eul_wid: dpw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Prodicus of Ceos

The Testimonies is a lost work attributed to the sophist Prodicus of Ceos, a prominent intellectual figure in late 5th-century BCE Athens. It survives not as a continuous manuscript but as a compilation of fragmentary reports preserved by later Greek authors. These two dozen testimonia summarize the core tenets of his influential teachings, which centred on linguistic precision, ethical decision-making, and a naturalistic interpretation of religious origins. Prodicus was renowned for his meticulous distinctions between near-synonyms and for his celebrated allegory, the "Choice of Heracles," which dramatized a youth's selection between the paths of aretē and Vice. A central doctrine reconstructed from these fragments posits that the gods originated as deified personifications of elements vital to human survival and prosperity, such as the sun, rivers, and agricultural bounty.

The original form, scope, and precise content of the work entitled Testimonies remain obscure. While its title may imply a connection to rhetorical evidence or argumentation, the extant philosophical fragments suggest a broader intellectual project. Through these collected testimonies, Prodicus emerges as a seminal figure in the sophistic movement, which emphasized the power of language, the art of persuasion, and human-centric explanations for cultural and religious phenomena. Our entire understanding of his ideas is reconstructed from critical mentions and paraphrases in the works of later philosophers, most notably Plato, Xenophon, and Aristotle. No independent copy of the Testimonies exists, rendering these later sources the sole foundation for knowledge of Prodicus's thought.

Σοῦδα Πρόδικος Κεῖος ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδηρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν ὡς διαφθείρων τοὺς νέους.

Φιλόστρατος ὁ Ἀθηναῖος Προδίκου δὲ τοῦ Κείου ὄνομα τοσοῦτον ἐπὶ σοφίαι ἐγένετο, ὡς καὶ τὸν Γρύλλου Ξενοφῶντα ἐν Βοιωτοῖς δεθέντα ἀκροᾶσθαι διαλεγομένου, καθιστάντα ἐγγυητὴν τοῦ σώματος. πρεσβεύων δὲ παρὰ Ἀθηναίους παρελθὼν ἐς τὸ βουλευτήριον ἱκανώτατος ἔδοξεν ἀνθρώπων καίτοι δυσήκοον καὶ βαρὺ φθεγγόμενος. ἀνίχνευε δὲ οὗτος τοὺς εὐπατρίδας τῶν νέων καὶ τοὺς ἐκ τῶν βαθέων οἴκων, ὡς καὶ προξένους ἐκτῆσθαι ταύτης τῆς θήρας· χρημάτων τε γὰρ ἥττων ἐτύγχανε καὶ ἡδοναῖς ἐδεδώκει. τὴν δὲ Ἡρακλέους αἵρεσιν, τὸν τοῦ Προδίκου λόγον, οὗ κατʼ ἀρχὰς ἐπεμνήσθην, οὐδὲ Ξενοφῶν ἀπηξίωσε μὴ οὐχὶ ἑρμηνεῦσαι. καὶ τί ἂν χαρακτηρίζοιμεν τὴν τοῦ Προδίκου γλῶτταν Ξενοφῶντος αὐτὴν ἱκανῶς ὑπογράφοντος;

Πλάτων καὶ μὲν δὴ καὶ Τάνταλόν γε εἰσεῖδον· ἐπεδήμει γὰρ ἄρα καὶ Π. ὁ Κεῖος· ἦν δὲ ἐν οἰκήματί τινι ὧι πρὸ τοῦ μὲν ὡς ταμιείωι ἐχρῆτο Ἱππόνικος ... ὁ μὲν οὖν Π. ἔτι κατέκειτο ἐγκεκαλυμμένος ἐν κωιδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο. περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν καίπερ λιπαρῶς ἔχων ἀκούειν τοῦ Προδίκου· πάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ εἶναι καὶ θεῖος. ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος τις ἐν τῶι οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα.

