὶ ἀτελῆ, ἢ ὡς γεγονότων πάλιν εἶπε διὰ τὰ πλασματικὰ καὶ ψευδῆ. Καὶ γὰρ τὸ διήγημα ἀφήγησίς ἐστι πραγμάτων ἀληθῶς γενομένων ἢ γεγενῆσθαι δοκούντων· τῶν γὰρ πραγμάτων τὰ μέν ἐστι φύσει ἀληθῆ, τὸ γὰρ ἀληθὲς ὁ ῥήτωρ οὐ μόνον κρίνει πρὸς τὴν φύσιν τῶν πραγμάτων ὁρῶν, ἀλλὰ καὶ πρὸς τὸ τῶν εἰπόντων ἔνδοξον πρόσωπον· τὸ γὰρ ὁμολογούμενον ἀληθὲς ἐν δυσὶ θεωρεῖται τούτοις, ἢ ὅταν δοκῇ πᾶσι τοῦθʼ οὕτως ἔχειν, ἢ ὅταν οὕτως ἀρέσκῃ τοῖς ἐνδόξοις τῶν παλαιῶν φιλοσόφων ἢ ποιητῶν· οὕτω γοῦν τὰ μυθικὰ διηγήματα, εἰ καὶ ψευδῆ φύσει τυγχάνει, ἀλλὰ διὰ τοὺς σοφοὺς ἄνδρας, τοὺς μνησθέντας αὐτῶν ὡς ἀληθῶν καὶ ἡμεῖς τὰ τοιαῦτα ὡς ἀληθῆ λαμβάνομεν, ἐκ τῶν μνησθέντων κρίσιν τῆς ἀληθείας δεχόμενοι· διὸ καὶ παρὰ τοῖς ῥήτορσιν εὑρεθήσεται σφόδρα πολλὰ, φύσιν μὲν ἀληθείας οὐκ ἔχοντα, διὰ δὲ τῶν μνημονευσάντων ἐνδόξων προσώπων ὡς ἀληθῆ τιμώμενα.

Ὅρος σαφηνείας. Σαφήνειά ἐστιν ἡ ἐναργὴς τῶν πραγμάτων διδασκαλία μηδὲν ἐξ ἑρμηνείας ἀμφίβολον ἔχουσα.

Σαφὴς δὲ ἡ διήγησις γίνεται. Εἰδέναι δεῖ, ὅτι οὐκ ἀεὶ φροντιοῦμεν τῆς σαφηνείας, ἀλλὰ σαφῶς μὲν ἐροῦμεν ὑπὲρ ἡμῶν, ἀσαφῶς δὲ τὰ καθʼ ἡμῶν, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου οὐκ ἔχων λῦσαι τοὺς καθʼ ἑαυτοῦ νόμους, οἷς Αἰσχίνης ἐχρήσατο κατʼ αὐτοῦ, κατέφυγεν ἐπὶ τὸ ἀσαφὲς, οὑτωσὶ λέγων· τῶν μὲν οὖν νόμων, οὓς οὗτος ἄνω καὶ κάτω κυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων, οὔτε ὑμᾶς, μὰ τοὺς θεοὺς, οἶμαι μανθάνειν, οὔτε ἐδυνάμην συνεῖναι τὰ πολλά.

Φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν. Τὸ τοιοῦτον, εἰ καὶ οἰκονομίας πολλάκις ἐπέχει χρείαν, ἀλλʼ ὅμως δυσπαρακολούθητον καὶ ἀσαφῆ τὸν λόγον ποιεῖ.

Καὶ τὸ δὶς τὰ αὐτά. Τὸ τοιοῦτον μακρὸν καὶ ὀχληρόν ἐστιν, εἰ μὴ ἄρα ταῖς ἐργασίαις αὐτὸ μεταχειρισόμεθα, καὶ νῦν μὲν ὡς ἐπιδεικνύοντες λέγομεν, νῦν δὲ ὡς ἀνακεφαλαιούμενοι, ἐν ἑνὶ πάντα ἀναλαμβάνοντες.

