eul_wid: qsq-aac
DOI 10.5281/zenodo.20335421

Lexicon of Names: Book III by Pollux of Naucratis

Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν ... οἷς μὴν τῶν ὀνομάτων οἱ δόκιμοι τὴν γλῶτταν κέχρηνται, ταῦτα παρʼ αὐτῶν λαβών, εἰ μὲν πλείους ἦσαν οἱ χρησάμενοι, τὸ μηδὲν ἐπισημήνασθαι περὶ τῶν εἰπόντων ᾠήθην ἀπαρκεῖν, ἐλαττόνων δʼ ὄντων ἕνα τὸν καλλιφωνότατον αὐτῶν ἐπελεξάμην, ὥσπερ ἐν ταῖς δίκαις εἷς ἀξιόχρεως ἀντὶ πολλῶν μαρτύρων ἀρκεῖ. ἔρρωσο κύριε.

Ἑπόμενον δʼ ἂν εἴη τῷ περὶ ἀνθρώπου λόγῳ διελεῖν γένος τε καὶ συγγένειαν, καὶ οἷς ἂν ἑκάτερον τούτων ὀνομάζοιτο τοῖς ὀνόμασιν. οὕτω μὲν γὰρ ἀκοῦσαι πάντες οἵ τε προσήκοντες ἡμῖν ἐξ οἰκειότητος καλοῦνται συγγενεῖς, καὶ Ζεύς τις συγγένειος ὁ τὰ τῆς συγγενείας δίκαια ἐφορῶν παρʼ Εὐριπίδῃ. διακριτέον δʼ αὐτοὺς τῷ τοὺς μὲν ἀπὸ γένους ἡμῖν ὀνομάζεσθαι, πρὸς γένους τε καὶ πρὸς αἵματος, καὶ ἐν γένει καὶ ἐν αἵματι, καὶ οἰκείους καὶ ἀναγκαίους καὶ θεῶν ὁμογνίων κοινωνοὺς καὶ τῆς αὐτῆς ἑστίας μετόχους, γένος δʼ εἶναι τὸ φύσει προσόν, οὐ τὸ νόμῳ προσιόν, οἷον γονέας υἱεῖς ἀδελφοὺς καὶ τοὺς πρὸ τούτων καὶ τοὺς ἐκ τούτων, ἐφʼ ὧν καὶ ἡ γενεὰ τάττεται—Ἰσαῖος δὲ καὶ γένναν εἴρηκεν, «ἐκ τῆς Ἀναξίωνος γέννης καὶ Πολυαράτου ὄντα»— συγγένειαν δὲ τὸ νόμῳ προσγινόμενον, οὐ τὸ ἐκ φύσεως ὑπάρχον, οἷον γαμβροὺς πενθερούς, καὶ ὅσοι τὴν οἰκειότητα τὴν πρὸς ἡμᾶς ἐκ συνθήκης ἀλλʼ οὐκ ἐξ ἀνάγκης ἔχουσιν. τὸ μὲν γὰρ γένος ἡμῖν ὁμοῦ τῇ γενέσει σύνεστι καὶ οὐκ ἔστιν ὅτε παύσεται, ἡ δὲ συγγένεια καιρῷ τʼ ἄρχεται καὶ νόμῳ παύεται. νόμῳ γὰρ ὥσπερ συνίσταται γάμος, οὕτω καὶ λύεται. λυθέντος γὰρ ἅπαξ τοῦ γάμου καὶ τὰ ὀνόματα τὰ διὰ τὸν γάμον συναπέρχεται. διακέκρικε δʼ αὐτὰ σαφῶς Ὅμηρος. ἤ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός; οἵ τε μάλιστα κηδεστοὶ τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν. τούτους δὲ προσκηδεῖς Ἡρόδοτος κέκληκεν. πρότερον οὖν περὶ τοῦ γένους, εἶτα περὶ τῆς συγγενείας οὕτω ῥητέον.

τὸ μὲν οὖν κοινὸν εἰπεῖν, γονεῖς, τοκεῖς, οἱ γεννήσαντες, οἱ σπείραντες, οἱ ποιήσαντες, οἱ τεκόντες, οἱ προαγαγόντες εἰς φῶς, οἱ θρέψαντες, οἱ πατέρες—τοῦτο γὰρ οὐ κατὰ τοῦ γεννήσαντος μόνον ἀλλὰ καὶ κατὰ τῶν ἄνω προγόνων φέρεται—τὸ δὲ καθʼ ἕκαστον πατήρ, γονεύς, τοκεύς, ὁ σπείρας, ὁ φύσας, ὁ γεννήσας, ὁ φυτεύσας, ὁ ποιήσας, ὁ γεινάμενος, καὶ ὡς Πλάτων ὁ γεννήτωρ. ὁ δʼ αὐτὸς ἐπὶ τούτου καὶ γεννητὴς ἔφη· «τὴν τοῦ γεννητοῦ ψυχὴν συλήσας·» καίτοι οἱ γʼ Ἀττικοὶ γεννητὰς ἐκάλουν τοὺς τοῦ αὐτοῦ γένους μετέχοντας, τὰ δὲ γένη ταῦτα καὶ ἔθνη ὠνόμαζον. ἐρεῖς δὲ καὶ ὁ ἀναθρεψάμενος, ὁ ἐκθρεψάμενος, ὁ ἐκθρέψας, ὁ θρέψας, ὁ προαγαγὼν εἰς φῶς, ὁ δείξας τὸν ἥλιον· καὶ πολλὰ δʼ ἄν τις ἄλλα δύναιτο εἰπεῖν λόγῳ καὶ οὐκ ὀνόματι. ἡ δὲ διὰ τούτων κτῆσις πατρῴα, πατρική, πάτριος, προγονική, καὶ ἱερὰ πατρῷα καὶ πάτρια καὶ πατρικὰ καὶ προγονικά. καὶ πατριάζειν δὲ ἔλεγον Ἀθηναῖοι τὸ πράττειν τι ἐκ τῶν πατρίων ἐθῶν, καὶ πάτριον στέφανον τὸν τοῦ θαλλοῦ· καὶ πατρόθεν τινὰ καλεῖν λέγουσιν. ὁμοίως δὲ μήτηρ ἡ τεκοῦσα, ἡ ὠδίνασα, ἡ γεννησαμένη ὁ Πλάτων, ἡ γεννήσασα ὡς Σοφοκλῆς, ἡ μαστὸν ἐπισχοῦσα, ἡ θηλάσασα, καὶ τἆλλα ὅσα ἐπὶ πατέρων εἰς τὸ θῆλυ σχηματισθέντα. ὡσαύτως καὶ κτῆσις μητρῴα καὶ μητρική, καὶ τἆλλα κατὰ ταὐτὰ τοῖς πατράσιν. ἐλέγετο δέ τι καὶ μητρῷον Ἀθήνησι, τὸ τῆς Φρυγίας θεοῦ ἱερόν· καὶ μητριάζειν τὸ αὐτῇ τελεῖν ἢ ἐπʼ αὐτῇ ἀγείρειν, καὶ μητραγύρτης ὁ τελεστής.

οἱ δʼ ἐκ τούτων παῖδες, τέκνα, φυτεύματα, γεννήματα, ποιήματα, ἔκγονοι, ἀπόγονοι, διάδοχοι, κληρονόμοι, χειραγωγοί, νοσοκόμοι, γηροτρόφοι, τροφεῖς, ταφεῖς, «στηρίγματα οἴκου» ἢ βίου, ἐπίκουροι ἀναγκαῖοι, βοηθοί, σύμμαχοι, προαγωνισταί, συναγωνισταί. ταῦτα μὲν κοινά, ἴδια δὲ ἐπὶ μὲν ἀρρένων υἱοί, υἱεῖς, ἐπὶ δὲ θηλειῶν θυγατέρες. καὶ μὴν οἵ γε περὶ τοὺς γονέας ἐξαμαρτόντες πατραλοίας ἢ μητραλοίας ἑκάτερος αὐτῶν καλεῖται· Ἰσαῖος δὲ καὶ πατροτύπτας λέγει, Πλάτων δὲ «πατροφόνον καὶ μητροκτόνον,» Σοφοκλῆς δὲ πατροκτόνον. ὁ γὰρ πατροφόντης καὶ μητροφόντης ποιητικὸν ἐσχάτως. εἴη δʼ ἂν ἐκ τούτων παιδοποιία, τεκνοποιία, παιδοτροφία, ποιήσασθαι παῖδας, ἀνελέσθαι παῖδας, φιλόπαις, ἄτεκνος, ἄπαις, φιλότεκνος, μισόπαις, φιλοτεκνία, μισοτεκνία, μισότεκνος, καὶ παρὰ Κρατίνῳ ἔμπαις, πολύπαις, πολύτεκνος, εὔπαις, εὔτεκνος, εὐτεκνία, ἀτεκνία, ἀπαιδία, πολυπαιδία, πολυτεκνία, εὐπαιδία. Πλάτων δὲ τὴν παιδοποιίαν καὶ παιδογονίαν καὶ παιδουργίαν εἴρηκεν· ἐν δὲ τοῖς Νόμοις τὰς γυναῖκας εἴρηκε τὰς παυσαμένας «τῆς παιδοποιήσεως.» τὸν δʼ ἄπαιδα ἀγενῆ Ἰσαῖος ὠνόμασεν. ἡ δὲ μὴ τίκτουσα καλεῖται στερίφη· ἡ γὰρ ἄτοκος κοινὸν πρὸς τὴν μηκέτι τίκτουσαν ἢ μήπω τεκοῦσαν, ἣν καὶ ἀνειλείθυιαν φίλον τοῖς ποιηταῖς καλεῖν. Πλάτων δὲ τὴν παρθένον, ὡς οὔπω λοχευθεῖσαν, ἄλοχον καλεῖ. Ὅμηρος δὲ καὶ στεῖραν βοῦν εἶπεν.

καὶ ταῦτα μὲν εἰς ἄλληλα ἀναστρέφει, ὥσπερ παισὶ πατέρες τε καὶ μητέρες, οὕτω παῖδες γονεῦσιν. καλεῖται δʼ ὁ μὲν πατρὸς ἢ μητρὸς πατὴρ πάππος, καὶ μετὰ προσθήκης πάππος ἐκ πατρὸς, πάππος ἐκ μητρός, ἢ πάππος ἀπʼ ἀνδρῶν ἢ πάππος ἐκ γυναικῶν· ἀφʼ οὗ καὶ τὸ παππάζειν παρὰ τοῖς ποιηταῖς. ἔξεστι δὲ χρῆσθαι καὶ τῷ μητροπάτωρ τε καὶ πατροπάτωρ, κἂν ᾖ ποιητικώτερα τὴν σύνθεσιν· ἢ μᾶλλον διαλύειν πατρὸς πατὴρ ἢ μητρὸς πατήρ. τοῦτον δʼ Εὐριπίδης μήτρωα ὠνόμασεν· καλεῖται δὲ καὶ νέννος παρὰ τοῖς ποιηταῖς. ἡ δὲ πατρὸς ἢ μητρὸς μήτηρ τήθη· τὴν γὰρ μάμμην καὶ μαῖαν ἐπὶ ταύτης παραληπτέον, Πίνδαρος δὲ καὶ μητρομήτωρ ἔφη. καὶ ἀναστρέψασιν ὁ μὲν υἱοῦ υἱὸς υἱωνός τε καὶ υἱιδοῦς πάππῳ τε καὶ τήθῃ λέγεται, ἡ δʼ υἱοῦ θυγάτηρ ἀμφοτέροις υἱιδῆ, ὁ δὲ θυγατρὸς υἱὸς θυγατριδοῦς, ὥσπερ ἡ θυγατρὸς θυγάτηρ θυγατριδῆ. ὁ δὲ πάππου ἢ τήθης πατὴρ πρόπαππος, ὡς Ἰσοκράτης· τάχα δʼ ἂν τοῦτον τριτοπάτορα Ἀριστοτέλης καλοῖ· Φαίδων δʼ ἐν τῷ Ζωπύρῳ καὶ ἀβελτερίαν εἴρηκε προπαππικήν. ἡ δὲ πάππου ἢ τήθης μήτηρ προτήθη, καὶ οἱ τούτων γονεῖς ἐπίπαππός τε καὶ ἐπιτήθη. τὰ δὲ ἀντίστροφα τούτοις ὀνόματα ἔκγονός τε καὶ ἀπόγονος.

μέχρι μὲν δὴ τούτων εἰς ὀνομάτων δήλωσιν ἀναβαίνει τε καὶ καταβαίνει τὸ γένος. οὐ γὰρ προσίεμαι τὸ παππεπίπαππος, εἰ καί τινες τοῦτο τὸν τοῦ πάππου πάππον ὠνόμασαν, ἀλλʼ ἐστὶ τοὔνομα δεινῶς ἰδιωτικόν· καίτοι Φιλωνίδης —Νικοφῶν—ὁ κωμικὸς τούτῳ κέχρηται,

νυνὶ δὲ Κρόνου καὶ Τιθωνοῦ παππεπίπαππος νενόμισται. τὰ δʼ ἀπὸ τούτων οἱ μὲν πρόγονοι καὶ ἀρχηγοὶ γένους καὶ ἀρχηγέται καὶ οἱ ἄνω πατέρες, καὶ θρασύτερον ῥίζαι τοῦ γένους, πηγαὶ τοῦ γένους. καλοῦνται δʼ οὗτοι καὶ προπάτορες· ἔνιοι δʼ αὐτοὺς καὶ γενάρχας καλοῦσι καὶ πάτρωας. οἱ δὲ κάτω καταβαίνοντες ἀπόγονοι καὶ ἔκγονοι· ὁ γὰρ ἶνις καὶ κέλωρ σφόδρα ποιητικά, καὶ ἔτι μᾶλλον οἱ ἄμναμοι. καλοῖτο δʼ ἂν υἱὸς ἀγαπητὸς ὁ μόνος ὢν πατρὶ ἢ μητρί, ὥσπερ καὶ ἀγαπητὴ θυγάτηρ ἡ μονογενὴς καθʼ Ἡσίοδον. καὶ κατὰ τοὺς πολλοὺς ποιητὰς τηλύγετος εἴτε ὁ ἀγαπητὸς εἴτε ὁ ὀψίγονος, ὁπότε τινὶ πρὸς τῷ γήρᾳ παῖς γένοιτο—καὶ τηλυγέτη θυγάτηρ—ὃ καὶ μᾶλλον ἂν λέγοιτο, ὡς Ὅμηρος μαρτυρεῖ· οὕτως γὰρ οὐ τὸν μονογενῆ τηλύγετον λέγει, ὥστε γʼ εἴρηκεν «ἄμφω τηλυγέτω» καὶ ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ, ἔνιοι δὲ καὶ τηθαλλαδοῦν τοῦτον οἴονται καλεῖσθαι· ἔστι δὲ κυρίως ὁ ὑπὸ τήθης τραφεὶς καὶ διὰ τοῦτο ὢν ὑγρότερος, ὃν οἱ νῦν μαμμόθρεπτον λέγουσιν. παρθενίας δʼ ὅν τις ἐκ τῆς δοκούσης εἶναι παρθένου, οὐ νόμῳ συνοικήσας, ἐποιήσατο, καὶ σκότιος ὃν ἐγέννησέ τις λαθὼν ἢ ἔτεκέ τις λαθοῦσα· Εὔβουλος δὲ ὁ κωμικὸς τὸ λαθρίδιον γέννημα προανάσυρμα παρθένου καταγελάστως ὠνόμασεν. καὶ γνήσιος μὲν ὁ ἐκ γυναικὸς ἀστῆς καὶ γαμετῆς—ὁ δʼ αὐτὸς καὶ ἰθαγενής—νόθος δʼ ὁ ἐκ ξένης ἢ παλλακίδος· ὑπʼ ἐνίων δὲ καλεῖται μητρόξενος. τὰ δὲ χρήματα τὰ τοῖς νόθοις διδόμενα νοθεῖα Ἀριστοφάνης καλεῖ. εἰσποιητὸς δὲ καὶ θετός, ὅν τις οὐ γεννήσας ἀλλʼ ἑλόμενος ἐπὶ τοῖς χρήμασιν ἐποιήσατο, ὥσπερ καὶ ἐκποιητὸς ὁ ὑπὸ πατρὸς δοθεὶς εἰς γένος ἄλλης οἰκίας.

