πλουτοδότι βασίλεια θεῶν, Ἑρμοῦθι ἄνασσα,
παντοκράτειρα, τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι,
Δηοῖ ὑψίστη, ζωῆς εὑρέτρια πάσης,
παντοίων ἔργων ἐμέλησέ σοι, ὄφρʼ ἀναδοίης
ἀνθρώποισι βίον τε καὶ εὐνομίην τε ἅπασι,
καὶ θεσμοὺς κατέδειξας, ἵνʼ εὐδικίη τις ὑπάρχῃ,
καὶ τέχνας ἀνέδωκας, ἵνʼ εὐσχήμων βίος εἴη,
καὶ πάντων τε φύσιν εὐανθέα εὕρεο καρπῶν.
Σοῦ τε χάριν συνέστηχʼ ὁ πόλος καὶ γαῖα ἅπασα
καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος ὁ γλυκυφεγγής.
Σῇ δυνάμει Νείλου ποταμοὶ πληροῦνται ἅπαντες
ὥρῃ ὀπωρινῇ, καὶ λαβρότατον χεῖθʼ ὕδωρ
γαῖαν πᾶσαν ἔπι, ἵνʼ ἀνέγλιπος καρπὸς ὑπάρχῃ.
ὅσσοι δὲ ζώουσι βροτοὶ ἐπʼ ἀπείρονι γαίῃ.
Θρᾷκες καὶ Ἕλληνες, καὶ ὅσσοι βάρβαροί εἰσι,
οὔνομά σου τὸ καλόν, πολυτίμητον παρὰ πᾶσι,
φωναῖσι φράζουσʼ ἰδίαις, ἰδίαι ἐνὶ πάτρῃ.
Ἀστάρτην Ἄρτεμίν σε Σύροι κλῄζουσι Ναναίαν
καὶ Λυκίων ἔθνη Λητοῦν καλέουσιν ἄνασσαν
Μητέρα δὴ κλῄζουσι θεῶν καὶ Θρήικες ἄνδρες,
Ἕλληνες δʼ Ἥρην μεγαλόθρονον ἠδʼ Ἀφροδίτην
καὶ Ἑστίαν ἀγαθήν, καὶ Ῥεῖαν, καὶ Δήμητρα,
Αἰγύπτιοι δὲ Θιοῦιν, ὅτι μούνη εἶ σὺ ἅπασαι
αἱ ὑπὸ τῶν ἐθνῶν ὀνομαζόμεναι θεαὶ ἄλλαι.
Δεσπότι, οὐ λήξω μεγάλην δύναμίν σου ἀείδων,
σώτειρʼ ἀθανάτη, πολυώνυμε, Ἶσι μεγίστη,
ἐκ πολέμου ῥυμένη τε πόλεις πάντας τε πολίτας,
αὐτοὺς καὶ ἀλόχους καὶ κτήματα καὶ φίλα τέκνα.
ὅσσοι δʼ ἐμ μοίραις θανάτου συνέχονται ἐν εἰρκτῇ,
καὶ ὅσοι ἀγρυπνίαις μεγάλαις ὀχλοῦντʼ ὀδονηραῖς,
καὶ οἱ ἐν ἀλλοτρίῃ χώρῃ πλανοώμενοι ἄνδρες
καὶ ὅσοι ἐμ πελάγει μεγάλῳ χειμῶνι πλέουσι
ἀνδρῶν ὀλλυμένων νηῶν κατὰ ἀγνυμενάων,
σώζονθʼ οὗτοι ἅπαντες, ἐπευξάμενοί σε παρεῖναι.
Κλῦθι ἐμῶν εὐχῶν, μεγαλοσθενὲς οὐνομʼ ἔχουσα
εὐείλατος ἐμοί τε γείνου, λύπης μʼ ἀνάπαυσον ἁπάσης.
Ἰσίδωρος
ἔγραψε.
χαῖρε, Τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι μεγίστη,
Ἑρμοῦθι· ἐπί σοι πᾶσα γέγηθε πόλις,
ζωῆς καὶ καρπῶν εὑρέτρια, οἷσί τε πάντες
τέρπονταί τε βροτοὶ σῶν χαρίτων ἕνεκα.
ὅσσοι σοὶ εὔχονται ἐπʼ ἐμπορίην τε παρεῖναι,
πλουτοῦσʼ εὐσεβέες εἰς τὸν ἅπαντα χρόνον·
καὶ ὅσοι ἐν νούσοις θανατώδεσι μοίρῃ ἔχονται
σοὶ εὐξάμενοι ταχέως σῆς ζωῆς ἔτυχον.
Ὡς ἐτύμως ὁ ἀγαθὸς δαίμων, Σοκονῶπις κραταιός
σύνναος ναίει πλουτοδότης ἀγαθός.
κτίστης καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος
καὶ ποταμῶν πάντων κὠκυτάτων τε ῥοῶν,
καὶ Ἀγχόης ὁ σὸς υἱός, ὃς οὐρανοῦ αἰθέρα ναίει
ἥλιος ἀντέλλων ἐσθʼ, ὃς ἔδειξε τὸ φῶς.
