eul_wid: lay-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Parmeniscus the Philosopher

The Testimonies is a lost philosophical work attributed to Parmeniscus the Philosopher, known only from a single entry in the 10th-century Byzantine encyclopedia known as the Suda. The title suggests a prose collection of philosophical sayings, arguments, or evidence, potentially functioning as a doxographical compilation of doctrines or proofs. No fragments, quotations, or descriptions of its specific content survive in extant ancient literature. The work is entirely lost, with its existence attested solely by the Suda; there is no known manuscript tradition. While the work itself had no discernible influence on the philosophical tradition, its attribution remains ambiguous. The Suda notes two possible authors: a Parmeniscus from Metapontum, identified as a pupil of Anaxarchus, and another from Rhodes, a pupil of Zenodotus. The Metapontine is labeled a philosopher, but neither is explicitly connected to the Testimonies in the surviving record.

Ἰάμβλιχος Μεταποντῖνοι Βροντῖνος, Παρμίσκος, Ὀρεστάδας, Λέων κτλ.

Λαέρτιος Διογένης δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου.

Ἀθήναιος Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν ε Δηλιάδος, καὶ γένει πλούτωι πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένωι περὶ τούτου ἡ Πυθία ἔφη· εἴρηι μʼ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε. ἐλπίζων δʼ ἂν ἐπανέλθηι εἰς τὴν πατρίδα γελάσειν, ὥς οἱ οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῶιον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμά τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δʼ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβαλὼν καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν. κρατὴρ ἀργυροῦς, ὃν ἀνέθηκε Παρμίσκος, ὁλκὴν 𐅆ΧΧΧΧ𐅅𐅄ΔΔΙΙ.