ΠΟΛΕΜΩΝΟΣ ΣΟΦΙΣΤΟΥεἰς Κυναίγειρον καὶ ΚαλλίμαχονΝόμου ὄντος Ἀθήνῃσι τοῦ ἄριστα ἀποθανόντος ἐν πολέμῳ τὸν πατέρα λέγειν τὸν ἐπιτάφιον ὁ Καλλιμάχου καὶ Κυναιγείρου πατὴρ δικάζονται.Ὁ ΚΥΝΑΙΓΕΙΡΟΥ ΠΑΤΗΡ
Ἐπειδὴ τά τε ἄλλα χρὴ καὶ οἰκεῖον εἶναι τοῖς κειμένοις τὸν ἐροῦντα τὸν ἐπʼ αὐτοῖς λόγον, φημὶ τούτου μοι προσήκειν μάλιστα, Κυναιγείρου πατὴρ ὢν καὶ τὸ πάντων ἀξιολογώτατον τῶν Μαραθῶνι τετολμημένων ἐκ τῆς ἐμῆς φύσεως τῇ πόλει συμβαλόμενος, ἄνδρα τοῖς βαρβάροις καὶ κατὰ μέρος μεμαχημένον. εἰκὸς μὲν οὖν τι καὶ τῶν Καλλιμάχου τῶν ἀρετῇ δευτέρων ...........· ἐγὼ δʼ αὐτοῦ τοσοῦτον ἐπειπεῖν τῷ τάφῳ δικαιότερος ὅσῳ τιμῆς ἄξιος πλείονος Καλλιμάχου Κυναίγειρος, στρατιώτης ἀγαθὸς ἀγαθοῦ νεκροῦ, καὶ τὸ σύμπαν ὁπόσῳ τινὶ κρείττων ἀρετὴ σχήματος. ποιοῦμαι δὲ τὴν σπουδὴν οὐ τῶν ἰδίων τοὐμοῦ παιδὸς ἐπαίνων χάριν—ὅστις γὰρ ἂν καὶ λέγῃ τὸν λόγον, τὸν πλεῖστον ἐπὶ Κυναιγείρῳ διαθήσεται—ἀλλὰ τῆς κοινῆς δόξης τῶν ἐπὶ τῷδε τῷ τάφῳ κειμένων οἷς σεμνόν ἐστιν ἂν ὁ Κυναιγείρου πατὴρ εἴπῃ τὸν ἐπʼ αὐτοῖς λόγον. ἔσονται γὰρ οὕτως ὁμότιμοι πάντων αἱ χεῖρες τῇ Κυναιγείρου δεξιᾷ· εἰ δὲ μή, ταῖς ὑμετέραις φιλοτιμίαις τὰ τῶν παίδων συγκινδυνεύουσιν. ὁρᾶτε δέ, ὅσῳ δικαιότερος κρατεῖν Κυναίγειρος, ἐπεὶ καὶ κρατῶν ἀπέθανεν. εἰδόσι μὲν οὖν τὰ τοῖς παισὶν ἡμῶν πεπραγμένα τῇ τοῦ παιδὸς θάτερος ἀρετῇ συναγωνίζεται, καὶ λεγόμενα δʼ ἔσται τὰ κρείττω φανερώτερα.
Καλλίμαχον μὲν ὡς πολέμαρχον ἀνάγκη τῆς ἀρχῆς ἦγεν εἰς Μαραθῶνα καὶ μὴ βουλόμενον ἀμύνασθαι τὴν τῶν βαρβάρων ἀπόβασιν· Κυναίγειρος δὲ ὑπʼ ἀρετῆς καὶ τόλμης, ἐθελούσιος, ἐπεὶ καὶ νέος ὢν κομιδῆ, σχεδὸν καὶ πρὸ τῆς ἡλικίας, μετέσχε τῆς ἐξόδου, ἔρωτι δόξης καὶ μεγάλων ἔργων ὀρεγόμενος. ἐν δὲ τῇ μάχῃ πάντες μὲν ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ οἱ πεσόντες τῶν στρατιωτῶν καὶ οἱ περιγενόμενοι· θαυμαστότατοι δὲ πάντων ἐφάνησαν οὑμός τε παῖς καὶ ὁ τούτου. ἀλλʼ ὁ μὲν τούτου τοῖς βέλεσι τῶν