ΕΡΜΕΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΦΑΙΔΡΟΝ ΣΧΟΛΙΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΤΡΙΤΟΝ
αʹ Ἔστι δὴ οὖν δεῦρο ὁ πᾶς ἥκων λόγος
Ἡ ἀκολουθία τῶν λεγομένων ἀπὸ τῆς διαιρέσεώς ἐστι τῆς μανίας· εἰπὼν γὰρ κατὰ τοῦ Ἔρωτος ἐξ ἀρχῆς διὰ τὸν Λυσίου λόγον, ἔφησε καθαρσίων δεῖσθαι, ἐπειδὴ ὅπως ποτὲ κατὰ τοῦ ὀνόματος τοῦ θείου εἴρηκε. Τίς δὲ ὁ καθαρμός; Ἡ παλινῳδία δηλονότι. Καὶ ἐπειδὴ διὰ παντὸς τοῦ λόγου ὅ τε Λυσίας καὶ Σωκράτης λέγοντες περὶ τοῦ μὴ δεῖν χαρίζεσθαι τῷ ἐρῶντι τὴν μανίαν ἐπεδείκνυον, τούτου χάριν ἐν τῇ παλινῳδίᾳ ἔδειξεν ὅτι τὸ τῆς μανίας ὄνομα οὐκ ἔστιν ἁπλοῦν, ἀλλὰ πολλὰ σημαίνει, καὶ ἔστι μανία κρείττων σωφροσύνης. Καὶ διεῖλε ταύτην τὴν μανίαν εἰς τέσσαρα· εἰς μαντικὴν καὶ μουσικὴν καὶ τελεστικὴν καὶ ἐρωτικὴν, τέσσαρας θεοὺς αὐταῖς ἐπιστήσας, Ἀπόλλωνα, Μούσας, Διόνυσον, Ἔρωτα, καὶ εἰπὼν πόσα ἀγαθὰ ἑκάστη τῶν τριῶν μανιῶν τοῖς ἀνθρώποις παρέχει, ὅτι οἷον ἡ μαντικὴ προμήνυσιν τοῦ μέλλοντος χρόνου παρέχει πῶς ἂν εὐοδήσωμεν κατὰ τὸν βίον, ἡ ποιητικὴ ᾄδει κλέα ἀνδρῶν καὶ διὰ τούτου παιδεύει τὸ τῶν ἀνθρώπων γένος, ἡ τελεστικὴ παλαιῶν μηνιμάτων καθαίρει, μέλλων περὶ τῆς τετάρτης μανίας εἰπεῖν περὶ ἧς καὶ ὁ πᾶς αὐτῷ λόγος, πρὶν εἰπεῖν περὶ αὐτῆς εἰπὼν περὶ ἀθανασίας ψυχῆς, περὶ ἰδέας αὐτῆς, περὶ τῶν βίων, περὶ καθόδου καὶ ἀνόδου καὶ πάντων τῶν ἀνωτέρω ὀλίγον εἰρημένων, οὕτως λέγει περὶ τῆς ἐρωτικῆς μανίας πόσα ἀγαθὰ παρέχει. Ἐχρήσατο δὲ, ὥσπερ ἂν εἴποι τις, τῷ κατὰ ἀνάλυσιν λόγῳ· οἷον τὸ πέρας τῶν ἀνθρώπων οὐδὲν ἄλλο ἐστὶν ἢ εὐδαιμονία, τουτέστιν ἡ συναφὴ ἡ πρὸς τοὺς θεούς· οὐ τίθεται γὰρ ὁ Πλάτων ἐν τοῖς ἐκτὸς τὴν εὐδαιμονίαν· συνάπτεται δὲ θεοῖς ἡ ψυχὴ ὅταν ἐνταῦθα οὖσα καὶ θεωροῦσα τὸ πᾶν αἰσθητὸν καὶ οὐράνιον κάλλος ἀναμνησθῇ τοῦ νοητοῦ κάλλους· ἀναμιμνῄσκεται δὲ ἥ ποτε θεασαμένη· ἡ γὰρ ἀνάμνησις ἐπὶ ὧν ἔγνω τις ἢ εἶδεν ἢ ἤκουσε γίνεται· ποτὲ δὲ ἐθεάσατο ἡ συμπεριπολήσασα τοῖς οἰκείοις θεοῖς· συνεπόλησε δὲ εἰ ἀθάνατος εἴη· εἰ γὰρ μὴ εἴη ἀθάνατος, δηλονότι οὔτε περιεπόλησεν οὔτε ἀνεμνήσθη· διὰ τοῦτο εἶπε πρῶτον περὶ ἀθανασίας τῆς ψυχῆς καὶ τῆς ἰδέας καὶ τῶν ἑξῆς, καὶ μετὰ τοῦτο εἰς ἃ μέλλει ἡμᾶς ἄγειν ὁ ἔρως, λέγω δὴ εἰς τὴν νοητὴν οὐσίαν καὶ τὸ θεῖον κάλλος καὶ ἁπλοῦν καὶ ἀτρεμές· «ὥσπερ γὰρ, φησὶν, ἐκεῖναι αἱ μανίαι, οὕτω καὶ αὕτη τὸ κάλλος τὸ νοητὸν τῇ ψυχῇ περιποιεῖ καὶ ἐνιδρύει αὐτὴν τοῖς θεοῖς» διὸ καὶ ἀρίστην τῶν μανιῶν αὐτὴν λέγει. Συνοψίζει δὲ πάντα τὰ εἰρημένα ἀνωτέρω ἐν τούτοις τοῖς ῥητοῖς. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ ἀπομερίζειν τὰς μανίας· ἐπιπλέκονται γὰρ ἀλλήλαις· οὔτε γὰρ ἡ τελεστικὴ οὔτε ἡ ποιητικὴ οὔτε ἡ μαντικὴ ἄνευ ἐρωτικῆς δύνανται εἶναι· ἴσως οὖν καὶ διὰ τοῦτο θειοτέρα ἡ ἐρωτική. —Τὸ δʼ ὑπερβατὸν τοῦτο ἔστιν· «ἔστι δὴ οὖν δεῦρο ὁ πᾶς ἥκων λόγος περὶ τῆς τετάρτης μανίας, ὡς ἄρα αὕτη πασῶν τῶν ἐνθουσιάσεων ἀρίστη» καὶ τὰ ἑξῆς. Τὸ λεγόμενον οὖν τοιοῦτόν τί ἐστιν· ἐπειδὴ περὶ ἐκείνων τῶν μανιῶν εἰρήκαμεν πόσα ἀγαθὰ παρέχουσι, περὶ δὲ ταύτης οὐδὲν εἰρήκαμεν, ἰστέον ὅτι πάντα τὰ εἰρημένα ἀνωτέρω διʼ αὐτὴν ἐξεθέμεθα· καὶ λέγει ποῖα ἀγαθὰ ἡ ἐρωτικὴ καὶ πῶς παρέχει, καὶ ὅτι ὁ πᾶς ἡμῖν λόγος καὶ ἡ σπουδὴ περὶ ταύτης τῆς ἐρωτικῆς μανίας ἐστιν, ὅτι κρείττων ἐστὶ πασῶν.
βʹ Ἣν ὅταν τὸ τῇδέ τις
Τὴν γὰρ ἀρχὴν τῆς ἀναμνήσεως ἀπὸ τῶν αἰσθήσεων ἔχει, οἷον τέθηπε τόδε τι τὸ κάλλος ὁ φιλόσοφος, καὶ ἀπὸ τούτου πᾶν τὸ σωματικὸν κάλλος, εἶτα τὸ ἐν τοῖς μαθήμασι, καὶ λοιπὸν διὰ τούτου ἀναμιμνῄσκεται, καὶ ποιεῖται τὴν ἄνοδον εἰς τὸ νοητὸν κάλλος.
γʹ Ἐπτέρωταί τε καὶ ἀναπτερούμενος
Τὴν ἀρχὴν, ὥσπερ ἂν εἴποι τις, τῆς ἀνόδου βούλεται εἰπεῖν, ὅτι ὥσπερ οἱ νεοττοὶ διὰ τὴν φυσικὴν κατασκευὴν ἐφίενται μὲν τοῦ πτῆναι, ἀδυνατοῦσι δὲ καὶ καταφέρονται, τὸν αὐτὸν τρόπον καὶ αἱ νεωστὶ ἀναγόμεναι ψυχαὶ τούτῳ τῷ πάθει ἀπεικάζονται· ἐφιέμεναι μὲν ἐκείνων, κάτω δὲ κατακρατήσασαι διὰ τὸ μήπω ἐνιδρυθῆναι ἐν αὐτοῖς, ἀδυνατοῦσιν ἐπὶ τὸ ἄνω ἀναπτῆναι καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ διανοητὰ γενέσθαι — τὰ γὰρ τῆς ψυχῆς νοήματα διανοητὰ λέγονται —, εἶθʼ οὕτως ἀπὸ τῶν διανοητῶν ἐπὶ τὰ νοητὰ ἀνάγεσθαι. —Τὸ δὲ βλέπων ἄνω, τῶν κάτω δὲ ἀμελῶν, τουτέστι προθυμούμενος ἀναχθῆναι καὶ καταφρονῶν τῶν ἀνθρωπίνων σπουδασμάτων, ὃ καὶ ἀνωτέρω εἶπε, οὐ δυνάμενος δὲ αὐτοῦ ἐκείνου τοῦ σπουδαζομένου καταδράξασθαι διὰ τὸ μὴ συνεθισθῆναι αὐτῷ.
δʹ Ὡς ἄρα αὕτη
Ὧδε ἀποδέδωκε τὸν πάντα λόγον, ὅτι κυρίως ἐραστὴς καλεῖται ὁ ταύτης τῆς μανίας ἐρῶν, εἰς τὸ νοητὸν κάλλος καὶ αὐτὸ τὸ καλὸν ἀναγόμενος καὶ συνανάγων τὰ παιδικά.
εʹ Καθάπερ γὰρ εἴρηται
Ἃ εἶπεν ἀνωτέρω, ταῦτα ἐν συντόμῳ πάντα συνάγεται· θεᾶται γὰρ τὰ ὄντα διὸ καὶ ἐφίεται· οὐ γὰρ ἂν ἐφίετο ὧν μήποτε ἐθεάσατο· διὰ τοῦτο οὖν πάντα τὰ ἀνωτέρω τὰ περὶ ψυχῆς εἶπε, δεικνὺς οἵων ἀγαθῶν αἴτιος ἡμῖν ὁ ἔρως γίνεται, ἀνάγων ἡμᾶς εἰς τὸ αὐτόκαλον. Φύσει δὲ εἶπεν ἐπειδὴ πᾶσα ψυχὴ φύσει τεθέαται τὰ ὄντα, ἀλλὰ οὐ πᾶσα ἔχει αὐτὰ προβεβλημένα καὶ ἐνεργὰ, διὸ οὐδὲ εὐχερῶς καίπερ φύσει αὐτὰ ἔχουσα ἀναμιμνῄσκεται τῶν ὄντων.
ςʹ Οὔτε ὅσαι βραχέως εἶδον
Συντόμως εἰπεῖν, ἃς εἶπεν αἰτίας τῆς καθόδου ἀνωτέρω, ταύτας νῦν λέγει αἰτίας εἶναι καὶ τοῦ μὴ ἀναμιμνῄσκεσθαι ῥᾳδίως. Ἱερῶν δὲ εἶπεν ἐπειδὴ ἱεροῖς καὶ ἀνακτόροις καὶ ἀδύτοις ἁγίοις ἀπεικάζει ἐκεῖνα τὰ θεάματα.
ζʹ Ὀλίγαι δὴ λείπονται
Αἱ ἀναμιμνῃσκόμεναι, τουτέστιν αἱ φιλοσοφοῦσαι ψυχαὶ, αἳ μήπω τῷ τῆς Λήθης ὕδατι βεβαπτισμέναι εἰσίν.
ηʹ Αὗται δὲ ὅταν τι
Αὗται δὲ αἱ τὴν μνήμην ἔχουσαι, ὅταν ἴνδαλμά τι καὶ εἴδωλον τῶν ἐκεῖ ἴδωσιν, οἷον τὸ κάλλος τὸ ἐν σώμασι, τότε οὐκέθʼ ἑαυτῶν γίνονται, τουτέστιν ἐξίστανται καὶ ἐκτὸς ἑαυτῶν γίνονται, καὶ ἀφίστανται τῶν κάτω καὶ ἐκπλήττονται, ἐκείνου ἀναμιμνῃσκόμεναι τοῦ κάλλους. — Ὃ δέ ἐστι τὸ πάθος ἀγνοοῦσι, τουτέστιν αἱ ψυχαὶ αἱ τούτου τοῦ κάλλους ἀντιλαμβανόμεναι — λέγει δὲ τὰς ἀρχομένας ἀνάγεσθαι — ἀγνοοῦσι τί πάσχουσι.
θʹ Δικαιοσύνης μὲν οὖν
Ὃ λέγει τοῦτό ἐστιν, ὅτι τῶν ἰδεῶν αἳ μὲν ἐπὶ πάντα διατείνουσιν, αἳ δὲ ἄχρι τινῶν· οἷον ἡ τοῦ κάλλους ἰδέα, ἐπειδὴ ἀπὸ τῆς πρώτης ἀρχῆς ἐστι καὶ τῆς καλλονῆς, ἐπὶ πάντα τὸν κόσμον διατενεῖ τὸ καλόν· διὸ καὶ πάντα ἐπιστρέφει. Ὃ λέγει οὖν τοῦτό ἐστιν, ὅτι τῆς δικαιοσύνης καὶ τῶν ὁμοίων οὐκ ἔστι φέγγος ἐν τοῖς τῇδε ὁμοιώμασιν, ὥσπερ ἐπὶ τοῦ κάλλους· ἦ γὰρ ἂν παρέσχεν ἡμῖν ἔρωτας δεινοὺς, εἴ τι τοιοῦτον ἦν ἴνδαλμα αὐτῆς· διʼ ὀργάνων δὲ καὶ συλλογισμῶν καὶ προτάσεων μανθάνομεν ὅτι ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη αἱρετὸν, ἐπειδὴ διὰ τῆς αἰσθήσεως αὐτῶν οὐκ ἀντιλαμβανόμεθα, οὐδὲ εἰς ἀνάμνησιν ἐρχόμεθα ὥσπερ ἐπὶ τοῦ κάλλους· εἰ μὴ ἄν τις δικαιοσύνην εἴποι σώματος τὴν συμμετρίαν τῶν ξηρῶν πρὸς τὰ ὑγρὰ καὶ ψυχρῶν πρὸς τὰ θερμά· ἡ δὲ τῆς ψυχῆς δικαιοσύνη οὐκ ἔστιν αἰσθήσει ληπτή. Πᾶσα δὲ ἡ Πολιτεία τῷ Πλάτωνι συντέτακται διὰ τὸ εὑρεῖν τὴν τῆς ψυχῆς δικαιοσύνην κατὰ τὴν τριμέρειαν τῆς ψυχῆς· καὶ τὴν πόλιν ἐκεῖ διεῖλεν εἰς φυλακικὸν, προπολεμοῦν, θητικόν· ὥσπερ γὰρ ἡ ἔξω δικαιοσύνη, οὕτω κατὰ ἀναλογίαν καὶ ἡ τῆς ψυχῆς· οἷον τότε εἰρηνεύει ἡ πόλις ὅταν κατακλιθῇ τὸ θητικὸν τῷ προπολεμοῦντι, καὶ τὸ προπολεμοῦν τοῖς ἄρχουσιν· ὅταν δὲ μὴ οὕτως ἔχῃ ἀλλὰ στασιάζῃ, ἀνατρέπεται πᾶσα ἡ πόλις καὶ οὐκ ἔχει δικαιοσύνην. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς δεῖ ἐκδέχεσθαι, ὅταν τὸ ἐπιθυμητικὸν ὑποκλίνηται τῷ θυμικῷ, τὸ δὲ θυμικὸν τῷ λόγῳ, τότε δικαιοσύνην ἔχει ἡ ψυχή. Ὅρα οὖν διὰ πόσων ὀργάνων καὶ πόσης δυσχερείας εἰκόνα ἐστὶ λαβεῖν δικαιοσύνης καὶ τῶν ὁμοίων· αὐτὸ δὲ τὸ κάλλος αὐτόθεν προσπίπτει ἡμῖν. — Τὸ δὲ τοῦ εἰκασθέντος γένος λέγει τὴν αὐτοδικαιοσύνην· δικαιοσύνη δέ ἐστιν ἡ ἰδιοπραγία τῶν τῆς ψυχῆς μορίων.
θʹ Κάλλος δὲ τότʼ ἦν ἰδεῖν λαμπρόν
Πανταχοῦ ὁ Πλάτων τὸν δεσπότην Ἥλιον ἀναλογεῖν λέγει τῇ πρώτῃ ἀρχῇ· ὥσπερ γὰρ ἐνταῦθα ὁ ἥλιος τοῦ αἰσθητοῦ παντὸς κόσμου δεσπότης ἐστὶν, οὕτως ἐπὶ τοῦ νοητοῦ ἐκείνη· καὶ ὥσπερ ἀπὸ τοῦ δεσπότου ἡλίου φῶς κατάγεται ὃ συζευγνύει καὶ συνάπτει καὶ ἑνοῖ τὸ ὁρατικὸν πρὸς τὸ ὁρατὸν, τὸν αὐτὸν τρόπον καὶ τὸ ἀπὸ τοῦ πρώτου θεοῦ προιὸν φῶς — λέγει δὲ αὐτὸ ἀλήθειαν — συζευγνύει τὸν νοῦν τῷ νοητῷ. Ὁρᾷς οὖν ὅτι τοῦτο μιμεῖται τὸ κάλλος· οἷον γὰρ φῶς ἐστιν ἐξαποσταλὲν ἀπὸ τῆς πηγῆς τῶν νοητῶν ἐπὶ τὸν τῇδε κόσμον, καλοῦν πρὸς ἑαυτὸ καὶ ἑνωτικὸν γινόμενον τῶν ἐρώντων πρὸς τὸ ἐραστὸν, διὸ καὶ διʼ αὐτοῦ ἡ ἀναγωγὴ γίνεται. Συνοψίζει οὖν ἐνταῦθα τὰ τῶν νοητῶν πάντων, λέγων ὅτι εἰς τοῦτο ἔστιν εἰς ὃ ἀνάγει ὁ ἔρως· τὸ γὰρ ἐνταῦθα κάλλος ἀμυδρόν ἐστι καὶ αἰσθητὸν, ὡς καὶ τὸ φῶς τὸ ἐνταῦθα συμμιγὲς ἀέρι ἐστὶ καὶ εἰς ἀνάμνησιν τοῦ αὐτοκάλλους ἀναμιμνῄσκει ἡμᾶς. — Κάλλος δὲ τότʼ ἦν ἰδεῖν, ἀντὶ τοῦ· τὸ δὲ αὐτόκαλλος ἀστράπτον, μὴ ἔχον μῖξιν τοῦ ἐναντίου, ἀλλὰ αὐτόκαλον.
ιʹ Ὅτε σὺν εὐδαίμονι
Τουτέστιν ὅτε περιεπολοῦμεν τοῖς οἰκείοις θεοῖς ἅμα. Εὐδαίμων δὲ χορός ἐστιν αἱ τῶν θείων ψυχῶν συμπεριπολήσεις, διὸ καὶ χορὸν ἐκάλεσε διὰ τὸ ἡνωμένον· ὅπερ ἀνωτέρω εἶπε· «τῷ δʼ ἕπεται στρατιὰ θεῶν» καὶ τὰ ἑξῆς, νῦν χορὸν ἐκάλεσε. Καλῶς δὲ εὐδαίμονα ἐκάλεσε· τῷ γὰρ ὄντι ὁ θεώμενος ἐκεῖνα τὰ εἴδη εὐδαιμονῶν ἐστὶ καὶ μακάριος.
ιαʹ Μετὰ μὲν Διὸς ἡμεῖς
Ἐν τῷ Τιμαίῳ φησὶν ὁ Πλάτων ὅτι ποιήσας ὁ δημιουργὸς τὸν κόσμον ἐνέσπειρε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, οὐχ ὅτι εἰ τύχοι χιλίας ἐποίησε — δῆλον μὲν γάρ· ἀλλʼ ὅμως κατὰ τὰ εἴδη ἀκούσομεν. Ποιήσας οὖν Ἡλιακὰς, Σεληνιακὰς, Διίας, ἔσπειρε τὰς μὲν εἰς γῆν, τὰς δὲ ἀλλαχοῦ. Λέγει οὖν νῦν ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς ὡς τὸν οἰκεῖον θεὸν ἐπιγνοὺς ὁ Πλάτων. Τοῦτο γάρ ἐστιν εὐδαιμονία ἀνθρωπίνης ψυχῆς, τὸ συμπεριπολῆσαι τοῖς οἰκείοις θεοῖς· οὐδὲ γὰρ ὑπερβῆναι θεοὺς δυνατόν.
ιβʹ Καὶ ἐτελοῦντο
Τελετὴ ἐκλήθη, καθὼς ἤδη εἴπομεν, παρὰ τὸ τελέαν τὴν ψυχὴν ἀποτελεῖν. Ὁρᾷς οὖν ὅτι τελέα ἦν ἡ ψυχή· ἐνταῦθα δὲ μεμέρισται καὶ οὐ δύναται ἐνεργῆσαι ὅλη καθʼ ἑαυτήν. Εἶπε δὲ ἣν θέμις εἰπεῖν· οὐ γὰρ ἁπλῶς ἡ θέα ἐστὶν ἡ μακαριωτάτη· ὁ γὰρ ὁρῶν ὡς ἄλλος ἄλλο ὁρᾷ, δεῖ δὲ καὶ ἕνωσιν γενέσθαι· ἡ ἐνίδρυσις οὖν εἴη ἂν ἡ μακαριωτάτη. Εἰδέναι δὲ δεῖ ὅτι ἄλλο ἐστὶ τελετὴ, ἄλλο μύησις, ἄλλο ἐποπτεία. Ἡ μὲν οὖν τελετὴ ἀναλογεῖ τῇ προπαρασκευῇ καθαρμοῖς καὶ τοῖς ὁμοίοις· ἡ δὲ μύησις, ἥτις παρὰ τὸ μύειν ἐλέχθη τοὺς ὀφθαλμοὺς, θειοτέρα ἐστί· τὸ γὰρ μύειν τοὺς ὀφθαλμοὺς, τοῦτο ἔστι τὸ μηκέτι αἰσθήσει λαβεῖν ἐκεῖνα τὰ θεῖα μυστήρια, ἀλλὰ αὐτῇ ψυχῇ καθαρᾷ· τὸ δὲ τῆς ἐποπτείας τὸ ἐνιδρυθῆναι αὐτοῖς καὶ ἐπόπτην αὐτῶν γενέσθαι. —Τὸ δὲ ὀργιάζομεν ὅτι τὸ τὰ ὄργια μετιέναι καὶ τὰ μυστήρια ὀργιάζειν λέγεται.
ιγʹ Ὁλόκληροι μὲν αὐτοὶ ὄντες
Τῷ ὄντι ὡς ἐπόπτης ἐκεῖνα τὰ θεῖα μυστήρια φθέγγεται ὁ Πλάτων. — Ὁλόκληροι ἀντὶ τοῦ τέλειοι. — Ὅσα δὲ ἐν ὑστέρῳ εἶπεν, ὅτι ἡ τοῦ σώματος κοινωνία αἰτία γίνεται τῆς πτώσεως τῆς ψυχῆς. —Διὰ δὲ τοῦ ἀτρεμῆ τὸ ἑδραῖον καὶ σταθερὸν τῶν νοητῶν ἐνδείκνυται. —Τὸ δὲ μυούμενοι καὶ ἐποπτεύοντες ὡς ἀπὸ τῶν τελετῶν τῶν ἐν Ἐλευσῖνι λέγει. — Ἐν αὐγῇ καθαρᾷ καθαροὶ ὄντες, ὅτι ἡ ἐνταῦθα αὐγὴ οὐκ ἔστι καθαρά· συμμέμικται γὰρ τῷ ἀέρι. — Καθαροὶ δὲ ὄντες εἶπεν ἐπειδὴ μὴ καθαρῷ καθαροῦ ἅπτεσθαι οὐκ ἔστι θεμιτόν. —Ἀσήμαντοι δὲ μὴ περιφέροντες τοῦτο τὸ σημεῖον. — Ὀστρέου τρόπον ἐπειδὴ ὡς τὰ ὄστρεα ἐνδεδεμένα εἰσὶν, οὕτω καὶ ἡμεῖς ἐνταῦθα.
ιδʹ Ταῦτα μὲν οὖν μνήμῃ κεχαρίσθω
Σύνοψιν ποιεῖται καὶ ὑπόμνησιν τῶν ἄνω εἰρημένων, λέγων ὅτι ταῦτα μνήμῃ παραπεμπέσθωσαν· διὰ τοῦτο δὲ καὶ ἐβράδυνεν ἐν αὐτοῖς ἐθίζων ἡμᾶς τοῖς τοιούτοις ἐμβραδύνειν. Ἡ γὰρ συνεχὴς μνήμη τῶν νοητῶν ἔθος ἡμῖν ποιεῖ ἐν ἐκείνοις διατρίβειν· ὥσπερ εἰκότως ἐνδιέτριψεν ἐν ἐκείνοις, ἅτε δὴ ἐνθουσιῶν περὶ αὐτὰ — τουτέστι τὰ νοητὰ — ἐνδεικνύμενος τίς ἐστιν ἡ ἔργῳ ἀνάμνησις. Ταῦτα μὲν οὖν ἀναμνησθέντες περὶ τῶν νοητῶν πραγμάτων εἰρήκαμεν. — Κεχαρίσθω δὲ εἶπεν ἐπειδὴ αἱ Χάριτές εἰσιν αἱ πάντα ἐράσμια ποιοῦσαι. —Δύναται δὲ καί τις καὶ τὸ μακρότερα οὕτως ἐξηγήσασθαι, ὅτι τῇ μὲν λέξει καὶ ταῖς συλλαβαῖς ὀλίγα εἰσὶ τὰ λεχθέντα, δυνάμει δὲ μακρότατα. Οὕτω καὶ ἐν τῷ Συμποσίῳ ἐποίησε, λέγων τὸν τῆς Διοτίμας περὶ τοῦ Ἔρωτος λόγον διὰ λέξεων ὀλίγων, τῇ δὲ δυνάμει μέγιστον λόγον εἶπε.
ιεʹ Περὶ δὲ κάλλους ὡς εἴπομεν
Βούλεται εἰπεῖν περὶ τοῦ ἐρωτικοῦ πῶς ἀνάγεται ἀπὸ τοῦ τῇδε κάλλους ἐπὶ τὸ νοητὸν κάλλος· ὃ λέγει οὖν τοῦτο ἔστιν, ὅτι τὸ νοητὸν κάλλος ἐν τῇ νοητῇ οὐσίᾳ μετʼ ἐκείνων τῶν θεαμάτων ἐξέλαμψεν, ἀφʼ οὗ καὶ τοῦτο τὸ αἰσθητὸν κάλλος ἐξέλαμψεν. Ὥσπερ γὰρ τὸ φῶς ἀπὸ τοῦ ἡλίου ἀρχόμενον εἰς πάντα τὸν αἰσθητὸν κόσμον ἐκλάμπει, οὕτως καὶ τὸ κάλλος ἀπὸ τῶν νοητῶν ἀρξάμενον διαβαίνει ἐπὶ τὸν αἰσθητὸν κόσμον. Ἐναργεστάτην δὲ τῶν αἰσθήσεων καλεῖ τὴν ὄψιν ὡς πρὸς τὰς ἄλλας αἰσθήσεις· τῶν γὰρ ἄλλων αἰσθήσεων αὕτη ἐστὶν ἡ ὀξυτάτη· διὸ καὶ πυρὶ αὐτὴν παραβάλλουσιν οἱ τὰς αἰσθήσεις τοῖς στοιχείοις παραβάλλοντες. Ἔσται δέ σοι δῆλον ἐντεῦθεν· ὅταν γὰρ ἅμα ψόφῳ ὁρατὸν παραγένηται, τουτέστιν ἅμα βροντῇ ἀστραπὴ, πρότερον ὁρῶμεν τὴν ἀστραπὴν, εἶθʼ οὕτως χρόνῳ ὕστερον ἀφικνεῖται ὁ ψόφος εἰς τὴν ἡμετέραν ἀκοήν. Διὰ τί δέ; Δῆλον ὅτι ἐπειδὴ ἡ ὄψις ἀχρόνως ὁρᾷ, αἱ δὲ ἄλλαι αἰσθήσεις χρόνου δέονται. Ἀναλογεῖ δὲ καὶ νῷ ἡ ὄψις· ὥσπερ γὰρ ἐν ἀμερεῖ τὰ πάντα ὁρᾷ ὁ νοῦς, οὕτω καὶ ἡ ὄψις· τὸ γὰρ διάστημα τὸ ἐντεῦθεν μέχρις οὐρανοῦ εὐθέως ὁρᾷ.
ιςʹ Δεῦρό τʼ ἐλθόντες κατειλήφαμεν αὐτό
Ἀνάμνησιν γὰρ αὐτὸ ἐνταῦθα βούλεται ἐκείνου τοῦ κάλλους. Τὸ δὲ ᾗ φρόνησις οὐχ ὁρᾶται, ᾗτινι αἰσθήσει καὶ ὄψει οὐχ ὁρᾶται ἡ φρόνησις, ἐπειδὴ ἀσωμάτων ἐστὶν ἡ φρόνησις καὶ ἐν ἀσωμάτῳ οὐσίᾳ τῆς ψυχῆς ὁρᾶται. Τί οὖν οἱ φιλόσοφοι οὐ περὶ ἐκεῖνα μᾶλλον ἐπτόηνται, λέγω δὴ φρόνησιν, δικαιοσύνην καὶ τὰ ὅμοια; Ἀλλὰ λέγομεν ὅτι νῦν οὐ περὶ τῶν φιλοσόφων τῶν ἤδη ἀναχθέντων ἀπὸ τῶν εἰδῶν ἐπὶ τὰ νοητὰ λέγει, ἀλλὰ περὶ τοῦ ἐρωτικοῦ τοῦ διὰ τοῦ κάλλους ἐπʼ ἐκεῖνα· ἔστι δὲ τὸ ἐρωτικὸν πλάτος πολύ.
ιζʹ Νῦν δὲ κάλλος μόνον
Ἐπειδὴ ἀναλογεῖ τῷ φωτί — τὸ γὰρ ἀπὸ τοῦ ἡλίου φῶς συνδετικόν ἐστιν ὁρατικοῦ καὶ ὁρατοῦ· συζεύγνυται γὰρ ὅρασις ὁρατῷ· καὶ τούτων γίνεται τὸ φῶς δεσμός —, τὸν αὐτὸν τρόπον καὶ τὸ κάλλος συνδετικόν ἐστι καὶ ἑνωτικὸν τῆς ψυχῆς πρὸς ἀναγωγὴν τῶν νοητῶν. Ἔσχεν οὖν τοιαύτην μοῖραν τὸ κάλλος. τὸ διεγείρειν ἡμᾶς καὶ κινεῖν τὴν ψυχὴν ἐπὶ τὰ νοητά.
ιηʹ Ὁ μὲν οὖν μὴ νεοτελής
Τοῦ ἐπιστήμονός ἐστι καὶ τὰς πτώσεις καὶ τὰ ἐναντία τῶν πραγμάτων θεωρεῖν, ὡς καὶ ἰατροῦ τὰ ὑγιεινὰ καὶ νοσώδη. Βούλεται οὖν διὰ τῶν νῦν λεγομένων τὰς ἀποπτώσεις τοῦ ἔρωτος θεωρεῖν καὶ εἰπεῖν πῶς ὑποφέρεται εἰς ἀκολασίαν· ὕστερον γὰρ λέγει καὶ τὰ κατορθώματα, ὅτι φησὶν «ἡ ψυχὴ ἡ μὴ νεοτελὴς, ἡ μὴ πολυθεάμων, ἡ συντυχίᾳ καὶ λήθῃ χρησαμένη, ὁρῶσα τὸ κάλλος οὐ σέβεται, ἀλλὰ δίκην τετράποδος ζῴου βαίνειν εἰς αὐτὸ ἐπιχειρεῖ.» —Τῷ δὲ βαίνειν ἐχρήσατο ὅπερ μᾶλλον τοῖς ἀλόγοις ζῴοις ἁρμόζει. — Διεφθαρμένος δὲ ὁ μὴ ἔχων τὴν μνήμην. — Οὐκ ὀξέως ἐνθένδε δὲ, τουτέστιν ἀπὸ τῶν αἰσθητῶν καλῶν ἀναπέμπεται ἐπὶ τὸ νοητὸν καλόν. —Καλῶς δὲ ἐπωνυμίαν εἶπεν, ἐπειδὴ βούλεται πρώτως τὰ ὀνόματα κεῖσθαι τοῖς νοητοῖς, καὶ τοὺς σοφοὺς κατανοήσαντας τοῖς εἴδεσιν οὕτω τὰ ἐνταῦθα ἐξ ἐκείνων ἐπονομάσαι. Ὁ δὲ φιλόσοφος Ἀριστοτέλης τοῖς πράγμασι τοῖς αἰσθητοῖς πρώτως βούλεται κεῖσθαι τὰ ὀνόματα. — Θεώμενος οὖν, φησὶ, τὸ αἰσθητὸν κάλλος οὐκ ἀναμιμνῄσκεται ἀπʼ αὐτοῦ ἐκείνου τοῦ κάλλους, ὥστε οὐ σέβεται προσορῶν· Ὥσπερ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὁ εὐσεβὴς καὶ σώφρων ἀνὴρ προσκυνεῖ, ὡς ὁμοιότητά τινα ἔχοντα πρὸς τὰ θεῖα, οὕτως καὶ ὁ ἐρωτικὸς τὸ ἐνταῦθα κάλλος ὁρῶν ὡς ὁμοιότητα ἔχον πρὸς τὸ θεῖον κάλλος, σέβεται ὡς ἄγαλμα. Τὸ δὲ ἡδονῇ παραδοὺς τετράποδος νόμῳ οἷον ἄν τις ὡς αἰχμάλωτος ὑπὸ τῆς ἡδονῆς βληθεὶς καὶ συρόμενος ὑπʼ αὐτῆς, οὐ νόμῳ ἀνθρωπίνῳ κοινωνεῖν ἐπιχειρεῖ, ἀλλὰ τετράποδος δίκην βαίνειν ἐπιχειρεῖ καὶ παιδοσπορεῖν, τουτέστιν εἰς παῖδας σπείρειν καὶ ἀνόνητα ποιεῖν, ὥσπερ καὶ ὁ εἰς πέτρας σπείρων, καὶ ὕβρει δὲ προσομιλῶν οὐ δέδοικε τὸν τῆς Ἀδραστείας νόμον, οὐδὲ αἰσχύνεται.
ιθʹ Ὁ δὲ ἀρτιτελής
Ταῦτα εἰπὼν περὶ τῆς ἀποπτώσεως, λοιπὸν περὶ τοῦ ἀναγομένου βούλεται εἰπεῖν, τοῦ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους ἀναγομένου ἐπʼ ἐκεῖνο τὸ κάλλος· οὐ κάλλος δὲ μόνον εἶπεν, ἀλλὰ καὶ θεοειδὲς προσέθηκε, διὰ τοῦ θεοειδοῦς δεικνὺς τὴν ὁμοιότητα τῶν τῇδε πρὸς τὰ ἐκεῖ. Θεοειδὲς γὰρ φαίνεται τοῦτο τὸ αἰσθητὸν κάλλος τῷ θεωμένῳ καὶ διʼ αὐτοῦ εἰς ἀνάμνησιν ἐρχομένῳ τοῦ νοητοῦ καὶ διʼ αὐτοῦ ἀναγομένῳ. Εὖ δὲ μεμιμημένον, ὅτι ὅταν κατακρατήσῃ ὁ λόγος ὁ φυσικὸς, τότε ἄριστα ἔχει τὸ ζῷον.
κʹ Πρῶτον μὲν ἔφριξε
Τὰ συμβαίνοντα ἡμῖν περὶ τὴν ἀνθρωπίνην ἐνέργειαν ταῦτα λέγει περὶ ἐκείνης τῆς θέας. Δεῖ δὲ ταῦτα ζωτικῶς ἐκδέχεσθαι καὶ νοερῶς· ὥσπερ γὰρ ἐνταῦθα θάμβος ἡμᾶς καταλαμβάνει καὶ ἔκπληξις, οὕτω καὶ ἐπὶ θέας θεῶν, οὐ τοιοῦτον δὲ οἷον ἐπὶ θέας πολεμίων ἐπελθόντων, ἀλλὰ κατὰ τὸ κρεῖττον τούτου τοῦ φόβου, διὰ τὸ ὑπερπλῆρες τῶν θεῶν. Δεῖ τοίνυν τὴν ἀνθρωπίνην ψυχὴν ὑποκατακλίνεσθαι τοῖς θεοῖς τοῖς ὑπερέχουσι τὴν ἡμετέραν δύναμιν καὶ φρίττειν αὐτοὺς, οὐχ ὡς δεινοὺς καὶ φοβεροὺς καὶ ἀντιτύπους· ταῦτα γὰρ τῆς ὕλης καὶ τῶν γηγενῶν τὰ δείματα. Τὴν διέγερσιν οὖν τὴν ἐπʼ ἐκεῖνα φρίκην ἐκάλεσε, τὴν διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. — Τῶν τότε δὲ δειμάτων, τῶν θεαμάτων ἐκείνων, τῶν θείων φόβων, οὐ τῶν φόβων τῶν ὡς πρὸς πολεμίους ὅπερ γὰρ ἐνταῦθά ἐστιν ἱδρὼς, τοῦτο ἐκεῖ ὁ θεῖος φόβος. — Ὡς θεὸν, ὡς ἄγαλμα αὐτὸν θεοῦ· καὶ ἔθυσεν ἂν, εἰ μὴ ἐφοβεῖτο, ὡς ἀγάλματι τοῖς παιδικοῖς. Δῆλον δὲ ὅτι οὐκ αὐτῷ λέγει, ἀλλὰ τῷ κάλλει, οὗπέρ ἐστιν ἴνδαλμα καὶ ὁμοίωμα καὶ εἰκὼν, τουτέστι τῷ νοητῷ· καὶ γὰρ καὶ ἐνταῦθα οἱ τοῖς ἀγάλμασι θύοντες οὐκ αὐτῇ ὕλῃ θύουσι καὶ ταῖς εἰκόσιν, ἀλλὰ τοῖς θεοῖς.