ὁ δὲ πατρὸς ἀδελφὸς θεῖος ἢ ἀδελφόθεος ἢ πατράδελφος ἢ πάτρως, ὁ δὲ μητρὸς ἀδελφὸς θεῖος ἢ μητράδελφος ἢ μήτρως ἢ νέννος· ἡ δὲ πατρὸς ἀδελφὴ θεία ἢ πατράδελφος, ἡ δὲ μητρὸς ἀδελφὴ θεία ἢ μητράδελφος ἢ τηθίς. ὁ δʼ ἀδελφοῦ ἢ ἀδελφῆς υἱὸς ἀδελφιδοῦς, καὶ ἡ ἀδελφοῦ ἢ ἀδελφῆς θυγάτηρ ἀδελφιδῆ. ἀδελφοὶ δʼ οἱ μὲν ἐκ ταὐτοῦ πατρὸς ὁμοπάτριοι καὶ ὁμοπάτορες, οἱ δʼ ἐκ τῆς αὐτῆς μητρὸς ὁμομήτριοι καὶ ὁμομήτορες· καὶ ὁμογάλακτας δὲ τούτους καὶ ὁμογάστορας καὶ ὁμογαστρίους ὀνομαστέον, καὶ ὁμογνίους καὶ ὁμογόνους. οὕτω δὲ καὶ τοὺς διδύμους ὠνόμαζον, ὥσπερ καὶ ὁμόπαιδας· Πλάτων δὲ καὶ τὴν διδυμότητα ὠνόμασεν. οἱ γὰρ σύναιμοι καὶ ὁμαίμονες, τὸ μὲν ἰδιωτῶν τὸ δὲ ποιητῶν. ἀλλʼ οἱ μὲν ἐκ μόνου πατρὸς ἀδελφοὶ διαφόρων δʼ ὄντες μητέρων ἀμφιμήτορες, εἰ δʼ εἶεν ἐκ διαφόρων πατέρων, ἐκ μέντοι μιᾶς μητρός, ἀμφιπάτορες· εἰ γὰρ καὶ μὴ εὗρον τοὔνομα, ἀλλʼ ἀπʼ ἐκείνου καὶ τοῦτο ἐγκρίνω. ἔνιοι δὲ τοὺς ἐξ ἑκατέρωθεν ἀδελφοὺς αὐταδέλφους καλεῖσθαι νομίζουσιν. ὁ δὲ πρεσβύτερος ἀδελφὸς ὑπὸ τοῦ νεωτέρου ἠθεῖος καλεῖται. τὸ δʼ ἀδελφόν τινα καλεῖν ἀδελφίζειν Ἰσοκράτης λέγει. καὶ ἀδελφὰς ἐπιθυμίας. Καλλίας δὲ «δυαδελφίδην ταὐτῷ μυχῷ.» Ἡρόδοτος δὲ καὶ ἀδελφεοκτόνον ὠνόμασε· τὸν δʼ οὐκ ἔχοντα ἀδελφὸν ἀνάδελφον ὁ Ξενοφῶν. οἱ μὲν δὴ σύνδυο γεννηθέντες δίδυμοι καλοῦνται· εἰ δʼ ἐκ διαφόρων τινὲς μητέρων εἶεν, ἐπίγονος ἂν ὁ δεύτερος τῷ προτέρῳ ὀνομάζοιτο. ὅτῳ δʼ οἱ γονεῖς ἀμφότεροι περίεισιν, οὗτος ἀμφιθαλὴς ὀνομάζεται. ὁ δʼ οὐκ ἔχων παῖδας ἄπαις ἢ ἄτεκνος, ὥσπερ ὁ οὐκ ἔχων μητέρα ἀμήτωρ, καθάπερ ἡ Ἀθηνᾶ, καὶ ὁ οὐκ ἔχων πατέρα ἀπάτωρ, ὡς ὁ Ἥφαιστος. καλοῖντο δʼ ἂν οὕτω καὶ οἱ ἀποβεβληκότες πατέρας ἢ μητέρας· οὗτοι δὲ καὶ ὀρφανοί. καὶ ἡ μὲν ἐπιγαμηθεῖσα παιδὶ προγεννηθέντι ἐξ ἑτέρας μητρυιά, ὁ δὲ τοῦ δευτέρου γάμου προγεννηθεὶς πρόγονος, ὥσπερ εἰ καὶ γυναῖκά τις ἀγάγοιτο ἔχουσαν υἱὸν ἢ θυγατέρα ἐκ προτέρου γάμου, καὶ τούτῳ πρόγονος ὁ παῖς τε καὶ ἡ παῖς, ὥσπερ οὗτος ἐκείνοις ἐπιπάτωρ· βέλτιον γὰρ τοὔνομα τοῦ πατρωοῦ, εἰ καὶ Κερκιδᾶς αὐτῷ κέχρηται. τοῦτον δʼ Ὑπερείδης Πατροκλέους ἐπὶ προαγωγείᾳ κατηγορῶν μητρυιὸν κέκληκε, καὶ Θεόπομπος ὁ κωμικὸς ἐν Εἰρήνῃ. τοὔνομα μέντοι ὁ πρόγονος ἔστι μὲν καὶ παρὰ Δεινάρχῳ, ὀνομάζεται δὲ καὶ παρὰ Στράττιδι ἡ πρόγονος· καὶ παρʼ Ὑπερείδῃ «ἐξέδωκε τὴν πρόγονον τὴν αὑτοῦ,» ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ θησαυροῦ. πάλιν τοίνυν ἀδελφῶν παῖδες ἀνεψιοί, εἴτʼ ἐκ πατραδέλφων εἶεν εἴτʼ ἐκ μητραδέλφων, καὶ εἴτʼ ἐξ ἀδελφοῦ ἢ ἀδελφῆς, εἴτʼ ἐκ δυοῖν ἀρρένων ἀδελφῶν, εἴτʼ ἐκ δυοῖν θηλειῶν ἀδελφῶν· κατὰ ταῦτα δὲ καὶ αἱ θήλειαι ἀνεψιαί. οἱ μέντοι αὐτανέψιοι οὐδὲν πλέον τῶν ἀνεψιῶν, ἀλλʼ ἄντικρυς ταὐτόν. Δημοσθένης δὲ τῆς ἀνεψιότητος εἴρηκε, καὶ Σόλων. οἵ γε μὴν ἐκ τῶν ἀνεψιῶν φύντες ἀλλήλοις ἀνεψιαδοῖ, ἄν τʼ ἐκ δύο θηλειῶν ἀνεψιῶν ὦσιν, ἄν τʼ ἐκ δύο ἀρρένων, ἄν τʼ ἐκ θηλείας τε καὶ ἄρρενος, ἄν τʼ αὐτοὶ δύο ἄρρενες ὦσιν, ἄν τε θήλεια καὶ ἄρρην, ὁ μὲν ἀνεψιαδοῦς ἡ δʼ ἀνεψιαδῆ· ἂν δὲ δύο θήλειαι, ἄμφω ἀνεψιαδαῖ. οἱ δʼ ἐκ τῶν ἀνεψιαδῶν ἀλλήλοις ἐξανέψιοί τε καὶ ἐξανέψιαι. τούτῳ δὲ τῷ ὀνόματι οὐ πάνυ τετριμμένῳ κέχρηται Μένανδρος, ᾧ ἀεὶ μὲν οὐ χρηστέον ὡς οὐκ ἀκριβῶς Ἑλληνικῷ, ἐπὶ δὲ τῶν ἀκατονομάστων πιστευτέον· ὧν γὰρ γενῶν ἢ πραγμάτων ἢ κτημάτων ὀνόματα παρʼ ἄλλοις οὐκ ἔστι, ταῦτα ἀγαπητὸν ἂν εἴη καὶ παρὰ τούτου λαβεῖν.

καὶ ταῦτα μὲν ἐκ τοῦ γένους τὰ ὀνόματα, ἐκ δὲ τῆς συγγενείας κοινὸν μὲν οἰκεῖος, ὁμογενής, καὶ συγγενής, κἂν θήλεια ᾖ· ἡ γὰρ συγγενὶς ἐσχάτως βάρβαρον. καὶ κηδεσταὶ μὲν ἀλλήλοις ἑκατέρωθεν οἱ τὸ κῆδος συνάψαντες, καὶ πηοὶ κατὰ τοὺς ποιητάς, καὶ προσκηδεῖς καθʼ Ἡρόδοτον, καὶ κῆδος ἡ ἐπιγαμία κατὰ Θουκυδίδην, καὶ κηδεία κατὰ Δημοσθένην, καὶ κηδεύματα κατὰ Πλάτωνα. καὶ προμνήστριαι μὲν αἱ συνάγουσαι τὸν γάμον.—Σικελιῶται δʼ αὐτὰς καλοῦσι προμυθικτρίας, οἱ δʼ Ἀττικοὶ καὶ μνήστριαν τὴν προμνήστριαν ὀνομάζουσιν—γαμβροὶ δʼ οἱ ἐκ τῆς τοῦ γήμαντος οἰκίας, οἷον πατὴρ καὶ μήτηρ καὶ οἱ ἄλλοι πάντες κατὰ ταὐτὰ οἱ πρὸς γένους τῷ ἀνδρί, πενθεροὶ δʼ ἀνάπαλιν οἱ τῇ γημαμένῃ προσήκοντες, εἰ καὶ συγκεχύκασιν οἱ ποιηταὶ τὰ ὀνόματα, τὴν χρῆσιν μεταβαλόντες· Σαπφὼ μέντοι καὶ τὸν ἄνδρα αὐτὸν γαμβρὸν καλεῖ. ἡ μὲν οὖν γημαμένη νύμφη καλεῖται τῷ τοῦ γήμαντος πατρὶ καὶ τῇ μητρὶ καὶ νυός, οὗτοι δὲ τῇ νύμφῃ ἑκυρὸς καὶ ἑκυρά. ἡ δὲ τοῦ ἀνδρὸς ἀδελφὴ τῇ ἐκείνου γυναικὶ γάλως, ὁ δὲ τοῦ γήμαντος ἀδελφὸς δαήρ. αἱ δʼ ἀδελφοῖς δύο συνοικοῦσαι εἰνάτερες, οἱ δʼ ἀδελφὰς γήμαντες ὁμόγαμβροι ἢ σύγγαμβροι ἢ μᾶλλον συγκηδεσταί, καὶ παρὰ τοῖς ποιηταῖς εἰλίονες.

καὶ ἡ μὲν ἐπὶ παντὶ τῷ κλήρῳ τρεφομένη μόνη θυγάτηρ ἐπίκληρος, περιόντος τε τοῦ πατρὸς καὶ ἀποθανόντος· ἐκάλεσαν δέ τινες αὐτὴν καὶ πατροῦχον, Ἰσαῖος δὲ καὶ ἐπικληρῖτιν, ὥσπερ καὶ Σόλων. ὁ δὲ ταύτῃ προσήκων κατὰ γένος ἀγχιστεύς. ἐπίδικος δʼ ἡ ἐπίκληρος, ὑπὲρ ἧς ἀμφισβητοῦσί τινες ἀλλήλοις ὡς μᾶλλον εἰς αὐτοὺς τῆς ἀγχιστείας καθηκούσης· ἀνεπίδικος δʼ ἧς οὐκ ἠμφισβήτησάν τινες. ἡ μέντοι κλῆρον οὐκ ἔχουσα πατρῷον θῆσσα καλεῖται, ἣν ὁ ἀγχιστεὺς ἐκδίδωσιν, ἂν ἑτέρᾳ συνοικῇ, ἢ πάντως γαμεῖ.

ὁ μὲν οὖν ἀνὴρ τῇ γυναικὶ πρὸ τοῦ γῆμαι μνηστὴρ καὶ μνώμενος, καὶ τὸ ἔργον μνηστεία καὶ μνηστεύσασθαι, καὶ μνηστὴ ἡ νύμφη, ὡς Ὅμηρος «γῆμʼ ἄλοχον μνηστήν.» τὴν δʼ αὐτὴν καὶ ἐγγυητὴν ἂν εἴποις, καὶ τὸ πρᾶγμα ἐγγύην καὶ τὸ ῥῆμα ἐγγυήσασθαι καὶ ἐγγυῆσαι—Λυκοῦργος δὲ καὶ διεγγυᾶν τὸ ἐγγυᾶν εἶπεν—καὶ τὸν γάμον ὑπέγγυον, ὥσπερ τὸν ἐναντίον ἀνέγγυον. ὁ δὲ πενθερὸς ἐγγυᾷ, ἁρμόζει, ὅθεν τινὲς τῶν παλαιῶν καὶ ἁρμοστὴν τὸν μνηστῆρα ἐκάλεσαν, ἐκδίδωσι· καὶ τὸ πρᾶγμα ἔκδοσις, καὶ ἡ μὴ ἐκδοθεῖσα ἀνέκδοτος, καὶ τὸ συνεισενεγκεῖν εἰς τὴν ἔκδοσιν συνεκδοῦναι. ἐπὶ δὲ τῷ γάμῳ ὁ μὲν τῇ κόρῃ νυμφίος, ἡ δʼ ἐκείνῳ νύμφη. καὶ ἡ μὲν σὺν προικὶ ἐπίπροικος, ἡ δὲ ἀχρήματος ἄπροικος. λέγοις δʼ ἂν προῖκα καὶ φερνὴν τὴν παρὰ τῆς γυναικὸς δόσιν—Αἰσχίνης γὰρ ὁ ῥήτωρ τὴν προῖκα φερνὴν καλεῖ—ὥστʼ εἴποις ἂν εἰσενέγκασθαι προῖκα καὶ προσενέγκασθαι καὶ δοῦναι. αἱ δὲ πρὸς τὴν προῖκα ὑποθῆκαι ἀποτιμήματα. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς διδόμενα δῶρα ἕδνα καὶ ὀπτήρια καὶ ἀνακαλυπτήρια· οὐ γὰρ μόνον ἡ ἡμέρα ἐν ᾗ ἐκκαλύπτει τὴν νύμφην οὕτω καλοῖτʼ ἄν, ἀλλὰ καὶ τὰ ἐπʼ αὐτῇ δῶρα. τὰ δὲ ἀνακαλυπτήρια καὶ προσφθεγκτήρια ἐκάλουν. καὶ «διαπαρθένια δὲ δῶρα» τὰ ὑπὲρ τοῦ τὴν παρθενίαν ἀφελέσθαι ὠνόμασεν Ἄμφις ὁ κωμικός. τὴν μέντοι οὐ λαβοῦσαν ἕδνα ὀνομάσαις ἂν ἀνάεδνον Ὁμηρικῶς. καὶ ὁ μὲν τόπος τοῦ γάμου θάλαμος, ὥσπερ ἵνα ἐτρέφετο παρθενών, καὶ τὸ ἔργον παρθενεύεσθαι. καὶ τὸ ἐπίβλημα τῆς γυναικὸς ἑανὸς καὶ καλύπτρα, τὸ δὲ παρὰ τῇ εὐνῇ παραπέτασμα παστός. τὸ δʼ ᾆσμα τὸ γαμήλιον ὑμὴν καὶ ὑμέναιος, ὅθεν καὶ παρὰ τοῖς ποιηταῖς ἀνυμέναιος ἡ ἄγαμος, καὶ ὑμεναιῶσαι τὸ τὸν ὑμέναιον ᾆσαι· καὶ τὸ αὔλημα γαμήλιον. ὕπερον δὲ ἐξέδουν πρὸ τοῦ θαλάμου, ὥσπερ καὶ κόσκινον ἡ παῖς ἔφερεν, σημεῖα, ὡς εἰκός, αὐτουργίας. καὶ τὸ μὲν ἔργον ὁμοῦ καὶ ἡ ἑορτὴ γάμος, ἡ δὲ πρὸ γάμου θυσία προτέλεια καὶ προγάμια· οὕτω δʼ ἂν καλοῖτο καὶ τὰ πρὸ γάμου δῶρα. προτελεῖσθαι δʼ ἐλέγοντο οὐ μόνον αἱ νύμφαι ἀλλὰ καὶ οἱ νυμφίοι, καὶ τέλος ὁ γάμος ἐκαλεῖτο, καὶ τέλειοι οἱ γεγαμηκότες. διὰ τοῦτο καὶ Ἥρα τελεία ἡ συζυγία· ταύτῃ γὰρ τοῖς προτελείοις προυτέλιζον τὰς κόρας, καὶ Ἀρτέμιδι καὶ Μοίραις. καὶ τῆς κόμης δὲ τότε ἀπήρχοντο ταῖς θεαῖς αἱ κόραι. ἡ δʼ ἐκ παρθενίας τινὶ γημαμένη πρωτόποσις ἐκαλεῖτο· γέγραπται δὲ τοὔνομα ἐν τῷ τοῦ βασιλέως νόμῳ· καὶ πρωτόπειρον δʼ ὠνόμασε Θεόπομπος ὁ κωμικός. προαυλία δʼ ἡ πρὸ τῶν γάμων ἡμέρα, καὶ ἡ μετὰ τὸν γάμον ἐπαυλία. ἀπαυλία δʼ ἐν ᾗ ὁ νυμφίος εἰς τοῦ πενθεροῦ ἀπαυλίζεται ἀπὸ τῆς νύμφης. οἱ δὲ καὶ τὰ διδόμενα δῶρα τῇ νύμφῃ καλοῦσιν ἐπαύλια. ἡ δʼ ἀπαυλιστηρία χλανὶς ἀπὸ τῆς νύμφης ἐν τοῖς ἀπαυλίοις τῷ νυμφίῳ πέμπεται. καὶ τῷ μὲν νυμφίῳ τότε ἐν τοῦ πενθεροῦ παιδίον ἀμφιθαλὲς θῆλυ συγκατακλίνεται, τῇ δὲ νύμφῃ ἐν τοῦ γαμβροῦ ἄρρεν. ὁ δὲ καλούμενος παράνυμφος νυμφευτὴς ὀνομάζεται καὶ πάροχος· ἐπὶ ζεύγους γὰρ τὰς νύμφας ὡς τὸ πολὺ μετῄεσαν· εἰ δὲ πεζὴ ἀφίκοιτο ἡ νύμφη, χαμαίπους ἐλέγετο. ὁ δʼ ἄγων τὴν νύμφην ἐκ τῆς τοῦ πατρὸς οἰκίας νυμφαγωγός, ὁπότε μὴ ὁ νυμφίος μετίοι· οὐ νενόμιστο δὲ μετιέναι τοὺς δευτερογαμοῦντας. ἡ δὲ διοικουμένη τὰ περὶ τὸν γάμον γυνὴ νυμφεύτρια καὶ θαλαμεύτρια, ἡ δὲ τὰ πέμματα μάττουσα καὶ τὰ περὶ τὰς θυσίας διοικουμένη δημιουργός, ὁ δὲ πάντων τῶν περὶ τὴν ἑστίασιν ἐπιμελούμενος τραπεζοποιός. ἡ δὲ τροφὸς τῆς κόρης τιτθὴ καὶ μαῖα. καλεῖται δέ τις τῶν τοῦ νυμφίου φίλων καὶ θυρωρός, ὃς ταῖς θύραις ἐφεστηκὼς εἴργει τὰς γυναῖκας τῇ νύμφῃ βοώσῃ βοηθεῖν. ἡ δʼ ἐπὶ γάμῳ θυσία ἐν τοῖς φράτορσι γαμηλία, καὶ τὸ ἔργον γαμηλίαν εἰσενεγκεῖν. τὸ δὲ τῆς παρθένου παρθενίαν ἀφελέσθαι διακορεῦσαι λέγουσιν, ὡς Ἀριστοφάνης οὗτός με διεκόρευσεν οὖσαν ἑπτέτιν. καὶ διαπαρθενεύεται δʼ Ἡρόδοτος εἴρηκεν, διαπεπαρθενευμένη καὶ διαπεπαρθενευκότα, τὸ μὲν πρότερον Διοκλῆς τὸ δὲ δεύτερον Ἄλεξις οἱ κωμικοί. Ἀριστοφάνης δὲ Γλαύκῳ «καλύψας κύματος τριβωνίῳ διεπαρθένευσα.» καλοῦνται δὲ καὶ δᾷδες νυμφικαὶ καὶ στέφανος καὶ στολή. καὶ λουτρά τις κομίζουσα λουτροφόρος, Ἀθήνησι μὲν ἐκ τῆς Καλλιρρόης εἶτʼ αὖθις Ἐννεακρούνου κληθείσης, ἀλλαχόθι δʼ ὅθεν ἂν καὶ τύχῃ· ἐκαλεῖτο δὲ ταῦτα καὶ νυμφικὰ λουτρά. καὶ δὴ καὶ κλίνη τις ὠνομάζετο ἡ μὲν γαμική, ἡ δὲ παράβυστος, ἣ καὶ αὐτὴ στρώννυται ἐν τῷ δωματίῳ ὑπὲρ τοῦ τὴν παῖδα μὴ ἀθυμῆσαι, ὡς Ὑπερείδης ἔφη. Ὅμηρος μέντοι οὐ τὸ ἔργον μόνον ἀλλὰ καὶ τὴν ἑστίασιν καλεῖ γάμον· εἰλαπίνʼ ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν. ὁ δὲ γάμος καλοῖτʼ ἂν καὶ συνδυασμός, καὶ σύνοδος ἀνδρὸς καὶ γυναικός, καὶ συνοίκησις, καὶ σύνερξις, καὶ κοινωνία ἐπὶ παίδων σπορᾷ. καὶ γαμέτης μὲν ὁ γήμας καὶ ἀνὴρ καὶ νυμφίος καὶ ὁ συνοικῶν καὶ ὁ πρὸς γάμον ἠγμένος, ἡ δὲ νύμφη γαμετὴ καὶ γυνὴ καὶ συνοικοῦσα καὶ γεγαμημένη. γῆμαι δʼ ἐπὶ τοῦ ἀνδρὸς λέγεται, γήμασθαι δʼ ἐπὶ τῆς γυναικός, οὐ γαμηθῆναι. ὁ δὲ μέλλων γαμεῖν μελλονύμφιος ὑπʼ ἐνίων ἐκλήθη, ὡς ὑπὸ Φρυνίχου τοῦ κωμικοῦ, καὶ ἡ μέλλουσα γαμεῖσθαι μελλονύμφη. βέλτιον δʼ ὡς Σοφοκλῆς ὠνόμασεν, «τῆς μελλογάμου.» ταύτην δὲ καὶ τᾶλιν καλεῖ, λέγων ἐπὶ τοῦ Αἵμονος· ἆρʼ ἀχνύμενος τῆς μελλογάμου τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτας λεχέων ὑπεραλγῶν. μελλόποσιν δὲ τὸν ἄνδρα ὠνόμασεν. ἀνύμφους δὲ τοὺς ἀγάμους λέγουσιν, ἀπονύμφην δʼ ἢ ἀπόνυμφον τὸν φιλόπαιδα καὶ γυναικείᾳ ὁμιλίᾳ δυσχεραίνοντα, ὃν καὶ μισογύνην ἐρεῖς ὡς τὸν ἐναντίον φιλογύνην. ἐκ δὲ τῶν αὐτῶν ἂν εἴη καὶ τὸ ζεύξασθαι γάμον ἢ κῆδος συνάψασθαι. καὶ τὸ ἀποπέμψασθαι γυναῖκα· καὶ τὸ πρᾶγμα ἀποπομπὴ καὶ ἀπόπεμψις, καὶ ἀποπομπῆς δίκη. καὶ κακοῦν, καὶ δίκη κακώσεως, προικός, σίτου. καὶ τοὐναντίον ἀπόλειψις. καὶ δίκη παρὰ τἀνδρὸς ἀπολείψεως. ἡ δὲ μονωθεῖσα ἀπʼ ἀνδρὸς χήρα, καὶ ὁ μονωθεὶς ἀπὸ γυναικὸς χῆρος· ὅθεν καὶ χηρωσταὶ οἱ τῷ ἐρήμῳ γένει προσήκοντες. ἕποιτο δʼ ἂν τούτοις ἄγαμος, νεόγαμος, πολύγαμος, ἀγύνης, μισογύνης, μονότροπος. τῶν δὲ νέων κωμῳδῶν τινὲς τὸν ἄγαμον ἀγάμητον εἰρήκασιν, Ἀριστοφάνης δὲ τὸν ἀγύνην ἄγυνον, Φρύνιχος δὲ «τηλικουτοσὶ γέρων ἄπαις ἀγύναικος.» τὸν δὲ νεόγαμον νεογήμην Ἀμειψίας ὠνόμασεν. φίλανδρος μίσανδρος, πολύνυμφος πολυμνήστη· ἄγαμος δὲ καὶ νεόγαμος καὶ πολύγαμος, κοινὰ ταῦτα καὶ ἐπὶ γυναικῶν. ἦσαν δὲ καὶ ἀγαμίου δίκαι πολλαχοῦ, καὶ ὀψιγαμίου καὶ κακογαμίου ἐν Λακεδαίμονι.

ἐπεὶ δʼ ἕπεται γάμῳ τεκνοποιία τε καὶ τεκνοτροφία, οἰκεῖα ἂν εἴη τούτοις ὀνόματα κύειν, ὑπωγκῶσθαι τὴν γαστέρα, ὑποπεπλῆσθαι, κυοφορεῖν, κιττᾶν, ὠδίνειν, τίκτειν, ἀμβλισκάνειν. Εἰλειθυίαις εὔχεσθαι, τὴν Λοχείαν καλεῖν. τὴν δὲ μὴ τίκτουσαν στερίφην ἐρεῖς, ἄγονον, ἄτεκνον, ἄτοκον καθʼ Ἡρόδοτον· Πλάτων δὲ καὶ ἄλοχον αὐτὴν κέκληκεν. Ἀνακρέων δὲ δίτοκον τὴν δὶς τεκοῦσαν. τρέφειν, ἀνατρέφειν, ἐκτρέφειν, γαλακτουχεῖν· γάλα εὔρουν, τρόφιμον, ἐπίρρυτον. τὸ δὲ μὴ ἔχειν γάλα ἀγαλακτίαν τινὲς ὠνόμασαν. μαστὸν ἐπέχειν, θηλὴν ἐπίσχειν, θηλάζειν, θηλάζεσθαι· τὴν δὲ θηλάζουσαν Εὔπολις τιτθὴν θηλάστριαν ὠνόμασεν. τιτθή, τιθήνη, τροφός, τροφεύς, οἷς οἱ τραφέντες τρόφιμοι καλοῦνται.

Ἕποιτο δʼ ἂν τούτοις πολίτης· ὁ γὰρ συμπολίτης οὐ δόκιμον, εἰ καὶ Εὐριπίδης αὐτῷ κέχρηται ἐν Ἡρακλείδαις τε καὶ Θησεῖ, βελτίω δʼ ἀστός, ἐπιχώριος, ἐγχώριος, ἡμεδαπός, ὁμόφυλος, ἐγγενής, ἔντοπος· τὸ γὰρ ἐνδάπιος ποιητικόν, καὶ τὸ ἰθαγενὴς καὶ αὐθιγενὴς εὐτελέστερα. τάχα δὲ βέλτιον ὁ αὐτόχθων, οἰκεῖος, φυλέτης, δημότης, φράτηρ, μετʼ ἐμοῦ φρατριάζων καὶ μετʼ ἐμοῦ δημοτευόμενος, καὶ θεοὺς φρατρίους καὶ φιλίους νέμων. τὸ δʼ ἱερὸν εἰς ὃ συνῄεσαν, φρατρεῖον ἐκαλεῖτο, καὶ τὸ σύστημα φρατρία, οἱ δὲ καθʼ ἕκαστον φράτορες. καὶ ὄις φρατήρ, καὶ φράτριος αἲξ ἡ θυομένη τοῖς φράτορσιν. ἐκαλοῦντο δὲ καὶ φράτερες. φρατρίαι δʼ ἦσαν ιβʹ, καὶ ἐν ἑκάστῃ γένη τριάκοντα, ἕκαστον ἐκ τριάκοντα ἀνδρῶν· ἐκαλοῦντο δʼ οὗτοι καὶ ὁμογάλακτες καὶ ὀργεῶνες. ἡ δʼ ὑπὲρ τῶν εἰς τοὺς φράτορας εἰσαγομένων παίδων οἴνου ἐπίδοσις οἰνιστήρια ἐκαλεῖτο, τὸ δʼ ἱερὸν τὸ ὑπὲρ αὐτῶν μεῖον, καὶ μειαγωγεῖν τὸ εἰσάγειν ἱερεῖον. κέκληται δὲ ἢ ὅτι ἔσκωπτον ὡς μεῖον τοῦ δέοντος, ἢ ὅτι κεκωλυμένον εἰσάγειν, ὡς μὴ ἁμιλλῷντο μηδʼ ἐμπίπτοιεν εἰς ἔριν καὶ ταραχήν, οἱ μὲν οὐδὲν ἧττον ἐφιλοτιμοῦντο, οἱ δʼ ἐπεβόων μεῖον ὡς οὐχ ὑπερβαινόντων αὐτῶν τοῦ νόμου τὸ μέτρον. εἴποις δʼ ἂν καὶ τῆς αὐτῆς συμμορίας καὶ συμμορίτας· τοὺς δʼ ἄρχοντας τῶν συμμοριτῶν καὶ συμμοριάρχας Ὑπερείδης εἴρηκεν, ὡς τῶν φυλῶν φυλάρχους. ὁμόγλωσσος, ὁμοήθης, ὁμόνομος. οἱ δὲ βάρβαροι ἀλλήλους οὐ πολίτας ἀλλὰ πατριώτας λέγουσιν. Ἄρχιππος δὲ καὶ συστρατιώτας καὶ ξυμπατριώτας ἔφη. Πλάτων μέντοι ἐν τοῖς Νόμοις καὶ ἐπὶ Ἑλλήνων τὸ πατριῶται εἴρηκεν. τὸ δʼ ἐναντίον ξένος, ἀλλοδαπός, ἀλλότριος, ἀλλοεθνής, ἀλλόφυλος, ἀλλόδημος, ἀλλόγλωσσος, ἔπηλυς, ἐπηλύτης, ὀθνεῖος· ποιητικώτερον, Πλάτων δʼ αὐτῷ κέχρηται. μέτοικος ὁ τὸ μετοίκιον συντελῶν· τοῦτο δʼ ἦν ιβʹ τῷ δημοσίῳ δραχμαὶ καὶ τῷ γραμματεῖ τριώβολον. σκαφηφόρος· οὕτω δὲ τοὺς μετοίκους ὠνόμαζον, καὶ τὰς γυναῖκας αὐτῶν ὑδριαφόρους, ἀπὸ τοῦ ἔργου ἑκατέρους. ἀλλαχόθεν ἥκων, ἐπιδημῶν, παρεπιδημῶν· κἂν δόξῃ πολίτης εἶναί τις οὐκ ὤν, παρέγγραπτος, παρεγγεγραμμένος. τὸν δὲ τοιοῦτον καὶ ὑπόξυλον ὠνόμαζον οἱ νέοι κωμικοί. καὶ ὑπόχυτον δʼ οἱ παλαιότεροι τὸν κακῶς γεγονότα, καὶ παρημπολημένον, ὡς ἀποφύλιον τὸν φυλὴν μὴ ἔχοντα. κατὰ δὲ τῶν οὐ τελούντων τὸ μετοίκιον ἢ προστάτην μὴ νεμόντων ἀπροστασίου δίκη. ἔνιοι δʼ αὐτῶν καὶ ἀτελεῖς εἰσὶ καὶ ὁμοτελεῖς καὶ ἰσοτελεῖς, οἷς ἂν τοῦτʼ ἐκ ψηφίσματος ὑπάρξῃ· καὶ τὸ ἔργον ἰσοτέλεια. οἱ δὲ δημοποίητοι, ὁπόσοι ἐκ δόγματος κοινοῦ πολιτείας τύχοιεν· τοῦτο δὲ πολιτογραφεῖν Φίλιστος καλεῖ· τάχα δʼ ἂν οἱ τοιοῦτοι ὀνομάζοιντο νεοπολῖται ὑπὸ τοῦ Πλάτωνος. ἀδιάτακτοι δὲ καλοῦνται οἱ μὴ ἐγγεγραμμένοι εἰς τοὺς μετοίκους δέον, ἢ μὴ τελοῦντες τὸ μετοίκιον, ἢ τὴν σκάφην μὴ φέροντες. οὓς δὴ γραψάμενός τις τῶν ἀδιατάκτων εἶναι διήλεγχεν. κατὰ δὲ τῶν παρεγγεγραμμένων ξενίας γραφή, καὶ δωροξενίας, ἂν διαφθείρωσι τοὺς δικάζοντας· ὁ δὲ καταδικασθεὶς ἀπεψηφισμένος, ἐκπεφυλλοφορημένος, καὶ τὰ ῥήματα παρεγγραφῆναι, ξενίας ἁλῶναι, ξενίας ἀποφυγεῖν, ἐκπεφυλλοφορῆσθαι, ἀπεψηφίσθαι. τοῦτο δὲ καὶ ἀποξενωθῆναι Ἰσαῖος καλεῖ. τούτοις δʼ ἂν προσήκοι καὶ ὁ ἄπολις· Πλάτων δὲ πόλιν ἄπολιν τὴν μηκέτʼ οὖσαν πόλιν. παμπόνηροι δʼ οἱ Θεοπόμπου τοῦ συγγραφέως ἀποπολῖται καὶ ἀφέταιροι καὶ ἀπαθηναῖοι. τὸ μέντοι ξένον ὄντα εἰς ἄλλην πόλιν ἐλθεῖν ξενοῦσθαι καὶ ἐπιξενοῦσθαι ἔλεγον, ὅθεν καὶ τὴν καταγωγὴν ξενῶνα. θρασυξενία δέ, εἰ θρασύνοιτο ὁ ξένος. ξεναπάτην δʼ Εὐριπίδης εἴρηκε καὶ ξενοφόνον, ξενοκτόνον δʼ Ἡρόδοτος. ὁ δὲ τῶν ξένων ἡγούμενος ξεναγός· ξενοτροφεῖν δὲ παρὰ Δημοσθένει, καὶ ξενοτροφία παρʼ Ὑπερείδῃ. καὶ ξενίζειν παρὰ μὲν τοῖς πολλοῖς τὸ ἑστιᾶν, παρὰ δὲ Δημοσθένει τὸ τῇ φωνῇ ξενιζούσῃ χρῆσθαι· Ἰσαῖος δὲ ξενικῇ τῇ φωνῇ εἴρηκεν. τὰ δὲ δῶρα ξένια Δημοσθένης τε καὶ Ξενοφῶν, καὶ τὸ καταγώγιον ξενῶνα Πλάτων. τάχα δʼ ἂν ἐγγὺς εἴη τούτων πρόξενος καὶ ἡ προξενία, ἀστόξενος, ἰδιόξενος, δορύξενος, ἄξενος, πολύξενος, καὶ παρὰ Θουκυδίδῃ ἐθελοπρόξενος. ὁ μὲν πρόξενος, ὅταν πόλεως δημοσίᾳ προξενῇ τις ἐν ἄλλῃ πόλει, ὡς ὑποδοχῆς τε τῶν ἐκεῖθεν φροντίζειν καὶ προσόδου τῆς πρὸς τὸν δῆμον καὶ ἕδρας ἐν τῷ θεάτρῳ. ποιεῖ δὲ ταῦτα καὶ ὁ ἐθελοπρόξενος ὁ ἄγραπτον τὴν προξενίαν ἔχων, ἰδιόξενος δʼ ἐστὶν ὁ ἰδίᾳ τινὶ τῶν ξένων φίλῳ χρώμενος, ὡς Περικλῆς Ἀρχιδάμῳ, καὶ καταγωγῆς τʼ αὐτῷ προνοούμενος καὶ τἆλλα συνδιοικούμενος, τῶν ἴσων δὲ καὶ αὐτός, εἴ ποτε παρʼ ἐκεῖνον ἔλθοι, μεταλαμβάνων. ἀστόξενος δὲ κατὰ μέν τινας ὁ αὐτὸς τῷ ἰδιοξένῳ, κατὰ δέ τινας ὁ γένει μὲν ξένος τιμῇ δʼ ἀστός· ἐνίοις δὲ δοκεῖ ὁ φύσει μὲν ἀστὸς δόξῃ δὲ ξένος, ὡς Δαναὸς Ἀργείοις, ἀπὸ Ἰοῦς τῆς Ἀργείας ἔχων τὸ γένος. δορύξενος δʼ ὁ ἐκ τῆς κατὰ τὸν πόλεμον ἐπιμιξίας τὴν γνῶσιν πεποιημένος.

Ἀκόλουθα δʼ ἂν εἴη τούτοις φίλος, ἑταῖρος, συνήθης, ἐπιτήδειος, γνώριμος, προσηταιρισμένος, οἰκεῖος, ᾠκειωμένος, ὁμογνώμων, ὁμοήθης, ὁμότροπος, ὁμόσιτος, ὁμοτράπεζος, ὁμόσπονδος, ὁμωρόφιος, ὁμῆλιξ, ἰσῆλιξ. καὶ ἐχρῆτό μοι, καὶ ἐχρώμην αὐτῷ· καὶ ὁ Δημοσθένης που λέγει «καὶ χρώμενος εἴπερ τις ἄλλος αὐτῷ,» καὶ οὐ δεῖ προσθεῖναι τὸ φίλῳ. ἐκ δὲ τούτων ἐστὶ φιλέταιρος, πολυέταιρος, φιλία καὶ ἑταιρεία, ἐπιτηδειότης, συνήθεια, οἰκειότης, γνῶσις, ὁμογνωμοσύνη, ὁμοήθεια, ὁμοτροπία· τὰ γὰρ ἀπὸ τῶν ἄλλων δυσχερῆ, ἡ δʼ ὁμηλικία ποιητικόν. ὁ δὲ φίλιος πρὸς τὸν πολέμιον ἀντίκειται, καὶ φιλικός ἐστιν ὁ χρῆσθαι φίλοις εἰδώς· ἀφʼ ὧν τὰ ἐπιρρήματα φιλίως καὶ φιλικῶς. προσφιλῶς δὲ Ξενοφῶν εἴρηκε, καὶ Θουκυδίδης προσφιλεῖς, Ἰσοκράτης … δὲ προσφιλεστάτως, πολυφιλίαν δὲ καὶ ὀλιγοφιλίαν Ἀντιφῶν, καὶ πολυφίλοις Ὑπερείδης, καὶ πολυφιλώτερος Λυσίας. τὰ δʼ ἐναντία ἄγνωστος, ἀγνώς, ἀήθης, ἐχθρός, διάφορος, ἀλλότριος, ἀλλοτρίως ἔχων, ἠλλοτριωμένος, ἀπεχθής, ἀπεχθανόμενος, ἀπεχθῶς διακείμενος, μισῶν, δυσμενής, διενηνεγμένος, διεστηκώς, ἐξεστασιασμένος· ὑπόπτως ἔχων, ἐπιβούλως, κακοήθως, ἀπίστως, ἐθελέχθρως· ἐθέλεχθρον δὲ Κρατῖνος λέγει, ἄφιλος, ἄμικτος, ἀπρόσμικτος, δύσμικτος, μισέταιρος, μισάνθρωπος, ἀπάνθρωπος. καὶ ἀγνωσίαν, ἀήθειαν, ἔχθραν, ἀλλοτρίωσιν, διαφοράν, ἀπέχθειαν, μῖσος, δυσμένειαν, ἀπιστίαν, ὑποψίαν, ἐπιβουλήν, κακοήθειαν, μισεταιρίαν, ἀπανθρωπίαν, μισανθρωπίαν.