Πλάτων ὁ ἡμέτερος ἑταῖρος Π. οὗτος πολλάκις μὲν καὶ ἄλλοτε δημοσίαι ἀφίκετο, ἀτὰρ τὰ τελευταῖα ἔναγχος ἀφικόμενος δημοσίαι ἐκ Κέω λέγων τʼ ἐν τῆι βουλῆι πάνυ ηὐδοκίμησεν καὶ ἰδίαι ἐπιδείξεις ποιούμενος καὶ τοῖς νέοις συνὼν χρήματα ἔλαβεν θαυμαστὰ ὅσα.

Πλάτων ἐνίοις δέ, ὦ Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι, γνοὺς ὅτι οὐδὲν ἐμοῦ δέονται, πάνυ εὐμενῶς προμνῶμαι καί, σὺν θεῶι εἰπεῖν, πάνυ ἱκανῶς τοπάζω οἷς ἂν συγγενόμενοι ὄναιντο· ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα Προδίκωι, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θεσπεσίοις ἀνδράσι.

Πλάτων ἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τʼ εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Π. ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος. τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τʼ ἐστὶν ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέους, οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ὧι ἂν βούλωνται, τούτους πείθουσιν τὰς ἐκείνων συνουσίας ἀπολιπόντας σφίσιν ξυνεῖναι χρήματα διδόντας καὶ χάριν προσειδέναι.

Ξενοφῶν ὁ Ἀθηναῖος οἶδα μέν, ἔφη, σὲ Καλλίαν τουτονὶ προαγωγεύσαντα τῶι σοφῶι Προδίκωι, ὅτε ἑώρας τοῦτον μὲν φιλοσοφίας ἐρῶντα, ἐκεῖνον δὲ χρημάτων δεόμενον.

Ἀθήναιος ὁ δὲ Καλλίας αὐτοῦ περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. λέγει γάρ, ὡς ὁ μὲν Π. Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δʼ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρωιδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν.

Ἀριστοφάνης ὁ Ἀθηναῖος οὐ γὰρ ἂν ἄλλωι γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν πλὴν ἢ Προδίκωι· τῶι μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ

Ἀριστοφάνης ὁ Ἀθηναῖος τοῦτον τὸν ἄνδρʼ ἢ βυβλίον διέφθορεν ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.

Ἀριστοφάνους Σχόλια διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους τοῦ ἐπικαλουμένου Κοθόρνου.

Διονύσιος ὁ Ἁλικαρνασσεύς γενόμενος δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τεισίου τοῦ Συρακουσίου τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίαι, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν δημοτικὸν εἶναι δοκοῦντα.

Μαρκελλῖνος ὁ Βιογράφος ἐζήλωσε δʼ ἐπʼ ὀλίγον, ὥς φησιν Ἄντυλλος, καὶ τὰς Γοργίου τοῦ Λεοντίνου παρισώσεις καὶ τὰς ἀντιθέσεις τῶν ὀνομάτων, εὐδοκιμούσας κατʼ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ἕλλησι καὶ μέντοι καὶ Προδίκου τοῦ Κείου τὴν ἐπὶ τοῖς ὀνόμασιν ἀκριβολογίαν.

Ἀριστοφάνους Σχόλια ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων ... Προδίκωι παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν ὅτι οὐκ ὀρθῶς Καλλίμαχος τὸν Πρόδικον ἐν τοῖς ῥήτορσι καταλέγει· σαφῶς γὰρ ἐν τούτοις φιλόσοφος.

Πλάτων τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος· νῦν δὲ οὐκ ἀκήκοα, ἀλλὰ τὴν δραχμιαίαν.

Ἀριστοτέλης ὥστε ὅπου ἂν ἧι καιρός, λεκτέον «καί μοι προσέχετε τὸν νοῦν· οὐθὲν γὰρ μᾶλλον ἐμὸν ἢ ὑμέτερον» καὶ «ἐρῶ γὰρ ὑμῖν οἷον οὐδὲ πώποτε ἀκηκόατε δεινόν» ἢ «οὕτω θαυμαστόν»· τοῦτο δʼ ἐστίν, ὥσπερ ἔφη Π., ὅτε νυστάζοιεν οἱ ἀκροαταί, παρεμβάλλειν τῆς πεντηκονταδράχμου αὐτοῖς.