ἐναντίων ἐκθεὶς ἑαυτὸν ὑπʼ αὐτῶν τῶν τοξευμάτων τε καὶ βλημάτων περιχυθέντων κατεσχέθη καὶ διὰ τοῦτο ἔμενεν ἐν τῷ τῆς στάσεως σχήματι καὶ ἐδόκει ἑστάναι πεσεῖν μὴ δυνάμενος· καὶ τὸ Καλλιμάχου λαμπρὸν τοῦτό ἐστι μόνον, σχῆμα ζῶντος ἐν νεκρῷ σώματι· ὁ δὲ ἐμὸς Κυναίγειρος ὑπερβὰς τὴν φάλαγγα κᾆτα ἀδεῶς ἐκδραμών, πρὸς αὐτὴν ἐπεξῆλθε τὴν ᾐόνα ἔνθα δὴ τὸ πλεῖστον ἦν τῆς στρατιᾶς καὶ μαχιμώτατον, καὶ γυμνὸς σχεδὸν μαχόμενος ἐπέβη τῇ θαλάσσῃ καὶ πρῶτος ἀνθρώπων ἐναυμάχησεν ἐκ γῆς. πολλὰς μὲν οὖν ἐφόβησε ναῦς, μιᾶς δὲ Φοινίσσης κατὰ τῆς τρόπιδος χεῖρα μεγάλην ἐπιβαλὼν εἴχετο, μὴ φεύγειν ἐπιτρέπων τῷ βασιλέως ναυτικῷ. πολὺν μὲν οὖν χρόνον ἡ ναῦς κατείχετο ἐρηρεισμένη τῇ Κυναιγείρου δεξιᾷ καθάπερ πείσματι· ταύτης δὲ ἀποκοπείσης τὴν ἑτέραν ἐπέρριψε καὶ καθʼ ἕκαστον τῶν Κυναιγείρου μελῶν ἐγίνετο μάχη καρτερά· κοπείσης δὲ καὶ ταύτης ὁ λοιπὸς Κυναίγειρος τρόπαιον ἦν. αὐτὸς μὲν οὖν ὡς ὀλίγῃ κατεμέμφετο τῇ φύσει καὶ χεῖρας ἀπῄτει παρʼ αὐτῆς, ἡ δεξιὰ δὲ ἔτι τῆς πρύμνης εἴχετο καὶ φεύγουσιν ἐπὶ πλεῖστον τοῖς βαρβάροις, καὶ θᾶττον ἀφῆκε τὴν ψυχὴν Κυναίγειρος ἢ τὴν ναῦν ἡ δεξιά. ἔνθα καὶ θαυμαστὸν ἐγένετο, Κυναίγειρος μὲν ἄνευ χειρῶν ναυμαχῶν, ἡ χεὶρ δὲ ἄνευ Κυναιγείρου διώκουσα, καὶ νεκρὸς εἷς ἄμφω τὰ στοιχεῖα πληρώσας ἑαυτοῦ τοῖς μέλεσιν ἔκειτο, γῇ καὶ θαλάσσῃ μεμερισμένος. ταῦτα ἐμὸν ποιεῖ τὸ νῖκος, διὰ ταῦτα ἐμοὶ τὸν λόγον προσήκειν μᾶλλον δίκαιον· ὑπʼ ἐμοῦ γὰρ δεῖ καὶ λέγοντος καλῶς τιμηθῆναι τὸν τάφον ὃν ἐκόσμησα τῷ πολλῷ μου νεκρῷ. ἀλλʼ οὑτοσί φησιν εἶναι πολεμάρχου πατήρ, ἐμὲ δὲ τῶν ἀκολουθησάντων ἑνός. οὐκοῦν ὁ μὲν ἱκανῶς τετίμηται καὶ τοὔνομα τῆς ἀρχῆς ἔχει παραμύθιον, ἐμοὶ δὲ ὀφείλεται τιμῆς παραμυθία. ὁ μὲν οὖν πολέμαρχος κλήρῳ καὶ τύχῃ γίνεται· οὔκουν ἀρετῆς οὐδὲ ἀξιώματός ἐστι τεκμήριον ἡ πολεμαρχία· ἡμεῖς δὲ νῦν ἐξ ἔργων, οὐκ ἐξ ὀνομάτων φιλοτιμούμεθα ὥστʼ οὐδὲν κοινωνεῖ τοῖς δικασταῖς τῆς παρούσης ἁμίλλης ἡ τῆς πολεμαρχίας