Φιλόπολις, φιλόδημος, δημοτικός, πρᾶος, ἐπιεικής, εὔνως ἔχων πρὸς τὴν πόλιν, πρόθυμος περὶ τὴν πόλιν, φιλότιμος, μεγαλογνώμων, δημεραστής, μεγαλοπρεπὴς πρὸς τὸ δημόσιον. καὶ ἦθος φιλόπολι, φιλόδημον, δημοτικόν, πρᾶον, ἐπιεικές, εὔνουν, πρόθυμον, φιλότιμον, μεγαλοπρεπές. καὶ δημεραστία, φιλοδημία, πραότης, ἐπιείκεια, εὔνοια, προθυμία, φιλοτιμία, μεγαλοπρέπεια. καὶ δημοτικῶς, πράως, ἐπιεικῶς, προθύμως, φιλοτίμως, φιλοδήμως, μεγαλοπρεπῶς, εὔνως. τὰ δʼ ἐναντία μισόπολις, μισόδημος, ὑπερόπτης, μεγάλαυχος, ὑπερήφανος, τυραννικός, ὀλιγαρχικός, μικροπρεπής, δύσνους, κακόνους, νεωτεριστής, νεωτέρων ἐπιθυμῶν, ἠλλοτριωμένος πρὸς τὴν πόλιν, οὐ χαίρων τοῖς καθεστηκόσιν, οὐκ ἀγαπῶν τὸ ἴσον, διαπτύων τοὺς πολλούς, καθάρματα καὶ πτωχοὺς ἀποκαλῶν.

Χορηγός, τριήραρχος, φυλῆς ἑστιάτωρ, τὴν φυλὴν ἑστιῶν, κρεανομίας ἐπινέμων, διανομὰς διδούς, νομάς, εἰσφοράς, συνεκδιδούς τισι θυγατέρας, ἀπὸ τῶν ὑπαρχόντων εἰσφέρων, τὰ ὄντα καταναλίσκων εἰς τὸ δημόσιον, ἐθελοντὴς εἰσφέρων, ἑκών, αὐτεπάγγελτος, αὐθαίρετος, αὐτοκέλευστος, ἀπαράκλητος, ἐπιδιδοὺς ἐπιδόσεις, ζῶν τῇ πόλει, λειτουργῶν, καταλειτουργῶν τὰ ὄντα, γυμνασίαρχος, γυμνασιαρχῶν. καὶ τὰ πράγματα χορηγεῖν, τριηραρχεῖν, φυλὴν ἑστιᾶν, νέμειν, διανέμειν, εἰσφέρειν, ἐπιδιδόναι, λειτουργεῖν, καταλειτουργεῖν, γυμνασιαρχεῖν. οὐσίαν δʼ ἀλειτούργητον Ἰσαῖος εἴρηκεν.

Ἐρᾶν, φιλεῖν, στέργειν, ἡττᾶσθαί τινος, ἐσπουδακέναι περί τινα, ἐνθέως ἔχειν, κατόχως, ἐμπύρως, διαπύρως· φλέγεσθαι τῷ πόθῳ, ἐκφλέγεσθαι, ὑποτετύφθαι, κεκαῦσθαί τινος, θερμαίνεσθαι ἐπί τινι, ἐκκρέμασθαι ἐξ αὐτοῦ, ἀναπνεῖν, δουλεύειν, ἕπεσθαι, παρακολουθεῖν, ἐξηρτῆσθαί τινος, ἔχεσθαι, ἱκετεύειν, δεῖσθαι, καθικετεύειν, ἀντιβολεῖν, παρακαλεῖν, ἐρωτομανεῖν, φιλεραστεῖν, παιδεραστεῖν, γυναικεραστεῖν, φροντίζειν ἐπʼ αὐτῷ, ἀλύειν, ἀλγεῖν, ἀγρυπνεῖν, τετρῶσθαι, κατειλῆφθαι, ἀνακεῖσθαί τινι. καὶ ἐραστής, καὶ συνεραστὴς δὲ καὶ συνεπιθυμητής, ὡς ὁ Πλάτων· οὐκ οἶδα δʼ εἰ καὶ ἐπιθυμητής. φίλος δὲ καὶ ἐπαινέτης. τῆς ὥρας ἡττημένος, στέργων, φιλῶν, ἀγαπῶν, δουλεύων. ἐθελόδουλος, ἔνθεος, ἐπίπνους, κάτοχος. ἐξηρτημένος, ἠρτημένος, ἐκκρεμάμενος. ἔμπυρος, διάπυρος. φλεγόμενος, ἑπόμενος, παρακολουθῶν, ἱκετεύων, καθικετεύων, παραπίπτων, καταντιβολῶν, δεόμενος. φιλόπαις, παιδεραστής, παιδοφίλης ὡς Τηλεκλείδης· καὶ παιδοφιλῆσαι Πλάτων εἴρηκεν ὁ κωμικός, ὁ μέντοι παιδέρως Ζεὺς παρὰ τῷ Τηλεκλείδῃ πέπαικται. γυναικεραστής, γυναιμανής. ἀλύων, ἀγρυπνῶν, φροντίζων, τετρωμένος, τετοξευμένος, κατειλημμένος, ἀνακείμενος, προσκείμενος. καὶ γυναῖκας δʼ ἐραστρίας Εὔπολις εἴρηκεν, καὶ ἀνδρεράστριαν Ἀριστοφάνης. ἐρώμενος ἐρωμένη, παιδικά, στεργόμενος στεργομένη, φιλούμενος φιλουμένη, ἀγαπώμενος ἀγαπωμένη. καλὸς ὑπέρκαλος πάγκαλος, ἐπέραστος, ὡραῖος, ἐπαγωγὸς προσαγωγός. ἀνθῶν ὑπερανθῶν, στίλβων ὑπερστίλβων, λάμπων ὑπερλάμπων, ἵμερον ἀφιείς· καλὴ ὑπερκάλη παγκάλη, ἐπέραστος, ὡραία, ἀνθοῦσα ὑπερανθοῦσα, στίλβουσα, λάμπουσα ὑπερλάμπουσα, ἵμερον ἀφιεῖσα· κάλλος, ὥρα, ἄνθος, ἄνθησις, λαμπρότης, στιλπνότης, αἴγλη, καλλονή. ἔρως, ἵμερος, πόθος, ἐπιθυμία, ἴυγξ, ἀντέρως, ἀφʼ οὗ ἀντερῶν καὶ ἀντεραστής, παρὰ δʼ Εὐπόλιδι καὶ ἀντερώμενος. καὶ τὸ ζηλοτυπεῖν δʼ ἐπί τε παίδων ὡραίων καὶ γυναικῶν καὶ πάντων δὲ τῶν ἀγαπωμένων. προσήκοι δʼ ἂν τούτοις ἀξιέραστος πολυέραστος, καὶ κατὰ σύγκρισιν καὶ ὑπέρθεσιν.

Δεσπότης, δεσπόζων, κύριος, κεκτημένος—Φρύνιχος γὰρ ἐν Σατύροις τὸν δεσπότην κεκτημένον ὠνόμασεν— ἐωνημένος, πριάμενος· καὶ ὁ νεώτερος δεσπότης δεσπόσυνος καὶ τρόφιμος. δέσποινα, δεσπόζουσα, κεκτημένη, ἐωνημένη, πριαμένη, τροφίμη· οὐ γὰρ προσίεμαι τὴν Σοφοκλέους δεσπότειραν ἢ τὴν Εὐριπίδου δεσπότιν. φαυλοτάτη δὲ καὶ ἡ παρὰ τοῖς νέοις κωμῳδοῖς ἀπφία καὶ ἀπφίον καὶ ἀπφάριον, νέας δεσποίνης ὑποκορίσματα. τὸ δὲ πρᾶγμα δεσποτεία, καὶ τὸ ἐπίρρημα δεσποτικῶς, καὶ τὸ ῥῆμα δεσπόζειν καὶ δεσπόζεσθαι· Πλάτων δὲ καὶ τὸ δεσποτοῦν ἀντὶ τοῦ δεσπόζον εἴρηκεν. Λυσίας δέ που λέγει ἀδεσπότους, Ἡρόδοτος δʼ ἀνδράποδα φιλοδέσποτα. Ἀριστοφάνης μέντοι κατὰ τὴν τῶν πολλῶν συνήθειαν τὸν δεσπότην «αὐτὸν» κέκληκεν, εἰπὼν ἐν Δράμασιν ἢ Κενταύρῳ ἀνοιγέτω τις δώματʼ· αὐτὸς ἔρχεται. δοῦλος δούλη· ἡ δὲ δουλὶς Ὑπερείδῃ εἰρημένον φαῦλόν ἐστιν.

οἰκέτης οἰκέτις, θεράπων θεράπαινα θεραπαινίς· εἰ δʼ ὁ κατὰ Δωροθέου λόγος Ὑπερείδου, φησὶν ἐν αὐτῷ «ὥσπερ τὸ ἀτιμότατον θεραπόντιον.» τὸ δὲ πλῆθος τῶν οἰκετῶν θεραπεία· τὸ γὰρ θεραπουσία βιαιότερον, ἀλλʼ ἡ δουλεία κατὰ Θουκυδίδην. ἔργον δὲ δουλικὸν Ἀραρώς, καὶ δουλικώτατος Ξενοφῶν. καὶ δουλῶσαι, καταδουλώσασθαι, καὶ δεδουλωμένος Θουκυδίδης. καὶ δούλωσις· ἡ γὰρ δουλοσύνη Ἰωνικόν. δουλοπρεπὲς δὲ καὶ δουλοπρεπέστερον Ξενοφῶν, καὶ δουλοπρεπέστατα Κρατῖνος, καὶ δουλοπρέπεια Θεόπομπος ὁ κωμικός. καὶ δουλάρια Μεταγένης, καὶ οἰκετικὰ ὀνόματα Πλάτων. διάκονος, ὑπηρέτης, ἀργυρώνητος, ὤνιος, οἰκότριψ, ἡ δʼ ἀντικειμένη τούτῳ σηκὶς καλεῖται ἢ οἰκογενής· ἡ γὰρ ταμία τῆς πίστεως τοὔνομα. παιδίσκην δὲ τὴν θεραπαινίδα Λυσίας ὠνόμασεν, εἰ μὴ ἀμφίβολόν ἐστι, πότερον ἡλικίας τοὔνομα ἢ τύχης· λέγει γὰρ ἐν τῷ κατὰ Καλλίου ὕβρεως «ἐξελθοῦσα αὐτοῦ ἡ παιδίσκη τὴν θύραν ἀνοίγνυσιν.» τὸ δὲ παιδίον τὸ ἐκ τῶν οἰκοτρίβων οἰκοτρίβαιον ὠνόμαζον. τῷ μέντοι ὠνηθέντι οἰκέτῃ τραγήματα κατέχεον, ἃ ἐκαλεῖτο καταχύσματα. ἀνδράποδα, καὶ ἀνδραπόδια παρʼ Ὑπερείδῃ, ἀφʼ ὧν καὶ τὸ ἀνδραποδίσασθαι καὶ ἀνδραποδισάμενος, καὶ ἀνδραποδίσαντες παρὰ Θουκυδίδῃ, καὶ ἀνδραποδώδης παρὰ Ξενοφῶντι, καὶ ἀνδραποδωδῶς παρὰ Πλάτωνι, καὶ ἀνδραποδώδεις ἐπιθυμίαι, καὶ ἀνδραποδιστικώτατα παρʼ Εὐπόλιδι. δοῦλα σώματα πρὸς ἀργύριον ἀντικατηλλαγμένα, καὶ ἀπὸ τοῦ πρατῆρος λίθου, ἀπὸ τοῦ πωλητηρίου, παρὰ τῶν λαφυροπώλων, παρὰ τῶν ἀνδραποδοκαπήλων. ἀνδραποδιστὴς δʼ ἐστὶν ὁ τὸν ἐλεύθερον καταδουλωσάμενος ἢ ὁ τὸν ἀλλότριον οἰκέτην ὑπαγαγόμενος· καὶ δίκη δὲ κατὰ τῶν ἀνδραποδιστῶν ἐλευθεροπρασίου. σώματα δʼ ἁπλῶς οὐκ ἂν εἴποις, ἀλλὰ δοῦλα σώματα. καλοῦνται δὲ καὶ παῖδες οἱ δοῦλοι παρὰ τοῖς Ἀττικοῖς, κἂν ὦσι πρεσβύτεροι· λάτρις δὲ καὶ ἀμφίπολος καὶ πρόσπολος οὐ καθʼ ἡμᾶς. καὶ ἵνα μὲν κολάζονται οἱ δοῦλοι, μυλῶνες καὶ ζητρεῖα καὶ ζώντεια καὶ ἀλφιτεῖα καὶ χονδροκοπεῖα. οἱ δὲ στιζόμενοι στιγματίαι καὶ στίγωνες, ὥσπερ οἱ μαστιγούμενοι μαστιγίαι. τὸ δὲ δεῖσθαι μαστίγων μαστιγιᾶν Εὔπολις εἴρηκεν. αἱ δὲ μάστιγες ὑστριχίδες, ἱμάντες, ῥυτῆρες. τὸ δὲ μαστιγῶσαι καὶ τυπτῆσαι, ξᾶναι κατὰ νώτου πολλάς, παῖσαι, πληγὰς ἐντεῖναι, πληγὰς ἐμβαλεῖν. Ὑπερείδης δʼ ἔφη «κρεμάσας ἐκ τοῦ κίονος ἐξέδειρεν, ὅθεν καὶ μωλώπων ἔτι νῦν τὸ δέρμα μεστὸν ἔχει·» καίτοι ἐπὶ τούτοις οὐκ ἄν τις εἴποι τὸ δεῖραι. ἔστι δʼ ἐκ τούτου φιλόδουλος, πολύδουλος, ἐθελόδουλος, ἄδουλος, καὶ ἀδούλευτος, ὡς τοὺς Λακεδαιμονίους Ἰσαῖος λέγει. καὶ εὔδουλος δὲ ὁ τοῖς δούλοις εὖ χρώμενος παρὰ Φερεκράτει, καὶ τὸ δρᾶμα Δουλοδιδάσκαλος· παρὰ Κρατίνῳ δʼ ὁ κακόδουλος εἴρηται. ἐθελοδουλεία, πολυδουλεία, ἀειδουλεία. ἐωνῆσθαι, ὠνητιᾶν, πρίασθαι, πωλῆσαι, πωληταί, πωλητήρια. καὶ ὠνητὸς ὠνητή, καὶ τὸν ὠνητὴν ὡς Ἰσαῖος, καὶ τὸν αὐτωνητὴν ὡς Δείναρχος. προσήκοι δʼ ἂν τοῖς δούλοις τό τε πρᾶγμα ἡ δουλεία καὶ τὸ ῥῆμα τὸ δουλεύειν καὶ τὸ δεδουλῶσθαι. καὶ τὰ δουλικὰ παρὰ Δημοσθένει, ἀφʼ οὗ καὶ τὸ ἐπίρρημα τὸ δουλικῶς. καὶ τὸ δουλώσασθαι δὲ καὶ τὸ καταδουλώσασθαι, καὶ ὅσα ἀπὸ τούτων σχηματίζεται. καὶ τὸ συγκαταδουλώσασθαι παρʼ Ὑπερείδῃ, καὶ οἱ συνδουλεύοντες παρὰ Δεινάρχῳ. σύνδουλοι δὲ λέγει Λυσίας καὶ Εὐριπίδης, Ὑπερείδης δὲ καὶ οἱ πλείους ὁμόδουλον λέγουσιν· ἔνιοι δʼ οἴονται ὁμόδουλον μὲν τὸν τῆς αὐτῆς τύχης, σύνδουλον δὲ τὸν τοῦ αὐτοῦ δεσπότου. καὶ οἰκέται δὲ καὶ «οἰκετικὰ ὀνόματα» παρὰ Πλάτωνι· οἱ μέντοι ποιηταὶ καὶ τοὺς ἄλλους οἰκείους οἰκέτας ὠνόμαζον, ὅπου γε καὶ «περιστερὰν οἰκέτιν.» πελάται δὲ καὶ θῆτες ἐλευθέρων ἐστὶν ὀνόματα διὰ πενίαν ἐπʼ ἀργυρίῳ δουλευόντων.

μεταξὺ δʼ ἐλευθέρων καὶ δούλων οἱ Λακεδαιμονίων εἵλωτες, καὶ Θετταλῶν πενέσται, καὶ Κρητῶν κλαρῶται καὶ μνωῖται καὶ Μαριανδυνῶν δωροφόροι, καὶ Ἀργείων γυμνῆτες, καὶ Σικυωνίων κορυνηφόροι. τοὺς μέντοι εἰς ἐλευθερίαν τῶν εἱλώτων ἀφιεμένους οἱ Λακεδαιμόνιοι νεοδαμώδεις καλοῦσιν. ὁ δὲ τῆς δουλείας ἀφειμένος τῶν δούλων ἀπελεύθερος καὶ ἐξελεύθερος, ἀπηλευθερωμένος. καὶ ἀπελευθερῶσαι ἀπελευθερωθῆναι, καὶ ἀπελευθέρωσις καὶ ἀπελευθερία. καὶ Δημοσθένης φησὶν ἐξελευθερικοὺς νόμους καὶ ἀπελευθερικοὺς νόμους. κατὰ μέντοι τῶν ἀποστάντων ἀποστασίου δίκη ἐστίν. φαίης δʼ ἂν τιμὴν καταβαλεῖν, ἀργύριον εἰσενεγκεῖν, ἀντικαταλλάξασθαι χρήματα.