Πλάτων εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος, καλῶς μοι, ἔφη, δοκεῖς λέγειν, ὦ Κριτία· χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστιν γὰρ οὐ ταὐτόν· κοινῆι μὲν γὰρ ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρωι, ἀλλὰ τῶι μὲν σοφωτέρωι πλέον, τῶι δὲ ἀμαθεστέρωι ἔλαττον. ἐγὼ μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς συγχωρεῖν καὶ ἀλλήλοις περὶ τῶν λόγων ἀμφισβητεῖν μέν, ἐρίζειν δὲ μή· ἀμφισβητοῦσι μὲν γὰρ καὶ διʼ εὔνοιαν οἱ φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοις. καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο· ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστʼ ἂν οὕτως ἐν ἡμῖν τοῖς ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε· εὐδοκιμεῖν μὲν γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης, ἐπαινεῖσθαι δὲ ἐν λόγωι πολλάκις παρὰ δόξαν ψευδομένων· ἡμεῖς τʼ αὖ οἱ ἀκούοντες μάλιστʼ ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεθα· εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῆι τῆι διανοίαι, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῶι τῶι σώματι. ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν παρόντων ἀπεδέξαντο.

Πλάτων καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ἧι τό τε βούλεσθαι καὶ ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν ... ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι ἢ ἄλλο; ἄλλο νὴ Δίʼ, ἔφη ὁ Πρόδικος. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν ... τί ἔλεγεν, ὦ Πρόδικε, τὸ χαλεπὸν Σιμωνίδης; κακόν, ἔφη.

Πλάτων τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον· πάντα ταῦτα ταὐτόν τι λέγω· ἴσως δʼ ἂν ἡμῖν Π. διαφέροιτο.

— Πλάτων πρῶτον γάρ, ὥς φησι Π., περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ· ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω ὅτι οὐκ ἤιδησθα τὸ μανθάνειν, ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῶι τοιῶιδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνηι τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτηι τῆι ἐπιστήμηι ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῆι ἢ πραττόμενον ἢ λεγόμενον. μᾶλλον μὲν αὐτὸ ξυνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δʼ ὅτε καὶ μανθάνειν.

Πλάτων ἀλλʼ, οἶμαι, τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθείας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθείας πάνυ πολλοῖς. μηδέ γε εἴπηις, ὦ Λάχης· καὶ γάρ μοι δοκεῖς οὐδὲ ἠισθῆσθαι, ὅτι δὴ ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῶι Προδίκωι πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.

Πλάτων εἰπέ μοι, ἦν δʼ ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν; οὐ μέντοι, ἔφη· οὐδέ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν. ἔμαθον γὰρ παρʼ Ἡσιόδου, ὃς ἔφη ἔργον οὐδὲν εἶναι ὄνειδος. οἴει οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νῦν δὴ σὺ ἔλεγες, οὐδενὶ ἂν ὄνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπʼ οἰκήματος καθημένωι; οὐκ οἴεσθαί γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν, καὶ ποίημα μὲν γίγνεσθαι ὄνειδος ἐνίοτε, ὅταν μὴ μετὰ τοῦ καλοῦ γίγνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὄνειδος· τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις τὰς τοιαύτας ποιήσεις. καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος.

Ἀριστοτέλης ἔτι καὶ εἰ αὐτὸ ἑαυτῶι συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον, διὰ τὸ ἕτερον εἶναι ὄνομα, καθάπερ Π. διηιρεῖτο τὰς ἡδονὰς εἰς χαρὰν καὶ τέρψιν καὶ εὐφροσύνην· ταῦτα γὰρ πάντα τοῦ αὐτοῦ, τῆς ἡδονῆς, ὀνόματά ἐστιν. Ἀλέξανδρος ὁ Ἀφροδισιεύς Π. δὲ ἐπειρᾶτο ἑκάστωι τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν διʼ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων. νομοθετούντων δέ ἐστι τοῦτο, ἀλλʼ οὐδὲν ὑγιὲς λεγόντων.

Πλάτων ταῦτα δὲ ἀκούων ποτέ μου Π. ἐγέλασεν καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.