ἀξίωσις. ἐπολεμάρχησε μὲν οὖν κἂν ἕτερος λαχών, τὰ δὲ μέγιστα τῶν ἔργων ἀρετὴ καὶ τόλμα φέρει μόνη. δεδήλωται δὲ καὶ τῷ νόμῳ τὸ μὴ τοῖς τῶν πολεμάρχων οἰκείοις ἀνακεῖσθαι τοὺς ἐπιταφίους· εἰ γὰρ εἰκὸς ἦν, πάλαι τοῦτο ἂν ἐδέδοκτο· ἐγὼ δὲ καὶ πάντων αἱρετὸν εἶναί φημι τὸν ἐροῦντα κἂν οὐ πολέμαρχος οὐδὲ πολεμάρχου υἱὸς ᾖ· βελτίων γε μὴν καὶ δικαιότερος λέγειν ὅστις ἀριστέα ἔχει. ταῦτα διοριζομένῳ Μιλτιάδην ἀμφισβητεῖν ἔδει τοῦ λόγου· καὶ γὰρ στρατηγός ἐστιν ὃς τοῦ πολεμάρχου καὶ μείζων ἐστίν, καὶ τὴν μεγίστην ἀρχὴν τοῦ πολέμου μετακεχειρισμένος ὁ πατὴρ αὐτοῦ· νῦν δὲ ἡμῖν ἐφεὶς ἱκανῶς καὶ αὐτὸς δεδήλωκεν ὡς οὐκ ἀπʼ ἀρχῆς ἀλλʼ ἀπʼ ἀρετῆς χρὴ παριέναι ἐπὶ τὸν λόγον. φέρε οὖν ἐπὶ τούτοις κρινώμεθα, ἐπειδὴ καὶ τοὺς ἄλλους πολεμάρχους ὁρᾷς καὶ τοὺς πατέρας αὐτῶν τὴν ἡσυχίαν ἄγοντας. οὐκοῦν τῷ μὲν σῷ παιδὶ καὶ ἀνάγκη τις .......... ἢ ἀρετὴ ἦγεν· ἐξῆρχε γὰρ κἀν τοῖς πρώτοις ἔταττεν αὐτὸν ἡ πολεμαρχία· ὁ δὲ ἐμὸς υἱὸς οὐκ ἀρχὴν αἰδούμενος οὐδὲ ὑπὸ τῆς ἡγεμονίας δυσωπούμενος οὐδὲ ἀκολουθῶν ὀνόματι, αὐτοκράτορι δὲ ἀρετῇ καὶ καθαρᾷ προθυμίᾳ χρώμενος τοιοῦτος ἐφάνη. ἀλλὰ καὶ Καλλίμαχον μὲν νόμος, Κυναίγειρον δὲ τὸ φρόνημα παρέταττεν· καὶ τῷ μὲν τὸ χρῶμα οὐδὲ οἷόν τε ἦν λαθεῖν κακῷ γενομένῳ, τῷ δʼ ἐξῆν ἀφανῶς καὶ τὰ μέτρια μάχεσθαι. Καλλίμαχος μὲν καὶ πρεσβύτερος ὤν, ὥστε καὶ ῥώμην καὶ πεῖραν ἔχων πλείονα, καὶ μέλλων ἐλάττονος ἀμελήσειν βίου πολλὰ μὲν εἶχε τὰ σύμμαχα· θαυμαστὸν δὲ οὐδὲν εἰ κινδυνεύειν ἐτόλμησεν· Κυναίγειρος δέ, ἅτε μειράκιον ἐξιών, ἐκ πλείονος μὲν μεγαλοψυχίας τοῦ πλείονος περιεῖδε βίου οὐδὲ τὸ τῆς νεότητος ἄπειρον καὶ ἀπόμαχον ἐνέβαλε πολλήν τινα τῇ τούτου τόλμῃ περιουσίαν. ἔτι δέ, Καλλίμαχος ἐν τοῖς πρώτοις ἢ μέσοις τῆς μάχης ἀπέθανεν οὐκ ἀντισχὼν τοῖς πλείοσιν ἔργοις καὶ πόνοις, Κυναίγειρος δὲ μέχρι τῆς τῶν πολεμίων ἤρκεσε φυγῆς, ὥστε ὁ μὲν ἐν μέρει τῆς μάχης ἐξητάσθη μόνον, ὁ δὲ πάντα τὸν πόλεμον διὰ τέλους