προσίασι καὶ προΐασιν. εἶμι. τὸ πληθυντικόν, ἴμεν ἴτε ἴσι καὶ ἴασι. ἵημι τὸ πέμπω, ὅπερ μετὰ προθέσεως ἀεὶ γράφεται· ἵεμαι δὲ τὸ ὁρμῶ.
ἰάσιμος. ὁ δυνάμενος θεραπευθῆναι.
ἱερομηνία. ἡ ἱερὰ ἡμέρα τοῦ μηνός, τινὰς γὰρ ἡμέρας τοῦ μηνὸς ἱερὰς εἶχον Ἕλληνες.
λάπτω. τὸ ἀναρροφῶ· κυρίως ἐπὶ κυνός.
τὸ ληρεῖν τοῦ φλυαρεῖν διαφέρει· ληρεῖν μὲν γὰρ λέγεται, ὅταν τις ὑπὸ μέθης ἢ ὑπὸ γήρως λέγει τινὰ ῥήματα ἀνάρμοστα, ὡς τὸ κοινῶς λεγόμενον παραλαλεῖν, ὅπερ λέγεται καὶ παραληρεῖν· φλυαρεῖν δὲ τὸ περισσὰ καὶ μάταια λέγειν ἢ τὸ ἀδολεσχεῖν.
λέβης. τὸ κοινῶς χερνίβιν.
λαγχάνω. ἀττικῇ τὸ κληροῦμαι· μεταλαγχάνω δὲ τὸ ἑξῆς.
λογεύς. ὁ λογογράφος.
Λυβύη καὶ ὁ ἀπʼ ἐκείνης λύβης, Μαγνησία καὶ μάγνης, Φρυγία καὶ φρῦξ, Θρᾴκη καὶ θρᾷξ, Καρία καὶ κάρης ...
προσλιπαρῶ. λέγεται τὸ μετὰ πολλῆς βίας καὶ δακρύων ἱκετεύω, λιπαρῶς δὲ ἐπίρρημα ἀντὶ τοῦ βίαιον καὶ ἐπιμόνως.
παροιμία λεγομένη· ὅταν διὰ πταίσματος πταῖσμα σκιάζωμεν, διὰ μείζονος τοὔλαττον· ὁμοίως καὶ πάτταλος παττάλῳ ἐκκρούεται, καὶ τὸ δεινὸν ὑφʼ ἑτέρου καλύπτεται.
γραμμὴ καὶ βαλβὶς καὶ ἀφετηρία τὸ αὐτὸ σημαίνουσι.