ὅσσοι δὴ ἐθέλουσι γονὴν παίδων τε ποιῆσαι,
εὐξάμενοι ὑμῖν εὐτεκνίης ἔτυχον.
Νεῖλον χρυσορρόαν πείθουσʼ ἀνάγεις κατὰ καιρόν
Αἰγύπτου ἐπὶ γῆν ἀνδράσιν εὐτερπίην.
Εὐανθεῖ τότε καρπὸς ἅπας καὶ πᾶσι μερίζεις,
οἷσι θέλεις, ζωὴν παντοδαπῶν ἀγαθῶν.
Σῶν δώρων μνησθέντες, ὅσοις πλοῦτόν τʼ ἀνέδωκας
καὶ χάριτας μεγάλας σάς τε ἔχειν διʼ ὅλου,
τούτων σοι μοῖραν δεκάτην ἀπένειμαν ἅπαντες,
χαίροντες κατʼ ἔτος, σῇ τε πανηγυρίῃ
εἶτα ἐδωρήσω περιτελλομένου ἐνιαυτοῦ
αὐτοῖς μηνὶ Παχὼν πᾶσιν ἐς εὐφροσύνην.
τερφθέντες δʼ εἰς οἶκόν τε πανηγυρίσαντες ἔβησαν
εὐφήμως πλήρεις τῆς παρὰ σοῦ τε τρυφῆς.
Σῶν δώρων κἀμοὶ μετάδος, Ἑρμοῦθι ἄνασσα,
σῷ ἱκέτῃ ὄλβον καὶ ἅμα εὐτεκνίην.
Ἰσίδωρος
ἔγραψε.
Εὐχῶν ἠδʼ ὑμνῶν τε θεοὶ κλύοντες ἐμεῖο,
ἀνταπέδωκαν ἐμοὶ εὐθυμίαν χάριτα.
Ὑψίστων μεδέουσα θεῶν, Ἑρμοῦθι ἄνασσα,
Ἶσι ἁγνή, ἁγία, μεγάλη, μεγαλώνυμε Δηοῖ,
σεμνοτάτη δώτειρʼ ἀγαθῶν μερόπεσσι ἅπασι
εὐσεβέσιν μεγάλας χάριτας καὶ πλοῦτον ἔδωκας,
καὶ ζωὴν γλυκερήν τε ἔχειν καὶ τέρψιν ἀρίστην
Ὄλβον, εὐτυχίην καὶ σωφροσύνην τε ἄλυπον.
ὅσσοι δὲ ζώουσι μακάρτατοι, ἄνδρες ἄριστοι,
σκαπτροφόροι βασιλεῖς τε καὶ ὅσσοι κοίρανοί εἰσι,
οὗτοι σοι ἐπέχοντες ἀνάσσουσʼ ἄχρι τε γήρως,
λαμπρὸν καὶ λιπαρὸν καταλείποντες πολὺν ὄλβον
υἱάσι θʼ υἱωνοῖσι καὶ ἀνδράσι τοῖσι μεταῦτις.
ὃν δέ κε φίλτατον ἔσχε ἀνάκτων ἡ βασίλεια
οὗτος καὶ Ἀσίας τε καὶ Εὐρώπης τε ἀνάσσει,
εἰρήνην τε ἄγων, καρποὶ βρίθουσιν ἐπʼ αὐτῷ
παντοίων ἀγαθῶν, καρπόν τε φέροντες ἄριστον.
ὅππου δὴ πόλεμοί τε ἀνδροκτασίαι τε μάλιστα
μυριάδων ὄχλων τε τὸ σὸν σθένος, ἡ δύναμίς σου,
πλῆθος ἀπημαύρωσʼ, ὀλίγοισι δὲ θάρσος ἔδωκε.
κλῦθι ἐμοῦ, Ἀγαθή τε τύχη, ἱκέτου σου, ἄνασσα,
ἤ που ἐς Λιβύην ἢ ἐς Νότον ἀμφιβέβηκας,
ἢ βορέου πέρατα ναίεις ἡδυπνόου αἰεί,
ἢ Εὔρου πνωιάς, ὅθι ἀντολαὶ ἠελίοιο,
ἢ καὶ Ὄλυμπον ἵκανες ὅπου οὐρανίωνες ἐνεισίν
ἢ καὶ ἐν οὐρανῷ ὕψι μετʼ ἀθανάτοισι δικάζεις,
ἢ καὶ ἠελίου ὠκυδρόμου ἅρματα βᾶσα,
κόσμον ἅπαν διάγουσα, κατοπτεύουσα ἅπαντα
ἔργʼ ἀνδρῶν ἀσεβῶν τε καὶ εὐσεβέων καθορῶσα,
εἰ δὲ καὶ ὧδε πάρει, ἰδίαν ἀρετὴν ἐφορῶσα,
τερπομένη θύμασιν, λοιβαῖσί τε ἠδὲ θυηλαῖς,
ἀνδρῶν ναιότων Σούχου νομὸν Ἀρσινοειτῶν
παμφύλων ἐθνῶν, ὅσσοι κατʼ ἔτος τε πάρεισι
εἰκάδι μηνὶ Παχὼν καὶ Θωῢθ δεκάτην σοι ἄγοντες
καὶ Ἀγχόῃ, Σοκονῶπι, θεοῖς ἁγίοισιν, ἑορτή.