καʹ Ἰδόντα δʼ αὐτόν
Βούλεται εἰπεῖν τὰ συμβαίνοντα περὶ τὴν θέαν καὶ τὴν ἀνάμνησιν τοῦ νοητοῦ κάλλους ἰδόντα τὸ κάλλος καὶ ἐκ τούτου ἀναπεμπαζόμενον ἐπὶ τὸ νοητὸν κάλλος· ἐκ γὰρ τῆς φρίκης μεταβολὴ λαμβάνει· διττὴ δὲ ἡ μεταβολὴ, ἡ μὲν ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὴν γένεσιν μεταβολὴ, ἣν καὶ ἀπόπτωσιν εἶπε τῆς ψυχῆς, ἣ δὲ ἀπὸ τῆς γενέσεως ἐπὶ τὸ νοητὸν, ἣν θέαν καλεῖ. Νῦν οὖν περὶ τῆς πτεροφυήσεως βούλεται εἰπεῖν πῶς ἄρχεται τὸ πτερὸν ἄρδεσθαι· πάντα δὲ ταῦτα μεταφορικῶς λέγει. Ἱδρώς, τουτέστι θεῖος ἱδρώς· ἐνταῦθα γὰρ οὖσα ἡ ψυχὴ τῷ ὄντι ἱδροῖ, ἕως οὗ καταδράξηται τοῦ νοητοῦ· τῆς οὖν γενέσεως σημεῖόν ἐστιν ὁ ἱδρώς· ἱδρὼς οὖν τοιοῦτος λαμβάνει ὡς ἀποθέσθαι τὴν γενεσιουργὸν ἐνέργειαν. Ἡ δὲ θερμότης οἶδας ὅτι ζωτική ἐστι· καὶ γὰρ καὶ τὰ ἐνταῦθα πάντα διὰ τῆς θερμότητος σῴζεται· ἔσται οὖν ἡ θερμότης ἡ ἀναγωγὸς δύναμις τῆς ψυχῆς τῆς διὰ πυρὸς ζώσης τῶν νοητῶν. Τὸ δὲ ἀήθης εἶπεν ἐπειδὴ πρὸ τούτου οὐκ εἶχε τοιαύτην θερμότητα, ἐν ὅσῳ ἦν περὶ τὴν γένεσιν ἀναστρεφομένη· μήπω γὰρ ἀναμνησθεῖσα τῶν νοητῶν, οὔπω εἶχε τοιαύτην θερμότητα ἐνεργόν. Ἐπειδὴ δὲ ἤρξατο ἀναμιμνῄσκεσθαι, θερμαίνεται καὶ ἀνάγεται· καὶ γὰρ καὶ ἐνταῦθα ἡ θερμότης ἀναφέρει τὸ ὑγρὸν ἐπὶ τὸ ἄνω.
κβʹ Δεξάμενος γὰρ τοῦ κάλλους
Διὰ γὰρ τῶν ὀμμάτων ἡ ἀνάμνησις γίνεται. Τὴν δὲ ἀπορροὴν ἀντὶ τοῦ εἴδωλα τοῦ κάλλους. — Δεξάμενος, ἐπειδὴ μερικῶς τῶν τῇδε ἀντιλαμβάνεται. — Ἐθερμάνθη δὲ ἀντὶ τοῦ ἀπεκινήθη, καθὸ ἡ ἀναγωγὸς αὐτῆς δύναμις ἄρχεται ἄρδεσθαι, ὥσπερ καὶ ἀνθεῖν. Τὸν αὐτὸν δὲ τρόπον ἂν εἴποι τις ἐπὶ τῶν καλύκων τῶν ῥόδων ὅτι μεμυκότα ἐστὶ, θερμανθέντα δὲ ἐξαπλοῦται· λέγει δὲ περὶ τῆς ἐξαπλώσεως καὶ ἀνόδου τῆς ψυχῆς. — Θερμανθέντα δὲ ἐτάκη· τότε γὰρ ἦν συμμεμυκότα ὑπὸ σκληρότητος, νῦν δὲ ἐτάκη καὶ διελύθη καὶ εὔλυτα γέγονε πάντα τὰ γενεσιουργὰ πρὸς ἀναγωγήν. Δύναται δὲ τὸ ἐτάκη ὡς ἐπὶ τοῦ κηροῦ λαμβάνεσθαι, ἀντὶ τοῦ διελύθη καὶ ἥπλωται· καὶ γὰρ ὁ κηρὸς τηκόμενος χέεται καὶ διαλύεται. Καὶ ἐνταῦθα δὲ σημεῖον ψυχῆς σπουδαίας ποιούμεθα, τὸ ἐξ ὀλίγων ἀφορμῶν καὶ μαθημάτων πολλὰ δύνασθαι τεκεῖν. Καὶ ἐνταῦθα οὖν ἐκ τῆς θέας καὶ τῆς προσβολῆς τοῦ κάλλους φησὶν ὅτι ἐθερμάνθη καὶ ἡπλώθη καὶ ἐπὶ τὰ ὅλα ἀνελθεῖν ἠδυνήθη τὰ περὶ τὴν ἔκφυσιν, ἃ πάλαι ὑπὸ σκληρότητος συμμεμυκότα ἦσαν, τουτέστιν αἱ δυνάμεις τῆς ψυχῆς, αἵτινες διὰ τὴν γένεσιν συμμεμυκυῖαι ἦσαν, ἤρξαντο εὐρύνεσθαι ὑπὸ θερμότητος καὶ τῆς ἀναγωγοῦ δυνάμεως.
κγʹ Ἐπιρρυείσης δὲ τῆς τροφῆς
Φυσικῶς ἔχει πᾶσα ψυχὴ ἀνθρωπίνη τὸ ἀνάγεσθαι· τοῦτο οὖν λέγει τὴν δύναμιν αὐτῆς τὴν τότε ἐν βάθει κεκρυμμένην καὶ ἐνέργειαν. — Ὤιδησε καὶ ηὔξησε καὶ εἰς ὄψιν ἤγαγεν ἡ ῥίζα καὶ ὁ τοῦ πτεροῦ καυλὸς καὶ ἡ ἀναγωγὸς δύναμις ἀνεκινήθη. — Ὑπὸ πᾶν τὸ τῆς ψυχῆς, ἀντὶ τοῦ πᾶσα· οὐ γὰρ τὸ μὲν αὐτῆς ἀνάγεται, τὸ δὲ οὔ, ἀλλὰ πᾶσα. — Πᾶσα γὰρ ἦν· ἀντὶ τοῦ· εἶχε τὰς ἀναγωγοὺς δυνάμεις. —Τὸ δὲ ζεῖ οὖν· ὥσπερ ἐνταῦθα τὸ ζέον τὸ ὑπερβολῇ θερμὸν ἀκούομεν, οὕτω καὶ ἐπὶ ψυχῆς ζέσιν λέγομεν τὴν ὑπερβολὴν τῆς ἐφέσεως τῆς ἀναγωγοῦ· ζεῖ οὖν τοῦτο λέγει, τουτέστι σφοδροτάτην ἔχει τὴν ἔφεσιν καὶ τὴν ὁρμὴν τὴν ἐπὶ τὰ ἄνω. — Ἀνακηκίει, τουτέστιν ἀναπηδᾷ καὶ ἐνθουσιᾷ καὶ ἐκβακχεύεται· ὁ ποιητής· ... πολὺς δʼ ἀνεκήκιεν ἱδρώς.
κδʹ Καὶ ὅπερ τὸ τῶν ὀδοντοφυούντων
Ὥσπερ, φησὶ, περὶ τὴν ἀρχὴν τῆς ἐκφύσεως τῶν ὀδόντων γίνεται γαργαλισμὸς, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀναμνησθεῖσα ἐφίεται τῶν ἄνω καὶ ἠρεμεῖν οὐκ ἀνέχεται καὶ ὀδυνᾶται ὡς ἔτι κατεχομένη ἐνταῦθα, ἐφιεμένη δὲ ἐκείνων. —Ὅρα δὲ πόσαις μεταφοραῖς ἐχρήσατο ὁ Πλάτων· νῦν ἀπὸ τῆς ὀδοντοφυίας, ἀνωτέρω ἀπὸ τῶν λεβήτων ὅτε ἔλεγε ζεῖ, καὶ ἀπὸ τῶν τετραπόδων καὶ τῶν ἄλλων εἶπεν.
κεʹ Ὅταν μὲν οὖν
Περὶ τῆς ἀναγωγῆς τῆς ψυχῆς ἐστιν ὁ λόγος· καὶ ἐπειδὴ ἀναγομένη κατέχεται ἐνταῦθα πρὶν τέλεον ἀναχθῇ, βούλεται ὥσπερ σύμμιξιν ἡδονῆς καὶ λύπης εἰπεῖν, καί φησιν ὅτι ὅταν μὲν ὁρᾷ πρὸς τὸ κάλλος τοῦ παιδὸς, τρέφεται καὶ ἄρδεται καὶ ἥδεται τῇ μνήμῃ τῶν ἐκεῖ· ἡ γὰρ ἀνάμνησις τῶν εἰδῶν καὶ τῶν νοητῶν ἀπὸ τῶν ἐντεῦθεν γίνεται· διὸ ὁρῶν τὸ κάλλος καὶ τὰ μέρη τὰ ἐπιόντα ἀπὸ τοῦ καλοῦ οἷον εἴδωλά τινα, τρέφεται καὶ γέγηθε καὶ ἀνάγεται ἐπὶ τὸ νοητόν· ἀπόντος δὲ τοῦ καλοῦ μέμυκε καὶ οὐκέτι ἄρδεται τὸ πτερὸν, ἀλλὰ αὐαίνεται. Τοῦτο δὲ εἶπε τὸ αὐαίνεται ἀπὸ μεταφορᾶς τῶν δένδρων. Σύμφωνα δέ ἐστι τὰ λεγόμενα τοῖς λεχθεῖσιν ἐν τῷ Συμποσίῳ περὶ τῆς γενέσεως τοῦ Ἔρωτος, ἔνθα ἔλεγεν ἐκ Πενίας καὶ Πόρου γεγεννῆσθαι τὸν Ἔρωτα· ἐπειδὴ γὰρ οὐκ ἔστι τῶν εὐπόρων θεῶν τῶν ἀεὶ ἡνωμένων τοῖς πρώτοις αἰτίοις, οὔτε μὴν τῆς ὕλης καὶ τῆς ἐνδείας ἀλλὰ τῶν μέσων, τὴν μεσότητα βουλόμενος αὐτοῦ ἐκ —φῆναι, ἐκ Πενίας καὶ Πόρου αὐτὸν εἶπε· καὶ ἐνταῦθα οὖν μικτήν τινα αὐτοῦ τὴν ἐνέργειαν παραδίδωσι τὴν ἐξ ἡδονῆς καὶ λύπης. Μέρη δὲ ἐπιόντα εἶπεν ἀντὶ τοῦ εἴδωλα, διὰ τὸ μεριστὸν τῶν ἐνταῦθα πραγμάτων καὶ ἔνυλον· ἐνταῦθα δὲ τὸ κάλλος μεριστόν ἐστι, καὶ οὐχ ὁλοῦ τοῦ εἴδους ἐνταῦθα λαμβάνομεν, ἀλλὰ ὧν δύναται ἡ φύσις μετασχεῖν· ἐκεῖ δὲ τὸ κάλλος ἡνωμένον ἐστὶ καὶ ἀδιάφθορον. — Ἵμερος δὲ καλεῖται, ὅτι ἐν τῷ Κρατύλῳ φησὶν ὡς ἵμερος ἐρρέθη παρὰ τὸ ἱέμενος ῥεῖν· ἐκεῖ γάρ φησι τὴν τῶν ὀνομάτων ὀρθότητα κεῖσθαι ἐπὰν συμφωνῇ τῷ πράγματι· ἐνταῦθα δὲ ἵμερος εἴρηται παρὰ τὴν ἀπορροὴν τὴν ἀπὸ τοῦ κάλλους, ἀπὸ τοῦ εἰσρεῖν, ὅταν τὰ μέρη τοῦ κάλλους τὰ ἐπιόντα εἰσδεξάμενος διὰ τῶν ὀμμάτων ἄρδηται καὶ θερμαίνηται καὶ αὔξηται καὶ τρέφηται ἡ ψυχή. —Ὅρα δὲ καὶ πόσαις μεταφοραῖς κέχρηται· καὶ νῦν γὰρ τῇ ἀπὸ τῆς ἀρδείας τῶν φυτῶν κέχρηται. Θέρμην δὲ λέγει τὴν ζωτικὴν, ὡς καὶ τὰ λόγιά φασι· θέρμῃ ψυχοῦσα τὰ πάντα.
Τὸ δὲ λωφᾷ τε καὶ γέγηθεν ὁρῶσα τὸ κάλλος παρόν — εἰ μὴ ὡς πρὸς τὸ φαινόμενον κάλλος ἐξηγήσαιτό τις — εἴποι ἂν ὅτι, ὅταν τὸ ἀπὸ τοῦ νοητοῦ κάλλους διαδύνῃ εἰς τὴν ψυχὴν, ἀπὸ τοῦ εἰσρεῖν κληθείη ἂν ἵμερος, καὶ ἐν ὅσῳ ἐσμὲν πρὸς τοῖς νοητοῖς καὶ τῇ θεωρίᾳ ἐκείνῃ, χαίρομεν καὶ γέγηθεν ἡ ψυχή.
κςʹ Ὅταν δὲ χωρὶς γένηται
Μεταφορικῶς πάντα λέγει καὶ ὡς ἀπὸ τῆς ἀρδείας τὸν αὐχμὸν λαμβάνει, ὅταν μὴ ἄρδηται τὸ φυτὸν ὅτι αὐαίνεται. Ὅταν οὖν ἡ ψυχὴ μηκέτι ἄρδηται τούτῳ τῷ κάλλει, ἀλλὰ γένηται ἐν τῇ γενέσει καὶ ἀποστῇ τῶν νοητῶν, ἐμποδίζεται.
κζʹ Ἧι τὸ πτερὸν ὁρμᾷ
Καθὸ ἄρξεται φύειν τὸ πτερόν. — Αὐαίνεται, τουτέστιν ἡ ἀναγωγὸς αὐτῆς δύναμις ἐμποδίζεται καὶ κατέχεται τῇ γενέσει. — Τὰ τῶν διεξόδων στόματα· τῷ ὄντι γὰρ πολλαῖς μεταφοραῖς κέχρηται· καὶ τοῦτο γὰρ τὸ ῥητὸν ὥσπερ πηγῇ ἀπεικάζων εἶπεν.
κηʹ Ἡ δʼ ἐντὸς μετὰ τοῦ ἱμέρου
Πάλιν ἐνταῦθα τὰ σφύζοντα εἶπεν ἀπὸ μεταφορᾶς τῶν φλεγμαινόντων· ὥσπερ γὰρ ἐπὶ τῶν φλεγμαινόντων ἐπείγεται ἐξελθεῖν ἔξω τὸ ὑγρὸν, κατέχεται δὲ τῇ παχύτητι τοῦ περιέχοντος σώματος, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἐνταῦθα ἐπιθυμεῖ μὲν τῶν ἐκεῖ καὶ ἔχει ἔρωτα, κατεχομένη δὲ ὑπὸ τῆς γενέσεως ἔτι εἰκότως ὀδυνᾶται· ὅθεν γλυκύπικρόν τινες εἰρήκασι τὸν ἔρωτα ἀπὸ τῶν ἐνταῦθα συμβαινόντων ἡμῖν τεκμαιρόμενοι. —Τὸ δὲ ἐγχρίει ἀντὶ τοῦ κεντεῖ καὶ ἐμπίπτει· ὡς ἐπὶ τῶν φαλαγγίων καὶ τῶν μυώπων καὶ τῶν μελισσῶν οὕτως εἶπε τὸ ἐγχρίει· πάντα γὰρ μεταφορικῶς λέγει.
κθʹ Τῇ καθʼ αὑτὴν διεξόδῳ ὥστε πᾶσα κεντουμένη κύκλῳ
Τὴν πᾶσαν κίνησιν αὐτῆς βούλεται ἐμφῆναι. Ἐπειδὴ γὰρ πᾶσα ἦν πτερωτὴ πᾶσα οὖν κεντουμένη καὶ βουλομένη μηδὲ μέρος τι αὐτῆς ἐνταῦθα εἶναι, εἰκότως οἰστρᾷ, ἀντὶ τοῦ ἀδημονεῖ ἐκείνων ἐφιεμένη καὶ μνημονεύουσα. — Οἰστρᾷ· ὅπερ ἀνωτέρω εἶπεν ἀνακηκίει καὶ ἐνθουσιᾷ, νῦν οἰστρᾷ εἶπεν. — Ὀδυνᾶται· ταῦτα σημεῖά ἐστι τῆς λύπης· εἶπον γὰρ ἤδη ὅτι τὴν μῖξιν βούλεται παραστῆσαι· διὸ μεμνημένη διὰ τοῦ κάλλους τῶν νοητῶν, γέγηθεν· ἐπειδὰν δὲ χωρὶς αὐτοῦ γένηται, ὀδυνᾶται καὶ ἀδημονεῖ.
λʹ Ἐκ δὲ ἀμφοτέρων
Ἔκ τε τῆς μνήμης τοῦ καλοῦ καὶ ἐκ τῆς ἀποτεύξεως ἐκείνου, ἐπειδὴ οὐδέπω κατεδράξατο αὐτοῦ, οὐδὲ πάρεστιν αὐτῇ ἐκεῖνο τὸ ἐφετὸν, ἀδημονεῖ καὶ λυπεῖται, ὅπερ συμβαίνει ἐπὶ πάντων· οἷον ἐάν τις ἐρᾷ διδασκάλου φιλοσόφου ἐν ὅσῳ ἔχει αὐτὸν πράττοντα αὑτῷ καὶ ἀποκληροῦντα αὐτοῦ τὴν ἐπιθυμίαν, χαίρει· ἐπὰν δὲ ἀπῇ, λυπεῖται. —Τὸ ἀδημονεῖ οὖν μέσον λύπης ἐστὶ καὶ ἡδονῆς, οἷον τῇ μὲν μνήμῃ χαίρει, τῷ δὲ μὴ παρεῖναι τὸ μνημονευτὸν λυπεῖται. —Τὸ δὲ λυττᾷ· πάλιν μεταφορικαῖς λέξεσι χρῆται καὶ ὑπερβολαῖς, «λυττᾷ, οἰστρᾷ, μαίνεται» λέγων καὶ ὅσα τοιαῦτα.
λαʹ Οὔτε νυκτὸς δύναται
Ταῦτα μὲν καὶ ὡς ἐπὶ τῶν ἐραστῶν δύνασαι ἐκλαμβάνειν, καθάπερ καὶ ἐν τῷ Συμποσίῳ εἴρηται· ἄμεινον δὲ οὕτως, ὅτι ὁ κατασχεθεὶς ἐκείνῃ τῇ θέᾳ τοῦ καλοῦ καὶ ἐκείνων ὀρεγόμενος, καὶ παίδων καὶ χρημάτων καὶ πάντων τῶν ἀνθρωπίνων καταφρονῶν, ἔχεται ἐκείνου τοῦ κάλλους ἐπάγρυπνος ὢν καὶ ἀκοίμητος· οὐ γὰρ καθεύδουσιν ἡμῖν τἀγαθὰ παρέχουσιν οἱ θεοὶ, ἀλλὰ δεῖ διεγηγερμένον εἶναι.
λβʹ Θεῖ δὲ ποθοῦσα
Τρέχει δὲ ὅπου ἂν οἴηται εἶναι τὸν ἐρώμενον κατὰ τὸ φαινόμενον, σπουδάζει δὲ ἀναχθῆναι. —Τὸ δὲ ἰδοῦσα καὶ ἐποχετευσαμένη ἀντὶ τοῦ· ἐπελθόντος δὲ τοῦ ἐποχετεύοντος ἄρδεται ὡς ἐπὶ τῶν φυτῶν, ὅταν κατίδῃ τὸ ἐφετόν· ἐν ὅσῳ γὰρ ἄπεστι τὸ καλὸν ποθούμενοι καὶ περιτρεχόμενοι ζητοῦμεν αὐτό· παρὸν δὲ περιπλεκόμεθα καὶ λαμβάνομεν.
λγʹ Ἔλυσε μὲν τὰ τότε συμπεφραγμένα
Ὅρα πόσαις μεταφοραῖς ἐχρήσατο· ὡς ἀπὸ δεσμοῦ τὸ ἔλυσε εἶπε, τουτέστιν ἀπὸ τῆς γενέσεως ἐλεύθερος καὶ εὔλυτος ἐγένετο, ἤγουν πρὸς τὸ φαινόμενον τῆς λύπης ἐπαύσατο. — Ἀναπνοὴν δὲ ὡς ἀπὸ τῶν πνιγμονῶν εἶπε καὶ δεομένων· ἀναπνεύσασα οὖν καὶ τὸ ἐφετὸν εὑροῦσα κέντρων καὶ ὠδίνων ἔληξεν. Ἡδονὴν δὲ γλυκυτάτην τὴν εὐφροσύνην λέγει καὶ θέαν τοῦ νοητοῦ, ὡς πρὸς τὸ νοούμενον· τὸ δὲ φαινόμενον τὴν τοῦ παιδός.
λδʹ Ὅθεν δὴ ἑκοῦσα εἶναι οὐκ ἀπολείπεται
Τουτέστιν ἐν ὅσῳ μὴ κατέχεται τῇ γενέσει, ἐκεῖ ἐστιν ὅλη, ἐπειδὴ ἐνταῦθα συνεζευγμένον ἔχουσα τὸ σῶμα ἀνάγκην ἔχει ἐπιστρέφεσθαι πρὸς αὐτὸ καὶ τρέφειν καὶ ἐπιμελείας ἀξιοῦν· σιτία γοῦν προσφέρουσα καὶ ποτὰ ἀφίσταται ἐκείνου ἀνάγκῃ καὶ οὐχ ἑκοῦσα. Δύνασαι δὲ λαβεῖν καὶ ὡς ἐπὶ πολιτικοῦ φιλοσόφου, ὅτι τῆς μὲν θέας ἐκείνων ἔχεται τῶν νοητῶν, διὰ δὲ τὴν ἀνάγκην τῆς πόλεως στρέφεται ἐπὶ τὰ τῇδε καὶ τὸ διοικεῖν τὰ ἀνθρώπινα πράγματα.
λεʹ Οὐδέ τινα τοῦ καλοῦ
Τοῦ καλοῦ ἐκείνου οὗ λέγει καὶ τῆς θέας οὐδένα προτιμᾷ, ἀλλὰ πάσης σχέσεως ἀπόλυτος καὶ εὔλυτος γίνεται, καὶ οὐκέτι κατέχεται μερικοῖς δεσμοῖς καὶ σχέσει τινὶ, ἀλλὰ καὶ τῆς οὐσίας καὶ τῶν ἐκτὸς ἀμελεῖ, καὶ οὐδὲν τιμιώτερον τοῦ καλοῦ αὐτῷ φαίνεται.
λςʹ Νομίμων δὲ καὶ εὐσχημόνων
Τουτέστι τῶν ἐνταῦθα νομίμων τῆς πόλεως, ἢ τοῦ τοιῶσδε ἀναβαλέσθαι τὸν τρίβωνα καὶ πάντων τῶν τοιούτων καὶ πάσης τῆς ἐκτὸς φαινομένης εὐσχημοσύνης καταφρονεῖ. —Τὸ δὲ ὅπου ἂν ἐᾷ τις διὰ τὸ τὸ καλὸν μόνον ἐπιδιώκειν, παρʼ οὐδὲν τὰ ἄλλα πάντα τιθέμενον. — Ἰατρὸν, φησὶν, εὗρε τοιαύτης ὀδύνης, διʼ αὐτοῦ τὴν ἐπὶ τὸ νοητὸν θέαν ποιούμενος.
λζʹ Τοῦτο δὲ τὸ πάθος ὦ παῖ καλέ
Τὸ τοῦ Ἔρωτος ὄνομα ἐτυμολογῆσαι βούλεται· τουτέστι τοῦτο τὸ πάθος τὸ ἐγγινόμενον ἀπὸ τοῦ καλοῦ ἐν ἡμῖν — τὴν ἔφεσιν δὲ λέγει τοῦ καλοῦ — οἱ μὲν ἄνθρωποι Ἔρωτα καλοῦσιν ἀπὸ τοῦ εἴσω ῥεῖν, οἱ δὲ θεοὶ Πτέρωτα διὰ τὸ πτεροῦν τὴν ψυχήν. Διάφορα δέ ἐστι τὰ ὀνόματα τῶν θεῶν, ἐπειδὴ καὶ αἱ οὐσίαι αὐτῶν ὡς πρὸς τοὺς ἀνθρώπους διάφοροί εἰσι. Τοῦτο δὲ καὶ Ὅμηρος ἐποίησεν εἰπών· χαλκίδα κικλῄσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν, καὶ πάλιν· ὃν Βριάρεων καλέουσι θεοί. Γράφουσι δὲ καὶ τὸν Ἔρωτα παῖδα ἐπτερωμένον· παῖδα μὲν διὰ τὸ ἀκμαῖον καὶ ἄνηβον καὶ μὴ ἀπεσκληκὸς, πτερωτὸν δὲ διὰ τὸ ἀνάγειν τὴν ψυχὴν ἐπὶ τὸ νοητόν. — Διὰ δὲ νεότητα γελάσειας, ἐπειδὴ ἄμετρον δοκεῖ εἶναι. — Ὁμηριδῶν δὲ ἐκ τῶν ἀποθέτων· Ὁμηρίδας λέγει τοὺς τὰ Ὁμήρου ᾄδοντας. Ἀποθέτων δὲ εἶπεν ἢ διὰ τὸ μὴ φέρεσθαι ἐν τοῖς ποιήμασιν αὐτοῦ, μᾶλλον δὲ βουλόμενος ἐνδείξασθαι τὸ ἀποκεκρυμμένον καὶ θεῖον τοῦ λόγου καὶ ἀπόρρητον. —Τὸ δὲ πάνυ ὑβριστικὸν ἡρμήνευσε διὰ τοῦ εἰπεῖν οὐ σφόδρα τι ἔμμετρον· ἄμετρον γάρ ἐστι τὸ ἔπος. Τί οὖν; λέγομεν ὅτι ἐνδείκνυται διὰ τούτου ὅτι παντὸς μέτρου ὑπερέχουσιν οἱ θεοί. —Τὸ δὲ οὐ σφόδρα τι εἶπεν ἐπειδὴ παρʼ ἡμῖν μὲν ἴσως δοκεῖ ἄμετρον, ἔμμετρον δέ ἐστιν· ἄλλο γὰρ μέτρον θεῖόν ἐστι, καὶ ἄλλῳ μέτρῳ χρῶνται οἱ θεοὶ, ὡς καὶ ὀνόμασιν.
ληʹ Τούτοις δή
Τουτέστι τοῖς ἀποθέτοις Ὁμήρου ἔξεστι πείθεσθαι, εἰ βούλοιτό τις· τοῦτο δὲ εἶπεν ἐπειδὴ δοκεῖ αὐτὸς αὐτὰ πλάσαι· μᾶλλον δὲ διὰ τοῦτο εἶπεν ὃ καὶ ἀνωτέρω εἶπεν ὅτι ἕπεται ὁ ἀεὶ ἐθέλων καὶ δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται. Ἔξεστιν οὖν τοῖς βουλομένοις πείθεσθαι τοῖς λεχθεῖσι. Διὰ πτερόφυτον δὲ ἀνάγκην εἶπεν, ἐπειδὴ τὸ προελθὸν δεῖ ὑποστρέψαι εἰς τὰς οἰκείας ἀρχάς· αὕτη γὰρ σωτηρία τοῦ προελθόντος ἐστίν.
λθʹ Τῶν μὲν οὖν Διὸς ὁπαδῶν
Τὸ τέλος τῆς ἐρωτικῆς πραγματείας διὰ τούτων παραδίδωσιν. Ἔφησε γὰρ ἐν τῷ Τιμαίῳ ὅτι κατʼ οἰκειότητα τὰς ψυχὰς εἰς θεοὺς διένειμεν ὁ δημιουργὸς, λέγων ὅτι τὰς μὲν ἔσπειρεν εἰς γῆν, τὰς δὲ εἰς ἥλιον· εἶπε δὲ ἐνταῦθα καὶ περὶ τῶν ἐννέα βίων, εἶπε καὶ περὶ τῶν δώδεκα θεῶν, συμβολικῶς τὸ πᾶν πλῆθος περιλαμβάνων· βούλεται λοιπὸν μετὰ ταῦτα τὸ τέλος τῆς ἐρωτικῆς εἰπεῖν ὅτι διαφόρως κατέχονται ὑπὸ τοῦ Ἔρωτος αἱ ψυχαὶ καὶ πρὸς τὴν ἰδιότητα τοῦ οἰκείου θεοῦ ζητοῦσι τὸν ἐρώμενον· οἷον ὁ κατασχεθεὶς Ἀπόλλωνι μαντικὸν τὸν ἐρώμενον εἶναι, ὁ τῷ Διὶ ἡγεμονικὸν, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὴν ὁμοιότητα τοῦ θεοῦ. Ὃ λέγει οὖν τοῦτο ἔστιν ὅτι κατὰ τὴν ἰδιότητα τοῦ οἰκείου θεοῦ καὶ τὸν ἐρώμενον καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ ἤθη καὶ πάντα ἐκλέγονται, καὶ τέλος αὐτοῖς τὸ τὸν οἰκεῖον ἐπιγνῶναι θεὸν καὶ κατὰ τὴν οἰκειότητα αὐτοῦ τὰς ἐκλογὰς ποιεῖσθαι. Ὃ λέγει οὖν τοῦτο ἔστιν· ἡ Δίιος ψυχὴ τὸν ἐρώμενον ζητεῖ Δίιον εἶναι, καὶ ἐμβριθέστερον καὶ κατεσταλμένον καὶ οὐ σφόδρα κεκινημένον φέρει τὸν ἔρωτα· πάντα γὰρ τὰ Δίια σταθερὰ, μόνιμα, ἀεὶ ὡσαύτως ἔχοντα. Ὅθεν καὶ τὰ ἤθη καὶ τὰ ἐπιτηδεύματα τοῦ ἐρωμένου τοιαῦτα ζητεῖ· ἐξομοιοῦν γὰρ αὐτὸν αὐτῷ βούλεται. — Ἄχθος δὲ τὴν κατοκωχὴν καὶ τὴν ἐμφόρησιν τοῦ ἔρωτος λέγει.
μʹ Ὅσοι δὲ Ἄρεός τε
Δύο ἀρχὰς ὥσπερ ἀνωτέρω λαβὼν καὶ τὴν τοῦ Διὸς νῦν ἀπεικάζων τῇ τῆς Ἑστίας τῆς πάντα ἑδραζούσης, τὴν τοῦ Ἄρεος ἀντιτίθησιν αὐτῇ εἰς μονάδα αὐτὸν ἀνάγων τὴν διαιρετικήν· ὁ γὰρ δεσπότης Ἄρης τῆς διαιρέσεως φίλος ἐστί· πάντα γὰρ τὰ τοῦ Ἄρεος διεγερτικὰ καὶ κεκινημένα καὶ ὀξύρροπα· διὸ τὴν κινητικὴν οὐσίαν εἰς αὐτὸν ἀνάγει. Εἰδέναι δὲ δεῖ τοῦτο καθόλου, ὅτι τὰ διδόμενα παρὰ τῶν θεῶν ἕκαστος κατὰ τὴν ἰδίαν οἰκειότητα μεταλαμβάνει· οἷον ἡ δέσποινα Ἀφροδίτη φιλίαν καὶ ἕνωσιν χαρίζεται, ἀλλʼ ἐπειδὴ αὕτη ἡ ἔλλαμψις ἡ διδομένη παρὰ τῆς θεοῦ συναναμίγνυται καὶ τῇ ὕλῃ, πολλάκις τὸ μεταλαμβάνον τρέπει τὴν τοιάνδε δόσιν, καὶ γίνεται ἡ φιλία μοιχεία παρὰ τοῦ κακῶς μεταλαμβάνοντος· ἄλλως γὰρ μεταδίδοται παρὰ τῶν θεῶν ἄλλως μετέχεται παρὰ τῶν μετεχόντων. Οὕτως καὶ τῆς Ἡλιακῆς θέρμης μιᾶς οὔσης, διαφόρων ὑλῶν παρακειμένων, τὸ μὲν τήκεται ὡς ὁ κηρὸς, τὸ δὲ ξηραίνεται ὡς ὁ πηλός· ἕκαστον γὰρ κατὰ τὴν οἰκείαν οὐσίαν μεταλαμβάνει τοῦ διδομένου, καίπερ τοῦ ἡλιακοῦ φωτὸς μονοειδοῦς ὄντος· διὸ καὶ τῆς φιλίας, οἷον τῆς Ἀφροδίτης, ἄλλως Ἰδομενεὺς μετέλαβεν, ἄλλως Πάρις καὶ Φαῖδρος, ἄλλως ἤρα Σωκράτης καὶ ἄλλως Λυσίας· ὅθεν, φησὶν, οἱ κάτοχοι τοῦ Διὸς σταθεροί εἰσιν οἱ δὲ τοῦ Ἄρεος φονικοὶ καὶ ζηλότυποί εἰσι. Καὶ αὕτη μὲν ὥσπερ ἡ φαινομένη ἐξήγησις, ἡ ἀπόπτωσις τοῦ ἐρωτικοῦ· θεωρητικώτερον δὲ εἴποι τις ἂν τὸν φονικὸν τοῦτον λέγειν τὸν φιλόσοφον, τῷ ἀπορρῆξαι τῆς ὕλης διὰ τὸ ὀξύρροπον, καὶ ἀποσκευάσασθαι τῆς ὕλης, καὶ μηκέτι φυσικῶς, ἀλλὰ νοερῶς ἐνεργεῖν, καὶ εἰ οἷόν τε καὶ πρὸ καιροῦ τὴν ἀναγωγὴν ποιήσασθαι αὐτοῖς· φόνος γὰρ ἂν λεχθείη ἐπὶ τῶν θεῶν ἡ ἀπόστασις ἡ ἀπὸ τῶν δευτέρων, ὥσπερ καὶ ἐνταῦθα ὁ φόνος στέρησιν ταύτης τῆς ζωῆς σημαίνει. —Τὸ δὲ καί τι οἰηθῶσιν ἀδικεῖσθαι τὸ μὲν φαινόμενον τῆς ἐξηγήσεως καὶ ἡ ἀπόπτωσις τοῦ ἔρωτος δήλη ὅτι ἕτοιμοί εἰσι καὶ ἑαυτοὺς καὶ τὰ παιδικὰ, ἐὰν ἀδικῶνται ὑπὸ τῶν παιδικῶν, ἀποσφάττειν· ἡ δὲ θεωρία τὸ οἰηθῶσιν ἀδικεῖσθαι τοῦτο λέγει τὸ ἔτι κατέχεσθαι τὴν ψυχὴν ἐν τῇ ὕλῃ· ἐκ δὲ τοῦ καθιερεῦσαι δῆλον ὅτι θεωρητικώτερόν τις αὐτὰ ὀφείλει ἐξηγήσασθαι· τὸ γὰρ καθιερεῦσαι ἐπὶ θείας τινὸς ἁγιστείας λέγεται.
μαʹ Καὶ οὕτω καθʼ ἕκαστον θεόν
Δύο ὥσπερ ἀνωτέρω εἰπὼν ἀρχὰς, τὴν τοῦ Διὸς καὶ τὴν τοῦ Ἄρεος, τὴν μὲν σταθερὰν, τὴν δὲ κινητικὴν, καθʼ ὁμοιότητα καὶ ἐπὶ τῶν ἄλλων θεῶν λαμβάνει. Αὕτη γάρ ἐστιν εὐδαιμονία ψυχῆς, τὸ δύνασθαι μιμεῖσθαι τὸν οἰκεῖον θεὸν, ὅση δύναμις ἑκάστῳ, ἕως ἂν ζῇ τὸν ἐνταῦθα βίον μὴ διεφθαρμένος. —Τὸ δὲ ἀδιάφθορος εἶπεν, ἵνα μὴ ἀπόπτωσιν ἔχῃ τοῦ τοιοῦδε ἔρωτος. — Πρώτην δὲ γένεσιν, ὡς ἤδη εἶπε περὶ τῶν ἐννέα βίων, τὴν ἀπὸ τοῦ νοητοῦ.