Τραπεζίτης, ἀργυρογνώμων, ἀργυραμοιβός, δοκιμαστής, ἐπικαθήμενος τραπέζῃ· τράπεζα πολυάργυρος, τραπέζης ἀφορμαί. τὴν δὲ τράπεζαν Δημοσθένης καὶ ξύλον ὠνόμασεν· ἐκάλουν δʼ αὐτὴν καὶ πίνακα. ἀργυρίου ἀλλαγὴ ὁ καλούμενος κόλλυβος. ἐνέχυρα λύσιμα, κατενεχυριάζειν. ὀφείλειν, δανείζεσθαι, δανείζειν, προΐεσθαι ἀργύριον. ὑποθήκην θεὶς ὁ δανειζόμενος, ὑποθήκην θέμενος ὁ δανείζων. χρέα, καὶ τοῦ χρέους. δανείσματα, ὀφειλήματα, ἐκδόσεις, ἐκδιδόναι, ἔγγυα δανείσματα, ναυτικά· τὰ γὰρ ὀφλήματα καὶ τὸ ὀφλεῖν ἐπὶ τῶν καταδικασθέντων εἰς ἀργύριον. ὅρους ἐφιστάναι χωρίῳ· σανὶς δʼ ἦν ἢ στήλη τις δηλοῦσα ὡς ἔστιν ὑπόχρεών τινι τὸ χωρίον. ἐπὶ δὲ τούτου ἔλεγον καὶ τὸ ἐστίχθαι τὸ χωρίον, ὡς τὸ ἐναντίον ἄστικτον. τὸ δὲ ὑπόχρεων χωρίον ἐλέγετο καὶ ὑπόβολον. χρήστης κυρίως μὲν ὁ δεδανεισμένος, πολλάκις δὲ καὶ ὁ δανειστής. οὗτος δὲ καὶ τοκιστής, τοκογλύφος, τοκίζων, ὅθεν καὶ τὸ «τοκίζεται αὐτῷ ἀργύριον» παρʼ Ὑπερείδῃ, τόκους ἐκλέγων, ὀβολοστάτης. ἐκεῖνος δʼ ὑπόχρεως, κατάχρεως, ὑπέρχρεως. καλεῖται δὲ τὸ μὲν κεφάλαιον ἀρχαῖον, τὸ δʼ ἔργον τόκος. ὁ δʼ οὐκ ἐκτίσας κατὰ προθεσμίαν ὑπερήμερος, καὶ τὸ πρᾶγμα ὑπερημερία.

Ἀργύριον δόκιμον, ἐπίσημον, γνήσιον, καθαρόν, ἀμιγές, ἄκρατον, ἀκίβδηλον, ἔντυπον, ἀκριβές, νόμιμον, ἀκέραιον, ἀδιάφθορον, ἄδολον, ἄχραντον, ἀνεπιβούλευτον· τὸ δʼ ἐναντίον παράσημον, παρασεσημασμένον, χαλκόκρατον, Θιβρώνειον, κίβδηλον, κεκιβδηλευμένον, ἀφʼ οὗ καὶ τὸ πρᾶγμα κιβδηλεία καὶ κιβδηλεύματα παρὰ Πλάτωνι, ὥσπερ καὶ ὁ κιβδηλεύων, παρατετυπωμένον, παρακεχαραγμένον, ἄσημον παρεγκεκραμένον, ὑπόχαλκον. τὸ δʼ ἀργύριον καλεῖται καὶ χρήματα καὶ νόμισμα, ὥσπερ καὶ τὸ χρυσίον. ἀργύρια δὲ κατὰ πλῆθος ἥκιστα λέγουσιν οἱ Ἀττικοί, εἴρηται δʼ ἐν Κωκάλῳ καὶ Νήσοις Ἀριστοφάνους. λέγοιτο δʼ ἂν κόψαι νόμισμα, ἐνσημήνασθαι, τυπῶσαι, ἐντυπῶσαι, ἐντυπώσασθαι. τὸ δὲ τοιοῦτον ἀργύριον ἐπίσημον ἐλέγετο, ὡς τὸ ἐναντίον ἄσημον.

Ἀργύρεια μέταλλα καὶ χρύσεια, μεταλλεύειν, ὀρύττειν, ἐπικατατέμνειν, καινοτομεῖν, καινοτομία. οὓς δὲ κατέλιπον μέσους κίονας οἱ μεταλλεῖς ἀνέχειν τὴν γῆν, οὗτοι μεσοκρινεῖς ὠνομάζοντο. ὑπόχρυσος γῆ, ὑπάργυρος γῆ. κάθαρσις ἀργύρου, κάθαρσις χρυσοῦ. χρυσὸς ἄπεφθος, εἰλικρινής· ἄργυρος καθαρός, ἐκκεκαθαρμένος. Ἀρυανδικὸν ἀργύριον, καὶ οἱ Δαρεικοὶ ἀπὸ Δαρείου, ὡς ἐπʼ ἐκείνου ἀκριβωθέντος εἰς κάθαρσιν τοῦ χρυσίου. εὐδόκιμος δὲ καὶ ὁ Γυγάδας χρυσὸς καὶ οἱ Κροίσειοι στατῆρες. χρυσός, ἄργυρος, ὀρείχαλκος, σίδηρος, καττίτερος, μόλυβδος, ὕαλος. χρυσῖτις γῆ, ἀργυρῖτις, σιδηρῖτις. χρυσοχοεῖν, χαλκεύειν· χρυσοχόος, χαλκεύς, σιδηρεύς. μολυβδοχοῆσαι.

Περὶ τοῦ πολύ· ἄπλατον, ἄπλετον, ἄπειρον, ἀμύθητον, ἀμέτρητον, ἀναρίθμητον, ἀνεξαρίθμητον, ἀνήριθμον, πάμπολυ, παμπληθές, ἄπιστον τῷ πλήθει, ἀδιήγητον. πάμμεγα, μέγα, μέγιστον, παμμέγεθες, ὑπερμέγεθες, ὑπέρογκον, ἐξαίσιον, εὐμέγεθες. καὶ τὸ ἐναντίον μικρόν, ὀλίγον, βραχύ, σύμμετρον, συμμεμετρημένον, εὐαρίθμητον.

Ἕστηκεν, ἡσυχάζει, μένει, ἀτρεμεῖ, καθησυχάζει, ἠρεμεῖ, ἐφʼ ἡσυχίας ἐστίν, ἀναμένει, περιμένει, ἀκινητεῖ, ἀκίνητός ἐστιν, ἑστηκώς, στάσις, ὀρθοστάδην, ἡσυχία, μονή. κάθηται, καθίζει, καθέζεται, ἀνακαθιζόμενος ὡς Πλάτων. Ξενοφῶν δὲ τὸ ἐκάθισεν ἐπὶ τοῦ καθίσαι ἐποίησεν· καθήμεθα δʼ ἀντὶ τοῦ ἐκαθήμεθα Δημοσθένης, καὶ καθῆστο ἀντὶ τοῦ ἐκάθητο Πλάτων. καὶ καθέδρα, ἕδρα, θρανίον, θρᾶνος, θρόνος, θᾶκος, ἕδρανον, δίφρος, καὶ δίφρος ὀκλαδίας· τὸ γὰρ σκολύθριον ὑπομόχθηρον, καὶ τὸ ἑδώλιον ἄλλης ἐστὶ χρείας. βάθρον· οὕτω δὲ ὠνομάζετο καὶ ἡ τῶν ἀνδριάντων βάσις· ἀφʼ οὗ τὸ βέβηκε καὶ βεβηκέναι καὶ τὰ ἀπὸ τούτων κατὰ τὰς τῶν προθέσεων προσθέσεις. καὶ ἀναβάδην καθήμενος, καὶ βάδην ὑποχωρῶν. τὸ δὲ θακεῖν οὐκ ἂν εἴη πρὸς ἡμῶν, καθήμενος δὲ καὶ καθίζων καὶ καθιζόμενος καὶ καθεζόμενος. ἐπὶ δὲ τῶν ἑστηκότων συμβεβηκὼς ἄμφω τὼ πόδε, προβεβηκὼς τὸν ἕτερον, διαβεβηκώς· ἀνίσταται, διανίσταται, ἐξανίσταται, ἐπανίσταται, ἀπανίσταται. ἔστι δὲ καὶ ἀνδριάντος στάσις καὶ ἀνάστασις καὶ πόλεως ἀνάστασις —ἡ ἀναστάτωσις—παρὰ Δημοσθένει καὶ τειχῶν καὶ οἰκοδομημάτων καὶ «ἀνάστατα ἐποίησαν τὰ ταύτῃ χωρία» εἴρηται παρὰ Θουκυδίδῃ.

Βαδίζει, βαδίζων, βάδην, βάδισις, βαδιεῖ. βαδιστικὸς παρʼ Ἀριστοφάνει, παρὰ δὲ Κρατίνῳ βαδισματίας, παρὰ δὲ Πλάτωνι τῷ φιλοσόφῳ βαδισμός, καὶ παρὰ Θουκυδίδῃ «μετὰ ῥυθμοῦ βαίνοιεν» ἀντὶ τοῦ βαδίζοιεν. πορεύεται, πορευόμενος, ὅθεν καὶ πορεία, καὶ πορεῖα τὰ ὀχήματα. προάγει, προάγων, ὑπάγει, ὑπάγων· ἔστι δʼ οἷον ἡγεῖται καὶ ἄγει. βαίνει, προβαίνει, ἀποβαίνει, ἀναβαίνει, προσβαίνει. καὶ ἀνάβασις καὶ ἀναβασμοὶ καὶ ἀναβεβασμένοι ἵπποι· καὶ οἱ τοῖς ἀναβαίνουσι βοηθοῦντες ἀναφέρουσιν αὐτοὺς ὀρθαῖν ταῖν χεροῖν ἢ σιμαῖν ταῖν χεροῖν. καταβαίνει, κατέρχεται. καὶ κάτεισιν ἐπὶ τοῦ μέλλοντος χρόνου. πρόεισι, περιπατεῖ, ἀφʼ οὗ καὶ περίπατος. τρέχει, ἀφʼ οὗ δρόμος, θεῖ, ἐπείγεται. σχολαῖος περίπατος καὶ σπουδαῖος καὶ ἠρεμαῖος, καὶ σπουδή. ἠπειγμένως βαδίζων, καὶ σχολῇ περιπατεῖ καὶ ἠρέμα, καὶ ἠπειγμένος περίπατος, καὶ τὸ Ἡσιόδου προβάδην. ἄλλης δὲ χρείας βαίνειν, ἀναβαίνειν, καὶ ἀναβάτας ἐπὶ τῶν ἐν ταῖς ἀγέλαις ὀχείων.

Φέρει, φέρεται, φορεῖον, φορεῖς, φοράδην, φορά, ἐκφορά, καὶ ἐπὶ σκευῶν καὶ ἐπὶ νεκρῶν· «ἐπιφορὰ» γὰρ τὸ τῷ μισθῷ προστιθέμενον, ὡς Θουκυδίδης· καὶ ἀποφορὰ οὐχ ἡ ἀποκομιδὴ μόνον, ἀλλὰ καὶ ἡ τῶν φόρων καταβολὴ καὶ πνεύματος ἀποβολή. εἴποις δʼ ἂν ἐπὶ τῶν φερόντων ἆραι, ἐνεγκεῖν ἀνενεγκεῖν, κομίσαι, ἀνακουφίσαι.

Ὁδοῦ δʼ ἡγεμὼν ἀγωγός· ὁ γὰρ ἀγωγεὺς εὐτελέστερον. ἐν μέντοι τῷ πλήθει καὶ ἀγωγοὶ καὶ ἀγωγεῖς ῥυτοί. ὑφηγητὴς ἐξηγητής, προηγεμὼν προηγητής, παρὰ δὲ Κέβητι καὶ καθηγητής, ὥσπερ καὶ παρὰ τοῖς τραγῳδοῖς. λέγοις δʼ ἂν ὁδὸν δεῖξαι, ὁδοῦ ἡγήσασθαι προηγήσασθαι ὑφηγήσασθαι καθηγήσασθαι, ὁδὸν φῆναι. τὰ δὲ πράγματα ὁδοῦ ὑφήγησις, ἐξήγησις, δεῖξις, ἀγωγή, μήνυσις, ἡγεμονία. ὁδὸς δʼ ἄπορος δύσπορος δυσπόρευτος, ἀτριβής, ἀπάνθρωπος, ἀγρία, σκολιά, ἀσαφής, ἀφανής, δύσοδος, δυσπρόσοδος, ἔρημος, ἄμικτος ἀπρόσμικτος, δύσβατος δυσπρόσβατος, δυσεύρετος. ἄνιππος δὲ καὶ ἀναμάξευτος Ἡρόδοτος λέγει. ὀρεία, ὀρθία, ἀνατεταμένη καὶ τὰ τοιαῦτα ἐν τῷ πρώτῳ ἔχεις. τὸ δʼ ἐναντίον εὔπορος, εὐθυτενής, λεωφόρος, ἁμαξιτὸς ἁμαξήλατος, ἱππάσιμος ἱππόκροτος, ἐπίδρομος, λεία, σαφής, προφανὴς ἐκφανής, τετριμμένη, τρίβος, στίβος, ἥμερος, πολυάνθρωπος, εὐεπίμικτος, ὁμαλή. τὰ δὲ τούτοις πρόσφορα τὸ πρὸ τούτου βιβλίον ἐν τοῖς ἱππασίμοις χωρίοις περιέχει.

Χαρά, ἡδονή, φαιδρότης, εὐθυμία, εὐφροσύνη, χαρμονή, ἵλεως διάθεσις, εὐθενία, θυμηδία, τέρψις, τερπνότης, ἀπόλαυσις· ἡ γὰρ περιχάρεια τὸ ἀμέτρως χαίρειν ὑποδηλοῖ. χαίρειν, ἥδεσθαι, φαιδρύνεσθαι, εὐθυμεῖν εὐθυμεῖσθαι, εὐφραίνεσθαι, εὐσθενεῖν, θάλλειν, τέρπεσθαι, ἀπολαύειν, γεγηθέναι· τούτου δὲ τὸ πρᾶγμα οὐκ ἔστιν, ὥσπερ οὐδὲ τοῦ γάνυσθαι. τερπνῶς, ἡδέως, φαιδρῶς· τὰ γὰρ ἐκ τῶν ἄλλων ἐπιρρήματα πονηρά. μετοχαὶ δὲ τέρπων, ἀλλὰ καὶ ἔτερψεν· τὸ γὰρ ἥδων Ἰωνικόν, καὶ τὸ ἧσε σπάνιον μὲν παρʼ ἡμῖν, Ἀνακρέων δʼ αὐτὸ εἴρηκεν, Ἴων καὶ ποιητὴς ἀνήρ. ἀλλʼ εὐφραίνων καὶ εὔφρανε, καὶ χαίρων, ἡδόμενος, φαιδρυνόμενος, εὐθυμούμενος, εὐφραινόμενος, γεγηθώς, γανύμενος. καλὸν δʼ ὄνομα ἀπὸ τούτου τὸ γάνος. ἴσως δʼ ἂν αὐτοῖς προσήκοι καὶ τὸ ἄλυπος καὶ ἀλύπως· Πλάτων δὲ καὶ ἀλυπήτως ἔφη, ὥσπερ Σοφοκλῆς ἀλύπητον.

λύπη, ἀνία, ἀλγηδών, ἀθυμία δυσθυμία βαρυθυμία, ἀχθηδών, ἄση, ἄλυς, κατήφεια· ἡ γὰρ περιωδυνία τὴν ὑπερβολὴν τῆς ἀμέτρου λύπης ἐμφανίζει. καὶ λυπεῖσθαι, ἀνιᾶσθαι, ἀλγεῖν, ἀθυμεῖν δυσθυμεῖν βαρυθυμεῖν, ἄχθεσθαι, ἀλύειν, ἀσᾶσθαι. καὶ λυπηρῶς, ἀλγεινῶς, ἀνιαρῶς, ἐπαλγῶς, ἀθύμως δυσθύμως· οὐ γὰρ ἂν καὶ βαρυθύμως εἴποις, ἀχθεινῶς δὲ καὶ ἀσηρῶς. ἄλλης δὲ χρείας πάθος πάθημα, πένθος, δυστυχία, ἀτυχία, συμφορά, δυσποτμία, κακοδαιμονία, δυσπραγία κακοπραγία. παθεῖν, πενθεῖν, δυστυχεῖν ἀτυχεῖν—Θουκυδίδης δὲ καὶ κακοτυχεῖν—ἐπὶ συμφορᾶς εἶναι, συμφορᾷ περιπεσεῖν, κακοπραγεῖν, καὶ πενθικῶς πράττειν. δυστυχῶς ἀτυχῶς, δυσπότμως. ἔστι δὲ καὶ καθʼ ἕτερον χρείας εἶδος δακρύειν οἰκτείρεσθαι, ὀδύρεσθαι ἀποδακρύειν, κλαίειν ἀνακλαίειν, ἀποθρηνεῖν, οἰκτίζεσθαι, ὀλοφύρεσθαι, κατοδύρεσθαι. Ξενοφῶν δὲ ποιητικωτέρως καὶ γοωμένη που λέγει.

παραμυθεῖσθαι, παρηγορεῖν παρηγορεῖσθαι, ἐπικουφίζειν, ἐπελαφρύνειν, ἀναφέρειν, ἀνιστάναι, ἐπεγείρειν, νουθετεῖν, ἐπανορθοῦσθαι, σωφρονίζειν. παραμυθία παραμύθιον, παρηγορία, κουφισμὸς ἐπικουφισμὸς καὶ παρὰ Θουκυδίδῃ κούφισις, νουθεσία, σωφρονισμός, ἐπανόρθωσις, παραψυχή, ἀφʼ οὗ ῥῆμα οὐκ ἔστιν, ὥσπερ οὐδʼ ἀπʼ ἐνίων ῥημάτων ὀνόματα. λόγοι δὲ παραμυθητικοί, παρηγορικοί, νουθετικοί, σωφρονιστικοί, καὶ ἄλλης χρείας λόγοι ἐπιτάφιοι, ἐπικήδειοι, ἐλεγεῖα, ἐπιγράμματα. πάθος δὲ δυσπαραμύθητον, εὐπαραμύθητον, ἀπαραμύθητον. ἐπιχαίρειν, ἐφήδεσθαι, καταχαίρειν. Ἰσοκράτης δʼ ἔφη καὶ «συνηδόμενοι ταῖς ἡμετέραις συμφοραῖς» ἀντὶ τοῦ ἐφηδόμενοι. ἐπεμβαίνειν, καταγελᾶν, καταχλευάζειν. καὶ ὄνομα παρὰ Θουκυδίδῃ οἱ ἐπίχαρτοι, ὥσπερ καὶ οἱ καταγέλαστοι· τὸ γὰρ παρὰ Ποσειδίππῳ ἐπίχαρμα μοχθηρόν. Φιλωνίδης δὲ τὸν ἐπιχαίροντα ἐπιχάρτην εἴρηκεν· ἀλλὰ καὶ τοῦτο φαῦλον, ὥστε βέλτιον μὴ ὀνόμασι χρῆσθαι ἀλλὰ μετοχαῖς. καίτοι ὅ γε ἐπιχαιρέκακος ἀνεκτόν.