Περὶ συντομίας. Ἀναγκαῖον εἰδέναι καὶ τοῦτο, ὅτι τὴν συντομίαν πρὸς τὴν ἀξίαν τῆς χρείας δοκιμάζεσθαι δεῖ. οὐ γὰρ φλυαρεῖν τὸν Δημοσθένην ἐροῦμεν ἐν τῷ περὶ τοῦ στεφάνου τοσαῦτα τιθέντα, οὐδὲ τῆς κατὰ τὴν συντομίαν ἀρετῆς ἐκπεσεῖν· μακρὸν γὰρ οὐχ ἁπλῶς τὸ μακρὸν, ἀλλʼ ὅσον ἔξω τῆς χρείας· καὶ σύντομον, οὐχ ὅπερ τῇ βραχύτητι τῶν στοιχείων ἀδικήσει τὰ πράγματα, ἀλλʼ ὅπερ τῶν ὑποκειμένων πραγμάτων τῇ χρείᾳ τὸ μέτρον ἐκτείνει. Δεῖ δὲ προσθεῖναι καὶ τὸ κυρίαις κεχρῆσθαι ταῖς λέξεσιν. Ἄμεινον δὲ, ἀντὶ τῆς συντομίας τὴν συμμετρίαν εἰπεῖν· καὶ γὰρ πολλὰ καὶ ἐλάχιστα ἐροῦμεν ἀκολουθοῦντες τῇ ὕλῃ, ἀλλʼ οὐδὲ ταῖς λέξεσι πανταχοῦ χρησόμεθα κυρίαις, ὅπερ ἐστὶ τοῦ ἑλληνισμοῦ, ἀλλʼ ἔστιν ὅτε καὶ τροπικαῖς, ὡς ὁ Δημοσθένης.

Περὶ πιθανότητος. Πιθανότης ἐστὶν ἔμφασις ἀληθείας. πιθανὴ γοῦν διήγησις γίνεται, εἰ πάντα ὅσα λέγει τις, ἐξομοιοῦν πειρῷτο τοῖς ἀληθέσι· τοῦτο δὲ γένοιτʼ ἂν, ἐὰν μὴ ψιλὰ τὰ πράγματα τιθῶμεν, ἀλλὰ καὶ τὰ μόρια αὐτῶν προσλαμβάνωμεν, ἐξ ὧν ἡ διήγησις πληροῦται. μόρια δὲ διηγήσεώς ἐστι τὰ ἓξ περιστατικά· ποιεῖ δὲ πιθανότητα καὶ τὸ περὶ ἑαυτοῦ μὲν κακόν τι εἰπεῖν μικρὸν, περὶ δὲ τοῦ ἀντιδίκου ἀγαθὸν ὁμολογούμενον· συνεργεῖ δὲ πρὸς πειθὼ καὶ λέξις ἀνεπιτήδευτος καὶ τὸ αὐτοσχέδιον ἐμφαίνουσα. Ποιήσεις δὲ πιθανότητα, καὶ ἐὰν μὴ πάντα βεβαιῶν λέγῃς, ἀλλὰ προστιθῇς τὸ οἶμαι καὶ τάχα καὶ ἴσως, καὶ τὰ τοιαῦτα. Ἐπεὶ γὰρ πιθανόν ἐστι τὸ ἐπαγωγόν τι ἔχον καὶ ἐπισπαστικὸν πρὸς συνκατάθεσιν, δῆλον ὅτι στοχάζεται ὁ ῥήτωρ τοῦ πιθανοῦ. εἰ μὲν γὰρ πρὸς ἀστείους ἢ ἐγγυτάτω τῷ ἄστει ἀεὶ ἐγίγνοντο αὐτῷ οἱ λόγοι, πάντοτε ἂν κατὰ τὸ ἀληθὲς πιθανὸν ἐποιεῖτο τὸν λόγον· ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον πρὸς ἰδιώτας, οἷς οἰκεῖον διὰ πολλῶν τὸ ἀληθὲς ἐμφανίσαι, δῆλον, ὡς οὐχὶ τοῖς ὑγιέσι μόνον χρήσεται, ἀλλὰ καὶ τοῖς ψευδέσιν, ὡσανεὶ καὶ πρὸς παῖδας ἐποιεῖτο τοὺς λόγους· κωλύσει δὲ οὐδὲν καὶ τῷ ψεύδει χρήσασθαι, ὡς δελέατι τοῦ ἀληθοῦς μηνύοντας, ἰατροῦ δίκην καὶ στρατηγοῦ· προηγούμενον γὰρ αὐτῷ ἔσται τὸ χωρὶς ἀπάτης, εἰ δύναιτο πεῖσαι· δεύτερος δὲ, ὥς φασι πλοῦς τῆς τοῦ πεῖσαι χρείας τὸ κἂν διʼ ἀπάτης καὶ κακοτεχνίας, καὶ συνελόντι εἰπεῖν, ὑπὲρ τοῦ πιθανὴν εἶναι τὴν διήγησιν, πάντα ἤ τινα τῶν εἰρημένων παραληπτέον.