μβʹ Τόν τε οὖν ἔρωτα
Ἐπειδὴ ὥσπερ ἐνταῦθα τὸ ἄγαλμα τιμῶμεν οὐ διὰ τὸ ὑποκείμενον, ἀλλὰ διὰ τὸν θεὸν, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα οἷον ἄγαλμα ἑαυτῷ τὸν ἐρώμενον ποιεῖ· βλέπων γὰρ εἰς αὐτὸν καὶ ἀναμιμνῃσκόμενος τοῦ κάλλους, τουτέστι τῇ διανοίᾳ βλέπων, καὶ ἀναπέμπων τοῦτο τὸ κάλλος εἰς τὰ νοητὰ εἴδη, καὶ γεννῶν γεννήματα θεῖα, καὶ παιδεύων τὰ παιδικὰ, γόνιμος γίνεται καὶ γεννᾷ ἀρετὰς καὶ πάντα ὅσα ἐν τοῖς ἑξῆς λέγει, βουλόμενος ἀνάξαι εἰς τὸν οἰκεῖον θεὸν τὰ παιδικά.
μγʹ Οἱ μὲν οὖν δὴ Διός
Ἐκ τοῦ Διὸς τὸν φιλόσοφον καὶ ἡγεμονικὸν τὴν φύσιν βούλεται εἶναι, διὰ τοῦ ἡγεμονικοῦ τὸ ὑπερέχον δηλῶν τοῦ δεσπότου Διός. Ἔοικεν οὖν ἡγεμονικὸν τὸν ἀρχικὸν λέγειν τὸν κατὰ τὸ ἐξῃρημένον, βασιλικὸν δὲ τὸν κατὰ τὸ συντεταγμένον· ὁ γὰρ βασιλικὸς τὰ μέτρα δέχεται παρὰ τοῦ φιλοσόφου. — Δῖον δὲ, τουτέστι δίιον.
μδʹ Ἐὰν οὖν μὴ πρότερον
Τουτέστιν ἐὰν μήπω μνήμην ἔχοντες τῶν ἐκεῖ, μηδὲ εἰδότες πόθεν χαρακτηρίσουσι τὰ τοῦ οἰκείου, ἐπιχειρήσωσι τῷ τοιούτῳ ἐπιτηδεύματι — λέγει δὲ τῷ ἐρωτικῷ. — Τότʼ ἐπιχειρήσαντες, τουτέστιν ἀρξάμενοι τοῦ ἀναπτεροῦσθαι. — Ἰχνεύοντες δὲ παρʼ ἑαυτῶν, τουτέστιν εἰς ἑαυτοὺς ἐπιστρεφόμενοι ὥστε ἐν ἑαυτοῖς ἰδεῖν τὰ εἴδη ἐκεῖνα. —Τὸ δὲ ἰχνεύοντες εἶπεν, ἵνα εἴποι ὅτι ὥσπερ ἀπὸ εἰδώλων λαμβάνοντες τὴν γνῶσιν. Ὃ λέγει οὖν τοῦτο ἔστιν· ὅταν δὲ εἰς ἑαυτοὺς ἐπιστρέψωσι καὶ διʼ ἑαυτῶν θηράσωσι τὰ τοῦ οἰκείου θεοῦ, τότʼ εὔποροι γίνονται. — Μανθάνουσί τε καὶ αὐτοὶ μετέρχονται, ὡς μὴ εἰδότες, ἔμφασιν δὲ ἔχοντες τῆς τοιαύτης ἀναγωγῆς· καὶ μετέρχονται τοιαῦτα ἐπιτηδεύματα ἃ ἀνήκει τῷ οἰκείῳ θεῷ, οἷον ὁ μουσικὸς φθόγγους, ῥυθμοὺς καὶ τὰ ὅμοια, ὁ φιλόσοφος γεωμετρίαν, ἀστρονομίαν καὶ τὰ ὅμοια, ἕως οὗ ἰχνεύοντες εὕρωσι τοῦ οἰκείου θεοῦ αὐτὴν τὴν φύσιν. —Καὶ ἐφαπτόμενοι αὐτοῦ· ἐφαπτόμενοι εἶπεν ἐπειδὴ οὔπω ἤνθησεν, ἀλλὰ πρῶτον ἐξ ἀμυδρῶν ἰχνῶν γίνεται ἡ ἐπιστροφὴ ἡ εἰς ἑαυτοὺς, εἶτα ἐπαφῇ, εἶτα ἑνώσει. Ὅταν οὖν ἐπιστρέψαντες ἐφάψωνται αὐτοῦ, τότε διὰ τῆς μνήμης ἑνοῦνται αὐτῷ τῷ οἰκείῳ θεῷ.
μεʹ Καὶ τούτων δὴ τὸν ἐρώμενον αἰτιώμενοι
Ὅτι αὐτοῖς ἐγένετο ἀρχὴ τῆς ἀναμνήσεως, ὡς ἄγαλμα αὐτὸν περιέπουσι. —Τὸ δὲ κἂν ἐκ Διὸς ἀρύτωσι, τουτέστιν ἅπερ ἂν ἐκ τῆς ἐπιστροφῆς τῆς πρὸς τὸν οἰκεῖον θεὸν ἀρύτωσι, νοήματα ταῦτα εἰς τὸν ἐρώμενον μετοχετεύουσι, παιδεύοντες αὐτόν. —Τὸ δὲ ὡς αἱ Βάκχαι, ἐπειδὴ αὗται ἐνθουσιῶσαι ὑπὸ τοῦ δεσπότου Διονύσου τοῦ ἐφόρου τῆς τελεστικῆς, κάτοχοι αὐτοῦ γίνονται καὶ εὔποροι καὶ ἅπερ ἐξευρίσκουσιν ἄλλοις μετοχετεύουσιν.
μςʹ Ὅσοι δʼ αὖ μεθʼ Ἥρας
Τουτέστιν ὅσοι τῷ ἔρωτι τῷ τῆς δεσποίνης Ἥρας κατέχονται καὶ ὁπαδοί εἰσιν αὐτῆς, οὗτοι τὸν ἐρώμενον βασιλικὸν ζητοῦσιν, ἐπειδὴ καὶ βασιλείας ἔφορος καὶ σύνθακος τῷ Διὶ ἡ θεός. — Βασιλικὸν δὲ λέγει τὸν συντεταγμένον.
μζʹ Οἳ δὲ Ἀπόλλωνός τε καὶ ἑκάστου
Τῶν μετὰ τὸν Δία τὸν ἡγεμόνα δύο ἄλλων ἐμνημόνευσεν, Ἥρας καὶ Ἀπόλλωνος, τῆς μὲν πάντα ἐπιστρεφούσης διὰ τῆς βασιλείας, τοῦ δὲ πάντα εἰς συμφωνίαν καὶ ἕνωσιν ἀνάγοντος. —Τὸ δὲ καὶ τὰ παιδικὰ πείθοντες· τέλος γὰρ τῆς ἐρωτικῆς τὸν ἀντέρωτα γεννῆσαι· ἅμα οὗν οἱ δύο συνάγονται. — Οὐ φθόνῳ· τρόπον τινὰ τοῦτο εἶπεν ἐναντιούμενος τῷ Λυσίου λόγῳ, ἐπειδὴ ἔλεγεν ὁ Λυσίας ὅτι φθονοῦσι τοῖς παιδικοῖς· οἱ τοιοῦτοι οὖν ἐρασταὶ, φησὶν, οὐ φθονοῦσιν, ἀλλὰ μιμοῦνται τὸ θεῖον σοφὸν ὂν καὶ καλὸν καὶ ἀγαθὸν, οὐ δυσμενοῦντες ὡς οἱ νόθοι ἐρασταὶ, ἀλλʼ εἰς ὁμοιότητα αὐτοῖς φέροντες· ὃ γὰρ βούλονται ἑαυτοῖς. τοῦτο καὶ τοῖς ἐρωμένοις· μία γάρ ἐστιν ἡ ζωὴ αὐτῶν. Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ Πυθαγόρειοι· ὅθεν καὶ φέρεται Πυθαγορείου τινὸς τοῦτο τὸ ῥῆμα τό· «Τί ἐστι φίλος; —Ἄλλος ἐγώ.»
μηʹ Προθυμία μὲν οὖν
Ἡ μὲν οὖν προθυμία τῶν ἐρώντων τοιαύτη τίς ἐστιν οἵαν διήλθομεν, καὶ ὁ σκοπὸς καὶ τὸ τέλος τῶν ἐρώντων οὗτός ἐστι, τὸ κατʼ οἰκειότητα τοῦ θεοῦ ἐκλέγεσθαι καὶ διὰ ταύτης τῆς ὁδοῦ συνάγειν τὰ παιδικά. —Πῶς δὲ ὅλως ἁλίσκεται καὶ τιτρώσκεται ὁ ἐραστὴς ὑπὸ τοῦ ἐρωμένου, πειρατέον εἰπεῖν. Καὶ ἄρχεται λέγειν τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ ἐκεῖ θέαν· ποτὲ γὰρ τῇ πρὸς ἡμᾶς ἀρχῇ κέχρηται, ποτὲ δὲ τῇ φυσικῇ, τουτέστιν ἀπὸ τῶν ἄνωθεν κάτω. —Τὸ δὲ ἐὰν διαπράξωνται ὃ προθυμοῦνται, τουτέστι τὸ τέλος τὸ εὔδαιμον, ὅπερ ἐστὶ τὸ οἰκειωθῆναι τῷ οἰκείῳ θεῷ καὶ ἐπιγνῶναι τὴν ἰδίαν ἀρχήν.
μθʹ Ἁλίσκεται δὲ δή
Τὸ μὲν τέλος τῆς ἐρωτικῆς τέχνης τὸ ἄριστον τῷ αἱρεθέντι, ἐπειδὴ οὐ πᾶς κεκινημένος ἐστὶν εἰς τὸ συναφθῆναι τῷ οἰκείῳ θεῷ. Διὰ ποίας δὲ ὁδοῦ ἀνάγεταί τις ἐφʼ ἑαυτὸν καὶ τὴν ἐρωτικὴν ὁδὸν ποία ποτέ ἐστι βούλεται παραστῆσαι. Εἰπὼν οὖν περὶ τοῦ ἔρωτος τοῦ κατὰ κατόρθωσιν καὶ κατὰ ἀπόπτωσιν γινομένου, καὶ ὡς τὰ ἄκρα εἰπὼν, βούλεται νῦν καὶ περὶ τῶν μέσων εἰπεῖν, λέγω δὴ περὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς. Ἐπειδὴ οὖν περὶ ψυχῆς διαλέγεται τῆς σώματι προσομιλησάσης, εἰκότως καὶ ἄλλους ἵππους αὐτῇ δίδωσιν· ὅσῳ γὰρ κάτεισιν ἡ ψυχὴ εἰς τὴν γένεσιν καὶ πλησιάζει τῷ ἐνταῦθα κλύδωνι, καὶ χιτῶνας πλείονας λαμβάνει· διὸ καὶ περὶ ἑτέρων ἵππων διαλέγεται λαβόντων σχέσιν πρὸς σῶμα, μορφὰς καὶ τύπους καὶ μερισμοὺς καὶ σωματοειδεῖς φιλοτιμίας αὐτοῖς παρέχων, ἐπειδὴ ἤδη ἡ ψυχὴ σχέσιν ἀναλαβοῦσα πρὸς τοῦτο τὸ σῶμα καὶ τῶν ζωτικῶν παθημάτων τοῦ σώματος μεταλαμβάνει. Ἡ γὰρ ἐν τῷ νοητῷ οὖσα ψυχὴ καὶ διαζῶσα ἑτέρους ἵππους ἔχει, τὸν τοῦ ταυτοῦ καὶ θατέρου — δῆλον δέ· καὶ γὰρ καὶ αὐτοῖς τοῖς θεοῖς ἵππους δίδωσιν ἡ θεολογία· νῦν οὖν ἄλλους ἵππους λαμβάνει, τὸν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας. —Τὸ δὲ τοῦ μύθου, καίτοι πρὸ τούτου μῦθον αὐτὰ οὐκ εἶπεν, ἀλλὰ νῦν· διὰ τί δὲ τοῦτο ἐποίησεν; Ἐπειδὴ λοιπὸν ἐν τούτῳ τῷ σώματι ὡς ἐν πλάσματί ἐστιν ἡ ψυχή· ὅλον γὰρ τὸ περὶ ἡμᾶς φαινόμενον σῶμα καὶ περιαγόμενον καὶ ὁ πᾶς διάκοσμος ὁ φαινόμενος μύθῳ ἔοικεν. Εἰκότως οὖν περὶ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα τῆς ψυχῆς βουλόμενος εἰπεῖν μῦθον ἐκάλεσεν. Ἐν δὲ τοῖς πρὸ τούτου οὐκ εἶπεν, ἐπειδὴ ἔτι ἄνω ἦν ἡ ψυχὴ μετὰ τῶν θεῶν ἄλλους ἵππους ἔχουσα· διὸ ἔλεγεν ἐκεῖ «ἔοικέ τῳ δὴ ξυμφύτῳ δυνάμει», ἐνταῦθα δέ φησι «τριχῇ διείλομεν», τὸν πλείονα ἀπομερισμὸν τῆς ψυχῆς διὰ τούτων τῶν λέξεων ἐμφαίνων. Καὶ τὸ εἰπεῖν ψυχὴν ἑκάστην τῆς ἀποτετεμαχισμένης ἐστὶ ψυχῆς καὶ οὐκέτι ὁλοκλήρου οὔσης ἀλλὰ διῃρημένης. — Τὸ δὲ ἱππομόρφω μὲν δύω τινέ· ἱππομόρφω εἶπεν, ἐπειδὴ μορφὴν αὐτοῖς ἐπιτίθησι· καὶ γὰρ μορφοῦται ἡ ψυχὴ ἐνταῦθα καὶ ἐνσωματοῦται. Ἵππους οὖν λαμβάνει θυμὸν καὶ ἐπιθυμίαν· ἡνιοχικὸν δὲ τὸ λογικὸν τῆς ψυχῆς. — Ἡνιοχικὸν δὲ εἶπε καὶ οὐχὶ ἡνίοχον ὡς ἀνωτέρω, τουτέστι μιμούμενον τὸν ἡνίοχον· καὶ πάλιν ἱππομόρφω εἶπε, καὶ οὐχὶ ἵππους· δῆλον δὲ διὰ τί, ἐπειδὴ αἱ μετὰ σώματος ἐνέργειαι τῆς ψυχῆς οὐκ εἰσὶ τοιαῦται οἷαι οὔσης αὐτῆς ἐν τοῖς νοητοῖς. —Τὸ δὲ καὶ νῦν ἔτι ἡμῖν ταῦτα μενέτω, ὅτι ἔχει δύο ἵππους καὶ ἡνίοχον. — Τῶν δὲ δὴ ἵππων ὃ μὲν, φαμὲν, ἀγαθός· καὶ τοῦτο ἀνωτέρω ἔλεγεν ὅτι ὃ μέν ἐστιν ἀγαθὸς, ὃ δὲ χείρων, διὰ τῆς δυάδος τὸ δυοειδὲς τῆς ψυχῆς ἐνδεικνύμενος· ἀποστᾶσα γὰρ τῆς ἑνώσεως τῶν θεῶν ἀναγκαίως ἡ ψυχὴ εἰς γένεσιν καὶ ἑτερότητα ἐμφέρεται.
νʹ Ἀρετὴ δὲ τίς τοῦ ἀγαθοῦ
Διὰ τί οὐκ εἶπεν ὅτι ὅλοι ἦσαν ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν οἱ τῶν θεῶν, ὥς φησιν αὐτὸς ἀνωτέρω, τὸ δὲ τῶν ἄλλων μέμικται;
ναʹ Ὃ μὲν τοίνυν αὐτοῖν
Ὁ θεῖος Πλάτων τὰ μόρια τῆς ψυχῆς διανέμει τῷ σώματι, καὶ τὸν μὲν νοῦν καὶ τὸν λογισμὸν ἀναλογοῦντα τῷ ἡγεμονικῷ καὶ ἀρχικῷ τῆς πόλεως ἐν τῷ ἐγκεφάλῳ ἱδρύει, ἐπειδὴ καὶ σφαιρικὸς ὁ ἐγκέφαλος, καὶ ὁ ἄνθρωπος δὲ μικρὸς κόσμος ἐστίν· ἀνάλογον οὖν τῷ οὐρανῷ ἐποίησε τὸν ἐγκέφαλον. Ἔπειτα ἐπειδὴ ὁ θυμὸς εὐγενέστερός ἐστι τῆς ἐπιθυμίας καὶ ἀναλογεῖ τοῖς προπολεμοῦσι καὶ ἀναστέλλουσι πᾶν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ἐν τῇ πόλει, ὃ λέγει ἐπικουρικὸν καὶ στρατιωτικὸν, καὶ τιμῆς ὀρέγεται καὶ ἐπιπλήττει τῷ ἀλόγῳ, διὰ τοῦτο διάφραγμα βαλὼν τὸν τράχηλον ἐν τῇ καρδίᾳ ἔπηξεν, ἵνα ἐν τοῖς προθύροις ᾖ τοῦ λόγου. Τὸ δὲ ἐπιθυμητικὸν ὡς ἄλογον καὶ ἐοικὸς τῷ θητικῷ τῆς πόλεως καὶ τῷ πλήθει ᾤκισεν ἐν τῷ ἥπατι, ἵνα ἐκεῖ τρέφηται ὡς ὄνος ἐν φάτνῃ, ἔτι κατωτέρω τοῦ θυμοῦ διάφραγμα μέσον ἐμβαλών. Εὐγενέστερος οὖν ὁ θυμὸς ὡς συνεγγίζων τῷ λόγῳ· διὸ καὶ στάσιν βελτίονα ἔχει· ἐν γὰρ βελτίονι χώρᾳ τέτακται. Λέγει οὖν πρῶτον περὶ τοῦ θυμοῦ, ὅτι καλλίων ἐστὶ, καὶ λαμβάνει τὰ μορφώματα ποτὲ μὲν ἀπὸ σώματος, ποτὲ δὲ ἀπὸ ἠθῶν καὶ ψυχῆς. —Τὸ δὲ καλλίονι στάσει· στάσιν αὐτῷ τὴν βελτίονα ἔδωκε καὶ τέως κατὰ τὴν στάσιν αὐτὸν ἐχαρακτήρισεν. — Ὀρθὸν δὲ εἶπεν αὐτὸν διὰ τὸ καταδέχεσθαι τὰ μέτρα τοῦ λόγου. — Διηρθρωμένος δὲ, τουτέστι κεκριμένος καὶ οὐ συμπεφυρμένος. — Ὑψαύχην· τουτέστιν ἀεὶ ἀνατεταμένος καὶ ὑπερανέχων καὶ ὑπερφρονῶν τῶν χειρόνων. — Ἐπίγρυπος ἀντὶ τοῦ βασιλικός· τὸ γὰρ γρυπὸν ἀεὶ τῷ βασιλικῷ καὶ εὐγενεῖ προσάπτει, καὶ τὸ γρυπὸν τοῦ σιμοῦ εὐμορφότερόν ἐστι. — Λευκὸς ἰδεῖν· ἀντὶ τοῦ φανότατος καὶ τῷ κάλλει διαλάμπων. — Μελανόμματος· τουτέστι τὰ βαθέα διερευνώμενος καὶ τὰ ἀφανῆ καὶ νοητὰ βουλόμενος κατοπτεύειν· μέλαν γὰρ τὸ ἀφανὲς λέγει.
νβʹ Τιμῆς ἐραστὴς
Εἰπὼν τὰ πλεονεκτήματα τὰ ἀπὸ τοῦ σώματος, λέγει λοιπὸν καὶ τὰ ἀπὸ τῆς ψυχῆς. Τιμὴ δέ ἐστι τὸ μέγιστον τῶν ἀγαθῶν ὡς καὶ αὐτὸς ἐν τοῖς Νόμοις φησί· τῶν δὲ κακῶν οὐδὲν τίμιον· διὸ καὶ τοὺς θεοὺς τιμῶμεν· ἀγαθὸν οὖν ἡ τιμή· διὸ βούλεται τιμᾶσθαι ἡ ψυχή. Τιμῆς γοῦν ἐραστὴς, τουτέστι τῶν ἀγαθῶν καὶ τῶν εἰδῶν ὀρεγόμενος. —Τὸ δὲ μετὰ σωφροσύνης· τουτέστι ταῦτα ἔχει τὰ τῆς ψυχῆς πλεονεκτήματα καὶ τὰ ἑαυτοῦ πράττει, μὴ βουλόμενος ἀναπίμπλασθαι τοῦ ἐναντίου. —Τὸ δὲ ἄπληκτος, τουτέστιν οὐ δεόμενος κέντρων ὥσπερ τὸ δέον ἀκούων. Οὐδὲ περὶ τὰ ἔνυλα στρέφεται, ἀλλὰ κελεύσματι μόνῳ καὶ λόγῳ ἡνιοχεῖται· ὡς ἐγγὺς ὢν τοῦ λόγου εὐθὺς ἀφʼ ἑαυτοῦ πάντα καταδέχεται ποιεῖν καὶ κατὰ τὰ μέτρα τοῦ λόγου ἡνιοχεῖ τὰ μέτρα τῆς ζωῆς.
νγʹ Ὃ δʼ αὖ σκολιός
Εἰπὼν περὶ τοῦ εὐγενεστέρου τῶν ἵππων, λοιπὸν τὰ ἐναντία ὧν εἶπε περὶ τοῦ ἑτέρου λέγει, καὶ μιμεῖται τὸ συμπεφυρμένον καὶ συγκεχυμένον αὐτοῦ. Οὐκέτι γὰρ πρῶτα λέγει τὰ τοῦ σώματος, εἶθʼ οὕτως τὰ τῆς ψυχῆς, ἀλλὰ συγχέει τὴν τάξιν. Σκόπησον οὖν κατὰ τὴν ἀντίθεσιν· ἐκεῖνος ὀρθὸς, οὗτος σκολιὸς, ὡς τῆς ἐπιθυμίας ὤν· ἡ γὰρ ἐπιθυμία θηρίῳ ἔοικε. — Πολύς· τὸ πολὺ τῇ γενέσει καὶ τοῖς κάτω πράγμασιν οἰκεῖόν ἐστιν· οὐ κατέχεται οὖν ἑνὶ εἴδει, ἀλλὰ πολυειδής ἐστι καὶ τῷ πλήθει φίλος. — Εἰκῇ συμπεφορημένος· ἄπειρος καὶ ἀόριστος καὶ φερόμενος ὅπου ἂν τύχῃ. — Καρτεραύχην· ἐκεῖνος διὰ τοῦ ὕψους τὸ ἀνατεταμένον εἶχεν, οὗτος δὲ τὸ ἀντίτυπον τὸ μετὰ τῆς γενέσεως. — Βραχυτράχηλος· ἀντὶ τοῦ ταπεινὸς καὶ κατʼ ἐπιθυμίαν ζῶν καὶ τιμῆς μὴ ὀρεγόμενος. — Σιμοπρόσωπος· εὐτελὴς, χαμαιπετὴς καὶ οὐχὶ βασιλικός. — Μελάγχρως· σκοτεινὸς, οὐχὶ διειδὴς καὶ λαμπρὸς ὡς ὁ ἄλλος. — Γλαυκόμματος· τουτέστι τὸ ἐπιπόλαιον γίνεται τοῦ φανοῦ καὶ ἄχρι φαντασίας ἔχων τὰς νοήσεις. — Ὕφαιμος· τουτέστι τῇ γενέσει οἰκειότατος. — Ὕβρεως καὶ ἀλαζονείας ἑταῖρος, ὅ ἐστιν ἐναντίον ὧν εἶχεν ἐκεῖνος· ἐκεῖνος γὰρ σωφροσύνης καὶ αἰδοῦς. —Περὶ ὦτα λάσιος, κωφός· τὰ ὦτα ἔχων δασέα καὶ πεφιμωμένα· διὸ καὶ ἀνήκοος καὶ κωφός ἐστι, καὶ πολλάκις ἀκούων τι καὶ μὴ ὑπακούων, ἀλλὰ τῇ ἐπιθυμίᾳ εἴκων, μαστίγων δέεται μεγάλων· δεικνὺς ὅτι αἱ παραινέσεις οὐδὲ μικρόν τι δύνανται ἀνύσαι εἰς τοὺς τοιούτους ἀνθρώπους· διὰ τούτου ἐνδεικνύμενος ὅτι πολλῆς προσοχῆς χρεία ἐστὶ τῇ ψυχῇ, ὥστε συνεθίσαι αὐτὴν τῷ ἀμείνονι ἵππῳ, ἐπειδὴ οὗτος ὁ ἵππος κελεύσματι καὶ λόγῳ ἡνιοχεῖται, ὁ δὲ τῆς ἐπιθυμίας μόγις μετὰ μάστιγος καὶ κέντρων· διὸ οὐδὲ ἀνέχονται οἱ τούτῳ τῷ ἵππῳ κατασχεθέντες παραινέσεων.
νδʹ Ὅταν δὲ οὖν ὁ ἡνίοχος
Βουληθεὶς εἰπεῖν πῶς ἁλίσκεται ὁ αἱρεθεὶς, εἶπε πρῶτον περὶ τῶν ἵππων τῆς ψυχῆς τῆς ἤδη προσομιλησάσης τῷ σώματι, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας. Βουλόμενος εἰπεῖν τοίνυν περὶ ἐγκρατοῦς, τουτέστι περὶ ἀναγωγοῦ, λέγει περὶ τοῦ ἀληθινοῦ ἔρωτος καὶ ἐν ἀποπτώσει καὶ ἐν συμμίξει θεωρουμένου. Δύο γὰρ ὄντων μερῶν τῆς ψυχῆς, λόγου καὶ ἀλογίας, τέσσαρά τινα μεταξὺ ἀναφαίνεται, ὧν αἳ μὲν ἀρεταὶ, αἳ δὲ κακίαι εἰσίν. Ὅταν μὲν γὰρ ὁ λογισμὸς κατακρατῇ τοῦ ἀλόγου, ὡς μὴ ἀντιτείνειν τὸ ἄλογον ἀλλὰ ἠνδραποδίσθαι, τότε σωφροσύνη γίνεται τὸ ὅλον τοῦτο· ὅταν δὲ τὸ ἀνάπαλιν ᾖ καὶ ὁ λόγος δουλεύῃ τῇ ἀλογίᾳ ἀνδραποδισθεὶς ὑπʼ αὐτῆς, ἀκολασία· ὅταν δὲ τῶν δύο τούτων γένηται μάχη, κρατοῦντος μὲν τοῦ λόγου γίνεται ἐγκράτεια, τοῦ δὲ ἀλόγου ἀκράτεια. Περὶ τῶν οὖν παντοδαπῶν συμμίξεων τοῦ ἔρωτος ἐνταῦθα βούλεται διαλαβεῖν καὶ περὶ τοῦ ἀμείνονος καὶ ἐγκρατοῦς ἔρωτος καὶ ἀναγωγοῦ ἵππου, ὅτι ἕλκεται μὲν ἅτε δὴ σώματι προσομιλοῦσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀκολάστου τῶν ἵππων, αὐτὴ δὲ ἀνθέλκει τὸν χείρονα τῶν ἵππων ἅμα τῷ ἀμείνονι τῶν ἵππων εἰς τὰ νοητὰ εἴδη. — Τὸ δὲ ἐρωτικὸν ὄμμα, τουτέστι τὴν τοῦ ἐρωμένου ψυχήν· τότε δὲ κυρίως γίνεταί τις ἐρωτικὸς, ὅταν εἰς ἑαυτὸν ἐπιστρέψῃ· τοῦτο δὲ ἔσται διὰ τῶν ὀμμάτων, ὅταν, καθὼς εἶπεν ἐν τῷ Ἀλκιβιάδῃ, βουλόμενος ἑαυτὸν ἰδεῖν τις εἰς ἑτέραν ψυχὴν ἀπίδῃ· καὶ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἑαυτοὺς βουλόμενοι ἰδεῖν, οὐδὲν ἄλλο τούτου παράδειγμα εὑρίσκομεν ἢ ὀφθαλμὸν ἐπειδὴ εἰς ταυτὸν συντρέχει τὸ ὁρῶν καὶ τὸ ὁρατικόν· ἐν γὰρ τοῖς κατόπτροις ἄλλο ἐστὶ τὸ ὁρῶν καὶ ἄλλο ἐστὶ τὸ ὁρατικόν. —Τὸ δὲ πᾶσαν, τουτέστι διʼ ὅλης τῆς ψυχῆς, καλῶς εἶπε· τὸν γὰρ ἔρωτα ὅπερ ἐστὶ πάθος οὐκ ἔστι διὰ πάσης τῆς ψυχῆς ἰδεῖν, ἀλλὰ μέρους αὐτῆς κατὰ κακίαν ἐνεργούσης. —Τὸ δὲ διαθερμήνας, τουτέστι πᾶσαν ψυχὴν διὰ τῆς μνήμης ἀναγαγών· θέρμην γὰρ καλεῖ τὴν ἀναγωγὸν δύναμιν. —Τὴν δὲ ἀνάμνησιν αἴσθησιν ἐκάλεσεν ἐπειδὴ καὶ ἡ αἴσθησις ἔχει τὸ γνωστικὸν, καὶ δύναμίς ἐστιν ἡ αἴσθησις γνωστική.
νεʹ Γαργαλισμοῦ τε
Τουτέστιν ὅταν ἄρξηται κινεῖσθαι καὶ ἐρᾶν τοῦ αὐτοκάλου καὶ τῶν νοητῶν εἰδῶν· οὐ γὰρ δεῖ εἰς πάθος κατάγειν τὸν ἡνίοχον. —Τὸ δὲ ὃ μὲν εὐπειθής· εἴπομεν ἤδη ὅτι περὶ ἀμείνονος καταστάσεως καὶ ἔρωτος βούλεται διαλεχθῆναι. Εὐπειθῆ δὲ λέγει τὸν θυμόν· οὗτος γὰρ ἕπεται ἐπὶ τὴν ἄνω θέαν πρόθυμος, ὁ δὲ ἕτερος μᾶλλον βούλεται καθέλκειν κάτω καὶ γενεσιουργεῖν. —Τὸ δὲ μὴ ἐπιπηδᾶν τῷ ἐρωμένῳ, τουτέστι μὴ προσομιλῆσαι τῇ γενέσει, κατὰ δὲ τὸ φαινόμενον μὴ εἰς λόγους ἐλθεῖν τῷ ἐρωμένῳ.
νςʹ Ὃ δὲ οὔτε κέντρων
Ὁ δὲ ἕτερος ὁ ῥέπων ἐπὶ τὴν γένεσιν ἀναγκάζει προσομιλεῖν τοῖς παιδικοῖς καὶ προσάπτεσθαι, ἅτε δὴ ἀνήκοος ὢν τοῦ λόγου. Τὸ γὰρ μνεῖαν ποιεῖσθαι τῆς τῶν ἀφροδισίων χάριτος, τοῦτο ἔστι τῆς γενεσιουργοῦ ἐπιθυμίας εἰς ἀνάμνησιν ἄγει.
νζʹ Τὼ δὲ κατʼ ἀρχὰς μέν
Τουτέστιν ὁ ἡνίοχος καὶ ὁ ἵππος ὁ ἐν τῇ ἀμείνονι στάσει. —Τὸ δὲ ὅταν μηδὲν ᾖ πέρας κακοῦ· τουτέστιν ὅταν μηκέτι δύνωνται ἀντειπεῖν, ἀλλὰ οἷον βιάσηται ὁ τῆς ἐπιθυμίας ἵππος, ἔρχονται μὲν πλησίον τοῦ ἐρωμένου, καὶ ἐκ τούτου ἀνάμνησις γίνεται αὐτοῖς τοῦ νοητοῦ κάλλους, καὶ πάλιν ἀφίστανται τῆς πρὸς τὸν ἐρώμενον συνουσίας.
νηʹ Ἡ μνήμη πρὸς τὴν τοῦ κάλλους
Ἔτι γὰρ τὴν μνήμην ἔχων τῶν ἐκεῖ ἀφίσταται πάσης τῆς γενέσεως. — Ἀστράπτουσαν δὲ ἀντὶ τοῦ ἴνδαλμα φέρουσαν τοῦ νοητοῦ κάλλους. — Τὸ δὲ εἶδεν αὐτὴν μετὰ σωφροσύνης· δῆλον καὶ ἐντεῦθεν ὅτι περὶ τοῦ ἀμείνονος ἔρωτος διαλέγεται, πῶς ἄνεισι καὶ πῶς κάτεισι, καὶ ἄνω καὶ κάτω μεταφέρεται, καὶ κατακρατεῖ τῆς ἐπιθυμίας· λέγει δὲ ὕστερον καὶ πῶς κατακρατεῖται. Διδάσκει οὖν ὅτι οἱ ἐνταῦθα ἐγκρατευόμενοι καὶ ἐπὶ πολὺ τοῦτο μελετῶντες περιγινόμεθα καὶ εἰς τὴν θέαν ἐρχόμεθα τοῦ αὐτοκάλου. —Τὸ δὲ ἐν ἁγνῷ βάθρῳ τὸ νοητὸν λέγει, ἐπειδὴ ὁ τόπος ὁ νοητὸς καθαρὸς καὶ ἀκίβδηλος καὶ ἁγνός ἐστι· τὰ γὰρ ἐνταῦθα καλὰ οὐκ εἰσὶν ἐν ἀκραιφνεῖ καλῷ.
νθʹ Ἔδεισέ τε
Τὸ δέος, καθὼς ἀνωτέρω εἴπομεν, δεῖ λαβεῖν τοιοῦτον δέος καθὸ ὑποστελλόμεθα τοὺς θεοὺς, οὐχ οἷον πρὸς τοὺς πολεμίους. —Τὸ δὲ ἀνέπεσεν ὑπτία, τουτέστιν εἵλκυσεν ἑαυτὴν ἀπὸ τῶν αἰσθητῶν πάντων εἰς τοὐπίσω. —Ἑλκύσαι δὲ λέγει τὸ ἀναδραμεῖν ἀπὸ τῆς ὕλης καὶ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ εἴδη. — Τὸν δὲ ὑβριστήν· τὸν τῆς ἐπιθυμίας λέγει.
ξʹ Ἀπελθόντε δὲ ἀπωτέρω
Οὐκέτι πρὸς τὴν τοῦ ἐρωμένου πλησιάσαντες κοινωνίαν, ἀλλὰ πρὸς τὸ νοητόν. — Ὁ μὲν ἱδρῶτι πᾶσαν ἔβρεξε τὴν ψυχήν· ἱδρὼς γὰρ μέγας καὶ ἀγὼν οὗτος τῇ ψυχῇ, ὃν ἀθλεῖ ἀναγομένη ἐπὶ τὸ νοητόν. —Τὸ δὲ μόγις ἐξαναπνεύσας· ὁ ἵππος τοῦ ἐπιθυμητικοῦ δηλονότι ἤρξατο κατηγορεῖν τὸν ἡνίοχον ὅτι ἔδει προσελθεῖν τοῖς αἰσθητοῖς καὶ μὴ φεύγειν αὐτά. —Τὸ δὲ δειλίᾳ καὶ ἀνανδρίᾳ λιπόντε τὴν τάξιν διὰ τὸ μὴ προσομιλῆσαι τοῖς αἰσθητοῖς.
ξαʹ Καὶ πάλιν οὐκ ἐθέλοντας
Τῷ ὄντι τὸν ἀγῶνα τῆς ψυχῆς καὶ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν διὰ τῶν ῥητῶν τούτων ἐμφαίνει, ὅτι ποτὲ μὲν ἀνάγεται, ποτὲ δὲ κατάγεται, καὶ ὅσῳ καμάτῳ περιγίνεται τῆς περὶ τὰ αἰσθητὰ κοινωνίας. —Τὸ δὲ πολλὰ κακίζων εἶπεν ὅτι, φησὶν, ἀπέλιπε τὴν πρὸς τὸν ἐρώμενον κοινωνίαν.
ξβʹ Ἐλθόντος δὲ τοῦ συντεθέντος
Ἐπειδὴ δὲ ὑπερέθεντο εἰσαῦθις προσομιλῆσαι, ἀναμιμνῄσκει, φησὶ, τῶν συνθηκῶν. Ταῦτα δὲ πάντα τὰ λεγόμενα τὰς κινήσεις τοῦ ἐπιθυμητικοῦ τὰς εἰς ἡμᾶς γινομένας ἐμφαίνει, τουτέστι τὰς καταγωγοὺς δυνάμεις.
ξγʹ Ὁ δὲ ἡνίοχος
Οὔπω λέγει πῶς κατήχθη ἡ ψυχὴ καὶ ὑπηνέχθη εἰς τὴν γένεσιν, ἀλλὰ τὸν κατορθωτικὸν ἔρωτα διὰ πάντων τούτων ἐξηγεῖται. — Ταυτὸν πάθος λέγει τὸ ἀνθελκύσαι. —Ἀπὸ ὕσπληγγος· ἀπὸ μύωπος κρουσθείς· τινὲς δὲ ὕσπληγγα μάστιγα καλοῦσι. — Ἀναπεσὼν δὲ, τουτέστιν εἰς τοὐπίσω πεσὼν καὶ ἑλκύσας. — Ὀδύναις ἔδωκε· τουτέστιν οὐκ εἴασε προβῆναι ἐπὶ τὴν γένεσιν καὶ τὸ αἰσθητόν. Ταῦτα δὲ πάντα τοῦ ἐγκρατοῦς ἐστι καὶ ἐφιεμένου τοῦ νοητοῦ, τὸ πάσας τὰς δυνάμεις ἑαυτοῦ εἰς ἑαυτὸν ἑλκύσαι καὶ ἀποστῆναι τῶν αἰσθητῶν.