ἐπολέμησεν. ὁ μὲν ἐν μέσῳ τῷ δεινῷ τὰ πάντα εἱστήκει, καὶ περιὼν ἔτι· Κυναίγειρος δὲ εἰς αὐτὴν τὴν θάλασσαν τὴν Ἀσίαν κατήραξεν. ἐδεῖτο δὲ ἡ μάχη τῶν διωκόντων, οὐ τῶν ἑστηκότων· τὸ μὲν γὰρ ἀρετῇ καὶ ῥώμῃ καὶ θυμῷ καὶ τόλμῃ καὶ λογισμῷ τὸ διώκειν τοὺς πολεμίους καὶ τρέπεσθαι, ἡ δὲ στάσις πολλάκις ἐκπλήξει μόνῃ καὶ φόβῳ γίνεται. καὶ τοίνυν πρότερος μὲν ἀπέθανε Καλλίμαχος, Κυναίγειρος δὲ δεύτερος· προὐμάχει γὰρ πάντως καὶ τοῦ Καλλιμάχου νεκροῦ. καὶ Καλλίμαχος μὲν ἐξ ὧν ἔπαθε παράσημος ἦν· τὸ γὰρ πλῆθος τῶν ἐπʼ αὐτὸν ἐνεχθέντων βελῶν ἀνέστησεν αὐτόν· Κυναίγειρος δὲ ἐξ ὧν ἔδρασε θαυμάζεται, πέμπων τὰς χεῖρας ἐπὶ τοὺς βαρβάρους ὥσπερ ἀποστόλους καὶ τῇ δεξιᾷ πρὸς τὴν Φοινίκων εἰρεσίαν ἁμιλλώμενος· ὅσῳ δὴ τὸ δρᾶν τοῦ πάσχειν γενναιότερόν ἐστι καὶ τοῖς οἰκείοις ὠφελιμώτερον, τοσούτῳ καὶ Καλλιμάχου Κυναίγειρος θαυμασιώτερος καὶ τοσοῦτον αὐτοῦ προτιμότερος. ἡ δὲ ἀγαθὴ προαίρεσις εἰς τὰ καλὰ καὶ ἰδιώτερόν ἐστι καὶ ἐνδικώτερον. Κυναίγειρος μὲν αὐτὸς βουλόμενος ἐχρήσατο τῷ περὶ τὰς χεῖρας τολμήματι, Καλλιμάχῳ δὲ ἄκοντι συνέπεσεν ἡ στάσις ἐκ τῆς τῶν βελῶν συμφορᾶς· οὐ γὰρ ἐκ προθυμίας ἑαυτὸν ἐφῆκε καὶ συνεκάλεσε τὰ τραύματα ὥσπερ Κυναίγειρος ἐπανέτεινε τῇ νηὶ τὰς χεῖρας. ἔτι δέ, τοῦ μὲν τὸ θαυμαστὸν ἀναίσθητόν ἐστιν· ἐν γὰρ τῷ μετὰ θάνατον βεβηκέναι δόξαν ἡ χάρις οὐκ ἔχει· ἀρετὴ γὰρ οὐκ ἔστιν ἄψυχος· Κυναίγειρος δὲ εἰδὼς καὶ συνιεὶς καὶ δριμείας μὲν ἀλγηδόνας τῆς χειρὸς τεμνομένης ὑπὲρ τοῦ παντὸς στρατοπέδου καρτερῶν, τόλμῃ δὲ τοῦ δεινοῦ τὸ καλὸν πρότερον ποιούμενος ὥστε παρʼ ἀμφοτέρων αὐτῷ δικαίως ὀφείλεται θαῦμα μὲν ὧν πέπονθεν, ἔπαινος δὲ ὧν πεποίηκεν. εἰ δὲ δεῖ μηδὲν ὀκνήσαντα τἀληθὲς εἰπεῖν, ἡ μὲν Καλλιμάχου παράδοξος δοκοῦσα στάσις οὐδέν ἐστι· νεκρῷ γὰρ ὅλως τι καὶ πράττειν ἀδύνατον· ἡ Κυναιγείρου δὲ ἀρετὴ κράτιστον, ζῶντι τετολμημένη. τὸ μὲν Καλλιμάχου σεμνὸν σχῆμα μόνον ἀργὸν ἦν· τὰ Κυναιγείρου δʼ ἔργα θαυμαστὰ μετὰ καλλίστων σχημάτων. μὴ παράβαλε στρατιώτῃ νεκρὸν μηδὲ τῷ βάλλοντι τὸν πάντα βεβλημένον μηδὲ σχῆμα κενὸν ἔργῳ θρασεῖ. ὁ μὲν Καλλίμαχον ἐπαινῶν ἐπαινεῖ τὰ βέλη τῶν βαρβάρων· ταῦτα γὰρ ἐμπαγέντα τῇ γῇ καὶ περιπεσόντα τῷ σώματι καὶ μὴ βουλόμενον ἀνεῖχε καὶ ὤρθου τὸν νεκρὸν ἐν αὐτῷ τῷ σχήματι τῶν τοξευμάτων δεδεμένον. τί, τῶν βελῶν ἐν ἀλλήλοις συνεχομένων θαυμαστή γε ἡ στάσις ἐπὶ τοσούτοις ἐρείσμασι; Κυναίγειρος δὲ ἐπὶ ποίοις σχήμασιν ἢ φίλων ἢ πολεμίων τὰς χεῖρας ἐπεδίδου τὰς ἑαυτοῦ μεμαχημένος; θαυμαστὸν δέ γε καὶ τίμιον στρατιώτην Καλλίμαχον λέγεις ὃς τὴν ἀρετὴν νεκρὸς ὢν ἐπεδείξατο; ἡμεῖς μὲν ἐν γῇ καὶ θαλάττῃ μεμαχήμεθα, ὑμεῖς δὲ ἐν γῇ μόνῃ· καὶ ὑμεῖς μὲν ἀπεμάχεσθε μόνον τοῖς βαρβάροις, ἡμεῖς δὲ φυγεῖν αὐτοὺς ποιοῦντες οὐκ ἀφιστάμεθα αὐτῶν. εἰ μὲν δὴ Καλλιμάχῳ παραπλήσιοι πάντες ἐγένοντο, πᾶν ἂν ἡμῶν κατέχωσαν τὸ στρατόπεδον καὶ εἰς Ἀθήνας ἀναδραμόντες καὶ τὴν ἀκρόπολιν αὐτὴν ἂν εἶχον οἱ βάρβαροι· εἰ δὲ Κυναίγειρόν τις καὶ ἄλλος ἐμιμήσατο, δίκας ἂν ἔδοσαν ἔτι μείζονας οἱ μετὰ βασιλέως αὐτοῦ πάντες ἐπὶ τῆς ᾐόνος κατακοπέντες καὶ τέλος ἂν τοῖς βαρβάροις ἔσχε χερσαῖα ναυάγια καὶ πάσας ἂν αἰχμαλώτους ἀναδησάμενοι κεφαλὰς τὰς ναῦς εἴχομεν. πρὸς δὲ τούτοις, τίνας ἂν ἐφόβησε πολεμίους ὁ κρυπτόμενος ὑπὸ τῶν πολλῶν βελῶν ἢ τίνας ὤνησε φίλους; αὐτὸ γάρ τοι τοῦτο τῷ Καλλιμάχου προβόλῳ καθάπερ τινὶ τῶν Ἀσσυρίων χωμάτων καὶ μέγα φρονοῦντες ἔλεγον· «οὐ μόνους Ναξίους, οὐ μόνους Ἐρετριεῖς ἀλλὰ καὶ Καλλίμαχον τοῖς βέλεσιν ἐσαγηνεύσαμεν.» τῶν ἡμετέρων στρατιωτῶν ἕκαστος ὀκνηρότερος ἦν περιπίπτων ἀεὶ φανερῷ νεκρῷ μὴ βουλομένῳ λαθεῖν ἀλλʼ ὥσπερ ἐξεπίτηδες ὑπὸ Μήδων εἰς τὴν ἡμετέραν ἔκπληξιν ἀνεστηκότι. σὺ δέ, ὦ τέκνον, ἐθάρσυνας μὲν τοὺς στρατιώτας τοὺς σεαυτοῦ δεικνὺς ὡς Ἀθηναίων ἕκαστος ὅλης νεὼς βαρβάρου μαχιμώτερος καὶ τὰς χεῖρας οὕτως εὐκόλως ἠφίεις ὡς ἕτεροι βέλη, Μήδους δὲ καὶ Πέρσας καὶ Φοίνικας κατέπληττες ἀντιρρόπους δεικνὺς