εὐτυχία, εὐπραγία, εὐποτμία, εὐπραξία. συγχαίρειν, συνήδεσθαι, συνευτυχεῖν, ἢ βασκαίνειν, φθονεῖν.

Τάφος, μνῆμα, μνημεῖον, μνημόσυνον, ἠρία, θῆκαι, σοροί, πύελοι, ληνοί. χῶμα χῶσαι, χῶμα ἐγεῖραι, χῶμα περιβαλέσθαι, στήλην ἀναστῆσαι, ἐπίγραμμα ἐπιγράψαι, χοὰς χέασθαι, ἐναγίσαι. ἐναγίσματα, κτερίσματα, προθέσεις, ἐκφοραί, ἔνατα, τριακάδες, γενέσια, νεκύσια· ταῦτα γὰρ ἐπὶ θεραπείᾳ τῶν ἀπηλλαγμένων ἐνενόμιστο.

Ποταμοὶ δὲ μεγάλοι, ὑπερμεγέθεις, βαθεῖς, πλατεῖς, ἀέναοι ἀείνεῳ, ἀείρρυτοι, ἀνελλιπεῖς, ἀνενδεεῖς, κυματίαι, νεανικοί, ναυσίποροι, πλωτοί, ναυσιπέρατοι, οὐ διαβατοί, βίαιοι, ῥόθιοι, ῥοώδεις, εὔρωστοι· καὶ λόγῳ· οὓς οὐκ ἄν τις περάσειεν ἄνευ νεῶν, ἄποροι ὅτι μὴ ναυσίν, οὓς διὰ μέγεθος ἐργῶδες τὸ πλεῦσαι. ἰσομέτρητοι θαλάττῃ, ἰσοπληθεῖς, ἐνάμιλλοι, σφαλερόνηκτοι. τὸ δʼ ἐναντίον χείμαρροι, χαράδραι, ὑδρορρόαι, ἀμάραι· ἄπλωτοι, διαβατοί, ποσὶ περατοί, κάτω κνήμης ῥέοντες, κάτω γόνατος, «οὐδʼ ἂν τὸ γόνυ βρέξειας.»

Ἐρεῖς δʼ ἐπὶ ἀρρώστου ἔκαμεν, ἠρρώστησεν, ἐνόσησεν, ἠσθένησεν, ἐμαλακίσθη, μαλακῶς ἔσχεν· καὶ κάμνων, ἀρρωστήσας, νοσήσας, ἀσθενήσας, μαλακισθείς, μαλακῶς ἔχων. τὸν δὲ κάμνοντα Θουκυδίδης τὸν πονούμενον εἴρηκεν· «τόν τε θνήσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο.» τὰ δὲ πράγματα κάματος, ἀρρωστία, νόσος νόσημα, ἀσθένεια, μαλακία. καὶ τὰ ἐπιρρήματα καματηρῶς, ἀρρώστως, νοσηρῶς, ἐπινόσως, νοσωδέστερον—τὸ γὰρ νοσωδῶς ἔχει τινὰ πρὸς τὴν ἀκοὴν δυσχέρειαν—νοσηρότερον, ὅθεν καὶ νοσηρὸν χωρίον καὶ νοσῶδες χωρίον· τὸ γὰρ νοσακερὸν ἐσχάτως κωμικόν. ἀσθενῶς, μαλακῶς μαλακώτερον. ἔστι δὲ καὶ λόγῳ εἰπεῖν· φαύλως μοι διάκειται τὸ σῶμα, καὶ ἐπιπόνως ἔχω τοῦ σώματος, ἐνδεέστερον διάκειμαι τὸ σωμάτιον, ἐνδίδωσί μοι τὸ σῶμα ὑπʼ ἀρρωστίας. καὶ μὴν ὀνομάτων ἄν τις ἐκ τούτων εὐπορήσειεν, νοσώδης, ἐπίνοσος, ἄρρωστος, ἀσθενής. ἕτερα δʼ εἰς ταὐτὸν φέροντα κλινοπετής, κλινήρης, κατακλινής· ἀπὸ δὲ τούτων οὔτε πρᾶγμα οὔτʼ ἐπίρρημα οὔτε ῥῆμα οὔτε μετοχὴν ἔστιν εὑρεῖν. εἴη δʼ ἂν τούτοις προσῆκον καὶ ἐπιθανάτως ἔχειν, καὶ ὡς Ἡρόδοτος ἐδυσθανάτει, οὗ τὸ ἐναντίον εὐθανάτως Κρατῖνος λέγει. τὸ δὲ λιποψυχεῖν παρὰ Θουκυδίδῃ ὠνόμασται. τοὺς μέντοι κεκμηκότας τοὺς ἀποθανόντας ὁ αὐτὸς εἴρηκεν. πρὸς θάνατον ἔρρεπε, σφαλερῶς εἶχεν, ἐπικινδύνως εἶχεν, ἐπὶ βραχείας ἦν τῆς ῥοπῆς, ἐπʼ ὀλίγης ἐλπίδος, ἀπέγνωστο. συντάττοιτο δʼ ἄν τις τούτοις καὶ τὸ ἐπανῆλθε τὸ νόσημα, ὑπετροπίασε τὸ νόσημα, ὑπέστρεψεν, ἀνθυπέστρεψεν, ὑπανετροπίασεν. τὸ δʼ ἐναντίον ὑγιαίνειν, ἐρρῶσθαι, ὑπερερρῶσθαι, σῶν εἶναι, ἀκήρατον, ἄνοσον, ὅθεν καὶ «ἔτος ἄνοσον» ὁ Θουκυδίδης. τὸν δʼ ἄνοσον καὶ ἀνόσητον Σοφοκλῆς· τὸν δʼ αὐτὸν ἐρεῖς ἄπονον. καὶ τὰ πράγματα ὑγίεια, ῥώμη, σωτηρία, ἀνοσία, ἀπονία. καὶ τὰ ἐπιρρήματα ὑγιεινῶς, ἐρρωμένως, ἀνόσως, ἀπόνως. καὶ τὰ ὀνόματα ὑγιεινός, ἐρρωμένος, σῶς, ἀκήρατος, ἄπονος, ἄλυπος. καὶ ἐπὶ τῶν ἐκ νόσου διανισταμένων, ἀνεκτήσατο τὴν ψυχήν, καὶ ἀνεζώωσεν, ἀνέσφηλεν, ἀνήνεγκεν, ἐρράισεν ἀνερράισεν, ἀνέστη καὶ ἐξανέστη, ἀνεβίω καὶ ἀναβιώσκεται, καὶ ἀνεβιωσάμην αὐτόν. ἐνοσήλευσα ἐξενοσήλευσα. καὶ ἀνασφήλας, ἀνενεγκών, ῥαΐσας ἀναρραΐσας, ἐξαναστάς, ἀναβιούς. εἴποις δʼ ἂν καὶ ἐπαύσατο τῆς νόσου, καὶ λήξαντος αὐτῷ τοῦ νοσήματος, καὶ τραπείσης εἰς τὸ βέλτιον τῆς ἀρρωστίας, καὶ ἔρρεψε πρὸς τὸ κρεῖττον, καὶ τὰ τοιαῦτα. καὶ ἐπεβίω δὲ καὶ ἐπιβιούς· καὶ τὸ παιδίον ἐπιβιὸν Ἰσαῖος εἴρηκεν. ἐπὶ δὲ νοσοῦντος ἐπισκοπεῖν φησὶν ὁ Ξενοφῶν.

Πλούσιος, εὔπορος, εὐχρήματος, πολυχρήματος, εὖ πράττων εἰς χρημάτων λόγον, ζάπλουτος μεγαλόπλουτος, μεγαλοπλούσιος βαθυπλούσιος· Πλάτων δʼ ἐν τοῖς Νόμοις καὶ παμπλούσιον εἴρηκεν. ὁ δʼ Εὐπόλιδος πλοῦταξ πέπαικται. πολύχρυσος, οὐκ ὀλιγόχρυσος, πολυάργυρος, εὐκτήμων πολυκτήμων, ἐν περιουσίᾳ ὤν, περιουσιάζων, ἐν περιουσίᾳ ζῶν, εἷς ὢν τῶν εὐδαιμόνων, τῶν ὀλίγων, ἢ ὡς Ἡρόδοτος τῶν παχέων· καὶ ἄλλης χρείας τῶν λειτουργούντων, τῶν οἶκον λειτουργοῦντα διαδεξαμένων, ἐκ μεγάλου διαγράμματος, εὔκληρος βαθύκληρος. καὶ τὰ ῥήματα πλουτεῖν, εὐπορεῖν, εὐχρηματεῖν· καὶ αἱ μετοχαὶ πλουτῶν, εὐχρηματῶν, εὐπορῶν, τὰ δʼ ἐπιρρήματα πονηρά. εἴποις δʼ ἂν πλουτηρὸν χρῆμα καὶ πλουτοποιὸν καὶ χρηματοποιόν. καὶ τὰ πράγματα πλοῦτος, εὐπορία, εὐχρηματία πολυχρηματία, πολυχρημοσύνη, πολυκτημοσύνη, περιουσία. τὰ δʼ ἐναντία πένης, πενιχρός, ἀχρήματος, ἄπορος, ἀκτήμων, ἄχρυσος, ἀνάργυρος, ἐνδεής, ἐνδεῶς πράττων, ἀπόρως πράττων, τῶν ἐπιτηδείων σπανίζων, τῶν ἐφημέρων ἀπορῶν, πτωχός, πτωχεύων, ἀγείρων, προσαιτῶν, μισθωτός, μισθαρνῶν, πελάτης, θής, ἀγαπητῶς παρατρεφόμενος, εἰς ἀλλοτρίας χεῖρας ἀποβλέπων, βωμολοχῶν, ἀπορούμενος. ἀπορεῖν, πένεσθαι, πτωχεύειν, ἀγείρειν, ἐπʼ ἐνδείας εἶναι, βωμολοχεῖν, προσαιτεῖν, μισθαρνεῖν, μισθοφορεῖν, δουλεύειν ἐπὶ λεπτοῖς λήμμασι, παρασιτεῖν, παρατρέφεσθαι, παραδειπνεῖν, καὶ τὰ πράγματα πενία, ἀχρηματία, ἀχρημοσύνη, ἀκτημοσύνη, ἔνδεια, ἀπορία, πτωχεία, ἀγερμός, βωμολοχία, θητεία.

Φιλάργυρος, φιλόχρυσος, αἰσχροκερδής, φιλοχρήματος, φιλοκερδής, φιλοχρηματιστής, χρηματιστικός, ἀνελεύθερος, ὀβολοστάτης, καὶ ἡ γυνὴ ὀβολοστάτις· ὁ γὰρ κίμβιξ καὶ κυμινοπρίστης οὐκ ἀνεκτά. φαίης δʼ ἂν ἐλάττων χρημάτων, πᾶν ἂν πράξας ἐπὶ χρήμασιν, οὐδὲν ἂν αἰσχυνθεὶς ᾧ λῆμμα πρόσεστιν, ἐκ παντὸς χρηματιζόμενος, χρήμασι τὴν εὐδαιμονίαν μετρῶν, πρὸς ἀργύριον κεχηνώς, πρὸς ἀργύριον φθεγγόμενος, τὴν ψυχὴν ἂν ἀνταλλάξας τοῦ χρυσίου καὶ λαμβάνων ἀφʼ ὧν οὐ δεῖ καὶ μὴ διδοὺς εἰς ἃ δεῖ, τὴν ψυχὴν ἂν ἀργυρίου προέμενος. τὰ δὲ πράγματα φιλοχρημοσύνη, φιλαργυρία, φιλοχρυσία, φιλοχρηματία, αἰσχροκέρδεια, φιλοκέρδεια, χρηματισμός, ἀνελευθερία. ῥήματα δʼ οὐκ ἔστιν ὅτι μὴ χρηματίζειν, καὶ ὡς Ἀντιφῶν φιλοχρηματεῖν, καὶ ὡς Ὑπερείδης αἰσχροκερδεῖν, καὶ χρηματίζεσθαι, καὶ ὀβολοστατεῖν. ἐπιρρήματα δὲ φιλοχρημάτως καὶ φιλοχρηματιστικῶς καὶ ἀνελευθέρως· τὰ δʼ ἄλλα χείρω. ὧν τὰ ἐναντία μεγαλόφρων, μεγαλόψυχος, μεγαλογνώμων, ἐλεύθερος, ὑπεράνω λημμάτων, κρείττων χρημάτων, οὐκ ἀντικαταλλαττόμενος χρήματα τοῦ καλοῦ, πλοῦτον τὴν ἀρετὴν τιθέμενος, οὐδὲν ἂν λῆμμα προσιέμενος ᾧ τις αἰσχύνη πρόσεστιν, ἡδέως ἂν εἰς ἃ δεῖ διδοὺς ἢ λαμβάνων ἀφʼ ὧν οὐ δεῖ. τὰ δὲ πράγματα μεγαλοφροσύνη, μεγαλοψυχία, μεγαλογνωμοσύνη, ἐλευθερία. ῥήματα δʼ ἀπὸ μὲν τῶν οὐκ ἔστιν, ἀπὸ δὲ τῶν παμπόνηρα. τὰ δʼ ἐπιρρήματα μεγαλοφρόνως, μεγαλοψύχως, μεγαλογνωμόνως, ἐλευθέρως.

πάλιν δὲ καθʼ ἕτερον χρείας εἶδος φειδωλός, γλίσχρος, ταμιευτικός, ἀκριβής, θησαυροποιός, θησαυριστικός, θησαυριστής, ταμιευτικός, κατορύττων τὸ ἀργύριον, φρουρὸς χρημάτων, φύλαξ ἀργυρίου, ἄγρυπνος εἰς τὴν φυλακήν, τῷ βαλαντίῳ προστετηκώς, δανείζων ἔγγυα δανείσματα, ναυτικὰ καὶ ἐκδόσεις, ἐπὶ μεγάλοις τόκοις παρακινδυνεύων, ἐπὶ κέρδους ἐλπίδι. μικροπρεπής, ἀνελεύθερος, δουλοπρεπής. Πλάτων δʼ ἐν Παρμενίδῃ καὶ ῥυπαρὸν εἴρηκεν, Εὔπολις δὲ εἶδες χορηγὸν πώποτε ῥυπαρώτερον τοῦδε; θᾶττον ἂν τοῦ αἵματος ἢ χρημάτων μεταδούς τινι, οἰκτρός, στενός, ἄθλιος, κακοδαίμων, ταπεινός, ἐλεεινός, ἄγχων τοὺς χρήστας, ἀποπνίγων τοὺς ὀφείλοντας, ἀπάγων ὑπερημέρους. τὰ δὲ ῥήματα φείδεσθαι, ταμιεύειν ταμιεύεσθαι, θησαυροποιεῖν, φρουρεῖν, ἀγρυπνεῖν, φυλάττειν. καὶ τὰ πράγματα φειδωλία, ταμίεια· φρουρὰ χρημάτων, τήρησις, φυλακή· μικροψυχία, ἀνελευθερία, μικροπρέπεια, καὶ ὡς Κριτίας ῥυπαρία, δουλοπρέπεια, κακοδαιμονία, ἀθλιότης, οἰκτρότης. καὶ τὰ ἐπιρρήματα φειδωλῶς, γλίσχρως, ταμιευτικῶς· τοῖς γὰρ ἄλλοις ἄν τις δυσχεράνειεν. ὁ δʼ ὑπεναντίως διακείμενος ἀφειδής, ἀταμίευτος, ἄσωτος, ἐκκεχυμένος, ἀθησαύριστος, ἀπρόοπτος τοῦ μέλλοντος, οὐ περισκοπῶν τὸ μέλλον, ὅλος τῆς τήμερον ἡμέρας, ῥίπτων τὰ χρήματα, κατεδηδοκὼς τὰ πατρῷα, καταναλίσκων, ἐκχέων, ἀπολλύς, σπαθῶν τὴν οὐσίαν, κατακυβεύων, καταπορνοκοπῶν, ἐφήμερος τῷ βίῳ. ἐπιρρήματα δʼ ἀφειδῶς, ἀταμιεύτως, ἀπροόπτως τοῦ μέλλοντος, ἀπεριόπτως, ἀπερισκέπτως, ἀτεκμάρτως, ἀπροοράτως. τῶν δὲ πραγμάτων ὀνόματα οὐκ ἔστιν ὅτι μὴ ἀσωτία. τῷ δὲ φειδωλῷ μετʼ ἐπαίνου ἀντίκειται ἐκτενής, δαψιλής, λαμπρός, ἄφθονος, φιλότιμος, ἐλευθέριος, φιλάνθρωπος, φιλόδωρος μεγαλόδωρος πολύδωρος, τοῖς δεομένοις ἐπαρκῶν, τῶν ὄντων μεταδιδούς, μεγαλοπρεπής, ἐλευθεροπρεπής. τὰ δὲ πράγματα δαψίλεια, λαμπρότης, ἀφειδία, ἀφθονία, μεγαλοπρέπεια, φιλοτιμία, φιλοδωρία μεγαλοδωρία πολυδωρία, ἐλευθεριότης· ἡ γὰρ ἐλευθεροπρέπεια καὶ ἐκτένεια τὸ μὲν σκληρὸν τὸ δὲ εὐτελές. τὰ δʼ ἐπιρρήματα δαψιλῶς, ἐκτενῶς ἀφθόνως, μεγαλοπρεπῶς, ἀνέδην, χύδην, ἐλευθεροπρεπῶς, ἐλευθερίως, φιλοτίμως, φιλανθρώπως, φιλοδώρως μεγαλοδώρως, λαμπρῶς, ῥήματα δὲ λαμπρύνεσθαι, ἐπιδαψιλεύεσθαι, φιλανθρωπεύεσθαι, ἐπιδιδόναι τοῖς χρῄζουσιν, ἐπικουρεῖν τοῖς δεομένοις, φιλοτιμεῖσθαι.

Πρόθυμος, ἐρρωμένος, ῥωμαλέος, σφοδρός, σύντονος, συντεταμένος, φιλότιμος, φιλόπονος, φιλεργός, νεανικός, εὔρωστος, γενναῖος, γεννάδας, γεννικός, ἐνεργός, ἄοκνος, ἐλευθερουργός, ἀνδρεῖος ἀνδρικὸς ἀνδρώδης, ἐθελουργός, ἐγρηγορώς, ἴτης, ἄγρυπνος, φροντιστής, ἀπροφάσιστος, ἕτοιμος, πρόχειρος. τὰ δὲ πράγματα προθυμία, ῥώμη, σφοδρότης, φιλεργία· ἡ γὰρ φιλοπονία εὐτελές, ὥσπερ καὶ ἡ ἀοκνία, ἀγρυπνία. εὐρωστία δὲ καὶ ἀνδρία καὶ ἀνδρισμός· ἡ γὰρ ἀνδρειότης σκληρόν, ἡ δὲ γενναιότης τὴν εὐγένειαν δηλοῖ. ἐγρήγορσις, νεανιεύματα. ἀπὸ δὲ τῶν ἄλλων οὐκ ἔστι πραγμάτων ὀνόματα ἀλλὰ ῥήματα, ἐντεῖναι συντεῖναι ἐπισυντεῖναι, πονῆσαι ἐπιπονῆσαι, νεανιεύσασθαι ἐπινεανιεύσασθαι, ἀνδρίσασθαι, ἐγρηγορέναι, φροντίζειν, ἀγρυπνεῖν, ἐρρῶσθαι, εὐρωστεῖν· τὰ γὰρ ἀπὸ τῶν ἄλλων βίαια. ἐπιρρήματα δὲ ῥωμαλέως, ἐρρωμένως, σφοδρῶς, ἐντεταμένως, ἐντόνως συντόνως, φιλοπόνως, φιλεργῶς, ἀόκνως, ἀνδρείως ἀνδρωδῶς ἀνδρικῶς, ἐθελουργῶς, ἐνεργῶς, ἑτοίμως, ἀγρύπνως, πεφροντισμένως, ἐγρηγορότως, ἀπροφασίστως, προθύμως. τὰ δʼ ἐναντία βλάξ, βλακικός, μαλακός, ἀναβεβλημένος, ὑπερβαλλόμενος, μελλητής, ἐκλελυμένος, ἀμβλύς, βραδύς, ἀδύνατος, ἀσθενής, ἀναπεπτωκώς, ἄθυμος, ἀργός, ἄρρωστος, ἄνανδρος, ὀκνώδης, κατανυστάζων, ἀποκαθεύδων, ἀποκαθήμενος, ὀλίγωρος, ῥᾴθυμος, ἀμελής, ὕπτιος, νωθρός, νωθής. τὰ δὲ πράγματα βλακεία, μαλακία, ἀμβλύτης, βραδυτής, μελλησμός, ἀδυναμία, ἀδυνασία, ἀσθένεια, ἀργία, ἀρρωστία, ὄκνος, ἔκλυσις, ἀθυμία, ῥᾳθυμία, ἀνανδρία, νώθεια, νωθρότης, ὀλιγωρία, ἀμέλεια, ὑπτιότης. καὶ τὰ μὲν ῥήματα βλακεύειν, ἀμελεῖν, ἀναπεπτωκέναι, μέλλειν διαμέλλειν, ὑπερβάλλεσθαι, ἐκλελύσθαι, ἀργεῖν καταργεῖν, ὑπτιάζειν, ὀκνεῖν κατοκνεῖν, κατανυστάζειν, καθεύδειν, ἀποκαθῆσθαι ἀποκαθέζεσθαι, ὀλιγωρεῖν, ῥᾳθυμεῖν, βραδύνειν, ἀρρωστεῖν—βέλτιον δὲ τὸ ἀρρώστως ἔχειν—ἀθυμεῖν ἐξαθυμεῖν. τὰ δʼ ἐπιρρήματα βλακωδῶς, βλακικῶς, βλακωδέστερον, μαλακῶς, ἀβλεμέως, βραδέως, ἀναπεπτωκότως, ἀναβεβλημένως, ἐκλελυμένως, ἀθύμως, ἀργῶς, ἀνάνδρως, ἀρρώστως, ὀκνηρῶς, ὀλιγώρως, ῥᾳθύμως, ἀγεννῶς, ἀμελῶς, νωθρῶς, ὑπτίως, ἀσθενῶς, ἀδυνάτως.

Διαθέσθαι φορτίον, ἀποδόσθαι, πωλῆσαι, ἀπεμπολῆσαι, ἀντικαταλλάξασθαι πρὸς ἀργύριον, ἀλλάξασθαι πρὸς ἀργύριον, ἀποκηρῦξαι, καπηλεῦσαι, μεταβαλέσθαι· ἀπωνηθήσεται δὲ τὸ πεπράσεται Θεόπομπος εἴρηκεν ὁ κωμικός, καὶ τὸ πρᾶγμα διάθεσις, ἀπόδοσις, εἰ μὴ ἀμφίβολον, πρᾶσις, ἐμπόλησις, ἀλλαγή, ἀποκήρυξις, καπηλεία, μεταβολή· Ξενοφῶν δὲ καὶ πώλησις εἴρηκεν. καὶ τὰ ὀνόματα κάπηλος, πρατήρ, μεταβολεύς, πωλητής· Ὑπερείδης δὲ καὶ πράτην εἴρηκεν ἐν τῷ Συνηγορικῷ, πωλήτριαν δʼ Ἕρμιππος ὁ κωμικός· ἀπὸ γὰρ τῶν ἄλλων οὐκ ἔστιν, ὥσπερ οὐδʼ ἐπιρρήματα πλὴν καπηλικῶς καὶ μεταβλητικῶς. ἐπὶ δὲ τῶν ἀνδραπόδων ἔστιν εἰπεῖν κατὰ Δημοσθένην «ἐπʼ ἐξαγωγῇ ἀπέδοτο.» ὁ δὲ πολλάκις πραθείς, ὃν εἴποι τις ἂν παλίμπρατον, παλίμβολος ἂν λέγοιτο. ἐπὶ δὲ τῶν πολλοῦ πιπρασκόντων εἴποις ἂν ἐπιτιμῶσιν, ἀνατιμῶνται, ἐπιτείνουσι τὰς τιμάς, ὡς τὸ ἐναντίον ἐπευωνίζουσιν, ἄξια πιπράσκουσιν. ὁ δὲ τόπος πρατὴρ λίθος καὶ πωλητήριον καὶ ὡς Ἡρόδοτος πρατήριον. παρὰ δὲ τοῦ πιπράσκοντος ὠνήσασθαι, ἀγοράσαι, πρίασθαι, καὶ ὠνητός, καὶ ὠνούμενος καὶ ὠνητιῶν καὶ ἀγοράζων. ἀντʼ ὀνομάτων αὗται μετοχαί· ὁ γὰρ ἀγοραστὴς ἐπὶ τοῦ ὀψωνοῦντος τέτακται. καὶ Πλάτων δʼ ὁ κωμικὸς λέγει «παῦσαι δυσωνῶν.» ὁ γὰρ δυσώνης οὐκ οἶδα μὲν εἰ παρά τινι, ἐν δὲ παροιμίᾳ. τὸ δὲ πρᾶγμα ὠνὴ καὶ ἀγορά. Ξενοφῶν δὲ καὶ τὴν «ἐμπολὴν» ἐπὶ τοῦ ἀγοράζειν ἔταξεν. Πλάτων δὲ τῆς ἀγοράσεως εἴρηκεν, ὡς τῆς ἀγορασίας Τηλεκλείδης. τὰ δὲ πιπρασκόμενα φορτία, ῥῶπος, ἀγοράσματα, ὤνια, γέλγη, εἰ μὴ κωμικώτερον, ὠνητά, καὶ ὡς Ξενοφῶν … πώλημα· ὁ αὐτὸς δὲ καὶ πράσιμον εἴρηκεν ἐν τῇ Παιδείᾳ· παρʼ ἄλλῳ δʼ οὐδέτερον εὑρὼν μνημονεύω. ἐπίρρημα δʼ οὐκ ἔστιν ἀπʼ οὐδενός.

Ἀγεῖραι συναγεῖραι, συλλέξαι συλλέξασθαι, ἀθροῖσαι, ἀθροίσασθαι, συναθροῖσαι, συναθροίσασθαι, πορίσαι συμπορίσαι συμπορίσασθαι, συνενεγκεῖν, συνάγειν, συστῆσαι συστήσασθαι, συμφορῆσαι συμφορήσασθαι, συνερανίσαι. τὰ δὲ πράγματα ἀγερμὸς συναγερμός, ἄθροισις συνάθροισις, συναθροισμὸς ἀθροισμός, πόρος, συναγωγή, ἔρανος, συλλογή, σύστασις· δύσφθεγκτα δὲ τὰ λοιπά. ὄνομα δὲ μόνον ὁ συλλογεύς· ἕτερον γάρ τι ὁ ἐρανιστὴς καὶ ὁ ἀγύρτης. τὸ δʼ ἐναντίον ἐκχέαι, ῥῖψαι διαρρῖψαι, προέσθαι, σπαθῆσαι, ἀπολέσαι, διασπεῖραι. ἐπίρρημα δʼ ἓν μόνον τὸ ἐκκεχυμένως. ὄνομα δʼ οὐκ ἔστιν οὐδὲ πρᾶγμα, ἀλλὰ μετοχαί.

Ἀνύποιστον, δύσοιστον—Εὔπολις δὲ λέγει καὶ δυσάλγητον—δυσάνεκτον δυσανάσχετον, οὐκ ἀνεκτόν, οὐ φορητόν, δύσφορον ἀφόρητον, ἐπίπονον, βαρύ, φορτικόν, ἐπαχθές, καὶ κατὰ Θουκυδίδην «οὐκ ἀνάσχετον,» ἀφʼ οὗ καὶ τὸ δυσανασχετοῦντες πεποίηκεν. εἴη δʼ ἂν ἀπὸ τῶν προειρημένων ῥῆμα καὶ τὸ δυσφορεῖν. καὶ ἐπιρρήματα ἀνυποίστως, δυσοίστως, ἀφορήτως, δυσανέκτως δυσανασχέτως, δυσφόρως, φορτικῶς, βαρέως, ἐπαχθῶς. λόγῳ δʼ ἔστιν εἰπεῖν, ὃ οὐκ ἄν τις ὑπομείνειεν, ὃ οὐκ ἄν τις ἐνέγκαι, τίς δʼ ἂν ὑπενεγκεῖν δυνηθείη; τίς δʼ οὐκ ἂν ἐπὶ τούτῳ δυσχεράνειεν; καὶ ἄλλα πλείω. τὸ δʼ ἐναντίον κοῦφον, εὔφορον, οἰστόν, ἀνθρώπινον, ἀνεκτόν, φορητόν, ἀνάσχετον. καὶ κούφως, εὐφόρως, ἀνθρωπίνως, ἀνεκτῶς· τὸ γὰρ οἰστῶς καὶ φορητῶς κακίω.

Ἄλλης δὲ χρείας δύσκολον, δυσμενές, δύστροπον, δυστράπελον, παλιντράπελον, δυσχερές, δύσπρακτον, δυσκατέργαστον, δυσκατάπρακτον, παλίγκοτον, παλίμβολον, κακόηθες, ὕπουλον, δολερόν, κακοῦργον, πανοῦργον, ἐπίσκιον, σεσηρός, δεδυκός, σκοτεινόν, σκολιόν, δυσπετές, ἐργῶδες, ἀλλόκοτον, ὧν ἔνια καὶ ἑτέρας ἐστὶ χρείας. καὶ δυσκόλως, δυσμενῶς, δυστρόπως, δυστραπέλως, δυσχερῶς, ἀλλοκότως, παλιμβόλως, κακοήθως, ὑπούλως, δολερῶς, κακούργως, πανούργως, σεσηρότως· τὰ δʼ ἀπὸ τῶν ἄλλων φαυλότερα. καὶ ὀνόματα ἀρρενικὰ ἀπὸ πάντων, καὶ τὰ πράγματα ἐκ τῶν πλείστων· δυσκολία, δυστροπία, δυσμένεια, δυσχέρεια, δυστραπελία, παλιντραπελία, παλιμβολία, κακοήθεια, κακουργία, πανουργία· πονηρὰ δὲ τὰ Πλάτωνος ἐν Φιλήβῳ δυσχεράσματα. ῥήματα δὲ δυσκολαίνειν, δυσμεναίνειν, κακουργεῖν, πανουργεῖν· τὰ γὰρ ἀπὸ τῶν ἄλλων δύσφθεγκτα. τὰ δʼ ἐναντία ῥᾴδιον, πρόχειρον, εὐχερές, εὔκολον, εὐπετές, εὔπρακτον, ἄπονον, εὐκατέργαστον, ἁπλοῦν τε καὶ ἀπάνουργον, καὶ εὔτροπον καὶ φανερὸν καὶ ἀναπεπταμένον καὶ ἄδολον καὶ εὐθὺ καὶ ἀπαρακάλυπτον. καὶ τὰ ἀπʼ αὐτῶν ἐπιρρήματα, καὶ ὀνόματα ἀρρενικά, καὶ ἀπʼ ἐνίων πράγματα.

Κίνδυνος, κινδυνῶδες, ἐπικίνδυνον, δεινόν, ἐκπληκτικόν, φοβερόν, ἐπιδεές, σφαλερόν, ἐπισφαλές. καὶ φιλοκίνδυνος, ῥιψοκίνδυνος, θρασύς, τολμηρός, πάντολμος, παρακινδυνευτικός, ἐθελοκίνδυνος, ῥᾳδιουργός, θερμουργός, ἰταμός, ἀπονενοημένος, παραβεβλημένος· τὸ γὰρ λεουργὸς παρὰ Ξενοφῶντι φορτικόν. ἀλλὰ πρόχειρος εἰς τὰ δεινά, ἕτοιμος εἰς τὰ σφαλερά, προπετής, τολμητής. «κἂν εἰς πῦρ ἅλοιτο, κἂν εἰς μαχαίρας κυβιστήσαι.» καὶ ταῦτα μὲν ἂν εἴποις ψέγων, ἐπαινῶν δʼ εὔτολμος, θαρραλέος, εὐθαρσής, ἄφοβος, ἀδεής, ἀνέκπληκτος, εὔψυχος· τὸ δʼ ἴτης κοινὸν ἐφʼ ἑκατέρου. τὰ δὲ πράγματα ἐπὶ μὲν ψόγου θερμουργία, ῥᾳδιουργία, τόλμα, θρασύτης, θράσος, ἀπόνοια, εὐχέρεια, προπέτεια, ἐπὶ δʼ ἐπαίνου θάρσος, εὐψυχία, εὐτολμία, ἄδεια. τὸ γὰρ ἀφοβία πάνυ εὐτελές. ῥήματα δὲ τοῦ μὲν ταῦτα μόνα, θρασύνεσθαι, τολμᾶν, παρακινδυνεύειν, παραβάλλεσθαι, ἀπονενοῆσθαι, τοῦ δὲ μόνα εὐψυχεῖν τε καὶ θαρρεῖν. τὰ δʼ ἐπιρρήματα τολμηρῶς τολμηρότατα, θρασέως θρασύτατα, φιλοκινδύνως, ῥιψοκινδύνως, παρακεκινδυνευμένως, παρακινδυνευτικῶς, παραβεβλημένως, ἀπονενοημένως, προπετῶς, ἰταμῶς· καὶ τὰ ἐπαινετὰ εὐτόλμως, θαρραλέως, εὐθαρσῶς, ἀφόβως, ἀδεῶς, εὐψύχως, ἀνεκπλήκτως, ὧν ἐνίοις καὶ τὰ ὑπερθετικὰ οὐ κακίω πρόσεστιν. ἐκ δὲ τοὐναντίου δειλός, ἀποδειλιῶν, ἀθαρσής, ἄνανδρος, ἐπιδεὴς καταδεής, συνεσταλμένος, κατεπτηχώς, ἀγεννής, εὐλαβής, περίφοβος, φιλόψυχος φιλοσώματος, ἄτολμος, καταπλήξ· ὁ γὰρ ἄψυχος ἰδιωτικόν, καὶ ὁ πτάκις σφόδρα κωμικόν. καὶ τὰ πράγματα δειλία, ἀτολμία, ὄκνος, εὐλάβεια, ἀνανδρία, φιλοσωματία φιλοψυχία, καταπληγία. καὶ τὰ ῥήματα δειλιᾶν ἀποδειλιᾶν, ὀκνεῖν κατοκνεῖν, εὐλαβεῖσθαι, κατεπτηχέναι, φιλοψυχεῖν φιλοσωματεῖν· καὶ ἀπʼ αὐτῶν αἱ μετοχαὶ ἀποδειλιῶν, εὐλαβούμενος, κατεπτηχώς, φιλοψυχῶν φιλοσωματῶν, ὀκνῶν κατοκνῶν. καὶ τὰ ἐπιρρήματα δειλῶς, ἀγεννῶς, ἀτόλμως, ἀνάνδρως, εὐλαβῶς, συνεσταλμένως, κατεπτηχότως, ἐπιδεῶς καταδεῶς, ἀθαρσῶς, περιφόβως, ἐπιφόβως, φιλοψύχως φιλοσωμάτως.