ξδʹ Ὅταν δὲ ταὐτὸν πολλάκις
Ὅταν οὖν τοιοῦτον πάθος πολλάκις πάθῃ καὶ ταπεινωθῇ, ἕπεται λοιπὸν καὶ οὐκ ἀντιτείνει τῷ ἡνιόχῳ ἡ ἄλογος πᾶσα ζωὴ, καὶ οὕτω γίνεται ἡ ἀναγωγή. —Τὸ δὲ φόβῳ διόλλυται, ὁ χείρων τῶν ἵππων· ἐπεὶ γὰρ πολυδύναμός ἐστιν ἡ ψυχὴ καὶ πολυμερὴς, βούλεται καὶ τὰ ἄλλα μόρια αὐτῆς ἐνεργεῖν· ἀνθέλκει οὖν τὰς κοίλας ἐνεργείας καὶ μετάγει ἐπὶ τὰς ἀμείνους καὶ ἐπὶ τὸ ἄνω, τοῦ χείρονος τῶν ἵππων ἐπὶ τὴν γένεσιν τρεπομένου.
ξεʹ Ἅτε οὖν πᾶσαν θεραπείαν
Πρόκειται μὲν αὐτῷ εἰπεῖν πῶς ἐκ τῶν αἰσθητῶν καὶ τῆς γενεσιουργοῦ φύσεως ἀνάγεται ὁ ἀναγόμενος καὶ ἀφίσταται τῆς γενέσεως καὶ γίνεται ἐν θέᾳ τοῦ νοητοῦ. Εἰπὼν οὖν τὸ πῶς ἁλίσκεται ὁ ἐρῶν, βούλεται νῦν εἰπεῖν καὶ ὁ ἐρώμενος πῶς ἁλίσκεται καὶ ἐντίκτεται ὁ ἀντέρως. Ἐντεῦθεν οὖν περὶ τοῦ ἀντέρωτος λέγει. — Θεραπευόμενος, τουτέστιν ὁ ἐρώμενος. — Θεραπείαν δὲ λέγει οὐ ταύτην τὴν γενεσιουργὸν οὐδὲ τὴν καταγωγὸν καὶ σωματικήν· ἀλλὰ οὕτω θεραπευόμενος ὡς ἄγαλμα θεῶν, καὶ ὡς ὁ Ἀλκιβιάδης παρὰ Σωκράτους, οὕτω γοῦν θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ ὁ ἐρώμενος καὶ πεῖραν δεδωκὼς τοῦ ἐραστοῦ, τότε δὴ καὶ ὁ ἐρώμενος ὡς γνησίῳ ἐραστῇ ἑαυτὸν ἐπιδίδωσιν. —Ὁ δὲ πᾶς νοῦς τῶν ἑξῆς ῥητῶν τοιοῦτός ἐστιν. Ἐπειδὴ τὰ θεῖα ὑπερβλύζει τοῖς ἀγαθοῖς καὶ πληθύει, ἀνάγκη καὶ τὸν ἔρωτα ὃν οἱ θεοὶ ἐνέσπειραν τοῖς ἀνθρώποις ὑπερβλύζειν τῇ ἀγαθότητι. Οὐκοῦν καὶ ὁ κατεχόμενος τούτῳ τῷ ἔρωτι μεστός ἐστι τῶν ἀγαθῶν· διό φησιν ὅτι ὁ ἐραστὴς, ἐκ τοῦ ὄμματος τοῦ ἐρωμένου ἀναμνησθεὶς τῶν νοητῶν καὶ εἰς ἑαυτὸν γενόμενος καὶ θεωρήσας τὸ ἀληθὲς κάλλος, ὑπερεκχέει τι ἐξ ὧν ἔσχεν ἀγαθῶν εἰς τὸν ἐρώμενον, ὅπερ δεξάμενος ὁ ἐρώμενος ἀπὸ τοῦ ἐραστοῦ, ὥσπερ ἀπὸ λείων καὶ λαμπρῶν ἀναπαλλομένου καὶ ἀντηχοῦντος τοῦ ψόφου, ἢ ὥσπερ ἀπὸ ὀμμάτων διὰ τὴν συμπάθειαν τοῦ ἑτέρου ὄμματος ἀναπιμπλαμένου, ἀνατείνει εἰς ἑαυτὸν καὶ γίνεται ὁ ἐρώμενος ἐραστής.
ξςʹ Οὐχ ὑποσχηματιζομένου
Τοῦτο γὰρ ποιοῦσιν οἱ νόθοι ἐρασταὶ προσποιούμενοι καὶ ὑποσχηματιζόμενοι φιλεῖν. — Καὶ αὐτὸς ὢν φύσει φίλος· εἰς ταυτὸν ἄγει τὴν φιλίαν καὶ τὸν ἔρωτα· ἐπειδὴ διὰ φιλίας καὶ ὁμονοίας καὶ συμπνοίας ἡ ἀναγωγὴ γίνεται ἡ πρὸς τοὺς θεούς.
ξζʹ Ἐὰν ἄρα καὶ ἐν τῷ πρόσθεν
Τουτέστιν ἐὰν ᾖ διαβεβλημένος τῆς συνουσίας τοῦ ἐραστοῦ ὅτι οὐ σωματικῆς χάριτος ἕνεκα ἐπλησίασεν αὐτῷ ἀλλὰ ὠφελείας ψυχῆς, τότε παραδίδωσιν ἑαυτὸν καταφρονήσας τῶν τὰς διαβολὰς λεγόντων.
ξηʹ Προϊόντος δὲ τοῦ χρόνου
Ταῦτα ἄντικρύς ἐστιν ἃ εἶπεν ἐν τῷ Ἀλκιβιάδῃ· ὅταν δὲ προϊόντος τοῦ χρόνου οἱ μὲν τοῦ σώματος ἐρῶντες ἀποφοιτῶσιν, αὐτὸς δὲ παραμένῃ, δῆλον γίνεται τῷ ἐραστῇ ὅτι οὐ σωματικῆς χάριτος ἕνεκα παραμένει, ἀλλὰ τῷ ἀπολύσαι τὸν νέον· διὸ καὶ ὁ νέος καιρὸν λοιπὸν ἔχων τοῦ κατήκοος γίνεσθαι λόγων καὶ διακρίνειν τὸν γνήσιον ἐραστὴν, εἰς ὁμιλίαν ἔρχεται τῷ ἐραστῇ καὶ παραδίδωσιν ἑαυτὸν τῷ ἐραστῇ.
ξθʹ Οὐ γὰρ δήποτε εἵμαρται κακόν
Οὐ γὰρ πέφυκε τὰ ἀνόμοια συμμίγνυσθαι, οὔτε κακὸς ἐραστὴς ἀγαθῷ ἐρωμένῳ οὔτε κακὸς ἐρώμενος ἀγαθῷ ἐραστῇ· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ φίλον· διὸ οὐδὲ ὁ κακὸς τῷ καλῷ φίλος οὐδὲ ὁ δειλὸς τῷ θρασεῖ· οὔτε μὴν τῷ ἀνδρείῳ, ἐπειδὴ ἡ κακία ἀόριστός ἐστι καὶ ἄπειρος, τὰ δὲ καλὰ ἐν μέτρῳ ἐστὶ καὶ πέρατι. —Εἱμαρμένην δὲ λέγει τὴν περὶ τὴν σωματοειδῆ ζωὴν καὶ τάξιν· ὁ Ἰάμβλιχος δὲ τὴν φύσιν τοῦ παντὸς εἱμαρμένην καλεῖ. Ἡ δὲ εἱμαρμένη ἀπὸ τοῦ θεσμοῦ τῆς Ἀδραστείας οὖσα οὐδέποτε κακὸν ἀγαθῷ συζευγνύει. Προσδεξαμένου δὲ τὸν ἐραστὴν καὶ εἰς λόγους ἐλθόντων ... ἐγγύθεν, οὐκέτι πόρρωθεν ὡς πάλαι, ἀλλὰ διὰ τὸ δύνασθαι κατακούειν λόγων πλησίον ὢν τοῦ ἐραστοῦ. Ἤγουν τὸ ἐγγὺς τοῦτο σημαίνει ὅτι ἐγγύθεν πάρεστι τὰ ἀγαθὰ τοῖς βουλομένοις μετασχεῖν.
οʹ Ἐκπλήττει τὸν ἐρώμενον
Ὅτι οὐ σωματικῆς χάριτος ἕνεκα παρέμενε τῷ ἐρωμένῳ, ἀλλὰ φιλῶν καὶ ὠφελείας ἕνεκα. — Ἔνθεον δὲ φίλον εἶπε πρὸς ὃν οὐδὲ πατέρες οὐδὲ συγγενεῖς συγκρινόμενοι τὸ τυχόν εἰσιν.
οαʹ Ὅταν δὲ χρονίζῃ
Τὸ τοῦ ἀντέρωτος λοιπὸν λέγει· ὅταν δὲ, φησὶ, χρονίσῃ ὁ ἐρώμενος τοῦτο δρῶν, τουτέστι συνὼν τῷ ἐραστῇ καὶ ἀπολαύων αὐτοῦ, τότε γεννᾷ τὸν ἀντέρωτα. —Τὸ δὲ ἅπτεσθαι· ὁ γὰρ γνήσιος ἐραστὴς καὶ ἁπτόμενος σωφρόνως ἅπτεται, ὡς ἔχομεν τὸν Σωκράτη καὶ γυμναζόμενον καὶ συγκαθεύδοντα Ἀλκιβιάδῃ. —Τὸ δὲ τότε ἤδη ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, τουτέστι τοῦ ἔρωτος, ὃν ἔλεγεν ἵμερον ἐκ τοῦ Γανυμήδους τὸν Δία ἠρᾶσθαι· τότε οὖν ὁ ἵμερος ἀπὸ τοῦ παιδὸς ἐν αὐτῷ τεχθεὶς ἀπομεστούμενος καὶ ἐρχόμενος ἐπὶ τὸν ἐρώμενον, ὡς ἀπὸ λείων καὶ λαμπρῶν ἀναπάλλεται, καὶ ὥσπερ ἐπὶ τῶν ἀκτίνων ἀντανακλᾶται καὶ τίκτει τὸν ἀντέρωτα· ἡ πηγὴ οὖν ἡ ἀπὸ τοῦ ἐρωμένου καλλονὴ πολλὴ φερομένη.
οβʹ Καὶ οἷον πνεῦμα
Λοιπὸν παραβολαῖς κέχρηται· ὥσπερ, φησὶ, τὸ πνεῦμα ἀπό τινων λείων ἀνακάμπτει ἐπὶ τὸ πεμφθὲν ἀπὸ τῆς ἠχοῦς, ἢ ὥσπερ ἀπὸ τῆς ὀφθαλμίας ἄλλος ἀναπίμπλαται ὀφθαλμίας καὶ οὐκ οἶδεν ὅθεν τοῦτο τὸ πάθος ἐστί, γίνεται δὲ τὸ πάθος τοῦτο διὰ τὴν συμπάθειαν καὶ τὴν ἕνωσιν, τὸν αὐτὸν τρόπον καὶ ὁ ἐρώμενος ἀντερῶν τοῦ ἐραστοῦ φιλεῖ μὲν, ἀγνοεῖ δὲ ὃ πάσχει. — Ἄρδει· τὸ ἀρδόμενον εἰς ὕψος τρέχει· τοῦτο οὖν λέγει τὸ ἀνάγεσθαι ἀπὸ τῶν γηγενῶν. —Τὸ δὲ ὅτου δὲ, ἀπορεῖ· τὸ τοῦ ἔρωτος ἡνωμένον καὶ ὑπερφυὲς ἐσήμανε διὰ τοῦ ἀπορεῖν, ὅτι ἐρῶμεν μὲν τῆς θέας ἐκείνης καὶ ζητοῦμεν τὴν ἑαυτῶν ὁλότητα, ἅτε ἀποτετεμαχισμένοι ὄντες, ἀγνοοῦμεν δὲ ὅτι ἐρῶμεν, καὶ ἀποπίπτομεν εἰς τὴν ὕλην καὶ τὰ αἰσθητά.
ογʹ Ἀλλʼ οἷον ἀπʼ ἄλλου ὀφθαλμίας
Οὐδὲ γὰρ ὁ οὕτω ὀφθαλμιῶν ἔχει εἰπεῖν τὴν πρόφασιν ἢ τὴν αἰτίαν· οὐδὲ γὰρ οἶδε τὸ πάθος διὰ τί συμβαίνει· συμβαίνει δὲ διὰ τὴν συμπάθειαν· ἤγουν διὰ τοῦ ἀέρος συνάπτεταί πως ἡ ὀφθαλμία. — Ὥσπερ δὲ ἐν κατόπτρῳ· τὸ οἰκεῖον παράδειγμα τῆς ἐρωτικῆς ἐπιστήμης ὀφθαλμός ἐστιν, ἐπειδὴ καὶ ἐκ τοῦ ὁρᾶν γίνεται τὸ ἐρᾶν, καὶ αἱ ἐλλάμψεις τῆς ψυχῆς διὰ τῶν ὀμμάτων ἐμφαίνονται. Ὥσπερ οὖν διὰ τοῦ ὄμματος τοῦ ἐρωμένου ὁ ἐραστὴς ἀνάγεται ἐκεῖ ἐνοπτριζόμενος, οὕτω καὶ ὁ ἐρώμενος διὰ τοῦ ὄμματος τοῦ ἐρῶντος. Κάτοπτρον οὖν μᾶλλον ἄν τις εἴποι τὸ τοῦ ὀφθαλμοῦ· καὶ ἐπὶ τῶν ἄλλων δὲ κατόπτρων δύναται ἡ ἐξήγησις τοῦ ῥητοῦ ἁρμόσαι.
οδʹ Καὶ ὅταν μὲν ἐκεῖνος παρῇ
Τουτέστι τὰ αὐτὰ πάσχει τῷ ἐραστῇ, καὶ τὰς αὐτὰς ἐνεργείας καὶ τὴν αὐτὴν ἀναγωγὴν καὶ τὸ αὐτὸ τέλος ἔχουσιν. — Εἴδωλον δὲ ἔρωτος τὸν ἀντέρωτά φησι· τὰ δεύτερα γὰρ προσάπτει τῷ ἀντέρωτι, ἐπειδὴ καὶ πρωτουργὸν αἴτιόν ἐστι τοῦ ἀντέρωτος ὁ ἔρως. —Τὸ δὲ παραπλησίως μὲν ἀσθενεστέρως δέ· κἀνταῦθα τὰ δεύτερα πάντα τῷ ἀντέρωτι προσάπτει.
οεʹ Καὶ δὴ οἷον εἰκὸς ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ τὰ αὐτά
Ὡς ἂν εἴποις τὸ προκείμενον βούλεται ποιῆσαι τῷ ἑνωθῆναι αὐτῷ καὶ ἐπιδίδωσιν ἑαυτὸν τῷ ἐραστῇ· κατὰ δὲ τὸ φαινόμενον τὸ συγκατακλιθῆναι τῷ ἐραστῇ λέγει.
οςʹ Ἐν οὖν τῇ συγκοιμήσει
Ἄντικρυς ταῦτα τὰ ῥητὰ περὶ ἐγκρατοῦς καὶ ἀκρατοῦς δοκεῖ λέγεσθαι· δεῖ δὲ αὐτὰ θεωρητικώτερον ἐκλαμβάνειν, καὶ μὴ ὡς δοκεῖ ἔχειν ἡ λέξις· οὐ γὰρ ἄνευ ὑπονοίας αἰσχρᾶς ἐστι τὰ λεγόμενα. Τί γάρ φησιν ἐν τῇ συγκοιμήσει; ὁ μὲν ἀκόλαστος ἀναγκάζει προσιέναι τοῖς παιδικοῖς, ὁ δὲ ἀμείνων τῶν ἵππων ἀντιτείνει, καὶ ὅταν ὦσι φιλοσόφῳ διαίτῃ τεθραμμένοι, τότε ἕπεται τὸ ἄλογον καὶ ἀκολουθεῖ τῷ λόγῳ· ὅταν δὲ ἀφιλοσόφῳ διαίτῃ ὦσι κεχρημένοι, ὑποφέρονται εἰς τὴν τοιαύτην αἰσχρότητα. Δεῖ δὲ τὰ λεγόμενα ἄλλως ἐκδέχεσθαι, ἵνα πόρρω ὑπονοίας αἰσχρᾶς ᾖ τὰ λεγόμενα, ἵνα τὸν μὲν φιλοσόφως τεθραμμένον διὰ τῶν εἰδῶν λέγῃ τυγχάνειν τῶν καλῶν καταφρονοῦντα τοῦ αἰσθητοῦ κάλλους ὡς ἐνύλου, τὸν δὲ μὴ φιλόσοφον διὰ τῶν αἰσθητῶν οἴεσθαι τὸ νοητὸν διὰ τοῦ προσάπτεσθαι καὶ προσομιλεῖν· ἅπερ ἐκτὸς αἰσχρᾶς ὑπονοίας δεῖ λαμβάνειν ὡς καὶ ἐπὶ πατέρων καὶ παίδων καὶ ἀδελφῶν ἔστι περιπλοκὰς καὶ ὁμιλίας ἰδεῖν ἄνευ αἰσχρᾶς ὑπονοίας. Τοιαῦτα οὖν δεῖ ἀκούειν καὶ ἐπὶ τοῦ νῦν ἀκολάστου λεγομένου· δῆλον δὲ ἐξ ὧν αὐτὸς παρακατιών φησι περὶ αὐτοῦ, ὅτι καὶ οὗτοι ὑπόπτεροι γίνονται· οὐκ ἂν δὲ ὑποπτέρους αὐτοὺς ἔλεγε γίνεσθαι, αἰσχρόν τι εἰ ἔλεγε περὶ αὐτῶν.
οζʹ Ὁ δὲ τῶν παιδικῶν
Τουτέστιν ὁ τοῦ ἐρωμένου ἵππος οὐδὲν ἔχει εἰπεῖν· οὐδὲ γὰρ εἶδε τὸν ἐραστὴν προσπλεκόμενον αὐτῷ διά τινα αἰσχρὰν ὑπόνοιαν καὶ σωματικὸν κάλλος· ὅμως δὲ σπαργῶν καὶ ἐπιθυμῶν φιλοφρόνως στέργει καὶ περιβάλλει τὸν ἐραστήν.
οηʹ Ὅταν δὲ συγκατακέωνται
Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἔσται σοι τὰ ἐν τῷ Συμποσίῳ εἰρημένα ἐξηγητικὰ τούτων, ἔνθα ἔλεγεν Ἀλκιβιάδης «Σώκρατες καθεύδεις;» Ἕτοιμος οὖν ἐστιν ὁ παῖς χαρίζεσθαι τῷ ἐραστῇ εἰ βουληθείη. Αὕτη δὲ ἡ ἐξήγησις τοῦ φαινομένου ἐστίν.
οθʹ Ὁ δὲ ὁμόζυξ
Τουτέστι τὸ θυμικὸν ἀντιτείνει πρὸς τὴν τοιαύτην χάριν, μὴ καταφερόμενον εἰς αἰσχρὰν ὑπόνοιαν.
πʹ Ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην
Ὅταν ὦσι καλῶς τεθραμμένοι καὶ φιλοσόφως, τῶν μαθητῶν καὶ διδασκάλων καὶ ἐθῶν καὶ ἐπιτηδευμάτων ἀγαθῶν τυχόντες, τότε καὶ τὸν ἀκόλαστον ἵππον ἀνασπῶσιν ἐπὶ τὸ ἄνω, διδάσκοντες ὅτι οὐ διὰ τῶν αἰσθητῶν καλῶν περιέσται αὐτῷ ἡ τοῦ νοητοῦ θέα. —Τὸ δὲ ἐγκρατεῖς αὐτῶν, τουτέστι κρατήσαντες τῆς γενεσιουργοῦ φύσεως καὶ μὴ διὰ τῶν αἰσθητῶν ἀναχθέντες.
παʹ Ὦι κακία ψυχῆς ἐνεγίγνετο
Τὸ ἐπιθυμητικὸν λέγει· τίνι γὰρ ἄλλῳ ἐγγίνεται ἡ κακία ἢ τῷ ἐπιθυμητικῷ; Τὸ δὲ ἐλευθερώσαντες, τουτέστι τὸν ἡνίοχον ἐν ᾧ ἡ ἀρετὴ ἐγγίνεται.
πβʹ Τελευτήσαντες δὲ δή
Τουτέστι μετὰ τὸ τέλος τοῦ βίου τούτου καὶ τῆς ζωῆς, ἐπεὶ τέλος αὐτοῖς ἐστὶ καὶ πέρας καὶ κατόρθωμα τὸ ὑπόπτεροι γενέσθαι. — Ἐλαφροὶ δὲ ἀντὶ τοῦ οὐ βρίθοντες τῇ γενεσιουργῷ φύσει. —Τὸ δὲ τῶν τριῶν παλαισμάτων δύναται μέν τις καὶ ὡς ἐπὶ τῶν ἀγώνων ἐκλαμβάνειν, ἄμεινον δὲ κατὰ τὰ ἀνωτέρω εἰρημένα θεωρητικώτερον ἐκδέχεσθαι τὸ λεγόμενον, ἵνα εἴπῃ τὸν τρίτον ἐλθόντα εἰς γένεσιν καὶ φιλοσοφήσαντα ἀνάγεσθαι. —Τὸ δὲ οὖ μεῖζον ἀγαθὸν, τουτέστι τῆς εὐδαιμονίας ἧς περιποιεῖ ὁ ἔρως, ὃ οὔτε σωφροσύνη οὔτε ἄλλη ἀρετὴ περιποιεῖ. Ἐπίτηδες δὲ λέγει τοῦτο ὡς πρὸς τὸν τοῦ Λυσίου λόγον ἐπειδὴ ἔλεγεν ἐκεῖνος τοὺς ἐραστὰς φθονεῖν τοῖς παιδικοῖς καὶ βούλεσθαι αὐτοὺς ἀεὶ ἐν ἐνδείᾳ εἶναι. Πρὸς τὸν λόγον οὖν Λυσίου αἰνιττόμενος ταῦτα λέγει καὶ ὅτι αἱ περὶ τὸν θνητὸν βίον ἀρεταὶ οὐ περιποιοῦσι τοιοῦτον ἀγαθὸν τῇ ψυχῇ οἷον αἱ νοεραὶ καὶ θεῖαι ἀρεταί. — Θεία δὲ μανία ὡς πρὸς τὰς ἄλλας μανίας εἶπε, μαντικὴν, τελεστικὴν, ποιητικήν.
πγʹ Ἐὰν δὲ δὴ διαίτῃ
Ὡς ἂν εἴποις, αὕτη μὲν οὖν ἡ φιλόσοφος δίαιτα, ἡ δὲ ἀφιλόσοφος ἀκρατῆ ποιεῖ· οὐ δεῖ δὲ οὕτως ἀκούειν τῶν ῥητῶν, ἀλλὰ ὅτι διὰ τῶν σωμάτων καὶ αἰσθητῶν προσδοκῶσιν ἀνάγεσθαι.
πδʹ Τάχʼ ἄν που ἐν μέθαις
Ὥσπερ ἐκεῖ ὁ ἡνίοχος ἀνήγαγε τὸ ἐπιθυμητικὸν, οὕτως ἐνταῦθα τὸ ἐπιθυμητικὸν κατασπᾷ τὴν ψυχήν· ἄντικρυς οὖν τὰ λεγόμενα περὶ τοῦ ἀκρατοῦς ἐστι· τοῖς δὲ πόρρω αἰσχρᾶς ἐπιθυμίας δεχομένοις τὰ λεγόμενα εἴη ἂν περὶ τῶν διὰ τῶν αἰσθητῶν ἀνάγεσθαι προσδοκώντων.
πεʹ Τὰς ψυχὰς ἀφρούρους
Θυμόν τε καὶ ἐπιθυμίαν λέγει, μᾶλλον δὲ τὴν τοῦ ἐρῶντος καὶ τοῦ ἐρωμένου ψυχήν. —Τὸ δὲ τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν κατὰ μὲν τὸ φαινόμενον τὴν αἰσχρὰν ἡδονὴν λέγει, θεωρητικώτερον δὲ τὴν ἐκ τῶν αἰσθητῶν ἀναγωγήν. — Ὑπὸ τῶν πολλῶν δὲ εἶπεν ὅτι ἡ τοιαύτη φιλία οὐκ ἔστι φιλοσόφων· ἡ γὰρ ὄντως φιλία ἡ τοῦ νοῦ ἐστι κοινωνία.
πςʹ Χρῶνται μὲν αὐτῇ
Ἐπειδὴ προκόπτοντες οὐκέτι τῇ φιλοσοφίᾳ χρῶνται οὕτω σφόδρα. — Πάσῃ δὲ διανοίᾳ λέγει τῷ νοερῷ τῆς ψυχῆς.
πζʹ Φίλω μὲν οὖν καὶ τούτω
Πρὸς τὰ μέτρα ἀπονέμει, ὡς ἂν εἴποις, ἡ ἐσχάτη ἐρωτικὴ φιλία αὕτη ἐστὶν ἡ διὰ τῶν σωμάτων. —Τὸ δὲ ἔξω γενομένω· τουτέστι καὶ μηκέτι ἐρῶντες φίλοι εἰσί· τὸ γὰρ ἔξω γενόμενοι μηκέτι ἐρῶντες διὰ τῶν σωμάτων.
πηʹ Ἐν δὲ τῇ τελευτῇ
Ἢ τοῦ θανάτου ἢ τοῦ ἔρωτος λέγει. —Τὸ δὲ ἄπτεροι ἐπειδὴ οὐ τῷ νοερῷ τῆς ψυχῆς ἐχρήσαντο. — Οὐ σμικρὸν δὲ ἆθλον προφέρονται οἱ τὸ ἔσχατον ἴνδαλμα τοῦ ἔρωτος ἀποφερόμενοι. —Τὸ δὲ εἰς σκότον· τουτέστιν οἱ φιλίαν κτησάμενοι διὰ τῶν αἰσθητῶν καὶ οὗτοι ὑπόπτεροι γίνονται καὶ οὐκέτι ἀπέρχονται εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια, ὥσπερ οἱ ἀκολάστως ἐρῶντες, ἐπειδὴ ὅπως ποτὲ ἀρχὴν ἔχουσι τῆς ἐρωτικῆς μανίας καὶ τῆς ἀναγωγῆς. — Ὁμοπτέρους δὲ εἶπε διὰ τὸ ἀνάγεσθαι τὸν ἐρώμενον καὶ τὸν ἐραστήν.
πθʹ Ταῦτα τοσαῦτα
Ταῦτα παραβάλλει καὶ ἀντιτίθησι τὸν ἐρῶντα πρὸς τὸν μὴ ἐρῶντα, λέγων ὅτι ὁ μὲν ἐρῶν εἰς τὴν οὐρανίαν πορείαν ἀνάγει αὐτοὺς, καὶ ἀληθῶς εἰς αὐτὸ τὸ ὂν, ὁ δὲ μὴ ἐρῶν τοιοῦτον οὐδὲν ἔχει, ἀλλὰ ἀνθρώπινα πάντα καὶ θνητὰ καὶ σωματικὰ καὶ τῶν ἀληθῶν εἴδωλα. — Ὑπὸ δὲ πλήθους εἶπεν, ἐπειδὴ οἱ πολλοὶ τοὺς τοιούτους σώφρονας ἐπαινοῦσι τοὺς καθʼ ἑαυτοὺς, εἰ καὶ μηδὲν νοερὸν καὶ ἀναγωγὸν ἔχουσιν. — Ἐννέα δὲ χιλιάδας εἶπεν, ἐπειδὴ ἐν τῇ πρώτῃ γενέσει ἡ περίοδος ἡ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ τῇδε οὐδεμίαν κάκωσιν ἔχει.
ϙʹ Αὕτη σοι ὦ φίλε Ἔρως
Καὶ ἀρχόμενος μὲν τοῦ λόγου ἀπὸ θεῶν ἤρξατο, καὶ νῦν δὲ τελειῶν τὸν λόγον εὔχεται τῷ Ἔρωτι. Διὰ τί δὲ τοῦτο ποιεῖ; ὅτι ἀρχὴν καὶ μέσα καὶ τέλος καὶ πάντα περιέχουσιν οἱ θεοὶ, καὶ δεῖ ἐπὶ παντὸς πράγματος μεγάλου καὶ μικροῦ θεὸν καλεῖν συνεργὸν, αὐτός φησι. Καὶ πάλιν ἐν τοῖς Νόμοις· «ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ μέσα καὶ τελευτὴν περιέχει.» Εἰκότως οὖν ὁ κατʼ ἐκεῖνον ἱστάμενος φιλόσοφος καὶ ἀπʼ εὐχῆς ἄρχεται καὶ εἰς εὐχὴν λήγει. Ἄρχεται μὲν οὖν εὐχόμενος τοῖς θεοῖς ἵνα οὗ προέθετο πράγματος ἐπιτύχῃ καὶ διὰ τῶν θεῶν εἰς τέλος ἀφίκηται· πάλιν δὲ δεῖ τοῖς θεοῖς εὐχαριστεῖν μετὰ τὸ πρᾶγμα διά τε τὸ ἐπιτετυχηκέναι τοῦ σκοποῦ καὶ διὰ τὸ βεβαίαν ἐνίδρυσιν ἔχειν αὐτὸ τὸ λεχθὲν ἢ τὸ πραχθὲν ἢ ὅ τί ποτε εἴη. —Τὸ δὲ φίλε εἶπεν, ἐπειδὴ ὁ δεσπότης Ἔρως ἐστιν ὁ τὴν φιλίαν καὶ τὴν ἕνωσιν πᾶσι χαριζόμενος. Εἰς ταυτὸν οὖν ἄγει τὴν ἐρωτικὴν καὶ τὴν φιλίαν, ἐπειδὴ διὰ φιλίας καὶ ὁμονοίας ἡ ἀναγωγὴ γίνεται. — Εἰς ἡμετέραν δύναμιν, ἐπειδὴ ἄλλως τὰ κρείττονα γένη, θεοὶ, δαίμονες, ἥρωες ἀνυμνοῦσι τὸν Ἔρωτα καὶ ἄλλως οἱ κάτοχοι γινόμενοι αὐτοῦ καὶ οἱ φιλόσοφοι· ἕκαστος γὰρ κατὰ τὴν δύναμιν ἀνυμνεῖ τὸν θεόν.
ϙαʹ Ὅτι καλλίστη καὶ ἀρίστη
Τὸ γὰρ κάλλιστον καὶ ἄριστον τοῖς θεοῖς οἰκεῖον καὶ μᾶλλον τῷ Ἔρωτι τῷ προκειμένῳ· διὰ γὰρ κάλλους καὶ ἀρετῆς ἡ ἐπὶ τὸ νοητὸν γίνεται ἄνοδος.
ϙβʹ Καὶ τοῖς ὀνόμασιν ἠναγκασμένη
Ἀπολογεῖται ἐνταῦθα διὰ τί ποιητικοῖς ὀνόμασιν ἐχρήσατο· εἶπε γὰρ ὑπόπτερον, ἄρδεσθαι, δαῖτα, θοίνην καὶ ἄλλα πολλὰ τοιαῦτα. Διὰ τί δὲ ἐχρήσατο τοῖς τοιούτοις ὀνόμασιν; αὐτός φησι διὰ Φαῖδρον. Τοῦτο δὲ ἐποίησεν ὁ φιλόσοφος ἐπειδὴ ἑώρα τὸν Φαῖδρον τὸ καλὸν τῆς συνθήκης τοῦ λόγου Λυσίου καὶ τὴν ἰσχνότητα καὶ τὸ τέλειον θαυμάζοντα, βουλόμενος αὐτὸν καταπλῆξαι ἐκ τοῦ ἐναντίου ὀγκωδεστέρῳ καὶ ἁδροτέρῳ καὶ ὑψηλῷ ἐχρήσατο χαρακτῆρι. Ἡ δὲ ἀληθεστέρα αἰτία αὕτη ἂν λεχθείη ὅτι τοῖς μεγάλοις πράγμασι καὶ περὶ τηλικούτων λόγοις ἁρμόδιος καὶ πρέπων ὁ ὑψηλὸς χαρακτήρ.
ϙγʹ Ἀλλὰ τῶν προτέρων συγγνώμην
Οἷός ἐστι περὶ τὰ τῶν θεῶν ὀνόματα ὁ Σωκράτης ἐν τῷ Φιλήβῳ φησίν· ἐκείνου γὰρ λέγοντος τὴν ἡδονὴν τὴν Ἀφροδίτην, ὁ φιλόσοφος, λέγων ὅτι οὐκ ἔστι, φησί· «τὸ δὲ ἐμὸν δέος ὦ Πρώταρχε περὶ τὰ τῶν θεῶν ὀνόματα πέρᾳ τοῦ μεγίστου φόβου ἢ κατὰ ἄνθρωπον·» οὐ δεῖ γὰρ χραίνειν τὰ τῶν θεῶν ὀνόματα. Ἐπειδὴ τοίνυν ἔδοξεν ὅπως ποτὲ κατʼ Ἔρωτος λέγειν, διὰ τοῦτο ἀπολογούμενος εἶπε τὴν παλινῳδίαν συγγνώμην τε αἰτεῖ ἐφʼ οἷς ἔδοξε λέγειν κατὰ τοῦ ὀνόματος τοῦ Ἔρωτος.
ϙδʹ Καὶ τῶνδε χάριν ἔχων
Οἱ γὰρ θεοί εἰσιν οἱ καὶ τὴν χάριν ἐπιλάμποντες παντὶ τῷ κόσμῳ, καὶ διὰ χάριτος καὶ ὁμονοίας συναπτόμεθα τοῖς θεοῖς. — Χάριν δὲ εἶπεν οὐχ ὅτι οἱ θεοὶ χάριν παρʼ ἡμῶν δέχονται, ἀλλὰ ὅτι διὰ τοῦ θεραπεύειν τοὺς θεοὺς αὐτοῖς χαριζόμενοι ἁρμοζόμεθα καὶ οἰκειούμεθα τοῖς θεοῖς. Τὸ γοῦν τῶνδε χάριν ἔχων εἴη ἂν ἀντὶ τοῦ ἀποδεχόμενος τὸν λόγον. —Τὸ δὲ εὐμενὴς καὶ ἵλεως κατὰ τὴν συνάφειαν λέγει τὴν πρὸς αὐτὸν καὶ τὸ ἀγαθὸν τὸ τῶν θεῶν. —Πῶς δὲ νῦν τέχνην λέγει τὴν ἐρωτικὴν, ἣν πάλαι ἐνθουσιαστικὴν εἶπεν; Ἢ δῆλον ὅτι τοῦτο λέγει ὅτι δεῖ μὲν τὰ παρʼ ἡμῶν τεχνικὰ θεωρήματα κινεῖν, εἶθʼ οὕτως ὕστερον τὴν παρὰ τῶν θεῶν ἔλλαμψιν δέχεσθαι, ὡς καὶ ἐπὶ τῆς ποιητικῆς δεῖ τὸ ἐν ἡμῖν εὑρετικὸν καὶ ποιητικὸν κινεῖν, εἶθʼ οὕτως ἐκδέχεσθαι τὴν παρὰ τῶν θεῶν ἔλλαμψιν· ὁ γὰρ κάτοχος γινόμενος ταῖς Μούσαις θεῖος ποιητὴς γίνεται. Ποία δέ ἐστιν ἡ ἐρωτικὴ τέχνη; ἣν αὐτὸς ἐν Ἀλκιβιάδῃ ἐδήλωσε καὶ ἐδίδαξεν ὅτι πρῶτον μὲν δεῖ τὸν ἀξιέραστον ζητεῖν καὶ διακρῖναι τίνος δεῖ ἐρᾶν· οὐ γὰρ πάντων δεῖ, ἀλλὰ τοῦ μεγαλόφρονος τοῦ καταφρονητικοῦ τῶν δευτέρων· εἶτα μετὰ τὸ ἐρασθῆναι μηδὲν προσφθέγγεσθαι ἕως οὗ καιρὸν ἔχῃ τοῦ συνιέναι φιλοσόφων λόγων, εἶτα ὅτε οἷός τέ ἐστιν ἀκούειν τότε χειρώσασθαι αὐτὸν καὶ διδάσκειν τὰ τῆς ἐρωτικῆς, καὶ οὕτως ἀντέρωτα αὐτῷ γεννῆσαι. —Τὸ δὲ μήτʼ ἀφέλῃ μήτε πηρώσῃς διʼ ὀργήν· ὀργὴ θεῶν ἐστιν ἡ ἀπόστασις ἡ ἀπʼ αὐτῶν· οὐδὲ γὰρ ὀργίζονται οἱ θεοί. Ὃ λέγει οὖν τοῦτο ἔστι· μὴ ποιήσῃς με ἀποστῆναι τῆς παρὰ σοῦ ἐπιπνοίας ἢ ἀνενέργητον ποιήσῃς ἀλλὰ ἔχεσθαί με τῆς παρὰ σοῦ δόσεως καὶ ἀγαθότητος.
ϙεʹ Δίδου δʼ ἔτι μᾶλλον
Τὸ τιμᾶσθαι εἶπε διὰ τοὺς νέους· βούλεται γὰρ τιμᾶσθαι παρὰ τῶν νέων οὐ διʼ ἑαυτὸν ἀλλὰ διʼ ἐκείνους. Καὶ γὰρ καὶ τοὺς θεοὺς οὐ διʼ αὑτοὺς δεῖ τιμᾶν ἀλλὰ διʼ αὐτούς. Τὸ γὰρ τιμᾶν τὸ ὑπερέχον τῷ τιμῶντι συμβάλλεται. Διὸ καὶ ὁ Σωκράτης εὔχεται τὸ τίμιος εἶναι παρὰ τοῖς νέοις, ἐπεὶ καὶ τέλος ἐστὶ τοῦτο τῆς ἐρωτικῆς· οὐδὲν γὰρ ἄλλο ἐστὶν ὃ λέγει ἢ ἀντέρωτα ἔχειν τοὺς νέους ἐμοῦ· διὰ γὰρ τοῦ τιμᾶν αὐτὸν τοὺς νέους καὶ τὸ ἐρᾶν συμβαίνει αὐτοῦ· θεῖον δὲ καὶ ἀγαθὸν ἡ τιμὴ ὡς καὶ αὐτός φησιν ἀλλαχοῦ.