ταῖς ναυσὶν αὐτῶν τὰς Ἀττικὰς δεξιὰς καὶ δηλῶν ὅτι μόνοις ἀνθρώπων Ἀθηναίοις χεῖρές εἰσιν ἀθάνατοι. Καλλίμαχον μέν, εἰ μηδὲν ἕτερον, ἐκάλυψαν οἱ βάρβαροι· σοῦ δὲ φοβοῦνται Φοίνικες τὴν χεῖρα καὶ κειμένην. ὦ Καλλιμάχου πάτερ, ὁ σὸς υἱὸς εἷς ἦν καὶ μίαν ὅλῳ τῷ σώματι μάχην μεμάχηται· ὁ δὲ ἐμὸς καὶ κατὰ μέρη νενίκηκεν· οὗτος πρῶτος καὶ μόνος χειρὸς ἀριστείαν ἔδειξεν. ἑνὸς εἶ στρατιώτου πατήρ· ἐγὼ δὲ τὸν πολὺν Κυναίγειρον ἐκ Μαραθῶνος ἥμισυν ἐδεξάμην· ἑτέρωθι μὲν γὰρ ἡ δεξιά, ἑτέρωθι δὲ ἡ ἑτέρα χείρ· ὁ δὲ λοιπὸς Κυναίγειρος πλήρης ἦν. ὦ τοῦ μεγάλου θαύματος. ἐπαινεῖς μὲν σὺ τὸν ἑστῶτα, τὸν ἀκλινῆ, τὸν νεκρόν, τὸν μηδὲν στήλης διαφέροντα· ἐγὼ δὲ τὸν πεζομάχον, τὸν ναυμάχον, τὸν πανταχοῦ, τὸν κατὰ μικρὸν μέγαν, τὸν ἀντὶ πολλῶν ἕνα. ὦ χεῖρες Μαραθώνιαι, χεῖρες φίλταται κἀν ταῖσδε ταῖς ἐμαῖς χερσὶ τεθραμμέναι· ὦ σωτῆρες τῆς πάσης Ἑλλάδος· ὦ πρόμαχοι τῶν Ἀθηναίων· ὦ τῶν στρατιωτῶν ὅλων κρείττονες· ὦ Μαραθῶνος δόξα. ὦ ἡδεῖα δεξιὰ ἣν ἀνέτειλε τοῖς Ἕλλησιν ἡ γῆ· ὦ δεξιὰ βιαιοτέρα πνευμάτων· σὺ γὰρ κατέσχες ναῦν ἀναγομένην· ὦ κρείττων ῥοθίου βαρβαρικοῦ χείρ· σὺ γὰρ ἐρεττομένην ὥρμισας· ὦ στολαγοῦ καὶ μακροτέρας βελῶν δεξιᾶς διʼ ἣν οὐ μάτην ὁ Πὰν ἐξ Ἀρκαδίας ἔδραμεν, οὐκ εἰκῆ Δημήτηρ καὶ Κόρη τῇ μάχῃ παρεγένοντο· ὦ θέαμα τῶν θεῶν ἄξιον. ὦ τρόφιμε τῆς παρούσης Ἀθηνᾶς· ὦ σύντιμε τοῖς Ἡρακλέους ἄθλοις καὶ Θησέως· οἱ μὲν γὰρ ταύρους εἷλκον καὶ λέοντας, σὺ δὲ τὸν τῆς Ἀσίας εἷλκες στόλον. τοῦτο ἦν τὸ δόρυ τῆς Ἀθηνᾶς ἡ Κυναιγείρου δεξιά, τοῦτο δᾷδες τῶν θεῶν χεῖρες ἐλευθέριον σέλας φέρουσαι. νῦν πρῶτον εἶδον ἄνθρωποι ναυμαχίαν ἐν γῇ, νῦν πρῶτον ἀνδρὸς μάχην καὶ νεώς, νῦν πρῶτον ἀντίπρωρον δεξιάν, νῦν ἅμα χεῖρα μὲν ἀφιεμένην, ναῦν δὲ κρατουμένην· οὐ γὰρ ἀπεκόπτετο τοῦ σώματος ἡ χεὶρ ἀλλʼ ἀπῳκίζετο. καὶ τῆς πρώτης ἐμνημόνευεν ἐπιτιμίας ὁ πολέμαρχος τῆς ἀλγηδόνος μὴ αἰσθανόμενος. ὦ δεξιὰ ψυχῆς ἰδίας ἀξία, οὕτω τὴν ναῦν ὡς Καλλίμαχος