Ἐγκαλεῖν ἐπικαλεῖν, μέμφεσθαι καταμέμφεσθαι, αἰτιᾶσθαι καταιτιᾶσθαι, αἰτίαν ἐπάγειν, προφέρειν, διαβάλλειν, ὀνειδίζειν, φαίνειν, κατηγορεῖν, ἐνδείκνυσθαι γράφεσθαι· καὶ κατʼ ἄλλην χρείαν ψέγειν, λοιδορεῖν λοιδορεῖσθαι, κακολογεῖν, κακηγορεῖν, βλασφημεῖν, κακίζειν. τὰ δὲ πράγματα μέμψις κατάμεμψις, ἔγκλημα, αἰτία—Ἀντιφῶν δὲ καὶ αἰτίασις εἴρηκεν—, ὄνειδος ὀνειδισμός, διαβολή, ἔνδειξις, γραφή, κατηγορία, φάσις· καὶ τῶν δευτέρων λοιδορία, ψόγος, κακολογία κακηγορία, βλασφημία, κακισμός, εἰ μὴ βιαιότερον. ὀνόματα δὲ φιλεγκλήμων, μεμψίμοιρος, φιλαίτιος, ὀνειδιστικός· καὶ πάλιν φιλόψογος, φιλολοίδορος, κακήγορος. τὰ δʼ ἐπιρρήματα φιλεγκλημόνως, μεμψιμοίρως, φιλαιτίως, διαβόλως, ὀνειδιστικῶς, καὶ φιλοψόγως, βλασφήμως, φιλολοιδόρως· τὰ γὰρ ἀπὸ τῶν ἄλλων βίαια. καλοῖτο δʼ ἂν ὁ μὲν ἔνοχος ὑπαίτιος, ὕποχος, ὑπεύθυνος, ἐγκλητέος, ἐπιλήψιμος, μεμπτὸς ἐπίμεμπτος, ἐπίψογος, ἐπίρρητος, ὁ δʼ ἀναίτιος ἀνεύθυνος, ἄμεμπτος, ἄψογος, ἀνέγκλητος. τὰ δʼ ἐπιρρήματα ὑπαιτίως, ὑπευθύνως, μεμπτῶς, ἐπιρρήτως, καὶ ἀναιτίως, ἀνεγκλήτως, ἀνευθύνως, ἀμέμπτως.

Ἀγωνοθέται, ἀθλοθέται, ἀγώνων διαθέται, ἄθλων ἐπιμεληταί, ἔφοροι, προστάται, ἐπίσκοποι, ἐπόπται. τὸ δὲ πρᾶγμα ἀγωνοθεσία, ἀθλοθεσία ἢ ὡς Ἀριστοφάνης ἀθλοθετία, ἀγώνων διάθεσις, ἄθλων ἐπιμέλεια, προστασία, ἔποψις. καὶ ἀθλοθετεῖν, ἀγῶνας διατιθέναι, ἄθλων ἐπιμελεῖσθαι, ἆθλα ἐφορᾶν, ἀγώνων προεστάναι καὶ προεστηκέναι, καὶ ἄρχειν, καὶ πρυτανεύειν τὰ περὶ τοὺς ἀγῶνας. ἀπὸ δʼ ἀγῶνος ὀνόματα ἀγώνισις παρὰ Θουκυδίδῃ, καὶ ἀγώνισμα, καὶ ἀγώνιοι θεοὶ παρὰ Πλάτωνι, καὶ ἀγωνισταὶ παρὰ Δημοσθένει, καὶ ἀγωνία παρʼ Ἰσοκράτει· Σοφοκλῆς δὲ τὴν ἀγωνοθεσίαν ἀγωνοθήκην μοχθηρῶς ἐκάλεσεν. ἔστι δʼ ἐκ τούτων ἀγωνιστὴς ἀνταγωνιστὴς συναγωνιστής, ἀγωνίσασθαι συναγωνίσασθαι ἀνταγωνίσασθαι ἀνταγωνιστικός ἀναγώνιστος ἀγωνιστικός ἀνανταγώνιστος, δυσαγώνιστος δυσανταγώνιστος, ἀγωνιστικῶς δυσανταγωνίστως, προάγων, ἐπαγωνίσασθαι, συναγωνισάμενος, ἐπαγωνισάμενος, προσαγωνισάμενος.

τῶν δʼ ἀγώνων οἱ μὲν γυμνικοί, οἱ δὲ καλούμενοι σκηνικοὶ ὀνομασθεῖεν ἂν Διονυσιακοί τε καὶ μουσικοί· οἱ δʼ Ἀττικοὶ οὐ ῥᾳδίως λέγουσιν ἀγῶνας μουσικούς, ἀλλὰ μουσικῆς. καὶ τὸ μὲν πρᾶγμα ἀγὼν καὶ ἀγωνία· καὶ σεμνότερον εἴποις ἂν ἀγωνίαι γυμνικαὶ καὶ ἀγωνίαι Διονυσιακαί. καὶ σπονδῶν ἐπαγγελίαι, καὶ ἐκεχειρίας ἐπαγγελίαι. χωρία δὲ τῶν μὲν στάδιον τῶν δὲ θέατρον, κοινοὶ δʼ ἐπʼ ἀμφοτέροις θεαταί. καὶ τὰ μὲν ὀνομαζόμενα ὑπὸ τῶν πολλῶν ἔπαθλα ἆθλα καλοῖτʼ ἂν κοινῶς ἐπʼ ἀμφοῖν καὶ νικητήρια καὶ ἐπίχειρα καὶ γέρα· ἰδίως δʼ ἐπὶ τῶν γυμνικῶν ἆθλοι οἱ πόνοι, καὶ τὸ ἀθλεῖν κάμνειν, πονεῖν· ὥσπερ ἐπὶ τῶν μουσικῶν ἴδιον, ὅ φησι Δημοσθένης, τὸ λειτουργεῖν τῷ θεῷ. καὶ οἱ γυμνικοὶ μὲν κυρίως ἀθληταὶ καλοῦνται καὶ ἀσκηταὶ καὶ ἀγωνισταί, καὶ οἱ ἀντίπαλοι αὐτῶν ἀνταγωνισταί. ἀπὸ δὲ τῶν ἀθλητῶν καὶ τὰ ἀθλήματα παρὰ Δημοσθένει ἐν τῷ Ἐρωτικῷ, εἰ Δημοσθένους ἐστὶ τὸ βιβλίον, καὶ τὸ ἀθλεύειν παρά τε τοῖς ποιηταῖς καὶ παρʼ Ἡροδότῳ, καὶ παρʼ ἡμῖν τὸ ἀθλεῖν. βιαζόμενος δʼ ἂν καὶ ἐπʼ ἐκείνων εἴποι τις Διονυσιακῆς ἀγωνίας ἀθληταί. καὶ καλοῦνται μουσικοὶ καὶ Διονυσιακοὶ τεχνῖται. ὀνομάσαις δʼ ἂν καὶ τούτους κἀκείνους ἀγωνιστάς. καὶ τὰ ἐπιρρήματα μουσικῶς, ἀθλητικῶς, ἀσκητικῶς, ἀγωνιστικῶς. ἀλλὰ τοῖς μὲν κριταὶ κάθηνται, τοῖς δὲ γυμνικοῖς ἐφεστᾶσι βραβευταί, οὓς καὶ βραβέας ὁ Πλάτων καλεῖ· καὶ μαστιγονόμοι δὲ καὶ ῥαβδοῦχοι. τοὺς δὲ βραβευτὰς καὶ ἐπιστάτας ὠνόμαζον, ὅθεν καὶ τὸ βραβεύειν ἐπιστατεῖν Σοφοκλῆς. καὶ τὸ μὲν πρὸ τοῦ στεφάνου συμπλέκεσθαι περὶ βραβείου ἢ ἐπὶ βραβείῳ φαίη τις ἄν, τὸ δὲ περὶ τοῦ στεφάνου ἢ ἐπὶ τῷ στεφάνῳ, περὶ φοίνικος ἢ ἐπὶ φοίνικι.

τὰ μὲν οὖν τῶν μουσικῶν ὀνόματα ἐν τοῖς περὶ μουσικῆς εἰρήσεται, τὰ δὲ τῶν γυμνικῶν δολιχός, δολιχοδρόμος, καὶ ὁ τὸν δολιχὸν τρέχων, καὶ ὁ τὸν μακρὸν δρόμον ἀγωνιζόμενος· Αἰσχίνης δʼ ὁ ῥήτωρ εἴρηκε τὸν δολιχοδρομήσαντα. στάδιον καὶ σταδιοδρόμος καὶ σταδιεύς· Ἀριστοφάνης δὲ καὶ σταδιοδρόμης εἴρηκεν. τὸ δὲ προεκπηδᾶν προανίστασθαι Στράττις εἶπεν τί δʼ ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι; δίαυλος, καὶ ὁ τοῦ διαύλου ἀγωνιστής, καὶ ἀγωνιζόμενος τὸ διπλοῦν, στάδιον καὶ ἵππιον δρόμον, καὶ δρόμον τὸν ἐν καμπῇ. καὶ ὅθεν μὲν ἀφίενται, ἄφεσις καὶ ὕσπληγξ καὶ γραμμὴ καὶ βαλβίς, περὶ δʼ ὃ κάμπτουσι, νύσσα καὶ καμπτήρ· ἵνα δὲ παύονται, τέλος καὶ τέρμα καὶ βατήρ, ἐνίοις δὲ καὶ βαλβίς. ὀνόματα δὲ δρομικός, σύνδρομος, ἰσόδρομος, θάττων, κουφότερος, ὀξύτερος, ἐλαφρότερος, σπουδαιότερος, δρομικώτερος, ἐπίδρομος, πρόδρομος. καὶ δρόμοι ξυστοὶ ἐν οἷς αἱ ἀσκήσεις, καὶ Φιλιππίδης ὁ ἡμεροδρόμος, καὶ ὑποδραμεῖν τὸ κολακεῦσαι. καὶ ἱππόδρομος καὶ ἱπποδρομία, καὶ ἔκδρομος ἵππος, παρὰ δʼ Αἰσχίνῃ τῷ ῥήτορι δρομοκήρυκες. τὸ μέντοι προδραμεῖν ἐάσαντα ἐπιδιῶξαι, ὅπερ ἐν ταῖς σφαιρομαχίαις γίνεται, προδόσθαι ἐλέγετο.

πάλη καὶ παλαιστὴς καὶ παλαιστικός, παλαίσματα παλαιστικῶς, ἰσόπαλος, ἀντίπαλος. συγκεκληρωμένος, συλλαχών, ἔφεδρος. παλαίειν, διαπαλαίειν, καταπαλαίειν, προσπαλαίειν. καὶ οἱ μὲν δρομεῖς ἐλαφροί, κοῦφοι, ποδώκεις, ταχεῖς, σπουδαῖοι τοὺς πόδας, καὶ κούφως, ἐλαφρῶς, ὠκέως, ταχέως, σπουδαίως· οἱ δὲ παλαισταὶ βαρεῖς, στάσιμοι, μόνιμοι, ὠμίαι, ἀντερειδόμενοι, συμπλεκόμενοι, καὶ βαρέως, στασίμως, μονίμως.

πυγμὴ καὶ πύκτης καὶ πυκτικὸς καὶ πληκτικός, καὶ πὺξ παίειν. εἴποις δʼ ἂν ἐπὶ τοῦ πύκτου χεῖρες ὡπλισμέναι, χεῖρες ὁπλίτιδες· καὶ τὰ ὅπλα σφαῖραι, ἀφʼ ὧν καὶ τὸ σφαιρομαχεῖν, καὶ σφαιρομαχία παρʼ Ἀριστομένει ἐν Διονύσῳ ἀσκητῇ καὶ μύρμηκες δὲ τὰ ὅπλα, καὶ ἱμάντες. παγκράτιον, παγκρατιαστής, παγκρατιαστικός, καὶ παγκρατιαστικῶς ἐπίρρημα. σκιαμαχεῖν, ἀκροχειρίζεσθαι, ἀκροχειρισμός, ἄγχειν, ἀποπνίγειν, πὺξ παίειν, λὰξ ἐνάλλεσθαι, λακτίζειν. ἐπὶ δὲ τούτων εἴποις ἂν ὡς εἰσὶ πάμμαχοι, καθάπερ Πλάτων τοὺς περὶ τὸν Εὐθύδημον· «τούτω γάρ ἐστον κομιδῇ παμμάχω κατὰ τοὺς Ἀκαρνᾶνας τοὺς παγκρατιαστάς.»

πένταθλος ὁ τὰ πέντε ἀγωνιζόμενος. ἴδια δʼ αὐτῷ πηδᾶν, ἅλλεσθαι, πηδητικός, ἁλτικός. πηδητικῶς, ἁλτικῶς. καὶ ὅθεν ἅλλεται, βατήρ, ἀφʼ οὗ καὶ τὸ «τὸν βατῆρα κέκρουκεν·» τὸ δὲ μέτρον τοῦ πηδήματος κανών, ὁ δʼ ὅρος τὰ ἐσκαμμένα, ὅθεν ἐπὶ τῶν τὸν ὅρον ὑπερπηδώντων οἱ παροιμιαζόμενοι λέγουσι «πηδᾶν ὑπὲρ τὰ ἐσκαμμένα.» ἀκοντιστικός, ἀκοντιστικῶς· καὶ τὸ ἀκόντιον τῶν πεντάθλων καλεῖται ἀποτομάς. τὸ δὲ δίσκον ἀφεῖναι, δίσκον ἐκπέμψαι, δίσκον ῥῖψαι, δίσκῳ ὑποφέρεσθαι. ἐπὶ δὲ πεντάθλου τὸ νικῆσαι ἀποτριάξαι λέγουσιν. ὁπλίτης δρόμος, καὶ ὁ τὸν ὁπλίτην δίαυλον θέων, καὶ ὁπλιτοδρόμος.

ὁ δὲ νικήσας τὰ ἆθλα ἀνείλετο, τὸν στέφανον ἀνείλετο, τὴν ῥάβδον τοῦ φοίνικος ἔλαβεν ἢ τὸν φοίνικα ἔλαβεν, ἐστεφανώθη, ἀνερρήθη, ἐκηρύχθη, ἀνηγορεύθη, ἀνεδέθη τῷ στεφάνῳ, ἀνεκηρύχθη, ἀνεῖπεν αὐτὸν ὁ κῆρυξ. καὶ τὸ πρᾶγμα ἀνάδεσις στεφάνου, καὶ στεφανηφορία, καὶ ἀνάρρησις καὶ ἀναγόρευσις καὶ ἀνακήρυξις. τὰ δὲ τῶν ἐνεργούντων ῥήματα ἀνειπεῖν, ἀνακηρῦξαι, ἀναγορεῦσαι, ἀναδῆσαι, στεφανῶσαι, ταινιῶσαι· Ξενοφῶν … γὰρ εἴρηκεν «ἐταινίουν τε καὶ προσῄεσαν ὥσπερ ἀθλητῇ.»

κοινὰ δʼ ἐπὶ πάντων ἀναγκοφαγῆσαι, ἀσκῆσαι ἀσκηθῆναι, ἀθλῆσαι, γυμνάσασθαι, πονῆσαι, ἀγωνίσασθαι. καὶ ὄνομα καλὸν ἡ ἄσκησις. καὶ γυμναστικὴ ἡ τέχνη, καὶ γυμνασία τὸ πρᾶγμα, καὶ γυμναστικῶς τὸ ἐπίρρημα παρʼ Ἀριστοφάνει. καὶ ἀποδῦναι καὶ γυμνάσασθαι παρὰ Θουκυδίδῃ καὶ γύμνωσις. καὶ γυμνάσιον τὸ χωρίον. ἐλαίῳ χρίσασθαι, λίπα ἀλείψασθαι, κονίσασθαι.

τοὺς μὲν οὖν καλουμένους ἱεροὺς ἀγῶνας, ὧν τὰ ἆθλα ἐν στεφάνῳ μόνῳ, στεφανίτας ἐκάλεσαν καὶ φυλλίνας, τοὺς δʼ ὀνομαζομένους θεματικοὺς ἀργυρίτας.

ἐκ δὲ τῶν ἀγωνιστικῶν ὀνομάτων καὶ ὁ μαστιγονόμος καὶ ὁ ῥαβδοῦχος, καὶ ὁ ῥάβδῳ κοσμῶν, φησὶν ὁ Πλάτων· Ξενοφῶν δὲ καὶ μαστιγοφόρον που λέγει. τὰ δὲ χωρία τῆς ἀσκήσεως ἀποδυτήριον, γυμνάσιον, παλαίστρα, κονίστρα. καὶ ὁ ἐφεστηκὼς παιδοτρίβης τε καὶ γυμναστής, ἀφʼ οὗ καὶ συγγυμναστὴς παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι προγυμναστής· ὁ δʼ ἀλείπτης ἀδόκιμον. παιδοτριβικὴν δὲ τέχνην Ἰσοκράτης εἴρηκεν, καὶ παιδοτρίβην Ἀριστοφάνης τῆς δὲ παιδοτριβίας Ἄρχιππος ὁ κωμικός. εἴη δʼ ἂν ἐκ τούτων ξηραλοιφεῖν, σωμασκεῖν, σωμασκίας σεσωμασκηκώς, ἀσκομαχεῖν, ἀσκητὴς ἀσκήματα ἄσκησις· Πλάτων δὲ καὶ ἄσκην εἴρηκε, φαῦλον ὄνομα. καὶ λήκυθον δʼ ἂν εἴποις καὶ στλεγγίδα· ἐκαλεῖτο δὲ καὶ στλεγγὶς καὶ ξύστρα καὶ σπαθίς. καὶ τὸν παῖδα ἐρεῖς ληκυθοφόρον· πονηρὸν γὰρ ὁ στλεγγιδολήκυθος. τὸν δὲ θύλακα τῶν ἀσκητῶν ἢ σάκκον καλοῦσιν ἢ σάκταν. ἀθληταῖς δʼ ἂν προσήκοιεν καὶ αἱ ἐνδρομίδες· οὕτω δʼ ἐκαλοῦντο τὰ τῶν δρομέων ὑποδήματα. Κράτης δʼ ἔφη ἐν Ἥρωσιν ἁλτῆρσι θυλάκοισι χρῆσαι τὸ μέγεθος. ἄγχειν, στρέφειν, ἀπάγειν, λυγίζειν, ἀγκυρίζειν, ῥάσσειν, ἀνατρέπειν, ὑποσκελίζειν. καὶ πλαγιάζειν δὲ καὶ κλιμακίζειν παλαισμάτων ὀνόματα· μοχθηρὸν γὰρ τὸ μεσοπέρδην ἐν τῇ κωμῳδίᾳ σχῆμα παλαίσματος. ἤδη δέ τινες τοὺς γυμνικοὺς ἀγῶνας σεμνότερον Ἡρακλείους ἀγῶνας ἐκάλεσαν. «λῦτο δʼ ἀγών,» καὶ ἔστω τέλος τοῦ βιβλίου.