ϙςʹ Τῷ πρόσθεν δὲ εἰ τί σοι λόγῳ
Τουτέστιν εἰ δέ τι εἴρηται εἰς τὸ ὄνομά σου τοῦ Ἔρωτος ἀπηχὲς, ὁ Λυσίας αἴτιος ἀναγκάσας Φαῖδρον τοιούτοις χρήσασθαι λόγοις. — Ἐπὶ φιλοσοφίαν δὲ ὥσπερ, καὶ τὰ ἑξῆς· κατὰ ὁμοιότητα τοῦ θείου καὶ ὁ τῷ ὄντι φιλόσοφος ἵσταται· ὥσπερ γὰρ τὸ θεῖον πᾶσι προτείνει ἀφθόνως τὰ ἀγαθά — φθόνος γὰρ ἔξω θείου χοροῦ — μεταλαμβάνει δὲ ὁ πεφυκὼς καὶ ὁ ἐπιτήδειος, τὸν αὐτὸν τρόπον καὶ ὁ Σωκράτης πᾶσι τὰ ἀγαθὰ βουλόμενος εὔχεται ὑπὲρ τοῦ Λυσίου, ἵνα μηκέτι τοιαῦτα συγγράφῃ ἀλλὰ τὰ δυνάμενα ὠφελεῖν τοὺς νέους. —Ὁ δὲ Πολέμαρχος ἀδελφός ἐστι Λυσίου, οὗ μέμνηται ἐν τῇ Πολιτείᾳ ἐπιδιώκοντος τὸν Σωκράτην καὶ ἐπιθυμοῦντος ἀκοῦσαι αὐτοῦ. —Τὸ δὲ μηκέτι ἐπαμφοτερίζῃ ἵνα μηκέτι τῷ Λυσίᾳ προσχωρῇ καὶ ἕπηται καὶ ἡμῖν, ἀλλὰ μίαν γνώμην ἔχῃ. Τοῦτο δὲ εἶπεν, ἐπειδὴ ὁ δεσπότης Ἔρως ἕνωσιν καὶ μίαν ἁρμονίαν ἡμῖν παρέχεται, πᾶν τὸ διπλοῦν καὶ ἀλλότριον καὶ πᾶσαν τοιαύτην ἐνέργειαν ἀποσκευαζόμενος καὶ εἰς ἕνωσιν πάντα ἄγων· τοῦτο οὖν λέγει ὅτι ἵνα καὶ ὁ Φαῖδρος κατὰ ἕνωσιν ἐνεργῇ.
ϙζʹ Ἀλλʼ ἁπλῶς πρὸς Ἔρωτα
Τοῦ γὰρ βίου παντὸς καὶ τῆς καταστάσεως καθηγεμὼν ἡμῶν ἐστιν ὁ Ἔρως. Τοῦτο οὖν εὔχεται ἵνα καὶ τὸν βίον τοῦ Λυσίου πάντα εἰς τὸ ἁπλοῦν καὶ ἀληθὲς κατευθύνῃ ὁ Ἔρως.
ϙηʹ Συνεύχομαί σοι ὦ Σώκρατες
Τὸ μὲν συνεύχομαι εἶπεν, ἐπειδὴ ἡ τῶν πολλῶν εὐχὴ ἀνύει πλέον τι τοῦ ἑνὸς ἀνδρός. —Τὸ δὲ εἴπερ ἄμεινον δεῖ ποιεῖν κοινὴν τὴν εὐχὴν τὴν κοινωνίαν τῶν ψυχῶν ἀπομαντευόμενον· ὁμοῦ γὰρ ἦσαν τὸ πάλαι πρὶν ἐλθεῖν εἰς γένεσιν. — Ταῦτα ἡμῖν εἶναι εἶπεν, ἐπειδὴ οὐ πάντως τὰ καθήκοντα τῷδε τῷ ἀνθρώπῳ καὶ τῷδε καθήκει· οὔτε μὴν ἴδμεν τὰ καθʼ ἡμᾶς αὐτοὺς οὐδὲ τὴν τῶν μελλόντων ἔκβασιν· οἱ δὲ θεοὶ ἴσασι τὰ καθήκοντα ἑκάστῳ.
ϙθʹ Τὸν λόγον δέ σου καὶ τὰ ἑξῆς
Ἐκπλήττεται τὸν τοῦ φιλοσόφου λόγον τὸν τῆς παλινῳδίας ὡς τοῦ προτέρου καλλίονα ὄντα· καὶ τῷ ὄντι πολλῷ ἐκείνου ὑπερέχει. Ἐνταῦθα γὰρ εἶπε περὶ τῆς νοητῆς οὐσίας καὶ τῆς ἀθανασίας τῆς ψυχῆς καὶ τοῦ καθηγεμόνος Διὸς πῶς συνάγει πάντα καὶ τῶν ἐννέα βίων καὶ τῶν ἄλλων ὧν εἶπε πρῴην.
ρʹ Ὥστε ὀκνῶ
Ἐπειδὴ ηὔξατο ὁ Σωκράτης λέγων ὡς τὸν Πολέμαρχον οὕτω καὶ Λυσίαν τραπῆναι ἐπὶ φιλοσοφίαν, διὰ τοῦτό φησιν ὁ Φαῖδρος ὅτι «οὐκ οἶμαι εἰ οἷός τέ ἐστιν ὁ Λυσίας τούτῳ τῷ λόγῳ, εἰ καὶ θελήσει, ἀντιπαρατεῖναι ἴσον λόγον.»
ραʹ Καὶ γάρ τις αὐτὸν ὦ θαυμάσιε
Θαυμάσαι μὲν ἔστι τὸν φιλόσοφον ἐν πᾶσι, μάλιστα δὲ διὰ τὸ πυκνὸν καὶ συνεχὲς καὶ ἡνωμένον τοῦ λόγου. Οὕτω γὰρ γράφει ὡς ἓν ζῷον ἀποτελεσθῆναι τὸν πάντα λόγον· ὥσπερ γὰρ τὸ ζῷον ἡνωμένα ἔχει τὰ μόρια καὶ διακεκριμένα, οὕτω καὶ ὁ λόγος Σωκράτους. Βουλόμενος οὖν εἰς τὸν περὶ ῥητορικῆς εἰσβαλεῖν λόγον, ἐξ οὗ καὶ ἡ ἀρχὴ τοῦ λόγου — τοῦ γὰρ Φαίδρου θαυμάζοντος τὸ φαινόμενον κάλλος καὶ τὴν συνθήκην τοῦ λόγου, ὁ φιλόσοφος ἦλθε διὰ Φαῖδρον εἰς πάντας τοὺς εἰρημένους λόγους —, ὅρα οὖν πῶς συμφώνως εἰσβάλλει εἰς τὸν περὶ ῥητορικῆς λόγον. Φησὶ γὰρ ὁ Φαῖδρος ὅτι οὐκ ἂν θελήσαι ὁ Λυσίας ἀντιπαρατεῖναι τῷ σῷ λόγῳ, ἐπειδὴ ὠνείδιζέ τις αὐτῷ ὡς λογογράφῳ καὶ ἀπὸ ταύτης τῆς λέξεως ἄρχεται ὁ φιλόσοφος τὸν περὶ ῥητορικῆς λόγον, λέγων ὅτι τὸ λογογραφεῖν οὐκ ἔστι κακὸν ἀλλὰ τὸ κακῶς γράφειν κακόν ἐστι· τὸ μέντοι καλὰ καὶ ἀγαθὰ γράφειν καλόν ἐστι· πρὸς γὰρ τὴν πρόθεσιν τοῦ γράφοντός ἐστι τὸ καλὸν καὶ τὸ κακόν· ἐπεὶ, ὡς καὶ ἀλλαχοῦ εἶπε, πᾶσα πρᾶξις αὐτὴ καθʼ αὑτὴν οὔτε καλὴ οὔτε κακή. Λογογράφους δὲ ἐκάλουν οἱ παλαιοὶ τοὺς ἐπὶ μισθῷ λόγους γράφοντας· ἦσαν γάρ τινες τῶν ῥητόρων πιπράσκοντες λόγους τοῖς λέγουσιν εἰς τὰ δικαστήρια, ῥήτορας δὲ ἔλεγον τοὺς διʼ ἑαυτῶν λέγοντας.
ρβʹ Τάχʼ οὖν ἄν
Πολλάκις γὰρ ἵνα τιμώμεθα ἀπεχόμεθα τῶν αἰσχρῶν· διὸ, φησὶ, καὶ ὁ Λυσίας τοῦ τιμᾶσθαι χάριν ἂν ἀπόσχοιτο τὸ γράφειν, ἐκφεύγων τὸ ὀνειδίζεσθαι καὶ τιμῆς ἐφιέμενος.
ργʹ Γελοῖόν γε ὦ νεανία
Καὶ γὰρ, φησὶν, ἐθελήσει γράψαι ὁ Λυσίας, καὶ οἱ διαβάλλοντες δὲ τὸ λογογραφεῖν ἡδέως ἔχουσι λόγους γράφειν ὅτι γενναιοτέρους παῖδας ἑαυτῶν καταλιμπάνουσι συγγράμματα καταλείποντες, ὡς εἶπεν ἐν τῷ Συμποσίῳ. —Ψοφοδεεῖς δὲ λέγονται οἱ τοὺς ψόφους τῶν μυιῶν δεδοικότες καὶ τὰ τυχόντα.
ρδʹ Οἴει νομίζοντα λέγειν
Ἀντὶ τοῦ δοξάζοντα λέγειν, τουτέστιν ὅτι οὐδὲ αὐτὸς ὁ ὀνειδίζων τὸ λογογραφεῖν οὕτω διακείμενος ὡς κακοῦ τοῦ πράγματος ὄντος διαβάλλει.
ρεʹ Καὶ ξύνοισθά που καί
Ὁ Φαῖδρος ἐνδόξως βούλεται ἐπιχειρῆσαι· ἔνδοξος δέ ἐστιν ἐπιχείρησις ἡ ἀπὸ τῶν πολλῶν· ἐπειδὴ οὖν οἱ ἄνθρωποι ἐλοιδοροῦντο τὸ λογογραφεῖν ὡς ἐκ τῆς κατεχούσης συνηθείας, διὰ τοῦτο καὶ αὐτός φησιν ὅτι οἱ μέγα δυνάμενοι ἀπέσχοντο τὸ λογογραφεῖν οἷον Θεμιστοκλῆς, Περικλῆς, ἱκανοὶ ὄντες λέγειν, καὶ ἄλλοι δὲ τῶν ἀστείων ἀνθρώπων οἷον ὁ Πυθαγόρας, καὶ αὐτὸς δὲ ὁ Σωκράτης. Διὸ καὶ αὐτὸς ὁ Πλάτων ἐνδόξως ἐπιχειρῶν ἀντιτίθησι τοὺς συγγραψαμένους.
ρςʹ Γλυκὺς ἀγκών
Παροιμία ἐστιν αὕτη· τόπος ἐστί τις τῆς Αἰγύπτου οὕτω καλούμενος ὅπου δυσχέρεια πολλή ἐστι· κατὰ ἀντίφρασιν οὖν εἴρηται διὰ τὸ δυσχερὲς τοῦ τόπου γλυκὺς ὁ τόπος. Ὧδε οὖν κατὰ τὸ ἐναντίον τῆς παροιμίας καὶ τὸ ἀνάπαλιν εἴρηται· καλὸν γὰρ ὂν τὸ λογογραφεῖν αἰσχρὸν εἴρηται. Παροιμία οὖν εἴρηται ἐπὶ τῶν κατὰ ἐναντία λεγόντων ὧν βούλονται· τοῦ γὰρ λογογραφεῖν ἐρῶσι καὶ βούλονται τοῦτο ποιεῖν καὶ ἐπαινετὸν ὂν αὐτὸ αἰσχρὸν λέγουσι καὶ ψεκτὸν οὐχ οὕτω διακείμενοι. Ὃ λέγει οὖν τοῦτο ἔστιν ὅτι ὥσπερ ἐκεῖνο λέληθε πόθεν ἐκλήθη γλυκὺς ἀγκὼν δυσχερὴς ὢν καὶ πικρὸς ὁ τόπος, οὕτω καὶ τοῦτο λέληθεν ὅτι αἰσχρὸν ἐκλήθη τὸ λογογραφεῖν ἐπαινετὸν ὂν καὶ καλόν. — Καὶ πρὸς τῷ ἀγκῶνι λανθάνει σε· καὶ ὁ Πλάτων γὰρ ἐνδόξως ἐπιχειρεῖ ἀποδεῖξαι ὅτι οὐ κακόν ἐστι τὸ λογογραφεῖν, καὶ ἀντιπαρατίθησι καὶ αὐτοὺς τοὺς μεγαλοδυνάμους καὶ γράψαντας καὶ νόμους καὶ ψηφίσματα καὶ τὰ τοιαῦτα.
ρζʹ Οἵ γε καὶ ἐπειδάν τινα γράψωσιν
Οἵτινες οὕτω βρενθύονται καὶ ὡς ἐπὶ καλῷ τῷ ποιήματι καλλωπίζονται ὥστε λέγουσιν· «ἔδοξε τῇ βούλῃ καὶ τῷ δήμῳ τόνδε τὸν ἀπὸ τοῦ δήμου τοῦδε τὸ καὶ τὸ ποιῆσαι,» καὶ ἑαυτοὺς ἐγγράφονται καὶ πρὸς οὓς ποιοῦνται τοὺς λόγους.
ρηʹ Τὸν ἑαυτὸν δή
Τὸ τὸν προσέθηκε διὰ τὸ μέγα φρονεῖν αὐτούς. —Τὸ δὲ ἐμμένῃ τουτέστι δεχθῇ καὶ μὴ ἐκβληθῇ ὁ λόγος.
ρθʹ Τί δʼ ὅταν ἱκανός
Ἐπειδὴ ἐκεῖνος εἶπεν ἐν τῇ πόλει μέγα δυνηθέντας τινὰς εἶναι οἵτινες ἔφευγον τὸ λογογραφεῖν, διὰ τοῦτο καὶ οὗτος ἀντιπαρατίθησι δυνατούς τινας βασιλεῖς νομοθέτας συγγράμματα ἑαυτῶν καταλιπόντας. —Τὸ δὲ τῶν τοιούτων· τὸ λοιδορούντων τὸ λογογραφεῖν. — Τίς οὖν ὁ τρόπος... τὸ περὶ τῆς ῥητορικῆς διαλέγεσθαι ἀλλὰ καὶ περὶ ποιητικῆς καὶ ἁπλῶς περὶ τοῦ λέγειν· καὶ ἀνάγει τὸν λόγον ἐπὶ τὰς ἀρχὰς, φιλόσοφον ποιούμενος τὸ σκέμμα καὶ ἐπιστημονικόν· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου οὖσα καὶ τὰ κατὰ μέρος περιλαμβάνει. Εἰς ἀρχὴν οὖν καὶ αἰτίαν ἀνάγει πάντα τὸν λόγον πότε ἐστι καλῶς λογογραφεῖν καὶ λέγειν. Ὃ λέγει οὖν τοῦτο ἔστιν, ὅτι ἐπιστήμην ὀφείλει ἔχειν τῶν πραγμάτων ὁ μέλλων γράφειν· τὰ γὰρ γράμματα εἰκόνες εἰσὶ τῶν λεγομένων, οὐ δυνατὸν δὲ εἰδέναι τὰς εἰκόνας μὴ εἰδότας τὰ ἀρχέτυπα. Ἐντεῦθεν οὖν ἀφορμὴν λαμβάνει τοῦ ἐξετάσαι τὸν Λυσίου λόγον ὅτι ἀμεθόδως καὶ ἀνηρτημένως ἔγραψεν· ἐὰν γὰρ μάθωμεν τὸν καθόλου τρόπον τοῦ καλῶς γράφειν, χρώμενοι τούτῳ κανόνι καὶ τὰ κατὰ μέρος δυνάμεθα διακρίνειν.
ριʹ Λυσίαν τε περὶ τούτων
Τουτέστι τὸν λόγον τοῦ Λυσίου. — Καὶ ἄλλον ὅστις πώποτε· ὅρα πῶς καθολικὸν ποιεῖται τὸν λόγον· οὐ γὰρ μόνον περὶ τοῦ Λυσίου εἶπεν, ἀλλὰ εἴτε πολιτικὸν εἴτε ἰδιωτικὸν εἴτε μετὰ μέτρου εἴτε ἄνευ μέτρου· οὕτως δῆλόν ἐστιν ὅτι περὶ τῶν καθόλου λόγων καὶ συγγραφῶν ὁ παρών ἐστι λόγος. — Πολιτικὸν δὲ λέγει τὸν νομοθετικὸν ἢ συμβουλευτικὸν, ἰδιωτικὸν δὲ τὸν δικαστικὸν ἢ δικανικόν· ὅρα οὖν ὅτι πᾶν εἶδος λόγου ἐνταῦθα ἐξετάζει.
ριαʹ Ἐρωτᾷς εἰ δεόμεθα
Ἐπειδὴ γὰρ οὐσίωται ἡμῶν ἡ λογικὴ ψυχὴ κατὰ τὸ νοερὸν τὸ ἐν αὐτῇ — ἡ γὰρ ψυχὴ τοῦ ἀνθρώπου λόγος ἐστίν — εἰκότως γεννᾶν βούλεται λόγους. Τίνος οὖν χάριν ὀφείλομεν ζῆν, φησίν; ἢ εὑρέσεως ἕνεκα τούτου τοῦ λόγου. Τὰς ἐκ προλυπήσεως δὲ καλεῖ ἡδονὰς τὰς διʼ ἁφῆς καὶ γεύσεως· εἰ γὰρ μὴ πάνυ λυπηθείη τις, οὐδὲ ἡσθῆναι δύναται ἐν ταύταις. Οὕτως αὗται αἱ ἡδοναὶ οὐκ εἰσὶ καθαραὶ ἡδοναὶ, ἀλλὰ μετὰ λύπης· καὶ γὰρ καὶ αἰτίαν ἔχουσι τὴν λύπην καὶ συμπαρομαρτοῦσαν καὶ ἐπακολουθοῦσαν. Οὐσίωται οὖν ἡμῶν ἡ ψυχὴ κατὰ τὸν λόγον καὶ τὴν νοερὰν ἐνέργειαν τὴν ἐν αὐτῇ.
ριβʹ Οὐ γάρ που ἐκείνων γε
Τῶν σωματικῶν ἡδονῶν λέγει αἳ γένεσιν ἔχουσι τὴν λύπην. —Τὸ δὲ ἢ μηδὲ ἡσθῆναι, ὅτι λέγει τὰς καθʼ ὅρασιν καὶ ἀκοὴν ἡδονάς· μάλιστα δὲ αἱ διʼ ἁφῆς ἡδοναί εἰσιν αἱ ἐκ προλυπήσεως. — Ἀνδραποδώδεις δὲ ἡδοναὶ κέκληνται αἱ ἄλλων παθῶν ἀπεχόμεναι, ὑπʼ ἄλλων δὲ κρατούμεναι· οἱ γὰρ τῇ ἡδονῇ ἐνδιδόμενοι ἀνδραποδίζονται ὑπὸ τῆς ἡδονῆς, ὅλην τὴν ψυχὴν ἐκεῖ ἐκδιδόντες.
ριγʹ Σχολὴ μὲν δὴ ὡς ἔοικε
Μῦθον βούλεται εἰπεῖν, διὰ τοῦ μύθου διεγείρων ἡμᾶς, καὶ οὐκ ἐῶν νυστάζειν καὶ ἀργοὺς εἶναι τὴν διάνοιαν. Εἰδέναι δὲ δεῖ καθὼς καὶ ἤδη εἴπομεν ὅτι οὐ περὶ ῥητορικῆς μόνον ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ πάσης συγγραφῆς καὶ παντὸς τοῦ λέγειν, πότε καλῶς ἔστι γράφειν καὶ λέγειν ἢ μή. Καθολικωτάτην οὖν καὶ ἐπιστημονικωτάτην ποιεῖται τὴν δεῖξιν· πρότερον οὖν παραδοὺς πότε ἔστιν ὀρθῶς γράφειν καὶ μὴ, καὶ κανόνας τοῦ ὀρθῶς λέγειν, ἔρχεται ὕστερον εἰς τὸ συγκρῖναι τοὺς δύο λόγους, τὸν ἑαυτοῦ καὶ τὸν Λυσίου, ἐπὶ ὑποδείγματος ἐξετάζων, καὶ οὕτως ἀπὸ τῶν καθολικωτέρων ἔρχεται εἰς τὰ κατὰ μέρος· μέλλων οὖν τοῦτο ποιεῖν ἀνάγει τὸν λόγον ἐπὶ τοὺς ἐφόρους θεοὺς τοῦ λόγου καὶ τὰ αἴτια, τουτέστι τὰς Μούσας. — Σχολὴ μὲν δή· σχολὴ εἰς τὸ διαλέγεσθαι, καὶ οὐδὲν ἡμᾶς περιέλκει· μάλιστα γὰρ σχολαστικοὶ λέγονται οἱ τῇ θεωρίᾳ σχολάζοντες. — Ἐν τῷ πνίγει δέ· τὸ ἐν μεσημβρίᾳ λέγεσθαι τὸν λόγον φέρει τινὰ εἰκόνα πρὸς τὸ κρεῖττον· τότε γὰρ ὁ θεὸς ἥλιος ὡς ἀπὸ κέντρου πάντα καταυγάζει· ἔπειτα δὲ καὶ ἀναγωγόν ἐστι τὸ θερμὸν καὶ ἀνωφερές. — Εἰ οὖν, φησὶν, ἴδοιεν οἱ τέττιγες οἱ ὑπὲρ κεφαλῆς ἡμῶν ὄντες, τουτέστιν αἱ θεῖαι ψυχαὶ ἤτοι δαίμονες ἢ ἥρωες ἢ θεοὶ οἱ ὑπὲρ κεφαλῆς ἡμῶν ὄντες καὶ ὑπὲρ ἡμᾶς, κατακηλουμένους ὑπὸ ἡδονῆς καὶ γλυκυθυμίας καὶ καταφερομένους εἰς ὕπνον καταγελῷεν ἂν ἡμῶν· εἰ γὰρ τὰ θνητὰ τῶν ζῴων, οἷον, φησὶν, οἱ τέττιγες, ἀγρυπνεῖ ἐν μεσημβρίᾳ, πολλῷ πλέον τὸ λογικὸν ζῷον οὐκ ὀφείλει νυστάζειν καὶ μεσημβριάζειν. —Μεσημβριάζειν δέ ἐστι τὸ ἐν τῇ μεσημβρίᾳ νυστάζειν καὶ καθεύδειν. —Τὸ δὲ κηλουμένους, τουτέστι θελγομένους ὑπὸ τῶν ἡδονῶν τῶν σωματικῶν καὶ τῆς γλυκυθυμίας, καὶ καταφερομένους εἰς γένεσιν. —Τὸ δὲ διʼ ἀργίαν τῆς διανοίας, ἵνα ταύτην τὴν κίνησιν λάβῃ τὴν ὑπὸ τῆς ὑγρότητος τῆς γενέσεως γινομένην, καὶ οὐχὶ τὴν τὸ νοερὸν ἡμῶν καὶ τὴν διάνοιαν διεγείρουσαν.
ριδʹ Ὥσπερ προβάτια
Τουτέστιν ἀλογηθέντας καὶ ἐν ἴσῃ τάξει τῶν ἀλόγων ἢ τῶν ἀνδραπόδων ὄντας, καὶ μηδὲν ἄξιον ἐπιστήμονος πράττοντας κοιμᾶσθαι. Διὰ τούτου δὲ προτρέπει ἡμᾶς προστιθέναι καὶ τὰς νύκτας εἰς τὸ ἀγρυπνεῖν, μήτοι γε δεῖ ἀφελεῖν τῶν ἡμερῶν· τοῦτο δὲ αὐτὸ ὅτι δεῖ καὶ μέρος τῆς νυκτὸς ἀγρυπνεῖν ἐν τοῖς πολέμοις ἐδίδαξεν.
ριεʹ Ἐὰν δὲ ὁρῶσι διαλεγομένους
Ὥσπερ, φησὶν, οἱ ὑπὸ Σειρήνων καθελκόμενοι καὶ κατακηλούμενοι ἐπελάθοντο τῆς οἰκείας πατρίδος, οὕτω καὶ ἡμεῖς, ἐὰν κηλώμεθα ὑπὸ τούτων τῶν φαινομένων καὶ τῶν τεττίγων καὶ εἰς ὕπνον καταφερώμεθα, ἐπιλανθανόμεθα τῆς οἰκείας πατρίδος καὶ τῆς εἰς τὸ νοητὸν ἀναγωγῆς· ἐὰν δὲ διεγείρωμεν ἑαυτῶν τὸ διορατικὸν καὶ ἐπάγρυπνον καὶ μὴ καθελκώμεθα ὑπὸ γλυκυθυμίας, παραπλέομεν ὥσπερ ὁ Ὀδυσσεὺς καὶ παρερχόμεθα τὸν ἐνταῦθα βίον καὶ ἀξιούμεθα τῆς οἰκείας πατρίδος καὶ τῆς ἐπὶ τὸ νοητὸν ἀναγωγῆς. — Ὃ γέρας παρὰ θεῶν ἔχουσιν· ὅταν οὖν, φησὶ, δυνηθῶμεν τὰς Σειρῆνας τὰς ἐν τῷ αἰσθητῷ κόσμῳ παραπλεῦσαι, ὡς ἂν εἴποις δαίμονάς τινας κατέχοντας τὰς ψυχὰς περὶ τὴν γένεσιν, τότε οἱ τέττιγες, τουτέστιν αἱ θεῖαι ψυχαὶ καὶ οἱ θεοὶ, ὁρῶντες ἡμᾶς καταναστάντας τῆς γενέσεως καὶ θεοειδῶς ζήσαντας, τὸ μέγιστον ἀνθρώποις γέρας ἂν δοῖεν, τουτέστι χρῆσθαι ἡμῖν ὁπαδοῖς· ὥσπερ γὰρ οἱ θεοὶ ἄγρυπνοί εἰσι κατὰ τὴν οἰκείαν ἐνέργειαν, οὕτως καὶ ἡμεῖς ὀφείλομεν κατὰ τὸ δυνατὸν διεγείρειν ἡμᾶς αὐτούς· τότε δὲ διεγειρόμεθα ἐὰν καὶ τὸν λόγον τὸν ἐν ἡμῖν ἀνακινήσωμεν. Οἱ θεωρητικώτερον δὲ ἐξηγησάμενοι τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν καὶ τὴν ἄνοδον ... διὸ, φασὶν, ἐν τῇ Ἰλιάδι, ἐπειδὴ ἡ ψυχὴ πολεμεῖται ἐκ τῆς ὕλης, μάχας καὶ πολέμους καὶ τὰ τοιαῦτα ἐποίησεν, ἐν δὲ τῇ Ὀδυσσείᾳ ... παραπλέοντα τὰς Σειρῆνας καὶ ἐκφεύγοντα τὴν Κίρκην, τοὺς Κύκλωπας, τὴν Καλυψὼ καὶ πάντα τὰ ἐμποδίζοντα πρὸς ἀναγωγὴν ψυχῆς καὶ μετὰ ταῦτα ἀπελθόντα εἰς τὴν πατρίδα, τουτέστιν εἰς τὸ νοητόν.
ριςʹ Ὃ γέρας παρὰ θεῶν
Ποῖον τοῦτο γέρας φησί; τὸ ἀπαγγέλλειν τὰ περὶ ἡμῶν τοῖς θεοῖς, ὥσπερ δὲ ἐν τῷ Συμποσίῳ ἐποίησε περὶ τοῦ Ἔρωτος — μέσον γὰρ αὐτὸν τίθησι θεῶν καὶ ἀνθρώπων, δαίμονα αὐτὸν λέγων καὶ διαπορθμεύοντα τὰ ἡμέτερα πρὸς τοὺς θεούς· καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξὺ θεῶν καὶ ἀνθρώπων — τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τεττίγων ποιεῖ· φησὶ γὰρ διαπορθμεύειν καὶ ἀπαγγέλλειν τὰ παρʼ ἡμῶν τοῖς θεοῖς· δῆλον οὖν ὅτι δαίμονας ἀγαθοὺς αὐτοὺς βούλεται εἶναι. —Τὸ δὲ δοῖεν ἀγασθέντες, ὅτι οὐ καθειλκύσθημεν ὑπὸ τῆς γλυκυθυμίας ἀλλὰ εὖ ἐζήσαμεν· αἱ γὰρ τῶν ἀνθρώπων ψυχαὶ, ὅταν καλῶς ζήσασαι ἀποκαταστῶσιν, ὁπαδοὶ γίνονται θεῶν ἢ δαιμόνων ἢ ἡρώων, καὶ ἑκάστη ἕπεται τῷ οἰκείῳ θεῷ. — Φιλόμουσον δὲ ἀντὶ τοῦ φιλόσοφον.
ριζʹ Λέγεται δὲ ὡς ποτʼ ἦσαν
Ἡ θεωρία τοῦ μύθου αὕτη ἐστί· τινὲς μὲν γάρ φασιν ὅτι πρὶν γενέσθαι Μούσας καὶ πρὶν γενέσθαι μουσικὴν ἦσαν οἱ ἄνθρωποι ἄμουσοι· γενομένων δὲ τῶν Μουσῶν ἐγένοντο μουσικοί· πῶς γὰρ οὐκ ἄτοπον πρὸ τῶν θεῶν τοὺς ἀνθρώπους γεγονέναι; Ἡ δὲ ἐξήγησις τοῦ θείου Ἰαμβλίχου ῥηθήσεται νῦν· ἀνθρώπους λέγει τὰς ψυχὰς τὰς ἐν τῷ νοητῷ διατριψάσας· αἱ γὰρ ψυχαὶ, πρὶν τὸν θνητὸν βίον διαζήσωσιν, ἄνω εἰσὶν ἐν τῷ νοητῷ, αὐτὰ τὰ εἴδη θεωροῦσαι, ἅμα τοῖς θεοῖς τοῖς ὑπερκοσμίοις οὖσαι· οὕτως οὖν οἱ ἄνθρωποι ἦσαν πρὶν γενέσθαι τὰς Μούσας, τουτέστι τὰς σφαίρας καὶ τὸν αἰσθητὸν κόσμον. Τὸ δὲ πρίν γε μὴ χρόνῳ ἀκούσῃς ἀλλὰ πρὶν εἰς τὸ ἐμφανὲς ταύτην τὴν πρόοδον γενέσθαι τῶν σφαιρῶν· αὕτη γάρ ἐστιν ἡ γένεσις τῶν Μουσῶν ἡ ἔκφανσις ἡ ἀπὸ τοῦ δημιουργοῦ γενομένη εἰς τὸν αἰσθητὸν κόσμον. Ἦσαν οὖν οἱ ἄνθρωποι ἐν τῷ νοητῷ κόσμῳ· ἅμα οὖν ἐγένοντο αἱ Μοῦσαι καὶ αἱ σφαῖραι καὶ ὁ αἰσθητὸς κόσμος καὶ ἡ ὅλη ψυχὴ τοῦ παντὸς κόσμου, συμπροῆλθον καὶ αἱ μερικαὶ ψυχαὶ αἱ τῶν ἀνθρώπων· καὶ ἅτε δὴ νεοτελεῖς οὖσαι καὶ μνήμην ἔχουσαι τῶν ἐκεῖ, ἀπόστροφοι ἦσαν τῆς γενέσεως καὶ οὐκ ἤθελον οὐδὲ φαγεῖν οὐδὲ πιεῖν, τουτέστι μεταλαβεῖν αἰσθητῆς δόξης οὐκ ἠβούλοντο· εἶχον γὰρ τὴν νοητὴν τροφήν· διὸ ὑπὸ λιμοῦ τῶν ἐνταῦθα ἀπέθανον, ἀντὶ τοῦ ἀνήχθησαν.
ριηʹ Γενομένων δὲ Μουσῶν
Τουτέστι προόδου γενομένης καὶ τοῦ αἰσθητοῦ κόσμου τούτου φανέντος, καὶ φανείσης ᾠδῆς καὶ ἁρμονίας· ἁρμονία δέ ἐστιν ἐν νοῖς καὶ ἐν ψυχαῖς καὶ ἐν ταῖς σφαίραις καὶ ἐν πᾶσιν. — Ὑφʼ ἡδονῆς δὲ, τουτέστιν ὑπὸ τῆς θείας εὐφροσύνης. —Τὸ δὲ ἔλαθον τελευτήσαντες· ὁρᾷς ὅτι καὶ ἐνταῦθα ὁ τῷ ὄντι φιλόσοφος ὁ πρὸς τοῖς οὖσι διατρίβων τὰ ἐμποδὼν οὐχ ὁρᾷ ὡς καὶ ἐν Θεαιτήτῳ εἶπε περὶ τοῦ κορυφαίου· οὗτοι οὖν οἱ ἄνθρωποι τῶν αἰσθητῶν καταφρονήσαντες ἀνήχθησαν ἐκπληττόμενοι τὴν θείαν ἁρμονίαν. — Ἐξ ὧν δὲ τῶν τεττίγων, δῆλον, τουτέστιν αἱ ψυχαὶ αὗται μουσικαὶ ἐγένοντο καὶ θεοί τινες. —Τὸ δὲ γέρας τοῦτο· λόγος ἔστιν ὅτι καὶ οἱ τέττιγες οὐ δέονται τροφῆς ἀλλʼ ἀρκοῦνται τῇ δρόσῳ· ἡ δὲ θεωρία ὅτι ὁ κατὰ νοῦν ζῶν καὶ φιλόμουσος καὶ φιλόσοφος βουλόμενος ἀναχθῆναι πρὸς τοὺς θεοὺς οὐ δεῖται τῆς ἐπιμελείας τοῦ σώματος καὶ τῆς σωματικῆς ζωῆς, ἀλλὰ οὐδὲν ἡγεῖται αὐτὴν, ἀποστῆναι, αὐτῆς βουλόμενος· μελετᾷ γὰρ θάνατον, τουτέστιν ἀπόστασιν ταύτης τῆς ζωῆς· οἶδε γὰρ ὅτι πρὸς ὄχλον αὐτῷ ἐστι τὸ σῶμα. Τὸ δὲ γέρας τὸ ὁπαδὸν γενέσθαι τοῦ οἰκείου θεοῦ· καθὼς δὲ ἤδη εἴπομεν ὅτι ἐν τῷ Συμποσίῳ εἶπεν ὅτι τὸ δαιμόνιον πᾶν μεταξύ ἐστι θεῶν καὶ ἀνθρώπων, διαπορθμεῦον τὰ ἡμέτερα πρὸς τοὺς θεούς· εἰδέναι δὲ δεῖ ὅτι τὸ μὲν θεῖον ἀμέσως πᾶσι πάρεστιν, ἡμεῖς δὲ ἀμέσως τῷ θείῳ συναφθῆναι οὐ δυνάμεθα μὴ διὰ μέσου τινὸς, οἷον τοῦ δαιμονίου, ὥσπερ ἐπὶ τοῦ φωτὸς δεόμεθα τοῦ ἀέρος τοῦ διακινοῦντος ἡμῖν τὸ φῶς. Ὃ λέγει οὖν αὐτῶν γέρας τοῦτό ἐστιν, ὅτι, φησὶν, οἱ δαίμονες ἢ αἱ ψυχαὶ ἐλθοῦσαι παρὰ Μούσας ἀπαγγέλλουσι τὰς εὐζωίας καὶ κακοζωίας τῶν ἀνθρώπων, τίς τίνα τῶν θεῶν ἐτίμησεν ἢ οὔ.
ριθʹ Τερψιχόρᾳ
Ἀπαγγέλλουσι δὲ χορείαν οὐχ οἵαν οἱ ὀρχησταὶ ὀρχοῦνται· καταγέλαστος γὰρ αὕτη· εἰσὶ δὲ θεῖαι χορεῖαι· πρῶτον μὲν ἡ τῶν θεῶν, ἔπειτα ἡ τῶν ψυχῶν τῶν θείων, ἔπειτα δὲ ἡ τῶν κατʼ οὐρανὸν θεῶν περιπόλησις χορεία λέγεται, ἣν οἱ ἑπτὰ θεοὶ καὶ οἱ ἀπλανεῖς χορεύουσιν· ἔπειτα καὶ ἐνταῦθα οἱ τελούμενοι τοῖς θεοῖς χορείαν τινὰ ἀποτελοῦσιν ἐν τοῖς μυστηρίοις· καὶ ἡ πᾶσα δὲ ζωὴ τοῦ φιλοσόφου χορεία ἐστί. — Τερψιχόρα οὖν ἐστιν ἡ πάσης χορείας ἔφορος. Τίνες οὖν οἱ τιμῶντες ἐν τῇ χορείᾳ τὸν θεόν; οὐχ οἱ καλῶς ὀρχούμενοι, ἀλλʼ οἱ καλῶς διαζῶντες τὸν ἐνταῦθα βίον, καὶ ῥυθμίζοντες αὑτῶν πᾶσαν τὴν ζωὴν, καὶ συμφώνως τῷ παντὶ χορεύοντες.