πυθομένη εὐχῶν, μελανηφόρε Ἶσι ἐλήμων,
καὶ ὑμεῖς, μεγάλοι τε θεοὶ σύνναοι ἅμʼ αὐτῇ,
πέμψατʼ ἐμοὶ Παιᾶνʼ, ἀχέων ἰήτορα πάντων.
Ἰσίδωρος
ἔγραψε.
τίς τόδε ἁγνὸν ἔδειμʼ ἱερὸν Ἑρμοῦθι μεγίστῃ;
ποῖς θεὸς ἐμνήσθη πανιεροῦ μακάρων;
Ὡς αἰπὺν καὶ ἄδυτον ἐσημηώσατʼ Ὄλυμπον
Δηοῖ ὑψίστῃ Ἴσιδι θεσμοφόρῳ,
καὶ Ἀγχόῃ υἱῷ καὶ δαίμονι ἀγαθῷ Σοκονῶπι,
ἀθανάτοις ὅρμον εὗρε δικαιότατον.
Αἰγύπτου τινά φασι γενέσθαι θεῖον ἄνακτα,
ὃς πάσης χώρας κύριος ἐξεφάνη,
πλούσιον, εὐσεβέα, δυνάμει πάσῃ τε μεγίστῃ
ὃς κλέος καὶ ἀρετὴν ἔσχεν ἰσουράνιον.
τούτῳ γὰρ καὶ γαῖα ὑπήκοος ἦν τε θάλασσα
καὶ ποταμῶν πάντων νάματα καλλιρρόων,
καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος, ὃς γλυκὺ φέγγος
ἀντέλλων φαίνει πᾶσιν ἀριπρεπέως.
καὶ πτηνῶν τε γένη ὁμοθυμαδὸν ἔκλυεν αὐτοῦ
καὶ τὰς ἐπιστέλλων πάντα ἐπήκοα ἦν.
Δῆλον τοῦτʼ ἐστὶν ὅτι ὄρνεα ἔκλυεν αὐτοῦ
ὡς οἱ τῶν ἱερῶν γράμμʼ ἀναλεξάμενοι
φάσκουσίν ποτε τοῦτον ἐπιστείλαντα κορώνην,
σύν τε ἐπιστολίῳ ἦλθε φέρουσα φάσιν·
οὐ γὰρ ἔην βροτὸς ἀνήρ, οὐδʼ ἐκ βροτοῦ ἦεν ἄνακτος,
ἀλλὰ θεοῦ μεγάλου ἔκγονος ἀενάου,
Σούχου παγκράτορος μεγάλου μεγάλου τε μεγίστου
δαίμονος τοῦ ἀγαθοῦ υἱὸς ἄναξ ἐφάνη.
Μητροπάτωρ τούτου δʼ ἐστὶν ζωῆς ὁ μεριστής,
Ἄμμων, ὃς καὶ Ζεὺς Ἑλλάδος ἠδʼ Ἀσίας.
τοὔνεκα καὶ τῷ πάντα ἐπήκοα, ὅσσʼ ἐπὶ γαίῃ
ἑρπετὰ καὶ πτηνῶν οὐρανίων τε γένη.
οὔνομα δʼ ἦν παταπὸν τούτῳ; καὶ τίς τόδʼ ἔθηκε
κοίρανος ἢ βασιλεὺς ἠέ τις ἀθανάτων;
ὁ θρέψας Σεσοῶσις, ὃς οὐρανοῦ ἕσπερʼ ἀφεῖκται,
οὔνομʼ ἔθηκε καλὸν ἡλίου εὐφεγγέος.
Ἑρμηνευσάμενοι δʼ Αἰγύπτιοι οὔνομα τούτου
Πορραμάνρην κλῄζουσι, τὸν μέγαν, ἀθάνατον.
θαῦμα δὲ καὶ παράδοξον ἐγὼν ἐσάκουσα παρʼ ἄλλων,
ὡς ἔπλει ἐν ὄρει ἄξοσι καὶ ἱστίῳ.
Ἀσφαλέως δὲ μαθών τε παρʼ ἀνδρῶν τῶν ἱστορούντων
ταῦτα καὶ αὐτὸς ἐγὼ πάντʼ ἀναγραψάμενος
ἡρμήνηυσʼ Ἕλλησι θεοῦ δύναμίν τε ἄνακτος,
ὡς βροτὸς οὐδʼ ἕτερος ἔσχεν ἴσην δύναμιν.
Ἰσίδωρος
ἔγραψε.