τὰ βέλη κατέσχες τιμωρήσασα οἰκείῳ νεκρῷ. ὦ καινὸν ἐπινόημα σώματος. ὦ παῖ, ὦ μέγα θαῦμα, πρῶτος ναῦν ἔδειξας ὑπὸ χειρῶν ὥσπερ ἀγκυρῶν ἀσάλευτον μένουσαν. οἷά σέ φασι βοᾶν, ὦ παῖ, τῆς νεὼς ἐχόμενον· «Νάξον ἀπαιτῶ τὴν ἡρπασμένην, τὰς ἐν Αἰγαίῳ νήσους ἀπαιτῶ. ἀπόδοτε καὶ μὴ φεύγετε.» ὦ παῖ μείζω τῆς φύσεως βεβουλημένε· ὦ θρασύτερα ποιήσας τὰ μέλη τοῦ σώματος· ὦ ὁ περινοήσας διὰ τῶν πεδίων καὶ τῶν ὀρῶν ἄγειν ναῦν Ἀθηναίοις αἰχμάλωτον. ὦ δεινῆς μάχης Παναθήναια μεμιμημένης. εἰ τοιαύτας χεῖρας εἴχομεν οἵας σύ, οὐκ ἂν ἐξῆλθον Αἰγαίου, οὐχ ......... ὑπεδέξαντό σου τὰς χεῖρας, ὦ παῖ, τὰς βραδέως πεσούσας τῇ μὲν οἱ πολῖται, τῇ δὲ οἱ φίλοι Πλαταιεῖς καὶ τὸ λοιπὸν σῶμα πάντες ἐστεφάνωσαν ὥσπερ τρόπαιον. σὺ δέ, ὦ τέκνον, ὡς μηδὲν δεινὸν ὑποστὰς πρὸς τοὺς πολεμίους ἐβόησας· «τί φεύγετε, ὦ κακοδαίμονες; στῆτε καὶ τὰς πόλεις ἀπόδοτε ἃς ἐληίσασθε.» αὐτοὶ δὲ ἐκραύγαζον φεύγοντες· «ὦ τῆς τολμηρίας, ὦ μαινομένης δεξιᾶς, ὦ τοῦ μεγάλου λήματος· ἐπιστρέψει τάχα τὴν ναῦν ἡ δεξιὰ πρὸς τὴν ἤπειρον.» Δάτιδος δὲ κόπτειν τὴν κεφαλὴν τοῦ τροπαιούχου ἄνωθεν ὁρμήσαντος καὶ ὑπὸ δέους ἀπράκτου μείναντος ἐγείρεται πᾶς ἀνὴρ πρὸς τὴν χεῖρα καὶ μυρία καμὼν καὶ μηδὲν ἰσχύσας ἐβόησεν ἕκαστος· «ἐφʼ οἵας ἡμᾶς, ὦ θεοί, ἠγάγετε δεξιάς. τί μέλλετε ἄνδρες χαλκεόθυμοι; ἢ θᾶττόν τις ἡμῶν ἀποτεμνέτω τὴν χεῖρα καὶ ἡμᾶς λυσάτω ἢ ἤδη ναῦς διὰ θαλάττης ἐπιδραμοῦσα καὶ ἱππικαὶ φάλαγγες διὰ γῆς αἰχμαλώτους ἡμᾶς εἰς Ἀθήνας κομιοῦσι.» τὰ μὲν οὖν ἄλλα βέλη ταύτης οὐχ ἥπτοντο, πελέκει δὲ μεγάλῳ τις αὐτὴν ὥσπερ δρῦν ἢ πεύκην ἔκοπτεν. ὁ δὲ ταύτης οὐδὲν ἐφρόντισεν ἀφαιρουμένης ὥσπερ ἀλλοτρίαν χεῖρα διδοὺς περὶ ἣν ὅλον τὸ στρατόπεδον τὸ μὲν ἔπιπτεν ἐν μέρει, τὸ δὲ ἐμάχετο, καὶ τὰ τραύματα τοῖς στοιχείοις διένειμεν. ἄξιός γε ἦσθα, ὦ Κυναίγειρε, τῆς Βριάρεω πολυχειρίας ἵνα πᾶσάν μοι τὴν Ἀσίαν ἐκράτησας· καὶ νῦν πρὸς τοσοῦτον μέρος ἀντήρκεσας ὅσον Νάξον ἔφερεν, ὅσον Ἐρέτριαν· οἳ ἀπήγαγον βασιλεῖ φήμην οὐκ ἀγεννῆ λέγοντες· «βασιλεῦ, ἐπʼ ἄνδρας ἐπλεύσαμεν ἀδαμαντίνους οἷς κοπτομένων τῶν χειρῶν οὐ μέλει, ἐπὶ δεξιὰς ὅλαις ναυσὶ παρισουμένας· καὶ νῦν μόλις ἀνήχθημεν ἐκ Κυναιγείρου.» ὦ παῖ, τὰς μὲν σὰς χεῖρας ᾄδουσι Πλαταιεῖς, τὰς δὲ σὰς ἀριστείας Λακεδαιμόνιοι πυνθάνονται. ταύταις καὶ Πολύζηλος ἠκολούθησε μὴ τεθεαμένος. προκατέλαβες Ἀθηναίοις, ὦ παῖ, καὶ τὴν θάλασσαν ἡμῖν οἰκείαν ἐποίησας· συνέθου τῷ στοιχείῳ φιλίαν ὑπὲρ τῆς πατρίδος· ἔδωκας ὑπὲρ ἡμῶν τῇ θαλάσσῃ τὴν δεξιάν. μιμήσονται χρόνῳ ναυμαχοῦντες τὰ σὰ σχήματα καὶ γενήσονται ἐκ σιδήρου χεῖρες ἐπὶ ναῦς ἐπιβολὰς, ὦ παῖ, τῆς σῆς μάχης εἰκόνας ἔχουσαι. καὶ πολλὰ λέγειν ἔχων τῆς σῆς ἀρετῆς ἐγκώμια, τὰ κάλλιστα κοινῷ νόμῳ φυλάττω. ἔχεις τοιοῦτόν τινα λόγον μεγαληγορῆσαι, ὦ Καλλιμάχου πάτερ; ποίαν τοιαύτην στάσιν οἵαν ἔστησαν αἱ Κυναιγείρου χεῖρες ἤδη πίπτουσαν τὴν Ἑλλάδα; τοῦ μὲν γὰρ σοῦ νεκροῦ βέλη βάρβαρα, τῆς δὲ πάσης Ἑλλάδος αἱ χεῖρες ἡμῶν τὰ στερεώματα. ἄπελθε, παραχώρησον· ἐρῶ τι καὶ περὶ τοῦ σοῦ παιδός. καλὸν ἐρῶ λόγον, ὅτι τοιούτου στρατιώτου Κυναιγείρου πολέμαρχος ἦν. σὺ δʼ ἐπιταφίῳ μηδὲ ἐπιχείρει πατὴρ ὢν νεκροῦ μηδὲ ταφῆναι θέλοντος. ἤδη πάλαι παρελήλυθεν ὁ καιρὸς τῶν ὑμετέρων ἐπιταφίων· πάλαι γάρ, πάλαι τέθαπται Καλλίμαχος ὑπὸ τῶν βελῶν. εἰμὶ δέ, ὦ ἄνδρες δικασταί, πρὸς τὸν λόγον ἐπιτηδειότερος τὸν ἐπὶ τῷ σήματι· καὶ γὰρ αὐτοῦ πατήρ εἰμι καὶ τῶν μεγάλων ὀνομαστότατος· ἔχω δὲ καὶ γλῶτταν οἵαν ἐκεῖνος δεξιάν. ἐάσατέ με τραγῳδῆσαι τραγῳδίαν ἐπιτάφιον καὶ χορὸν παραγαγεῖν ἐπινίκιον· μὴ φθονήσητε δράματι Μαραθωνίῳ. ἀλλʼ, ὦ Αἰσχύλε παῖ, τὸν λόγον μοι σὺ ποίησον καὶ συγκόσμησον τὰς Μαραθῶνος μάχας τῷ πατρί. μή με ἀτιμάσητε· χεῖρας ὑμῖν ὁμοίας προτείνω ταῖς ὑπὲρ ὑμῶν κειμέναις. ἔχομαι τοῦ λόγου, λαμβάνομαι τοῦ τάφου. οὐκ ἀφίσταμαι τὸ πολυάνδριον διεξιών, πατὴρ ὢν Κυναιγείρου. ἐπιτίθημι τὰς χεῖρας τῷ σήματι· καὶ ταύτας ὁ θέλων ἀποκοψάτω.