ρκʹ Τῇ δὲ Ἐρατοῖ
Ἐρατὼ ἐκλήθη παρὰ τὸ ἐρᾶν καὶ τὸ ἐράσμια ποιεῖν τὰ τοῦ Ἔρωτος ἔργα· συνεργὸς γὰρ αὕτη τῷ Ἔρωτι. Τερψιχόρα οὖν παρὰ τὴν χορείαν ἐρρέθη, ἡ δὲ Ἐρατὼ παρὰ τὸ ἐρᾶν. Τοὺς ἐν τοῖς ἐρωτικοῖς οὖν τετιμηκότας αὐτὴν ἀπαγγέλλουσιν· οἱ γὰρ αἰσχρῶς τῷ ἔρωτι χρώμενοι ὑβρίζουσιν αὐτήν. —Τὸ δὲ κατὰ τὸ εἶδος ἑκάστης τιμῆς, τουτέστι κατὰ τὰ ἰδιώματα ἑκάστης θεοῦ.
ρκαʹ Τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ
Πρεσβυτάτην εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς Μούσαις τάξις ἐστὶ πρώτων καὶ μέσων καὶ τελευταίων, ἃ τῆς φιλοσοφίας ὑπάρχει. Καλλιόπη δὲ ἐκλήθη παρὰ τὴν ὄπα. Τοὺς ἐν λόγοις οὖν αὐτὴν τετιμηκότας ἀπαγγέλλουσι, τῇ δὲ Οὐρανίᾳ τοὺς ἀστρονομήσαντας· διὰ γὰρ τούτων τῶν δύο θεῶν τὸ ἐν ἡμῖν πεπλανημένον σῴζομεν· διὰ γὰρ τῆς ὁράσεως τὴν τάξιν τῶν οὐρανίων θεῶν θεώμενοι τάττομεν τὸ ἐν ἡμῖν ἄλογον· ἔτι γε μὴν διὰ ῥυθμῶν καὶ φιλοσοφίας καὶ ἀκοῆς ῥυθμίζομεν τὸ ἐν ἡμῖν ἄτακτον καὶ ἄρρυθμον· δεῖ δὲ ἀστρονομεῖν οὐ ναυτικῶς, οὐδὲ ἁπλῶς τὰς κινήσεις τῶν οὐρανίων θεῶν εἰδέναι, ἀλλὰ τὴν τάξιν τὴν οὐρανίαν θεωμένους τὸ ἐν ἡμῖν ἄλογον κατατάττειν. —Τὸ δὲ ἱᾶσι καλλίστην φωνήν· καὶ γὰρ λέγεται ὅτι ὁ Πυθαγόρας ᾔσθετο τῆς οὐρανίας φωνῆς· καί τινες δὲ τὰ ὀνόματα τῶν χορδῶν ἐκ τῶν οὐρανίων σφαιρῶν ὠνόμασαν, οἷον ὅτι προσλαμβανομένη ἐστὶν ἡ τοῦ Κρόνου σφαῖρα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἄλλας χορδὰς εἶπον.
ρκβʹ Πολλῶν δὴ οὕνεκα
Διὰ δὴ σύμπαντα ταῦτα τὰ εἰρημένα οὐκ ὀφείλομεν καθεύδειν, ἀλλὰ τὸ νοερὸν τὸ τὴν ἐν ἡμῖν οἰκειότητα φέρον πρὸς τοὺς θεοὺς διεγείρειν· διεγείρομεν δὲ τὸ νοερὸν διὰ τοῦ διαλέγεσθαι. —Τὸ δὲ οὐκοῦν ὅπερ δὴ προὐθέμεθα· ὁ φιλόσοφος Ἀριστοτέλης τέσσαρά τινα ἐν παντὶ ζητεῖ λόγῳ· ἁπλᾶ μὲν δύο, τὸ εἰ ἔστι καὶ τὸ τί ἔστι, σύνθετα δὲ δύο, ὅτι ἔστι καὶ διὰ τί ἔστιν· οἷον εἰ ἔστι κενὸν, ἢ εἰ ἔστι ψυχὴ, ἢ εἰ ἔστι σκινδαψός· καὶ ἐπὶ μὲν τῶν ἐναργῶν οὐ δεῖ ζητεῖν τὸ εἰ ἔστιν, ἀλλὰ τὸ τί ἔστιν· οὐδεὶς γὰρ ζητεῖ εἰ ἔστιν ἄνθρωπος διὰ τὸ ἐναργὲς, ἀλλὰ τί ἔστιν· ἐπὶ δὲ τῶν μὴ ἐναργῶν ζητητέον καὶ τὸ εἰ ἔστιν· οὐδεὶς γὰρ λέγει τί ἔστι σκινδαψὸς πρὶν μαθεῖν τὸ εἰ ἔστιν. Ἐπὶ δὲ τῶν συνθέτων, ἐφʼ ὧν ἄλλο ἄλλου κατηγορεῖται, ζητητέον τὸ ὅτι ἔστιν, εἶθʼ οὕτω τὸ διότι· οἷον ὅτι ἔστιν ἔκλειψις· ἡ γὰρ ἔκλειψίς τινός ἐστιν ἔκλειψις· πρότερον οὖν εἰδέναι δεῖ ὅτι ἡ σελήνη ἐκλείπει, εἶθʼ οὕτω καὶ διὰ τί ἐκλείπει. Πρὸ δὲ τῶν τεσσάρων τούτων ἄλλο ἐστὶν ὃ δεῖ ζητεῖν, τὸ τί σημαίνει αὐτὸ τὸ ὄνομα. Καὶ ὁ φιλόσοφος οὖν Πλάτων πρῶτον δείξας ὅτι δεῖ συγγράφειν διὰ τῶν ἀνωτέρω ἔνθα φησί «τοῦτο μὲν ἄρα παντὶ δῆλον ὅτι οὐκ αἰσχρόν γε αὐτό γε τὸ γράφειν λόγους», ἔπειτα πῶς δεῖ συγγράφειν καὶ τίς ὁ τρόπος τοῦ καλῶς γράφειν καὶ λέγειν καὶ μὴ, διδάσκει καθολικώτερον καὶ ἐπιστημονικώτερον ποιούμενος τὸ πρόβλημα, μετὰ τὸ πᾶσαν τὴν ἀρχὴν τοῦ λόγου ἐπὶ τὰς Μούσας καὶ τοὺς θεοὺς ἀνενεγκεῖν· ὥσπερ δὲ τῷ κανόνι τὸ διάστροφον κρίνεται καὶ τῇ ὀρθῇ τὸ παρὰ τὴν ὀρθὴν, τὸν αὐτὸν τρόπον ὥσπερ εἰς κανόνα ἀνῆλθεν ὁ φιλόσοφος τὴν ἀλήθειαν, ᾗ καὶ τὰ ὅμοια καὶ τὰ παρηλλαγμένα κρίνομεν· οὕτως ὀφείλει ὁ ῥήτωρ κανόνα ἔχειν τὸ ἀληθές.
ρκγʹ Ἆρʼ οὖν οὐχ ὑπάρχειν δεῖ
Ὅτι, φησὶν, ἐν τῷ καλῶς λέγειν ἢ γράφειν προηγεῖσθαι δεῖ τὴν ἀλήθειαν καὶ τὴν γνῶσιν τοῦ πράγματος. Ὁ γὰρ μὴ εἰδὼς τὸ ἀληθὲς τοῦ πράγματος εἰκότα λέγει περὶ αὐτοῦ. Ὅτι δὲ δεῖ γνῶσιν ἔχειν τῶν λεγομένων καὶ τῶν πραγμάτων αὐτὸς ἤδη ἐδίδαξε λέγων «περὶ παντὸς ὦ παῖ μία ἀρχὴ εἰδέναι περὶ οὗ ὁ λόγος ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη.» Τρία οὖν ὑπάρχειν δεῖν λέγεται τοῖς λέγουσιν ἢ γράφουσι· πρῶτον τὸ εἰδέναι τὸ ἀληθές· δεύτερον δὲ τὸ δύνασθαι ἓν πολλὰ ποιεῖν, ὅπερ ἔστι τῆς διαιρετικῆς μεθόδου, τὸ εἰδέναι εἰ τύχοι κατὰ πόσων σημαινομένων λέγεται τὸ προκείμενον πρᾶγμα, πότερον ὁμώνυμον ἢ συνώνυμον, πότερον γένει ἓν ἢ εἴδει καὶ τὰ ὅμοια· δεῖ οὖν καὶ διαιρετικὸν εἶναι· τρίτον τὰ πολλὰ εἰς ἓν συναγαγεῖν, ὅπερ ἔστι τῆς ἀναλυτικῆς καὶ ὁριστικῆς· τὸ γὰρ δύνασθαι τὰ πολλὰ ἑνὶ λόγῳ περιλαβεῖν ὁρισμός ἐστι τοῦ πράγματος· ἔπειτα καὶ τὴν συνθήκην τοῦ λόγου καὶ τὴν εὐπρέπειαν· τὸ γὰρ δεῖν πρόσφορα καὶ σύμφωνα τοῖς θεοῖς λέγειν τε καὶ γράφειν ὡμολόγηται. Ταῦτα οὖν ὥσπερ ὄργανα τοῦ λέγειν τε καὶ γράφειν ... Πρὸ παντὸς εἰδέναι ὀφείλει τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ πράγματος, τουτέστι τὸ ἀληθές· οὕτως γὰρ ἄν γνοίη πῶς ὀφείλει ὁδεῦσαι, πότερα διὰ τῶν ἀληθῶν ἢ διὰ τῶν ἐοικότων αὐτῷ· ὁ γὰρ μὴ εἰδὼς τὸ ἀληθὲς, δοξάζων δὲ, ὡς οἱ τὴν δημώδη ῥητορικὴν ἔχοντες, πολλάκις τὰ ἐναντία ὧν βούλεται πείθει τοὺς ἀκούοντας· οὕτως εἰ περὶ τούτου βούλεται τὰ εἰκότα εἰπεῖν ... περὶ τῆς δημώδους ῥητορικῆς ὅτι οὐ δεῖ, φησὶ, τὸ ἀληθὲς εἰδέναι. Λοιπὸν παρατίθησιν ὁ φιλόσοφος πόσα ἀγαθὰ ἀπὸ τῆς ἀληθινῆς ῥητορικῆς, πόσα δὲ ἀπὸ τῆς ψευδωνύμου συμβαίνει κακά.
ρκδʹ Τὰ τῷ ὄντι δίκαια
Τρία μέρη εἰσὶ τῆς ῥητορικῆς, τὸ συμβουλευτικὸν, τὸ δικανικὸν, τὸ πανηγυρικόν· ἀπὸ τῶν οὖν τελῶν τὰ μέρη παρίστησιν, οἷον τὸ δίκαιον τοῦ δικανικοῦ ἔστι, τὸ ἀγαθὸν τοῦ συμβουλευτικοῦ, τοῦ δὲ πανηγυρικοῦ τὸ καλόν. Καὶ κατὰ ἀντίθεσιν τοῦ δικανικοῦ δίκαιον καὶ ἄδικον, ἀγαθὸν δὲ καὶ κακὸν τοῦ συμβουλευτικοῦ, καλὸν καὶ αἰσχρὸν τοῦ πανηγυρικοῦ. Καὶ περὶ ἕκαστον δὲ αὐτῶν διπλόη τις φαίνεται· περὶ τὸ δικανικὸν κατηγορία καὶ ἀπολογία, περὶ τὸ συμβουλευτικὸν προτροπὴ καὶ ἀποτροπὴ, περὶ τὸ πανηγυρικὸν ἔπαινος καὶ ψόγος· ἐκ γὰρ τούτων ἀπὸ τοῦ τὰ δοκοῦντα λαμβάνειν ἢ δίκαια ἢ ἀγαθὰ ἢ καλὰ ῥητορεύουσιν.
ρκεʹ Οὔ τι ἀπόβλητον
Ἴσως, φησὶ, λέγουσί τι οἱ σοφοί· τὸ δὲ σοφοὶ δύναται μὲν καὶ ὡς ἐν ἤθει λεχθῆναι, ἤγουν ὅτι τοὺς ὅπως ποτέ τι περὶ λόγους ἔχοντας σοφοὺς ἐκάλουν οἱ παλαιοὶ, ὁπότε καὶ τὸν τέκτονα Ὅμηρός φησιν εὖ εἰδὼς σοφίης. Τὸ δὲ οὐκ ἀφετέον, ἀλλὰ ἐρευνητέον πότερον, ὡς ἐγὼ λέγω, δεῖ τὴν ἀλήθειαν ζητεῖν τοῦ δικαίου καὶ ἀγαθοῦ καὶ καλοῦ, ἢ τὴν δόκησιν, ὥς φασιν οἱ ῥήτορες.
ρκςʹ Εἴ σε πείθοιμι ἐγώ
Διʼ ἑνὸς παραδείγματος βούλεται δεῖξαι αὐτῷ ὅσον διάφορόν ἐστι τῆς ἀληθοῦς ῥητορικῆς πρὸς τὴν δημώδη, καὶ ὅτι ὃ μὲν σῴζει τὸν αὐτῇ ἐπόμενον ὃ δὲ ἀνατρέπει εἰς μυρία κακὰ ἐμβάλλων. Καὶ λαμβάνει ἵππον καὶ ὄνον καί φησιν· εἴ σε πείθοιμι περὶ ὄνου ὡς ἵππου διαλεγόμενος, ὅτι ἐστὶ ζῷον ὃ ἐν τοῖς πολέμοις ἰσχυρότατον καὶ νίκης αἴτιον γίνεται καὶ ἐν εἰρήνῃ τοῦ ἀχθοφορεῖν, τύχοιμεν δὲ ἀμφότεροι ἀγνοοῦντες ἵππον, καὶ πείθοιμί σε δοξάζειν ἐπὶ τοῦ ὄνου τὰ τοῦ ἵππου, τί οἴει συμβαίνειν ἐκ τούτου; ἢ δῆλον ὅτι ἀνατρέπεσθαι τὴν φύσιν τῶν πραγμάτων.
ρκζʹ Τοσόνδε μέντοι
Ἐὰν γὰρ πάντῃ ἀγνοοῖμεν, οὐ μέλλομεν περὶ αὐτοῦ διαλέγεσθαι οὐδὲ πείθειν τὸν παντελῶς μηδὲν εἰδότα.
ρκηʹ Γελοῖόν γʼ ἂν
Γελοῖον, φησὶ, τὸ σκέμμα, καὶ αὕτη ἡ πειθὼ παγγέλοιον, τὸ οὕτως δοξάζειν περὶ τοῦ ὄνου ὡς ἵππου.
ρκθʹ Ἆρʼ οὖν
Διαιρετικὸν διπλοῦν προήνεγκεν· ἆρα, φησὶν, οὐ κρεῖττον γελοῖον καὶ φίλον ἢ δεινὸν καὶ ἐχθρόν; αἱρετώτερον γὰρ τὸ γελοῖον καὶ φίλον τὸ ἐπὶ τοῦ ὄνου ὡς ἵππου. —Τὸ δὲ δεινὸν καὶ ἐχθρὸν τὸ ἐπὶ τῶν δικαίων καὶ ἀγαθῶν ὡς ἀδίκων καὶ κακῶν· ἀνατροπὴ γὰρ τοῦ βίου ἐστὶν, ὅταν τὰ καλὰ κακὰ νομίζωμεν καὶ ἐπὶ μὲν τοῦ ὄνου οὐδεμία ἐστὶ βλάβη ὅταν τὸν ὄνον ἵππον νομίζωμεν, ὅταν δὲ τὰ ἄδικα δίκαια νομίζωμεν, καὶ λόγῳ καὶ ἔργῳ βλάβη ἐγγίνεται ἡμῖν.
ρλʹ Ὄνου
Τὸ ὄνου σκιᾶς ἀπὸ παροιμίας ἐρρέθη· πλέον δὲ ἀπέστησε τῶν ῥητόρων τὴν γνῶσιν τῶν δικαίων καὶ ἀδίκων ἢ τὴν σκιὰν τοῦ ὄνου· εἶπε γὰρ περὶ τῆς σκιᾶς τοῦ ὄνου οὐχ ὡς ὄνου σκιᾶς τὸν ἔπαινον ποιούμενος ἀλλʼ ὡς ἵππου· ἡ δὲ σκιὰ τοῦ ἵππου τοῦ ἀληθῶς ὄνου πολὺ ἀφέστηκεν· ὅταν οὖν, φησὶν, ὁ ῥητορικὸς πείθῃ οὐ περὶ ὄνου ἀλλὰ περὶ ἀδίκων καὶ κακῶν ὡς δικαίων καὶ ἀγαθῶν, ποῖον ἄν τινα οἴει καρπὸν θερίζειν· καὶ τοῦτο δὲ ἀπὸ παροιμίας εἴρηται ὅτι «ὁ κακὰ σπείρων κακὰ θερίζει·» καὶ γὰρ οἱ ῥήτορες οἱ οὕτω δημηγοροῦντες, οἳ μὲν ἐξωστρακίσθησαν, οἳ δὲ φυγάδες ἐγένοντο. Ποῖον οὖν, φησὶ, τέλος εὑρῆσθαι ταύτης τῆς συμβουλῆς οἴει; — Οὐ πάνυ γε ἐπιεικῆ· τουτέστι κακόν· καὶ γὰρ καὶ τὸ πλῆθος καὶ οἱ συμβουλευόμενοι εἰς ἐκεῖνον περιτρέπουσι τὰ ἁμαρτήματα.
ρλαʹ Ἆρʼ οὖν ὦγαθέ
Εἰπὼν ὅτι καὶ ἑαυτοῖς οἱ τοιοῦτοι ῥήτορες καὶ τῇ συμβουλευομένῃ πόλει κακὰ περιποιοῦσι, φησίν «ἆρα μὴ ἀγροικότερον λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην;» τοῦτο δὲ εἶπε βουλόμενος καὶ ἐπὶ τὴν μέσην ῥητορικὴν ἐλθεῖν· εἶπε γὰρ ἤδη τὴν ἀληθινὴν καὶ τὴν δημώδη· καθόλου γὰρ ὁ φιλόσοφος, ὅταν περὶ τὴν νοητὴν οὐσίαν στρέφηται καὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ τοῦ θεοῦ καὶ τὸ ὄμμα τῆς διανοίας ἔχῃ ἐστραμμένον ἄνω, ὁ πρῶτός ἐστι φιλόσοφος· ὅταν δὲ ἀπὸ τῆς θέας ἐκείνης μετέλθῃ εἰς ἐπιμέλειαν τῆς πόλεως καὶ κατὰ τὴν θέαν ἐκείνων διακοσμῇ τὴν πόλιν, τότε γίνεται πολιτικὸς φιλόσοφος· ὅταν δὲ ὁ τοιοῦτος εἰς τὸ κοινὸν λόγους ἀποτείνῃ, πείθων τὸν δῆμον πράττειν τὰ δέοντα, τότε ἐστὶ ῥήτωρ ἀληθινός· εἰδὼς γὰρ τὸ ἀληθὲς ἀπὸ τῆς θέας ἐκείνης πείθει αὐτοὺς τὰ ἀληθῆ πράττειν καὶ τὰ πρόσφορα αὐτῖς· ὅταν δὲ μὴ εἰδὼς ἢ καλὸν ἢ ἀγαθὸν, δόξας δὲ τεθηρευκὼς, πρὸς πάθος νοῆται, τοῖς λόγοις θεραπεύων τὰ πάθη τοῦ πλήθους, τότε ἐστὶ δημώδης ῥήτωρ· ὅταν δὲ πρὸς πάθη λέγῃ τὰς δημηγορίας, καὶ μηδὲ θεραπεύῃ τὰ πάθη τῶν πολιτῶν, ἀλλὰ κατὰ τὸ δοκοῦν αὑτῷ καὶ ὃ νομίζει ὀρθὸν ἀγάγῃ καὶ διὰ συμμάχων καὶ χρημάτων περιποιῇ ὡς οἴεται τὰ ἀγαθὰ τῇ πόλει, τότε ἐστὶν ὁ μέσος ῥήτωρ, ὧν τίθεται καὶ Θεμιστοκλέα καὶ Περικλέα, οὐκ ἐναντία λέγων τοῖς ἐν Γοργίᾳ εἰρημένοις.
ρλβʹ Λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην
Λέγει δὲ τὴν δημώδη ῥητορικήν. Τὸ δὲ ἣ δʼ ἴσως ἂν εἴποι, ἡ ῥητορικὴ δηλονότι· περιτίθησι τῇ ἀληθινῇ ῥητορικῇ τοὺς λόγους καὶ τὴν δημηγορίαν, διὰ τῆς προσωποποιίας ἐμψυχότερον ποιῶν τὸν λόγον· οὐκ ἀρκεῖ γὰρ, φησὶ, γνῶσιν μόνον ἔχειν τῶν πραγμάτων, ἀλλὰ δεῖ καὶ τέχνην ἔχειν πειθοῦς δημιουργόν· τὸ δὲ πειθοῦς δημιουργὸν οὐκ ἴδιόν ἐστι ῥητορικῆς· πείθουσι γὰρ καὶ οἱ τεχνῖται, τέκτονες, ὑφάνται, καὶ οἱ ὅμοιοι, καὶ τὸ πλῆθος δὲ πείθει καὶ εἰς οἶκτον ἐγείρει γυνὴ γυμνώσασα μαζοὺς, καὶ παιδία κλαίοντα πείθουσιν· οὕτως οὐκ ἔστι ῥητορικῆς μόνον τὸ πείθειν. — Μανθάνειν δὲ, τὴν ἐμὴν τέχνην.
ρλγʹ Ἀλλʼ εἴ τις ἐμῇ ξυμβουλῇ
Ἀλλʼ εἴ τις πείθεται τῇ ἐμῇ ξυμβουλῇ κτησάμενος ἐκεῖνο — λέγει δὲ τὸ ἀληθὲς — οὕτως ἐμὲ λαμβάνει· τουτέστι τὴν τοῦ πείθειν δύναμιν.
ρλδʹ Τόδε δʼ οὖν μέγα λέγω
Τὸ δὲ μέγα τῆς ῥητορικῆς τοῦτο λέγω ὅτι οὐδὲν ὄφελος τῷ ἐγνωκότι τὴν φύσιν τῶν πραγμάτων, εἰ μὴ ἔχει τὴν ἐμὴν τέχνην ἱκανὴν οὖσαν εἰς τὸ πείθειν.
ρλεʹ Φημὶ ἐὰν οἵ γε
Ἡ τέχνη πρὸς ἀγαθόν τι ἀφορᾷ· πᾶσα γὰρ τέχνη τὸ τέλος ἀγαθὸν ἔχει, ἡ δὲ μὴ πρὸς ἀγαθόν τι ἀφορῶσα οὐδὲ τέχνη ἐστίν· οὕτως ἡ δημώδης ῥητορικὴ οὐκ ἔστι τέχνη· οὐδὲ γὰρ τέλος τὸ ἀγαθὸν τίθεται· πρὸς πάθη γὰρ ποιεῖται τοὺς λόγους. Πάλιν οὐδεμία τέχνη τοὺς κανόνας ἑαυτῆς διαφθείρει· ἡ δὲ ῥητορικὴ ἡ δημώδης τὸν κανόνα ἑαυτῆς διαφθείρει, τουτέστι τὸν δικαστήν· οὗτος γάρ ἐστιν ὁ κανὼν αὐτῆς· οὐκ ἄρα τέχνη ἡ δημώδης ῥητορική. Πάλιν ὡς ἐν Πολιτείᾳ εἶπεν οὐδὲ ὁ ἐπιστήμων τοῦ ἐπιστήμονος πλέον ἔχει, οὐδὲ ὁ τέκτων τοῦ τέκτονος καθὸ τέκτων· ὁ δὲ ῥήτωρ τοῦ ῥήτορος βούλεται πλέον ἔχειν· τὸ συμπέρασμα δῆλον. Ἐπειδὴ οὖν πᾶσα τέχνη τὸ τέλος ἀγαθὸν ἔχει, ἡ δὲ δημώδης ῥητορικὴ οὐκ ἔχει, διὰ τοῦτό φησιν ὅτι ἐὰν οἱ ἐπιόντες λόγοι μαρτυρῶσιν αὐτῇ εἶναι τέχνῃ· εἰ γὰρ μὴ πρὸς τὸ ἀγαθὸν ἀφορῶσα ἡ ῥητορικὴ λέγει ἃ λέγει, οὐκ ἔστι τέχνη, εἰ δὲ πρὸς τὸ ἀγαθὸν, τέχνη ἐστίν.
ρλςʹ Ὥσπερ γὰρ ἀκούειν
Ὅτι οὐ δεῖ τῇ ῥητορικῇ ἀληθείας οὐδὲ γνώσεως πραγμάτων, ἀλλὰ τριβῆς ὀλίγης χρεία εἰς τὸ γενέσθαι ῥήτορα.
ρλζʹ Τοῦ δὲ λέγειν φησὶν ὁ Λάκων
Ἄνευ τοῦ ἀγαθοῦ καὶ τῆς ἀληθείας φησὶν ὁ Λάκων ῥήτωρ τέχνην εἶναι ἀμήχανον.
ρληʹ Τούτων δὴ τῶν λόγων ὦ Σώκρατες
Τῶν ἀληθείας ἐφαπτομένων καὶ οὐχ ἁπλῶς δόξῃ καὶ τριβῇ καὶ ἐμπειρίᾳ ... διὸ δεῖ αὐτοὺς ἐξετάσαι ὅπως ποτὲ ἔχουσι, πότερον δεῖ τὴν ἀλήθειαν μεταδιώκειν ἢ οὔ. Ἀντιπαράβαλλε οὖν, φησὶ, τοὺς λόγους, ἐπειδὴ οἳ μὲν λέγουσιν ὅτι ὀφείλουσιν οἱ ῥήτορες ἀληθείας ἅπτεσθαι, ἐπειδὴ ἀδύνατον γνῶναι τὸ ὅμοιον, τουτέστι τὸ πιθανὸν, μὴ γνόντα τὸ ἀληθές· οἳ δὲ τριβῆς καὶ ἐμπειρίας μόνον, ἵνʼ ἐκ τῆς ἀντιπαραθέσεως γνώριμον ἡμῖν γένηται τὸ λεγόμενον· ἀντιπαράβαλλε οὖν τὴν ἀληθινὴν καὶ τὴν δημώδη ῥητορικήν.
ρλθʹ Πάριτε δὴ θρέμματα γενναῖα
Τοὺς λόγους θρέμματα καλεῖ· οἱ γὰρ λόγοι τῆς ψυχῆς θρέμματά εἰσιν οἱ οὐσιώδεις καὶ ἀληθεῖς καὶ ἀποδεικτικοί· διὸ καὶ τὸ γενναῖα εἶπε, διὰ τὸ μεγαλουργὸν καὶ δυνατὸν λέγειν καὶ ἀποδεικτικόν. Ἔλθετε οὖν εἰς μέσον, οἱ ἀποδεικτικοὶ λόγοι, καὶ πείσατε τὸν Φαῖδρον ὅτι ἀδύνατον αὐτὸν γενέσθαι ῥήτορα καλὸν ἄνευ φιλοσοφίας καὶ ἀληθείας. — Καλλίπαιδα δέ· ἢ αὐτὸν τὸν Φαῖδρον καλὸν παῖδα ὄντα ἢ καλοὺς παῖδας τίκτοντα τοὺς λόγους.
ρμʹ Ὡς ἂν μὴ ἱκανῶς
Ἆρα οὖν οἱ ῥήτορες ἥψαντο φιλοσοφίας; λέγομεν ὅτι ἀληθῶς ῥήτορας ἀγαθοὺς γενέσθαι ἄνευ φιλοσοφίας ἀδύνατόν ἐστι· καὶ γὰρ οἱ εὐδοκιμώτατοι γενόμενοι τῶν ῥητόρων ἥψαντο φιλοσοφίας. Περικλῆς μὲν γὰρ Ἀναξαγόρου ἑταῖρος ἐγένετο, Δημοσθένης δὲ Πλάτωνος ἤκουσεν, καὶ οἱ ἄλλοι δὲ εὐδόκιμοι ῥήτορες ἥψαντο φιλοσοφίας. Ἤγουν ταῦτα εἶπε προτροπῆς χάριν τοῦ Φαίδρου.
ρμαʹ Ἐρωτᾶτε
Ὡς πρὸς τὰ θρέμματα εἶπε. —Τὸ δὲ ἆρʼ οὖν· τὸ τέλος τῆς ῥητορικῆς ἐνταῦθα ἐκτίθεται· οὐ τοῦτο, φησὶν, ἔστι τὸ ἔργον τῆς ῥητορικῆς ἡ ψυχαγωγία ἡ διὰ τῶν λόγων; ψυχαγωγίαν δὲ λέγει τὸ ἕλκειν ψυχὴν εἰς ἑαυτὴν, καὶ πειθὼ αὐτῇ ἐντίκτειν, οὐ μόνον κατὰ τὰ τρία μέρη τῆς ῥητορικῆς τὸ δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ πανηγυρικὸν, ἀλλὰ καὶ κατὰ τὸ ὁμιλητόν· καὶ τοῦτο γὰρ ῥητορικῆς λέγει καὶ ἁπλῶς εἰπεῖν τὸ εὖ λέγειν, εἴτε ἰδίᾳ, εἴτε κοινῇ, ῥητορικῆς ἴδιον βούλεται εἶναι. Τὸ δὲ ἐν ἰδίοις· ἢ ἐν τοῖς ἰδίοις δικαστηρίοις λέγει ἢ ἐν ταῖς ἰδίαις συνουσίαις.
ρμβʹ Σμικρῶν τε καὶ μεγάλων
Ὃ λέγει τοῦτο ἔστιν ὅτι ἡ μέθοδος καὶ τέχνη καὶ τὰ θεωρήματα τὰ καθολικὰ ὁμοίως ἐπὶ μεγάλων καὶ μικρῶν τὴν αὐτὴν ἔχουσι δύναμιν· ὅπερ καὶ ἐν τῷ Σοφιστῇ εἶπεν ὅτι ἡ θηρευτικὴ οὐ μόνον ἐπὶ στρατηγικῆς ἀλλὰ καὶ φθειριστικῆς ἔχει τὴν ἰδίαν ἰσχύν· ὥσπερ δὲ διὰ τῆς θηρευτικῆς θηρεύομεν πάντα τὰ πράγματα, οὕτως καὶ τῇ διαιρετικῇ μεθόδῳ πάντα περιλαμβάνομεν· οὐ μᾶλλον οὖν ἐπὶ μεγάλων πραγμάτων, οἷον ἐπὶ πόλεως, ἢ ἐπὶ μικρῶν τὴν αὐτὴν ἔχει δύναμιν, ἀντὶ τοῦ· ἡ αὐτὴ τέχνη καὶ μέθοδος ἐπὶ μεγάλων καὶ μικρῶν πραγμάτων ἐστὶ, καὶ οὐδὲν ἐντιμότερον τὸ περὶ μεγάλα αὐτὴν καταγίνεσθαι ἢ περὶ τὰ σμικρά· τῇ γὰρ αὐτῇ μεθόδῳ καὶ ἀγωγῇ χρῆται· ὥσπερ ἂν εἴποι τις ὅτι τὸ αὐτό ἐστιν ἠθικὸν ἢ οἰκονομικὸν ἢ πολιτικόν· τῇ γὰρ αὐτῇ μεθόδῳ καὶ πόλιν καὶ οἰκίαν καὶ ἑαυτόν τις διοικεῖ.
ρμγʹ Οὐ μὰ τὸν Δία
Τὸ γὰρ παλαιὸν, ὡς καὶ νῦν, περὶ τὰ δικαστήρια καὶ τοὺς ἐν δημοσίοις λόγους διέτριβον οἱ ῥήτορες, περὶ δὲ τὰς συνουσίας τὰς ἰδίᾳ γινομένας οὐδαμῶς.
ρμδʹ Ἀλλʼ ἢ τὰς Νέστορος
Τί μὲν βούλεται τὸ Νέστορα καὶ Ὀδυσσέα καὶ Παλαμήδη λέγειν; ἀπεικάζει δὲ τὸν Γοργίαν τῷ Νέστορι, ἐπειδὴ καὶ αἰδήμων καὶ πολυετὴς ἐγένετο· ἑκατὸν γὰρ καὶ ὀκτὼ ἐλέγετο ζῆσαι ἔτη· τὸν δὲ Θρασύμαχον ὡς δεινὸν τῷ Ὀδυσσεῖ ἀπεικάζει· τὸν δὲ Ἐλεάτην Ζήνωνα τῷ Παλαμήδῃ ἐπειδὴ καὶ ἀριθμῶν καὶ κύβων καὶ πολλῶν ἄλλων εὑρετὴς ἐγένετο Παλαμήδης· ὡς τεχνικὸν οὖν τὸν Ζήνωνα παρέβαλε τῷ Παλαμήδῃ. Ὃ λέγει οὖν τοῦτο ἔστιν· «ὡς ἔοικε τῶν κατὰ ἀποτάδην λόγων ἀκήκοας,» τουτέστι τῶν διαλεκτικῶν καὶ ὁμιλητικῶν λόγων. Ἴσως οὖν τίθεται ὅτι «Νέστορα τὸν Γοργίαν λέγω.»
ρμεʹ Ἐν δικαστηρίοις οἱ ἀντίδικοι τί δρῶσιν
Οὐκ ἀντιλέγουσιν ἀλλήλοις καὶ πείθουσιν ἀλλήλους; ἆρα οὖν ἐν δικαστηρίοις μόνον ἔστιν ἀντιλέγειν ἢ καὶ ἰδίᾳ; Οὐκοῦν ὁ τέχνῃ τοῦτο ποιῶν τὸ ἀντιλογικὸν δύναται τὸ αὐτὸ ποιῆσαι καὶ ὅμοιον καὶ ἀνόμοιον φανῆναι. Καὶ συντόμως εἰπεῖν, τοῦτο βούλεται ποιῆσαι τὴν ἀλήθειαν τῆς ῥητορικῆς συνάψαι· καὶ ὁ νοῦς τῶν ἑξῆς ῥητῶν τοῦτο βούλεται· ὁ γὰρ, φησὶν, ἀπὸ τοῦ ἐναντίου ἐπὶ τὸ ἐναντίον βουλόμενος μεταγαγεῖν τινα ἀμέσως τοῦτο οὐ ποιεῖ· εἰ δὲ μὴ, αἰσθάνεται ὁ προσδιαλεγόμενος καὶ οὐ δίδωσί σοι ὁμολογίαν τινά· ἐὰν δὲ τὴν κατὰ βραχὺ ὁμοιότητα λαμβάνῃ, λήσεται εἰς τὸ ἐναντίον μεταγαγὼν τὸν προσδιαλεγόμενον· τὰς δὲ κατὰ βραχὺ ὁμοιότητας οὐ δύναται λαβεῖν ὁ μὴ εἰδὼς τὸ ἀληθές· ὁ γὰρ εἰδὼς διὰ τῶν κατὰ σμικρὸν ὁμοιοτήτων περιάγειν βούλεται εἰς τὸ ἀντικείμενον· οὕτως ἀνάγκη εἰδέναι τὸ ἀληθὲς καὶ τὴν ὁμοιότητα καὶ ἀνομοιότητα τῶν πραγμάτων, καὶ εἶναι φιλόσοφον καὶ διαιρετικὸν καὶ ὁριστικὸν τὸν βουλόμενον εἰς τὸ ἐναντίον μεταγαγεῖν τινα καὶ τὸ αὐτὸ τοτὲ μὲν δίκαιον τοτὲ δὲ ἄδικον ὀφθῆναι ποιῆσαι, τὰ αὐτὰ δὲ ὅμοια καὶ ἀνόμοια, ὅτι τὰ πράγματα καθὸ κοινωνεῖ ὅμοιά ἐστι· καθὸ οὖν ὄντα ἐστὶν εἴδη, ἐστὶ καὶ ὅμοια· ἀλλὰ μὴν καὶ ἀνόμοιά ἐστιν· ἕτερα γάρ εἰσι. Τοὺς δὲ ἄλλους συλλογισμοὺς ἐν τῇ Φυσικῇ Ἀριστοτέλης φησίν.
ρμςʹ Οὐκ ἄρα μόνον
Εἰς τὸ προκείμενον ἦλθεν, ὅτι ἡ ἀντιλογικὴ τέχνη καὶ ἡ πειθὼ οὐκ ἔστι μόνον περὶ δικαστήρια, ἀλλὰ καὶ τὰς κοινὰς διαλέξεις. —Τὸ δὲ εἴ τις οἷός τε ἔσται· εἰ τέχνῃ χρώμενός τις οἷός τέ ἐστι παντὶ ὁμοιοῦν τῷ ἔχοντι ὁμοιότητά τινα πρὸς τὸ λεγόμενον.
ρμζʹ Ἀπάτη πότερον
Οὐκ ἀμέσως ἡ φύσις ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἄγει· διὸ ἡ ἀπάτη ἐν τοῖς ὀλίγον διαφέρουσι γίνεται· γίνεται δὲ καὶ ἐν αἰσθήσει καὶ ἐν ἐπιτηδεύμασιν, ὅταν τὸν ὑδράργυρον ἄργυρον νομίσω, ἢ τὸν χαλκὸν χρυσόν· καὶ ἐπὶ ζῴων τὴν φάτταν περιστεράν· ἐπιτηδευμάτων δὲ τὸν γόητα τελεστήν. Τὰ δὲ πολὺ διαφέροντα κατάδηλά ἐστιν.
ρμηʹ Ἀλλά γε δή
Οὕτως ὀφείλει εἰδέναι τὰς ὁμοιότητας τῶν πραγμάτων, ἵνα λανθάνῃ κατὰ σμικρὸν εἰς τὸ ἐναντίον περιάγων τὸν προσδιαλεγόμενον. Τὴν δὲ ὁμοιότητα καὶ ἀνομοιότητα τῶν εἰδῶν εἰδέναι φιλοσοφίας ἐστί· δῆλον τοίνυν ὡς τὸ πάθος τοῦτο καὶ ἡ ἀπάτη τῷ μὴ κατανοῆσαι τὴν φύσιν αὐτῆς γίνεται.
ρμθʹ Ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται
Οἷον εἰ τεχνικός ἐστι διὰ τῶν ὁμοιοτήτων βούλεται παράγειν. — Τὸ δὲ παράγειν λέγει οὐχ ἵνα ἀπατήσῃ, ἀλλʼ ἵνα πείσῃ διὰ τῶν ὁμοιοτήτων καὶ τῶν ἐοικότων τῷ ἀληθεῖ. — Λόγων δὲ ἄρα τέχνην ὦ ἑταῖρε· οὐκ ἄρα τέχνην ἕξει ὁ μὴ εἰδὼς τὴν φύσιν τῶν πραγμάτων, ἀλλʼ ἄλογόν τινα τριβήν.
ρνʹ Βούλει οὖν ἐν τῷ Λυσίου λόγῳ
Ἐπειδὴ ἐπὶ παραδείγματος σαφῆ γίνεται τὰ λεγόμενα, βούλεται ἐπὶ παραδείγματος τοῦ Λυσίου λόγου καὶ τοῦ ἑαυτοῦ δεῖξαι, τοῦ μὲν τὸ ἄτεχνον, τοῦ δὲ τὸ ἔντεχνον· πάντων οὖν τῶν τεχνογράφων τὰ εἰκότα καὶ τὰ πιθανὰ ὕλην λεγόντων τῆς ῥητορικῆς, καὶ διὰ τούτων πείθεσθαι τὸν δικαστὴν, τὴν δὲ αἰτίαν οὐ λεγόντων, διὰ τί ταῦτα πείθει, ὁ φιλόσοφος καὶ τούτων τὴν αἰτίαν παραδέδωκε, λέγων ὅτι διὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ ἀληθὲς τὰ εἰκότα πείθει· διὸ ἀρχὴ πάντων ἐστὶν ἡ ἀλήθεια καὶ διὰ τοῦ εἰδέναι τὸ ἀληθὲς πείθει ὁ ῥήτωρ. Ἐπειδὴ οὖν ἀνωτέρω εἶπεν ὅτι ὁ τὰς ὁμοιότητας καὶ ἀνομοιότητας εἰδὼς τῶν πραγμάτων κατὰ βραχὺ ἐπὶ τὸ ἐναντίον δύναται μετάγειν ὃν βούλεται, ἐπὶ ὑποδείγματος τὸ εἰρημένον βούλεται παραστῆσαι, πῶς ὁ τὴν ἀλήθειαν εἰδὼς ῥήτωρ διὰ τῶν ὁμοιοτήτων δύναται παράγειν, πῶς δὲ ὁ τῆς ἀληθείας ἀνεπιστήμων ἄτακτός ἐστι. Τριῶν δὲ ὄντων τούτων, εὑρέσεως καὶ τάξεως ἐν παντὶ λόγῳ καὶ φράσεως, μέμφεται τὸν Λυσίαν οὐκ ἐν τῇ εὑρέσει ἀλλὰ ἐν τῇ οἰκονομίᾳ καὶ φράσει.
ρναʹ Ὡς νῦν γέ που ψιλῶς πως λέγομεν
Τουτέστι μὴ ἐπὶ ὑποδείγματος λέγοντες τὰ λεγόμενα, ψιλῶς λέγομεν καὶ οὐ νοοῦμεν τὰ λεγόμενα· μάλιστα δὲ ἡ ψυχὴ χαίρει τοῖς ὑποδείγμασι καὶ πείθεται, ἐπειδὴ καὶ αὕτη εἰκών ἐστι τοῦ νοῦ· εἰκότως οὖν εἰκὼν οὖσα τοῦ νοῦ διὰ τῶν παραδειγμάτων εἰς πίστιν ἄγεται.
ρνβʹ Καὶ μὴν κατὰ τύχην
Ἵνα γνῶμεν πόσον ὄφελος γίνεται ἐκ τοῦ εἶναι ἐπιστήμονα τῆς ἀληθείας, καὶ πόση βλάβη ἐκ τοῦ εἶναι ἀνεπιστήμονα.
ρνγʹ Ὡς ἂν ὁ εἰδὼς τὸ ἀληθές
Τουτέστιν ὁ φιλόσοφος ὡς παιδιᾷ χρῆται τοῖς τῶν ῥητόρων λόγοις, καὶ ὅπερ ἐκεῖνοι μετὰ σπουδῆς ποιοῦσι, τὸ διὰ τῶν ὁμοιοτήτων παράγειν τοὺς ἀκούοντας, οὗτος ἐν παιδιᾶς μέρει ἔχει.
ρνδʹ Καὶ ἔγωγε ὦ Φαῖδρε αἰτιῶμαι
Πάντα γὰρ εἰς τοὺς θεοὺς ἀνάγει ὁ Πλάτων· ταῦτα οὖν τῆς εὑρέσεως καὶ διακρίσεως τοῦ ἀληθοῦς αἰτιῶμαι, φησὶ, τοὺς θεούς· ἐγὼ γὰρ οὐδεμίαν ἔχω τέχνην. Ἔθος γὰρ Σωκράτει ἀπαρνεῖσθαι ἴδιόν τι ἔχειν εὕρεμα, πάντα δὲ εἰς θεοὺς ἀνάγειν. Γίνεται δὲ ἡμῖν κοινωνία πρὸς τοὺς θεοὺς καὶ ἀμέσως τῆς ψυχῆς ἐκεῖθεν καταλαμπομένης καὶ διὰ τῶν μέσων γενῶν· διττὴ οὖν ἡ πρόνοια· ἢ αὐτὴ ἡ ἰδικῶς ἡ τῶν θεῶν, ἢ ἡ διὰ τῶν κρειττόνων γενῶν καὶ δαιμόνων καὶ ἐντοπίων θεῶν. Αἰτιῶμαι, οὖν, φησὶ, τοὺς ἐντοπίους θεοὺς τῆς τοιαύτης μεταχειρίσεως καὶ τάξεως τῶν λόγων. —Τοὺς δὲ ὑπὲρ κεφαλῆς ᾠδοὺς τὰ κρείττονα λέγει γένη τὰ συνεπόμενα τοῖς θεοῖς· τὸ γὰρ ὑπερέχον ἀεὶ δαίμονα δεῖ καλεῖν, οἷον τοῦ λόγου δαίμονα τὸ λογικὸν, τοῦ νοῦ τὸν θεόν. — Τοῦτο τὸ γέρας λέγει τὸ δύνασθαι διακρίνειν τοὺς κατὰ τέχνην λέγοντας καὶ μή.
ρνεʹ Ἴθι δή μοι ἀνάγνωθι
Δύο λόγους βούλεται παραβαλεῖν, τὸν τοῦ Λυσίου καὶ τὸν ἑαυτοῦ. Καὶ τὸν Λυσίου ἀπʼ αὐτῆς τῆς ἀρχῆς ἐλέγχει· οὐκ ἐπεξέρχεται δὲ πᾶσι τοῖς ἐλέγχοις ὡς φιλόσοφος· ἐχθροῦ γὰρ ἦν τὸ πάντα μέμφεσθαι. Νῦν δὲ ἐνδειξάμενος ὀλίγα πταίσματα τοῦ λόγου, ἔρχεται ἐπὶ τὸν ἑαυτοῦ λόγον ὕστερον. Τὴν δὲ ἀρχὴν τοῦ λόγου ἐλέγχει, ἐπειδὴ τὸ ἔντεχνον τοῦ λέγοντος ἐν προοιμίοις διαφαίνεται· τοῦ γὰρ παντὸς λόγου ἡ δύναμις ἐν προοιμίοις ἐστίν.
ρνςʹ Ἆρʼ οὖν οὐ παντὶ δῆλον
Ὅτι ἀπὸ τῆς ἀρχῆς διαφαίνεται ὁ Λυσίου λόγος ἄτεχνος, καὶ ἀτέχνως μετέρχεται τὰ τῆς ὑποθέσεως, δῆλον· πρῶτον μὲν γὰρ ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ ἀμφίβολα, ἔδει αὐτὸν διελεῖν τὸ ἀμφίβολον ὄνομα τοῦ ἔρωτος, καὶ εἰπεῖν κατὰ ποίου ἔρωτος λέγει τὰ λεγόμενα, καταριθμησάμενον τὰ σημαινόμενα τοῦ πράγματος, ἵνα σαφῶς γνῶμεν τὸ λεγόμενον. Εἰδέναι δὲ δεῖ ὅτι αὐτὸ μὲν τὸ πρᾶγμα, ὡς νῦν ὁ ἔρως, τοὺς ἐναντίους ἐπιδέξασθαι ὁρισμοὺς οὐ δύναται — πῶς γὰρ τὸ αὐτὸ καὶ καλὸν καὶ μὴ καλὸν δύναται εἶναι; — κατὰ δὲ τὰς ὑπολήψεις τὰς περὶ αὐτοῦ δυνατὸν τοὺς ἐναντίους εἶναι ὁρισμούς. Ἔδει οὖν αὐτὸν εἰπεῖν τί ἔστι τὸ προκείμενον, ἵνα ἔχωμεν ἐρεῖσαι τὴν διάνοιαν κατὰ τίνος φέρει τὰ λεγόμενα· οὐ δύναται γὰρ ὁ τὴν ἀλήθειαν ἀγνοῶν τὴν φύσιν τοῦ ἀμφιβόλου πράγματος εἰδέναι· ὥστε ὁ τάξει λέγων ῥήτωρ ὀφείλει ἐγνωκέναι τὰ πράγματα, πότερον ἁπλῆς φύσεώς εἰσιν ἢ πολυπλόκου, ἵνα τοῖς δήλοις ἁπλοῦς τοὺς λόγους λέγῃ, τοῖς δὲ ποικίλοις ἁρμόζοντας. Ὁ γὰρ μὴ εἰδὼς τὰ τοιαῦτα, οὐδʼ ἂν τῷ ἀληθεῖ περιτύχῃ, δύναται διακρῖναι αὐτὸ ἀπὸ τοῦ ψεύδους. Ἀμφιβόλου οὖν ὄντος τοῦ ἔρωτος καὶ διπλοῦ διὰ τὰς τῶν πολλῶν ὑπολήψεις, καὶ τοῦ μὲν καλοῦ, τοῦ δὲ αἰσχροῦ, μὴ διορισάμενος περὶ ποίου λέγει, ἀσαφῆ τὸν λόγον ἐποίησε· καὶ ἄτακτον δὲ, ἐπειδὴ ἀπὸ τῶν ὑστέρων ἤρξατο, ὃ μέλλει ἐγκαλεῖν τῷ λόγῳ, καὶ ἀνοικονόμητον ἐποίησεν. Ὁρᾷς οὖν ὅτι καὶ ὁριστικὸν βούλεται εἶναι τὸν ῥήτορα καὶ διαιρετικὸν καὶ εἰδότα τὰς φύσεις τῶν πραγμάτων.
ρνζʹ Ὁμονοητικῶς ἔχομεν
Οἷον ὅταν εἴπω λίθον ἢ ξύλον, πάντες ἐπὶ τὰ αὐτὰ φερόμεθα ἀστασιάστως· περὶ δὲ τὰ δίκαια καὶ συμφέροντα διαφερόμεθα, διὰ τὸ μὴ πάντας ὁμογνωμονεῖν περὶ αὐτῶν. Τρόπον οὖν τινα ἐνταῦθα τὴν ὕλην τῆς ῥητορικῆς ἐπιδεικνύει ἡμῖν, ὅτι περὶ τὰ ἀμφίβολα ἔχει τὸ εἶναι.
ρνηʹ Ἆρʼ οὐ τοῦτο αὐτό
Περὶ γὰρ οὗ γίνεται οὐδεμία ἀμφισβήτησις. —Τὸ δὲ ποτέρωθι εὐαπατητότεροι τοῦτο ἔστιν· ἐν τίνι ἔστι τὸ μέγα τῆς ῥητορικῆς; οὐκ ἄρα ἐν τοῖς ἀμφιβόλοις, ἵνα διὰ τῶν πιθανῶν ὃ μὲν ἐπὶ τόδε, ὃ δὲ ἐπὶ τόδε παράγῃ; εἰ οὖν ἐν οἷς πλανώμεθα τὸ μέγα ἐστὶ τῆς ῥητορικῆς, δῆλον ὅτι ὁ μὴ εἰδὼς τὴν διπλόην τοῦ πράγματος οὐδὲ οἷς χρήσεται λόγοις ἐπὶ θάτερα μεταβιβάσαι τὸν λόγον θέλων ἔχει, ὥστε δῆλον ὅτι ἀλήθεια προηγεῖται. — Ὁδῷ δὲ διῃρῆσθαι, οἷον ὅτι τὸ τοῦ ἔρωτος ὄνομα σημαίνει τὸ ἀγαθὸν καὶ τὸ φαῦλον παρὰ τοῖς πολλοῖς· καὶ διαιρεῖν τὸ ἓν εἰς πολλὰ καὶ ἕκαστον δύνασθαι ὁρίσασθαι. — Χαρακτῆρα δὲ ἑκατέρου τοῦ εἴδους, οἷον ποίου εἴδους ἐστὶν οὗτος ὁ ἔρως καὶ ποίου ἐκεῖνος, καὶ ὁρίζεσθαι ἑκάτερον, καὶ εἰδέναι ποία ἰδέα λόγου δύναται προσβιβάσαι τοὺς ἀκούοντας καὶ πεῖσαι.
ρνθʹ Καλὸν γοῦν
Τουτέστιν ὁ εἰδὼς τὴν διαιρετικὴν μέθοδον καὶ τὴν γνῶσιν τῶν πραγμάτων ἄριστα ἔχει. —Τὸ δὲ ἔπειτά γε οἶμαι· δεῖ πρῶτον εἰδέναι τὸ ποίου γένους τυγχάνει, τοῦ ἁπλοῦ ἢ τοῦ ἀμφιβόλου· ἔπειτα, ἐὰν ᾖ ἀμφίβολον, διορατικὸς καὶ διαιτητικὸς ὀφείλει εἶναι τῆς φύσεως αὐτοῦ· ἐὰν γὰρ περὶ τοῦ ὀρθοῦ ἔρωτος λέγῃ, σκοπεῖν ὀφείλει ποῖα ῥήματα ἁρμόζει αὐτῷ. Τί οὖν; τὸν Ἔρωτα τί λέγομεν, τῶν ἁπλῶν ἢ τῶν ἀμφιβόλων; τοῦτο δὲ εἶπε διὰ τὴν ὑπόνοιαν τὴν τῶν πολλῶν· οὐ γὰρ δυνατὸν ἓν πρᾶγμα τοὺς ἐναντίους ἔχειν ὁρισμούς· ὥστε δῆλον ὅτι πρὸς διαφόρους ὑπολήψεις διάφοροί εἰσιν οἱ ὁρισμοί.
ρξʹ Ἢ οἴει ἄν σοι συγχωρῆσαι
Ἐπειδὴ ὄντων ἀμφιβόλων ἔστιν ἄρα δυνατὸν περὶ τοῦ αὐτοῦ πράγματος τὰ ἐναντία λέγειν· ὡς βλαβερός ἐστιν, ὡς εἶπεν ὁ Λυσίας, τῷ ἐρωμένῳ, εἶτα, ὡς ὁ ἐμὸς λόγος, ὅτι μεγίστων ἀγαθῶν αἴτιός ἐστιν ὁ ἔρως· ὥστε δῆλον ὅτι οὐ περὶ τοῦ αὐτοῦ τὰ ἐναντία λέγει, ἀλλὰ περὶ ἑτέρου καὶ ἑτέρου· ἄλλοι γὰρ ἁρμόζουσι τῷ καλῷ ἔρωτι λόγοι καὶ ἄλλοι τῷ ἐναντίως ἔχοντι. —Τὸ δὲ ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικόν· ὁ γὰρ ἀναγόμενος καὶ περὶ τὰ νοητὰ στρεφόμενος οὐκ οἶδε τὰ ἐν ποσὶ καὶ τὰ αἰσθητά.
ρξαʹ Νὴ Δία ἀμηχάνως γε
Τουτέστι θαυμαστῶς πάνυ ὡρίσω· τοῦτο δὲ οὐδὲν ἐποίησεν ὁ Λυσίας. — Τὸ δὲ φεῦ ὅσῳ λέγεις· ἐπειδὴ εἶπεν ἀμηχάνως γε σφόδρα, φησὶν αὐτὸς ὅτι τεχνικωτέρας λέγεις τὰς Νύμφας τῆς τοῦ Λυσίου τέχνης· ἀεὶ γὰρ τὰς αἰτίας εἰς θεοὺς ἀνάγει ὁ Πλάτων.
ρξβʹ Ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος
Ὅτι ὁ Λυσίας ἕν τι σημαινόμενον τοῦ ἔρωτος λαβὼν, εἰ καὶ μὴ ὡρίσατο, πρὸς τοῦτο πάντα ἐφεξῆς εἶπε. Τέως οὖν ἐνεδείξατο ὅτι ὁ Λυσίας οὐχ ὡρίσατο τὸν ἔρωτα, ἀλλʼ ὡς ἐπὶ ὁμολογουμένῳ συνέθηκε τὸν λόγον, ὁ δὲ φιλόσοφος ὡρίσατο. —Τὸ δὲ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν· τουτέστιν ἐκ τῶν εἰρημένων ἐστοχασάμεθα κατὰ ποίου σημαινομένου φέρεται ὁ Λυσίας· οὐ γὰρ εἶπεν ὁρισάμενος.
ρξγʹ Βούλει πάλιν ἀναγνῶμεν
Ὁ κρίσει ποιούμενος τὸν ἔλεγχον καὶ μὴ ἀπεχθείας ἕνεκα ἢ νίκης, τὰ αὐτὰ ἄνω καὶ κάτω μεταστρέφει ὑπʼ ὄψιν τιθεὶς, ὅτι οὐκ ἔχθρας οὐδὲ δυσμενείας ἕνεκα βασανίζει τὰ λεγόμενα. —Τὸ δὲ ὃ μέντοι ζητεῖς· οὐ γὰρ ὡρίσατο περὶ ποίου ἔρωτος διαλέγεται.
ρξδʹ Ἢ πολλοῦ δεῖν ἔοικε
Ἄλλο ἔγκλημα ἐπάγει τῷ λόγῳ· τὸ μὲν πρῶτον ἔγκλημα ὄτι οὐχ ὡρίσατο, ἀμφιβόλου ὄντος τοῦ πράγματος· νῦν δὲ ἐγκαλεῖ ὅτι ἀπὸ τοῦ τέλους ἤρξατο καὶ πρὸς τοὺς χρόνους οὐκ ἔταξε τὰ προβλήματα. Ὤφειλε γὰρ εἰπεῖν τίς γίνεται ὁ ἐρῶν ἐν τῷ χρόνῳ ᾧ ἐρᾷ, εἶτα μετὰ τὸν χρόνον τοῦ παύσασθαι τοῦ ἐρᾶν ὁποῖός ἐστιν. Οὕτως οὖν ἔγραψε τὸ λόγον ὡς ἐξ ὑπτίας πλέων ἐπʼ ἐξουσίας ἔχων καὶ ἐφʼ ἑαυτοῦ διατιθέμενος τὸν λόγον· ὥστε παρὰ τοὺς χρόνους ἤρξατο καὶ παρὰ φύσιν, ὡς οἱ κολυμβῶντες ὕπτιοι. Ὅθεν ἀπὸ τοῦ Πλάτωνος λαβόντες οἱ κριτικοί φασι περὶ Λυσίου ὅτι τίκτειν μὲν δυνατὸς ἐγένετο, τάξαι δὲ οὔ, διὰ τὸ εὑρετικὸν αὐτοῦ καὶ ἄτακτον τοῦ λόγου.
ρξεʹ Τί δὲ τὰ ἄλλα οὐ χύδην
Τοῦτο βούλεται δεῖξαι ὅτι ὁ λόγος τοῦ Λυσίου ἀσύγκλωστός ἐστι καὶ ἀποτετεμαχισμένος, καὶ ἕκαστον τῶν ἐν αὐτῷ ἀρχὴ δύναται εἶναι· διὸ καὶ παραβάλλει αὐτὸν τῷ ἐπιγράμματι, ὡς ἀπηρτημένα ἔχοντα τὰ ἐπιχειρήματα, καὶ δυνάμενα τὰ δεύτερα πρῶτα ἢ τρίτα ῥηθῆναι.
ρξςʹ Οὐ γὰρ ἀγεννῶς τὸ ἐπιόν
Τουτέστι πάνυ τὸ ἐπελθὸν αὐτῷ γεγραφηκέναι. — Ἀλλὰ τόδε γε οἶμαι· τῇ φυσικῇ κατασκευῇ καὶ ζῴων καὶ δένδρων ἀπεικάζει τὸν λόγον, καί φησιν ὅτι ὥσπερ τὸ ζῷον συνεχές ἐστιν αὐτὸ ἑαυτῷ καὶ ἥνωται καὶ τάξιν ἔχει πρώτων καὶ δευτέρων καὶ ἐσχάτων, οὕτως ὀφείλει καὶ ὁ λόγος ἓν σῶμα ἀποπληροῦν. Διὰ τί δὲ ἡνωμένον δεῖ τὸν λόγον εἶναι; ἐπειδὴ παντὶ πράγματι τὸ καλὸν καὶ τὸ εὖ ἀπὸ τοῦ ἑνὸς ἐπιλάμπεται· εἰ μὴ γὰρ τῷ ἑνὶ κατασχεθῇ, οἷον δήποτε πρᾶγμα οὐ δύναται εἶναι ἀγαθόν· οὕτως καὶ τὸ κάλλος οὐκ ἔστι καλὸν εἰ μὴ ἕνωσις γένηται πάντων τῶν μορίων. Ἅτε οὖν μὴ ἔχων τὸ ἡνωμένον ὁ Λυσίου λόγος οὐδὲ κάλλος ἔχει ἐν ἑαυτῷ. —Τὸ δὲ ὥστε μήτε ἀκέφαλον μήτε ἄπουν εἶναι, τουτέστιν ἀρχὴν καὶ μέσα καὶ τέλος ἔχοντα καὶ τάξιν.
ρξζʹ Σκέψαι τοίνυν
Ὅτι οὔτε ὡρίσατο περὶ ποίου διαλέγεται ἔρωτος, οὔτε ἀπὸ ἀρχῆς τεταγμένης ἤρξατο, ἀλλὰ ἔξεστι τῷ πρώτῳ ὡς δευτέρῳ χρήσασθαι, καὶ οὐδὲν διαφέρει τοῦ ἐπιγράμματος οὗ ἐκτέθειται ἐν τοῖς ῥητοῖς· ἔξεστι γὰρ τῶν τριῶν στίχων τῶν ἐν τῷ ἐπιγράμματι ὃν ἂν ἐθέλῃς προτάξαι· ὅπερ οὐκ ἔστιν εἱρμοῦ οὐδὲ τάξεως· ὅθεν τινὲς τὰ τοιαῦτα ἐπιγράμματα τρίγωνα καλοῦσιν, ἐπειδὴ ὅθεν ἂν ἐθέλῃς δύνασαι ἄρξασθαι.
ρξηʹ Τὸν λόγον ἡμῶν
Ὡς ἑταῖρος τοῦ Λυσίου ὁ Φαῖδρος οὐ χαίρει πως τοῖς λεγομένοις κατὰ Λυσίου καὶ τοῦ λόγου.
ρξθʹ Τοῦτον μὲν τοίνυν
Φιλοσόφως ποιούμενος τὴν συνουσίαν τὸν ἔλεγχον οὐκ ἐριστικῶς προήγαγεν ἀλλʼ ἄχρι τοῦ τινα ἁμαρτήματα ἐνδείξασθαι τοῦ λόγου· ἐδύνατο γὰρ καὶ ἄλλα πλείονα ἐπαγαγεῖν, ἀλλά φησιν «ἵνα μὴ σὺ ἄχθῃ, σιωπῶ.»
ροʹ Καίτοι συχνὰ παραδείγματα
Ἁμαρτήματα λέγει καὶ τῇ παρασιωπήσει ᾐνίξατο τὰ ἄπειρα ἁμαρτήματα τοῦ λόγου. —Τὸ δὲ πρὸς ἅ τις βλέπων· τουτέστι πρὸς ταῦτα τὰ παραδείγματα καὶ τὰ ἁμαρτήματα τοῦ Λυσίου λόγου βλέπων τις καὶ μὴ χρώμενος ὠφελοῖτο. Καὶ γὰρ ὁ φιλόσοφος ἄλλην παραδέδωκεν ἡμῖν σοφιστικὴν τέχνην, οὐχ ἵνα χρώμεθα αὐτῇ, ἀλλʼ ἵνα φυλαξώμεθα· καὶ οἱ ἰατροὶ τὰ δηλητηριώδη φάρμακα ἴσασιν οὐχ ἵνα χρῶνται, ἀλλʼ ἵνα φυλάττωνται· ὠφελοῦσι τοίνυν ἡμᾶς καὶ οἱ Λυσίου λόγοι εἰς τὸ μὴ χρήσασθαι αὐτοῖς.
ροαʹ Εἰς δὲ τοὺς ἑτέρους
Τὰ ὑποδείγματα διχόθεν δεῖ λαμβάνειν, καὶ ἐκ τῶν ἡμαρτημένων λόγων ἵνα αὐτὰ φυλάττηταί τις, καὶ ἐκ τῶν κατωρθωμένων ἵνα αὐτὰ μιμῆται· Εἰπὼν οὖν περὶ τοῦ Λυσίου λόγου ὁ φιλόσοφος τοῦ ἡμαρτημένου, καὶ δείξας ὅτι ἀκέφαλος καὶ ἄτακτος καὶ ἀσαφὴς ὁ λόγος, βούλεται ἐπὶ τὸν ἑαυτοῦ λόγον τόν τε πρότερον καὶ ὕστερον ἐλθεῖν, καὶ δεῖξαι πῶς ὁ ἑαυτοῦ λόγος ὡς φωτὶ τῇ ἀληθείᾳ ἑπόμενος, καὶ εἰδὼς τὴν φύσιν ὧν μέλλει λέγειν, μετεχειρίσατο ἑκάτερον τῶν ἐναντίων λόγων, τὸν κατὰ ἔρωτος καὶ ὑπὲρ ἔρωτος. — Ἐπὶ δὲ τοὺς ἑτέρους λόγους λέγει τοὺς μετὰ ἀληθείας. — Ἦν γάρ τι ἐν αὐτοῖς· τὸ τεχνικὸν καὶ τὸ ὅπως δεῖ γράφειν.
ροβʹ Ἐναντίω που ἤστην
Οἱ δύο λόγοι ἐναντίοι ἦσαν· ὃ μὲν γὰρ ἔλεγεν ὅτι οὐ δεῖ τῷ ἐρῶντι χαρίζεσθαι ἐπειδὴ μεγάλων κακῶν ὁ ἐραστὴς γίνεται αἴτιος, ὃ δὲ τὰ ἐναντία ὅτι δεῖ τῷ ἐρῶντι χαρίζεσθαι καὶ μεγάλα ἀγαθὰ ἐκ τοῦ ἔρωτος γίνεται. Πῶς οὖν δύναται τὰ ἐναντία περὶ τοῦ αὐτοῦ λέγεσθαι, εἰ μή τις οἶδε τὴν φύσιν τοῦ λεγομένου, ὡς νῦν τοῦ ἔρωτος;
ρογʹ Ὤιμην σε τἀληθές
Ἐπειδὴ καὶ ἑκάτερος αὐτῶν μανίαν τινὰ ἔλεγε τὸν ἔρωτα· καὶ γὰρ καὶ ὁ Λυσίας ἔλεγε μὴ δεῖν χαρίζεσθαι τῷ ἐρῶντι ἐπειδὴ ὃ μὲν μαίνεται, ὃ δὲ σωφρονεῖ· καὶ ὁ Πλάτων δὲ τῇ αὐτῇ ἀρχῇ ἐχρήσατο τῇ μανίᾳ, καὶ διεῖλε τὴν μανίαν εἰς δύο, τὴν μὲν ἀνθρωπίνην, τὴν δὲ θείαν καλῶν. — Μανίας δὲ εἴδη δύο· ἣ μὲν χείρων τῶν ἀνθρωπίνων, ἣ δὲ κρείττων, ἥντινα καὶ εἰς τέσσαρα κατέτεμε. — Τῶν εἰωθότων νομίμων· οὐ γὰρ τὰ καθεστῶτα πράττει ὁ κάτοχος τῷ θεῷ γινόμενος· οὐκέτι γὰρ ἑαυτοῦ ἔστιν, ἀλλὰ ὅλος ἐπιδέδοται τοῖς θεοῖς.
ροδʹ Ἀφροδίτης καὶ Ἔρωτος
Ἐπειδὴ ἡ Ἀφροδίτη τοῦ κάλλους ἔστιν, ὁ δὲ Ἔρως εἰς τὸ καλὸν ἀνάγει, διὰ τοῦτο ὁ Ἔρως τῆς Ἀφροδίτης ἔστι καὶ ἕπεται αὐτῇ, ἀνάγων εἰς τὸ κάλλος τὸ αἰσθητὸν καὶ νοητόν. Λέγομεν οὖν τὸν Ἔρωτα θείαν μανίαν ἐξ ἀναμνήσεως τῶν αἰσθητῶν καλῶν εἰς ἀνάμνησιν ἐρχομένην τοῦ αὐτοκάλου.
ροεʹ Καὶ οὐκ οἶδʼ ὅπῃ τὸ ἐρωτικόν
Ἔνθα ἔλεγεν «ἔοικέ τῳ δὴ ξυμφύτῳ δυνάμει,» καὶ τὰ ἑξῆς, ὅπου πτερὰ καὶ τοῖς ἵπποις καὶ τῷ ἡνιόχῳ ἐδίδου, διὰ μύθου τινὸς καὶ πλάσματος τὸ ἐρωτικὸν πάθος ἀπεικάζων· διὰ δὲ τὴν ἀναγωγὸν δύναμιν τοῦ Ἔρωτος πτεροῖς αὐτὸν ἀπείκασε. —Τὸ δὲ οὐκ οἶδʼ ὅπῃ εἶπεν, ἐπειδὴ ὁ ἐνθουσιῶν φέρεται ὡς ἂν ὁ θεὸς ἐθέλῃ.
ροςʹ Ἴσως μὲν ἀληθοῦς τινος ἐφαπτόμενοι
Ὅταν περὶ τῶν νοητῶν καὶ θείων πραγμάτων διαλεχθῶμεν. —Τὸ δὲ ἴσως δύναται μὲν καὶ ὡς μετριάζων εἰπεῖν· ἤγουν διὰ τοῦτο τὸ ἀπεικάζοντες τὸ ἴσως εἶπεν, ἐπειδὴ πᾶσα ἡ περὶ ἡμᾶς ἐνέργεια εἰκών ἐστιν ἐκείνης τῆς ἐνεργείας.
ροζʹ Τάχα δʼ ἂν καὶ ἄλλοσε παραφερόμενοι
Ἐπειδὴ καὶ τότε τὰς ἀποπτώσεις τοῦ ἔρωτος εἶπε. —Τὸ δὲ κεράσαντες τὸν ἀληθῆ λόγον δηλοῖ διὰ τούτου τοῦ μυθικοῦ πλάσματος· τουτέστι διʼ ὑπονοιῶν τὰ περὶ τοῦ ἔρωτος καὶ τῆς ψυχῆς διηγησάμενοι καὶ ποιησάμενοι τὴν ἀφήγησιν διὰ μύθων καὶ αἰνιγμάτων, ὥσπερ καὶ οἱ θεολόγοι διὰ μύθων τὰ τῶν θεῶν διηγούμενοι. — Προσεπαίσαμεν δὲ ἀντὶ τοῦ ἐπαίξαμεν· λέγει δὲ ὑμνήσαμεν. —Τὸν δὲ Ἔρωτα δεσπότην εἶπεν, ἐπειδὴ ὁ ἐνθουσιῶν ὅλον ἑαυτὸν ὡς δεσπότῃ ἐπιδίδωσι τῷ θεῷ.
ροηʹ Καλῶν παίδων ἔφορον
Ὁ γὰρ Ἔρως τῶν καθαρῶν καὶ νεοτελῶν ψυχῶν ἡγεμών ἐστι· διὰ δὲ τῶν παίδων τὸ καθαρὸν ἐνεδείξατο τῶν ψυχῶν.
ροθʹ Τόδε τοίνυν αὐτόθεν
Βούλεται ἐπὶ τὴν ἀντιπαράθεσιν ἐλθεῖν καὶ τὴν ὁριστικὴν καὶ διαιρετικὴν μέθοδον· καὶ ἡ ῥητορικὴ δὲ κατὰ Ἀριστοτέλην ἀντίστροφός ἐστι τῇ διαλεκτικῇ, τουτέστι περὶ τὰ αὐτὰ στρεφομένη καὶ ἰσόστροφος· καὶ γὰρ τὴν ὕλην ἔχουσι τὴν αὐτὴν καὶ ἐνδόξοις κέχρηνται ἐπιχειρήμασι καὶ δυνάμεις λέγονται καὶ εἰς τὰ ἀντικείμενα ἐπιχειροῦσι. Καὶ κατὰ Πλάτωνα δὲ κέχρηται τῇ ὁριστικῇ καὶ διαιρετικῇ μεθόδῳ ὁ ῥήτωρ· πῶς γὰρ δυνάμεθα ἀπὸ τοῦ ψέγειν τὸν ἔρωτα ἐπὶ τὸ ἐπαινεῖν ἐλθεῖν, μὴ γνόντες τὴν φύσιν τοῦ λεγομένου;
ρπʹ Ἐμοὶ μὲν φαίνεται τὰ ἄλλα
Τὰ περὶ τοῦ ἔρωτος μετρίως πεπαῖχθαι καὶ ἐξυμνῆσθαι. —Τὸ δὲ τούτων δὲ λέγει τὴν διαιρετικὴν καὶ τὴν ὁριστικήν. —Τὸ δὲ ἐκ τύχης ῥηθέντοιν· ὥσπερ ἀνωτέρω εἰς Πᾶνα καὶ Νύμφας καὶ Μούσας ἀνετίθει τὸν λόγον, οὕτω καὶ νῦν εἰς τύχην ἀνάγει τὸν λόγον.
ρπαʹ Τέχνῃ λαβεῖν
Ἵνα τεχνικῶς τις διέλῃ πρῶτον εἰς δύο — πρώτη γὰρ αὕτη διαίρεσις ἡ εἰς δύο — καὶ εἴπῃ τοῦ ζῴου τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον, καὶ μὴ εἴπῃ τὸ μὲν ἄνθρωπος, τὸ δὲ κύων, τὸ δὲ ἄπουν· ἤγουν εἴδη καὶ ἄτομα, ἢ διαφορὰς καὶ εἴδη, ἤ τι τοιοῦτον· ἀλλὰ δεῖ τὸ σύνεγγυς λαβεῖν καὶ χρήσασθαι τῇ ὁριστικῇ καὶ διαιρετικῇ μεθόδῳ δεόντως· τοῦτο γὰρ ἐπιστήμονός ἐστιν.
ρπβʹ Εἰς μίαν ἰδέαν
Τουτέστιν ὁρίσασθαι τὰ διαιρεθέντα· οἱ γὰρ ὁρισμοὶ τῶν εἰδῶν εἰσιν. Τὰ δὲ πολλαχῇ διεσπαρμένα πῶς εἰς ἓν δεῖ ἄγειν ἀνωτέρω ἐξηγήσατο ἔνθα φησὶ τὸ «ἐκ πολλῶν ἰὸν αἰσθήσεων» καὶ τὰ ἑξῆς, δῆλον ποιῶν τοῖς ἀκούουσι περὶ οὗ διαλέγεται· ὥστε καὶ εἰς τὴν φράσιν ἐγκαλεῖ τῷ Λυσίᾳ ὅτι ἀσάφειαν ἐποίησε τῷ λόγῳ, μὴ εἰπὼν περὶ τίνος διαλέγεται.
ρπγʹ Ὥσπερ τανῦν δή
Ὥσπερ ἐπὶ τοῦ προκειμένου ὑποδείγματος, περὶ ἔρωτος. —Τὸ δὲ εἴτε εὖ εἴτε κακῶς ἐλέχθη, τουτέστιν εἴτε ἐπιτυχῶς εἴτε φαύλως εἴπομεν· «ὅπερ ἦν τῆς τέχνης ἐποιήσαμεν καὶ κατὰ τὴν τέχνην ὡδεύσαμεν, διὸ καὶ τὸ σαφὲς καὶ ὁμολογούμενον ἔσχεν ὁ ἐμὸς λόγος· εἰπὼν γὰρ τὸν ἔρωτα μανίαν, διεῖλον τὴν μανίαν εἰς ἀνθρωπίνην καὶ θεῖαν, καὶ τὰ πρόσφορα ἑκατέρᾳ ἁρμόσας σαφῆ ἐποίησα τὸν λόγον, καὶ τὸν τῆς ἀντιπαραθέσεως καὶ ἀντιγραφῆς καὶ τὸν τῆς παλινῳδίας.» Θεωρητικώτερον δὲ τὸ εὖ ἐπὶ τοῦ ὀρθοῦ ἔρωτος, τὸ δὲ κακῶς ἐπὶ τοῦ ἀκολάστου.
ρπδʹ Τὸ πάλιν κατʼ εἴδη
Τὸ ἓν εἶδος εἰπὼν τὸ ὁριστικὸν, ὅτι δεῖ τὰ πολλὰ εἰς ἓν συνάγειν καὶ ὁρίζεσθαι, τὸ διαιρετικὸν βούλεται εἰπεῖν, τὸ δεῖν τὸ ἓν εἰς πολλὰ διαιρεῖν, οἷον τὸ γένος εἰς εἴδη, καὶ πάλιν ἐπιδιαιρεῖν κατὰ τὴν φυσικὴν διαίρεσιν πρῶτον εἰς δύο, εἶθʼ οὕτως εἰς τρία ἢ τέσσαρα, ὅπως ἂν ἀπαιτῇ ὁ λόγος, καθάπερ καλὸν μάγειρον κατʼ ἄρθρα τέμνοντα καὶ διαιροῦντα, καὶ μὴ κατὰ τὸν ἀφυῆ μάγειρον συγκλῶντα τὰ μέρη.
ρπεʹ Τὸ μὲν ἄφρον τῆς διανοίας
Τὴν μανίαν λέγει, ἀλλὰ ὃ μὲν κατὰ τὸ χεῖρον τῆς φρονήσεως ὁ τὴν ἀνθρωπίνην μανίαν ἔχων, ὃ δὲ κατὰ τὸ κρεῖττον ὁ κάτοχος τῷ θεῷ ἄφρων λέγεται.
ρπςʹ Ὥσπερ δὲ σώματος ἐξ ἑνός
Ὥσπερ ἡ φύσις τισὶ δύο διαστήμασι διεῖλε τὰ ζῷα, τὰ μὲν δεξιὰ, τὰ δὲ ἀριστερὰ ποιήσασα, καὶ ἑκάτερον τῶν μορίων τοῖς αὐτοῖς ὀνόμασι καλεῖται, οἷον ὀφθαλμὸς καὶ ὀφθαλμὸς, χεὶρ καὶ χεὶρ, πλὴν ὅτι ἣ μὲν δεξιὰ, ἣ δὲ ἀριστερὰ, οὕτως καὶ αὕτη ἡ παραφροσύνη καὶ μανία διττὴ οὖσα, ἣ μὲν ἐπὶ τὰ ἀριστερὰ, ἣ δὲ ἐπὶ τὰ δεξιὰ ἔνευσεν. Ἀπὸ τῶν Πυθαγορείων δὲ ὁ Πλάτων ὠφεληθεὶς τὰς συστοιχίας οὕτως ἔλαβεν ἐνταῦθα. — Ὃ μὲν τὸ ἐπʼ ἀριστερά· ὁ τῆς ἀντιγραφῆς, ὁ κατὰ ὁμοιότητα τοῦ Λυσίου λόγου, ὃν ἐλοιδόρησε λέγων ἄπιστος ἀβέβαιος, ἃ εἶπε περὶ τοῦ αἰσχροῦ ἔρωτος. — Ὃ δʼ εἰς τὰ δεξιά· λέγει δὲ τὸν τῆς παλινῳδίας. — Ὁμώνυμον, ἐπειδὴ καὶ οὗτος ἔρως καὶ ἐκεῖνος.
ρπζʹ Τούτων δὴ ἔγωγε
Δείξας ὅτι τὸν μέλλοντα λέγειν ἢ γράφειν τι δεῖ εἰδέναι τὴν ἀλήθειαν τοῦ πράγματος, ἔπειτα ὅτι δεῖ ὁριστικὸν εἶναι καὶ διαιρετικὸν, ὧν οὐδὲν ἐποίησεν ὁ Λυσίας, λοιπὸν ἐξυμνεῖ τὴν διαλεκτικὴν, τουτέστι τὴν διαιρετικήν· τοῦτο δὲ καὶ ἐν Φιλήβῳ καὶ ἐν Πολιτικῷ ποιεῖ, λέγων ὅτι δῶρον ἐκ θεῶν εἰς ἀνθρώπους διὰ Προμηθέως ἐδόθη ἡ διαιρετικὴ, καὶ ἐν Σοφιστῇ δὲ ἀμφιβληστρικῷ ὀργάνῳ ἀπεικάζει αὐτήν. Οὐ γὰρ δυνατὸν ἔχειν ἐπιστήμην πραγμάτων ἄνευ τῆς διαιρέσεως.
ρπηʹ Εἰς ἓν καὶ ἐπὶ πολλά
Τουτέστι «τὸν δυνάμενον τὴν φύσιν τῶν πραγμάτων κατιδεῖν μεταδιώκω ὡς θεόν.» Διαλεκτικοὺς δὲ καλεῖ οὐ τοὺς εἰδότας μόνον τοὺς περὶ ἡμᾶς λόγους, ἀλλὰ τοὺς δυναμένους τὰ νοητὰ εἴδη εἰς πολλὰ διαιρεῖν καὶ εἰς ἓν ἀνάγειν, τουτέστι τοὺς τὴν τῶν ἰδεῶν ἑκάστην διακρίνοντας.
ρπθʹ Τανῦν δὲ παρὰ σοῦ τε
Πληρώσας τὰ περὶ τῆς ἀληθοῦς ῥητορικῆς, μέλλει εἰσβάλλειν εἰς τὰ τῆς δημώδους, καὶ ἱστορία ὀνομάτων καὶ καταρίθμησίς ἐστι τῶν λεγομένων κεφαλαίων τῆς ῥητορικῆς τὰ ἑξῆς λεγόμενα. Μετὰ δὲ ταῦτα πάλιν ὕστερον τῆς ἀληθινῆς ῥητορικῆς μέμνηται, πανταχόθεν δεῖξαι τὸ κράτος τῆς ἀληθοῦς ῥητορικῆς βουλόμενος. Νῦν οὖν ἐρωτᾷ τί χρὴ καλεῖν τὴν ῥητορικήν· μὴ ἄρα ἐν τούτῳ πᾶσά ἐστιν ἡ τέχνη τῆς ῥητορικῆς ἐν τῷ ἐκτίθεσθαι προοίμια, διηγήσεις καὶ πάντα ἃ καταριθμεῖται;
ρϙʹ Σοφοὶ μὲν αὐτοί
Σοφοὺς καλεῖ ἢ ἐν ἤθει, ἢ ὡς περὶ λόγους ἔχοντας καὶ ἐκπεφευγότας τὰς βαναύσους τέχνας, ἢ ὡς ἐπιστήμονας τέχνης. —Τὸ δὲ δωροφορεῖν διαβάλλει αὐτῶν τὸ φιλοχρήματον, ὅτι τὰς ἐπιδείξεις τῶν λόγων οὐκ ὠφελείας τῶν νέων οὐδὲ τῆς ἀληθείας ἕνεκα, ἀλλὰ χρημάτων ποιοῦνται.
ρϙαʹ Βασιλικοὶ μὲν ἄνδρες
Ἢ ὅτι οἱ ἄλλοι πάντες ἐπέχουσιν ἑαυτῶν τὰ ὦτα, ἵνʼ ἀκούσωσι τῶν ῥητόρων, ἢ ὡς ἄγοντες καὶ φέροντες τὸν δῆμον καὶ τὰ τῆς πόλεως. —Τὸ δὲ ἐπιστήμονές γε ὧν ἐρωτᾷς· τῆς διαλεκτικῆς λέγει. Τὸ δὲ τοῦτο μέν· «τὰ γὰρ εἰρημένα, φησὶ, τὸ ὁριστικὸν, τὸ διαιρετικὸν, τὸ ἀληθὲς, οὐκ εἰσὶν ἴδια τῆς ῥητορικῆς, ἀλλὰ τῆς διαλεκτικῆς· διὸ οὐκ εἴπομέν τι περὶ ῥητορικῆς.»
ρϙβʹ Καλόν πού τι ἂν εἴη
Καὶ τί ἐστι καλὸν ὃ τούτων ἀπολειφθὲν τῶν εἰρημένων, ἀληθείας καὶ ὁρισμῶν καὶ διαιρέσεως, δύναται τέχνῃ λαμβάνεσθαι; Ἤγουν ἐν ἤθει· «ὡς ἔοικε, καλόν ἐστι τοῦτο ὃ ἀπολειφθὲν τῶν εἰρημένων ὅμως τέχνῃ λαμβάνεται· ἐπειδὴ οὖν λέγεις καλὸν αὐτὸ, οὐκ ἀτιμαστέον, ἀλλὰ ἐξετάσαι δεῖ εἰ ἀληθῆ λέγεις, καὶ δύναται ἄνευ τῶν εἰρημένων λαμβανομένη τέχνη εἶναι, λεκτέον δὲ εἰ δύναται ὅλως τέχνη εἶναι τούτων ἀπολειπομένη.»
ρϙγʹ Τί μέντοι καὶ ἔστιν
Ἐπειδὴ εἶπεν ὅτι τὰ εἰρημένα τῷ διαλεκτικῷ ἁρμόζει, τῷ δὲ ῥητορικῷ οὐδαμῶς, διὰ τοῦτό φησιν «ἴδωμεν τί ποτέ ἐστι τὸ λειπόμενον τῆς ῥητορικῆς ἧς σὺ λέγεις.» Ὁ δὲ νοῦς πάντων τῶν ἑξῆς λεγομένων οὗτός ἐστιν, ὅτι τὰ προοίμια καὶ αἱ διηγήσεις καὶ αἱ πίστεις καὶ πάντα τὰ ῥητορικὰ κεφάλαια καὶ ἡ τῶν ὀνομάτων θήρα οὐκ ἔστι τέχνη, ἀλλὰ τὰ πρὸ τῆς τέχνης, ἀλλὰ τέχνη ἐστὶ τὸ τάξαι ταῦτα καὶ δύνασθαι αὐτοῖς δεόντως χρήσασθαι. Οὐκ ἔστιν οὖν ἡ τῶν κεφαλαίων καταρίθμησις ἡ ῥητορικὴ τέχνη, ἀλλὰ τὸ δύνασθαι καλῶς τοῖς κεφαλαίοις εἰς τὸ χρήσιμον ἢ ἐπωφελὲς χρῆσθαι.
ρϙδʹ Καὶ καλῶς γʼ ὑπέμνησας
Καταλέγει λοιπὸν τὰ λεγόμενα τεχνικὰ κεφάλαια. Τὸ δὲ προοίμιον ταύτην ἔχει τὴν δύναμιν προσεχῆ ποιεῖν τὸν ἀκροάτην, τὴν ὅλην σαφήνειαν ἔχοντα τοῦ πράγματος, ὅπερ Σωκράτης ἐποίησεν· ὁ δὲ Λυσίας οὐδὲν σαφὲς ἐν προοιμίοις εἶπεν· ἑκάτερος οὖν αὐτῶν προοίμιον μὲν ἔλαβε, τὴν δὲ χρῆσιν διάφορον ἐποιήσαντο· ὁ μὲν γὰρ Σωκράτης οἰκείως ἐχρήσατο τῷ προοιμίῳ σαφηνίζων τὸ πρᾶγμα, ὁ δὲ Λυσίας ἐναντίως.
ρϙεʹ Ταῦτα λέγεις ἦ γάρ;
Ἐν ἤθει λέγει ὁ Σωκράτης ὅτι ταῦτα, φησὶ, λέγεις τὰ πιθανὰ τῆς τέχνης; —Τὸ δὲ μαρτυρίας τʼ ἐπʼ αὐτῇ· μαρτυρίας λέγει ... τὰς ἀτέχνους πίστεις λεγομένας, οἷον· «ἐφόνευσας· παρῆσθα γὰρ τῷ νεοσφαγεῖ σώματι» καὶ τὰ ὅμοια. — Εἰκότα δὲ λέγει τὰ πιθανά. — Πίστωσιν δὲ καὶ ἐπιπίστωσιν λέγει τὸ ἐπὶ ἀποδείξει ἑτέραν ἀπόδειξιν ἐπαγαγεῖν. — Λογοδαίδαλον δὲ εἶπεν ὡς λόγων τεχνίτην ὄντα καὶ διαλεκτικὸν καὶ τὰ αὐτὰ δυνάμενον τῷ Ζήνωνι ποιεῖν καὶ τὰ ἀκίνητα κινούμενα ἀποδεικνύειν, ἐπειδὴ καὶ ὁ Δαίδαλος ἀποδιδράσκοντα καὶ κινούμενα ὥσπερ ἐποίησε τὰ ἀγάλματα· πρὸ αὐτοῦ γὰρ τὰ ἀγάλματα συμμεμυκότα ἦσαν καὶ οὐκ εἶχον τοὺς πόδας διεστηκότας, ἀλλὰ αὐτὸς πρῶτος διέστησε. — Παρεπαίνους δὲ λέγει ἵνα ἄντικρυς μὴ ἐπαινῇ, δοκῇ δὲ ἐπαινεῖν· ὁμοίως δὲ καὶ ψέγειν. Θαυμαστὸς δὲ ἐγένετο Εὔηνος, καὶ ἀλλαχοῦ αὐτὸν ἐπαινεῖ, ὃς καὶ τὸν ἴαμβον τοῦτον εἶπε ἢ φόβος ἢ λύπη παῖς πατρὶ πάντα βίον. Τὸ δὲ μνήμης χάριν, ἐπειδὴ τὰ ἔπη τῶν καταλογάδην εὐμνημονευτότερά ἐστιν.
ρϙςʹ Τισίαν δέ
Ἐπὶ τούτου καὶ τοῦ μαθητοῦ αὐτοῦ φέρεται ἡ παροιμία ἡ «ἀπὸ κακοῦ κόρακος κακὸν ᾠόν.» Οὗτος γὰρ σοφιστὴς ὢν ἐπηγγείλατο διδάσκειν τὸν μαθητὴν οὕτως ὥστε τὴν πρώτην δίκην νικῆσαι «ἐὰν δῷς μοι, φησὶν, εἰς μισθὸν τοσάσδε δραχμάς·» ὁ μαθητὴς ὑπέσχετο· εἰσῆλθε τὴν πρώτην δίκην περὶ τοῦ μὴ ἀποδοῦναι τοὺς μισθοὺς, διὰ διλήμματος τὴν κρίσιν ποιούμενος, ἵνα καὶ νικήσας καὶ ἡττηθεὶς μηδὲν δῷ· καὶ ἐπὶ τούτῳ ἐλέχθη ἡ παροιμία. Περὶ δὲ Γοργίου τοῦτο λέγεται ὅτι ἐρωτᾶν ἐκέλευεν ὅ τί τις βούλεται, καὶ μηδενὸς ἐρωτῶντός ποτε λαβὼν φύλλον εἶπεν εἰς τὸ φύλλον λόγον τινὰ, εἶτα εἰς τὴν Ἀθηνᾶν, καὶ παμμήκη λόγον ἀπετείνατο. — Πρόδικος ἐγέλασεν· ἐπειδὴ ὁ Πρόδικος τὴν τῶν ὀνομάτων εὗρεν ἀκρίβειαν, οἷον διαφορὰν τέρψεως, χαρᾶς, εὐφροσύνης, τέρψιν καλῶν τὴν διʼ ὤτων ἡδονὴν, χαρὰν τὴν τῆς ψυχῆς, εὐφροσύνην τὴν διὰ τῶν ὀμμάτων. Ἔλεγεν οὖν ὁ Πρόδικος ὅτι διὰ τῶν τοιούτων ὀνομάτων δεῖ καταποικίλλειν τὸν λόγον καὶ μὴ διὰ μακρῶν λόγων τὰ αὐτὰ ἀνακυκλεῖν, ἀλλὰ συμμετρίᾳ χρῆσθαι.
ρϙζʹ Μουσεῖα λόγων
Ἐκεῖνος γὰρ, φασὶν, ἐξηῦρε τὰ πάρισα· διὸ καὶ μουσεῖα λόγων ἐκάλεσεν, ἐπειδὴ ἐδόκει τῇ καλλιλεξίᾳ πάνυ κοσμεῖν τὸν λόγον. — Διπλασιολογίαν δὲ τὸ τὰ αὐτὰ δὶς λέγειν οἷον φεῦ φεῦ. — Γνωμολογίαν ὡς εἶπε καὶ Δημοσθένης· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην οὗτος ἐμοὶ πολεμεῖ,» καὶ ἀλλαχοῦ «δεινὸν γὰρ ἡ πονηρία,» καὶ τὰ ὅμοια. — Εἰκονολογίαν δὲ τὸ διʼ εἰκόνος καὶ διʼ ὑποδείγματος παραστῆσαι τὸ λεγόμενον. — Ὀνομάτων τε Λικυμνίων· ὁ Λικύμνιος τὸν Πῶλον ἐδίδαξεν ὀνομάτων τινὰς διαιρέσεις, οἷον ποῖα κύρια, ποῖα σύνθετα, ποῖα ἀδελφὰ, ποῖα ἐπίθετα καὶ ἀλλὰ πολλὰ πρὸς εὐεπίαν. —Τὸ δὲ ὀρθοέπειά γέ τις· τουτέστι κυριολεξία· διὰ γὰρ τῶν κυρίων ὀνομάτων μετήρχετο ὁ Πρωταγόρας τὸν λόγον καὶ οὐ διὰ παραβολῶν καὶ ἐπιθέτων.
ρϙηʹ Τῶν γε μὴν οἰκτρογόων
Ὁ γὰρ Χαλκηδόνιος, τουτέστιν ὁ Θρασύμαχος, ταῦτα ἐδίδαξεν ὡς δεῖ εἰς οἶκτον ἐγεῖραι τὸν δικαστὴν καὶ ἐπισπᾶσθαι ἔλεον, γῆρας, πενίαν, τέκνα ἀποδυρόμενα καὶ τὰ ὅμοια. — Σθένος δὲ εἶπεν, ἢ πρὸς τὴν δύναμιν τοῦ λόγου αὐτὰ ἀποτεινόμενος, ἤγουν ἐπειδὴ ἔγραψεν ἐν λόγῳ ἑαυτοῦ τοιοῦτόν τι ὅτι οἱ θεοὶ οὐχ ὁρῶσι τὰ ἀνθρώπινα· οὐ γὰρ ἂν τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν παρεῖδον τὴν δικαιοσύνην· ὁρῶμεν γὰρ τοὺς ἀνθρώπους ταύτῃ μὴ χρωμένους.
ρϙθʹ Τὸ δὲ δὴ τέλος τῶν λόγων
Τοὺς ἐπιλόγους θέλει εἰπεῖν, ὅ τινες ἐπάνοδον, οἳ δὲ ἀνακεφαλαίωσιν ὀνομάζουσι. Τοῦτο δὲ βούλονται οἱ ἐπίλογοι, εἰς μνήμην ἀγαγεῖν τοὺς ἀκούοντας διὰ βραχέων τῶν διὰ πολλῶν καὶ μακρῶν εἰρημένων.
σʹ Ταῦτα δὲ ὑπʼ αὐγάς
Λοιπὸν ἐπεξέλθωμεν τὰ εἰρημένα τῆς σεμνῆς ῥητορικῆς εἴ γε ἄξιά εἰσιν εἰς λόγων τέχνην τάττεσθαι. Τὸ δὲ ὑπʼ αὐγὰς ἴδωμεν λέγει τὸ ἀνασκοπήσωμεν τίνα ἔχει τὴν δύναμιν.
σαʹ Διεστηκὸς αὐτῶν τὸ ἠτρίον
Ἠτρίον λέγεται τὸ εὐυφὲς ἱμάτιον καὶ ἀραιὸν, ὅπερ φαίνεται μὲν εὐυφὲς, τῷ δὲ κατανοοῦντι διεστηκός ἐστι καὶ ἀραιὸν καὶ οὐκ εὐπαγὲς, ἀλλὰ ταχέως διαρρηγνύμενον. Ὅρα οὖν, φησὶ, μὴ καὶ ταῦτα τὰ θεωρήματα φαίνεται μὲν τεχνικὰ, κατὰ δὲ τὸ ἀληθὲς κενά ἐστι τῆς τέχνης· μεταφέρει δὲ ἀπὸ τῶν ἐκτὸς τὸν λόγον ἐπὶ τὴν ψυχὴν, ὡς ἂν εἴποι τις «ὅρα μὴ τὸ ψυχάριον αὐτῶν διεστηκός ἐστι καὶ οὐδὲν βέβαιον οὐδὲ ὑγιὲς ἔχει,» ἵνα τὸ ἠτρίον τὸ ψυχάριον εἴπῃ.
σβʹ Εἰπὲ δή μοι
Ἤδη μὲν τὰ περὶ τῆς ἀληθοῦς καὶ καθʼ αὑτὸ ῥητορικῆς διηγήσατο ὁ φιλόσοφος, διδάσκων ὅτι ὀφείλει εἰδέναι τὸ ἀληθὲς τοῦ πράγματος ὁ ῥήτωρ, ἵνα δύνηται διὰ τῶν πιθανῶν πείθειν· ἔπειτα ὀφείλει χρῆσθαι τῇ διαιρετικῇ καὶ ὁριστικῇ, ἵνα δύνηται τοὺς περὶ τῶν ἐναντίων λόγους λέγειν, καὶ μεταβαίνειν ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία, εἰδὼς τὰς διαφορὰς αὐτῶν καὶ τὰς ἑτερότητας· ὀφείλει δὲ καὶ τὰς κοινωνίας εἰδέναι ἵνα δύνηται καὶ ὁρίζεσθαι. Ταῦτα εἰπὼν, ἐρωτᾷ τὸν Φαῖδρον εἰ τοῦτο ἔστιν ἡ ῥητορική. Ὃ δέ φησιν οὐκ ἀκηκοέναι ταύτην εἶναι ῥητορικὴν ἀλλὰ ἥν φασιν οἱ τεχνογράφοι τὴν ἔχουσαν προοίμιον, διήγησιν, καὶ ὅσα κατηριθμήσατο· ἅπερ ἀκούσας ὁ φιλόσοφός φησιν «ἴδωμεν εἰ καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἠτρίον ὥσπερ ἐμοὶ, τουτέστι πότερον τἀληθῆ τῶν πραγμάτων εἰρήκασιν ἢ φαινομένην ἔχουσιν ἀκολουθίαν.» Εἶτα διὰ τριῶν παραδειγμάτων, ἰατρικῆς, ποιητικῆς, ἁρμονικῆς, βούλεται ἀναιρεῖν τὰ λεγόμενα καὶ δεῖξαι ὅτι τὰ προοίμια καὶ αἱ διηγήσεις καὶ πάντα ἃ κατηριθμήσατο τὰ πρὸ τῆς τέχνης ἐστὶν ἀναγκαῖα μαθήματα, αὐτὴ δὲ ἡ ῥητορικὴ τέχνη οὐκ ἔστιν.
σγʹ Καὶ ἄλλον ποιεῖν ἰατρόν
Ἰατρὸν, ἐπειδὴ διττόν ἐστι τὸ τέλος ἑκάστης τέχνης, τὸ μὲν ἀποτέλεσμα τὸ ὑγείαν περιποιῆσαι, τὸ δὲ καὶ ἄλλον διδάξαι καὶ ποιῆσαι ἰατρὸν, ὅπερ κυριώτερόν ἐστι τῆς τέχνης, ἐπειδὴ ὑγείαν μὲν καὶ ἰδιώτης δύναται περιποιῆσαι, διδάξαι δὲ ὁ ἰατρὸς μόνος δύναται. Διὰ τοῦτο τὰ δύο τέλη εἶπε τῆς τέχνης.
σδʹ Τί δʼ ἄλλο γε ἢ ἐρέσθαι
Ὡς ἂν εἴποι ὅτι τὸ ταῦτα μόνον ἔχειν ἢ εἰδέναι οὐκ ἔστιν ἰατροῦ, ἀλλὰ ἡ τοιάδε χρῆσις τῶν φαρμάκων ὅταν καὶ εὐκαίρως προσφέρηται τὸ φάρμακον καὶ κατάλληλον ᾧ προσφέρεται· τὸ γὰρ αὐτὸ φάρμακον τὸν μὲν βλάπτει, τὸν δὲ ὑγιῆ ποιεῖ· καὶ ἁπλῶς ὅταν, κατὰ τὸν θεῖον Ἱπποκράτην, ὁ ἰατρὸς φυλάττηται καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσους καὶ μὴ ὡς ἔτυχε χρῆται τοῖς βοηθήμασιν ἀλλὰ εὐκαίρως καὶ οἷς δεῖ καὶ ὅτε καὶ ὁπόσον δεῖ. —Τὸ δὲ ὅτι μαίνεται ἄνθρωπος· τῷ γὰρ ὄντι μανία ἐστὶν οἷς μὴ οἶδέ τις ἐγχειρεῖν. — Οὐδὲν ἐπαΐων τῆς τέχνης, ἐπειδὴ ἡ τέχνη καὶ καιροὺς καὶ μέτρα καὶ φύσιν καὶ τὰ τοιαῦτα οἶδεν.
σεʹ Τί δὲ εἰ Σοφοκλεῖ
Τὸ ἕτερον παράδειγμα βούλεται εἰπεῖν. Ὅταν τε βούληται οἰκτρὰς καὶ τοὐναντίον καὶ αὖ φοβεράς· περὶ γὰρ τὰ τοιαῦτα πάθη ἔχουσιν αἱ τραγῳδίαι. —Τὸ δὲ σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ, τουτέστιν ἵνα ἓν ὕφος καὶ τάξιν ἔχῃ ὁ λόγος· καὶ ἐν Πολιτείᾳ τοιοῦτόν τί φησιν· εἴ τις λέγοι τῷ ζωγράφῳ ὅτι τῷ καλλίστῳ τῶν μερῶν τοῦ σώματος τουτέστι τῷ ὀφθαλμῷ τὸ κάλλιστον τῶν χρωμάτων τὸ χρυσοειδὲς δεῖ προσάπτειν, εἴποι ἂν πρὸς αὐτὸν ὁ ζωγράφος ὅτι «ἔοικας γραφικὴν μὴ εἰδέναι· οὐ γὰρ τὸ κάλλιστον τῶν χρωμάτων δεῖ προσάπτειν τῷ ὀφθαλμῷ, ἀλλὰ τὸ ἁρμόζον.»
σςʹ Ἀλλʼ οὐκ ἂν ἀγροίκως
Τουτέστι δικαίως. — Λοιδορήσειαν ἀλλʼ ὥσπερ ἂν μουσικός· τὸ τρίτον ὑπόδειγμα λέγει, ὅτι οὐκ ἔστι τοῦτο ἁρμονία τὸ ἐπιτείνειν καὶ ἀνιέναι τὰς χορδὰς, ἀλλὰ τὸ δύνασθαι ταῖς ἁρμονίαις χρῆσθαι προσφόρως καὶ δύνασθαι ὅπου μὲν καταστέλλειν τὰ πάθη, ὅπου δὲ διεγείρειν. Ἡ γὰρ μουσικὴ χρῆσίς ἐστι τοιάδε· ἐπιστήμη θεωρητικὴ καὶ πρακτικὴ τῆς τοῦ ἡρμοσμένου φύσεως προσθήκῃ κόσμου.
σζʹ Τί δὲ τὸν μελίγηρυν Ἄδραστον
Ὥσπερ ἀνωτέρω ἐπέστησεν εἰς τὰ πρὸ τῆς ἰατρικῆς καὶ ποιητικῆς καὶ ἁρμονικῆς τέχνης τοὺς ἀκριβεῖς τεχνίτας, οὕτως καὶ ἐνταῦθα τοῖς ἁπλοῖς λεγομένοις ῥήτορσιν ἐπιστᾷ τὸν Ἄδραστον καὶ τὸν Περικλέα· οὗτοι γὰρ ἐγένοντο ῥήτορες, οὐκ ὀρθοὶ μὲν οἵους λέγει Πλάτων, ἀλλὰ τῆς μέσης ῥητορικῆς, οἱ μήτε τὰ πάθη θεραπεύοντες τοῦ δήμου μήτε τοιοῦτοι οἵους φησὶν ὁ Πλάτων πρὸς ἀλήθειαν ποιούμενοι τοὺς λόγους καὶ ἀγαθοὺς καὶ καλοὺς τοὺς πολίτας ...
σηʹ Ἀλλὰ συγγινώσκειν
Τουτέστι συγγνώμην ἀπονεῖμαι τούτοις· τὰ γὰρ ἁμαρτήματα ἀκούσιά ἐστι κατὰ Πλάτωνα.
σθʹ Εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι
Εἰς τὴν διαλεκτικὴν πάλιν φέρει τοὺς ῥήτορας· ἤρτηται γὰρ τῆς διαλεκτικῆς ἡ ῥητορική· αὐτὴ γὰρ ἡ διαλεκτικὴ καὶ τὰς φύσεις διαιρεῖ καὶ τοὺς λόγους. — Τὸ δὲ ἕκαστα τούτων πιθανῶς, τουτέστιν ἐν τάξει λέγειν καὶ συμμέτρως καὶ ὡς δεῖ. — Ὡς οὐδὲν ἔργον ὄν· καὶ ἀφʼ ἑαυτῶν δυναμένων ταῦτα λέγειν δέον μᾶλλον ταῦτα παραδοῦναι καταλείπουσι τοῖς μαθηταῖς. —Τὸ δὲ πιθανῶς λέγειν ἄνευ τοῦ ἀληθοῦς οὐκ ἐνδέχεται.
σιʹ Ἀλλὰ μὴν ὦ Σώκρατες
Ἐπειδὴ οὐ μόνον δεῖ τὰ τῶν ἄλλων ἀναιρεῖν, ἀλλὰ καὶ τὰ ἴδια κατασκευάζειν, τούτου χάριν ἐν τοῖς εἰρημένοις ἐπιδείξας ὅτι οὐκ ἔστι τέχνης ῥητορικῆς τὸ προοίμια καὶ διηγήσεις καὶ πίστεις καὶ τὰ τοιαῦτα λέγειν — ταῦτα γὰρ πρὸ τῆς τέχνης ἐστίν —, ἀλλὰ τὸ ἐν τάξει καὶ ὡς δεῖ χρῆσθαι τοῖς εἰρημένοις, λαβὼν καὶ τρία παραδείγματα εἰς τὴν ἀπόδειξιν τούτου, καὶ πρῶτον τὸ τοῦ ἰατροῦ, ἔνθα ἔφη ὅτι οὐκ ἔστιν ἰατροῦ τὸ ἁπλῶς χρώμενον τοῖς φαρμάκοις καθαίρειν εἰ μὴ ἂν ὅτε δεῖ καὶ ὅσον δεῖ καὶ οἷς δεῖ καὶ τὰ ὅμοια, ἔπειτα δὲ χρησάμενος τῷ παραδείγματι καὶ τῆς ποιητικῆς καὶ ἁρμονικῆς, νῦν ὑφηγεῖται ὁποῖόν ποτʼ ἐστὶ τὸ εἶδος τῆς ῥητορικῆς· διό φησιν ὁ Φαῖδρος· «κινδυνεύει τὸ τῆς ῥητορικῆς εἶδος τοιοῦτον εἶναι παρὰ τοῖς νῦν ῥήτορσιν οἷον ὑφήγησιν· ἐπειδὴ οὖν ἀληθῆ λέγεις, ὅτι τὰ πρὸ τῆς τέχνης παραδεδώκασι θεωρήματα, τὴν δὲ τέχνην ἥτις ποτʼ ἐστὶν οὐ παραδεδώκασιν, εἰπὲ ἥτις ποτέ ἐστιν ἡ τοῦ ῥητορικοῦ τέχνη.»
σιαʹ Τὸ μὲν δύνασθαι ὦ Φαῖδρε
Ἐπειδὴ ὁ Φαῖδρος τὴν τοῦ ῥητορικοῦ τέχνην τοῦτο ἔλεγε τὸ ῥητορεύειν, διὰ τοῦτο ἐπάγει ὁ φιλόσοφος ὅτι· «τὸ ῥητορεύειν δύνασθαί σε ποιεῖν φύσεώς ἐστι δεξιᾶς καὶ οὐχὶ ἐπιστήμονος τοσοῦτον,» καὶ λαμβάνει τρία τινὰ, ἅπερ ἐφʼ ἑκάστης τέχνης καὶ ἐπιστήμης ἄραρε, φύσιν, ἐπιστήμην, μελέτην· εἰ μὴ γὰρ τὰ τρία συνδράμοι, οὐ δύναταί τις ἄριστος γενέσθαι κατὰ τέχνην. Φύσεως χρεία διὰ τί; ἐπειδὴ φύσεως ἀντιπραττούσης πάντα κενά. Τί δὲ εἰ φύσιν τις ἔχοι, ἐπιστήμην δὲ μή; οὐ δῆλον ὅτι ἀνεπιστήμων ὢν ὡς ἔτυχε χρήσαιτο τῇ φύσει διαπίπτων καὶ μὴ εἰδὼς ὅ τι ποιεῖ ἢ λέγει; Εἰ δὲ καὶ ταῦτα συνδράμοι, μελέτης χρεία ἵνα μὴ τῇ ἀμελείᾳ καὶ τῇ ῥᾳθυμίᾳ ἀπολέσῃ ἃ μεμάθηκε. —Τὸ δὲ ἴσως δὲ καὶ ἀναγκαῖον· τὸ ἀναγκαῖον προσθεὶς ἐκόλασε τὸ εἰκός. — Ὥσπερ τἄλλα, τουτέστιν ὥσπερ ἐπὶ πάσῃ τέχνῃ καὶ ἐπιστήμῃ δεῖ τούτων τῶν τριῶν πρὸς τὸ γενέσθαι ἄριστον τὸ ἀποτελούμενον, οὕτως καὶ ἐν τῇ ῥητορικῇ.
σιβʹ Ὅσον δὲ αὐτοῦ τέχνη
Τίς ῥητορικοῦ τέχνη ἐστὶ, καὶ ὁποία ὀφείλει εἶναι, καὶ πῶς δύναται τεχνικῶς ῥητορεύειν, οὐχ ὡς ὁ Λυσίας οὐδὲ ὁ Θρασύμαχος, ἐμὸν ἔστι παραδοῦναι. — Ἀλλὰ πῇ; ἡ μέθοδος αὕτη.
σιγʹ Πάντων τελεώτατος
Τῶν ἄλλων δημαγωγῶν λέγει. —Τὸ δὲ πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν· ἐπειδὴ ἥψατο, φησὶν, ὁ Περικλῆς φιλοσοφίας, διὰ τοῦτο ἐγένετο ὑψηλόνους, συνάψας τῷ Ἀναξαγόρᾳ ὃς παντὶ τῷ κόσμῳ νοῦν ἐπέστησε, τῶν ἄλλων ἀέρας καὶ τὰ τοιαῦτα τῆς κοσμοποιίας αἴτια λεγόντων. Ἀδολέσχας δὲ ἐκάλουν οἱ παλαιοὶ τοὺς περὶ τὰ μετέωρα διατρίβοντας. Ὅρα δὲ τὴν ῥητορικὴν μεγάλην οὖσαν τέχνην πῶς μέχρι τῶν θεῶν ἀνάγει· προσφόρως γὰρ τοῖς ὑποκειμένοις πράγμασι ῥητορεύειν ὀφείλει ὁ ῥήτωρ, ὥστε ὀφείλει καὶ τὸ ἀληθὲς εἰδέναι καὶ τοῦ κόσμου ἐπεσκέφθαι τὸ μεγαλεῖον· οὐ γὰρ πᾶσαν τὴν γῆν νομίζει τὸ οὐδὲν εἶναι. Τὸ τοιοῦτον δὲ καὶ ἐν Ἀλκιβιάδῃ εἶπεν, ὅτε ἔλεγεν ὅτι «πᾶσα ἡ τῆς Ἑλλάδος ἀρχὴ οὐδέν σοι φαίνεται οὐδὲ ἡ τῶν ἐν Εὐρώπῃ βαρβάρων» καὶ τὰ τοιαῦτα.
σιδʹ Τὸ γὰρ ὑψηλόνουν
Τὸ καταφρονεῖν τῶν ἐνταῦθα καὶ περὶ μεγάλων ποιεῖσθαι τοὺς λόγους ἐκ ταύτης τῆς ἀδολεσχίας ἤρτηται. —Τὸ δὲ νοῦ τε καὶ ἀνοίας· πάντα γὰρ τὰ καλῶς δεδημιουργημένα ὑπὸ τὸν νοῦν ἀνέφερε, τὰ δὲ ὡς ἄλλως ὑπὸ τὴν ὕλην, ἵνα ἄνοιαν λέγῃ τὴν ὕλην καὶ τὸ κατηναγκασμένον· μᾶλλον δὲ τοῦτο λέγει ἐπὶ τὴν ἔρευναν τῶν νοητῶν καὶ ὑλικῶν πραγμάτων ἀφικόμενος.
σιεʹ Ὁ αὐτός που
Παραβάλλει τὴν ῥητορικὴν τῇ ἰατρικῇ, καί φησιν ὅτι ἣ μὲν περὶ σῶμα ἔχει, ἣ δὲ περὶ ψυχὴν, καὶ ὥσπερ ἰατρὸς ὀφείλει ἐπεσκέφθαι τὰ σώματα ἀπὸ τῶν ὅλων στοιχείων, πότερον ἁπλοῦν τὸ σῶμα ἢ σύνθετον, καὶ ἐκ τίνων καὶ πόσων — ἐν τῷ Τιμαίῳ δέ φησιν ὁ φιλόσοφος ὅτι οἱ νέοι θεοὶ δανεισάμενοι ἐκ τοῦ παντὸς συνέθηκαν ἡμῶν τὰ μόρια ἐκ τοῦ ὅλου πυρὸς καὶ ἀέρος καὶ τῶν ἄλλων λαβόντες μέρος· ὥστε ὁ ἄριστα ἐπεσκεμμένος σῶμα ἐπὶ τὰ ὅλα καὶ τὰς ἀρχὰς ὀφείλει ἀνατρέχειν· αἱ γὰρ γνώσεις ἀπὸ τῶν ἀρχῶν γίνονται —, οὕτω καὶ ἐπὶ ψυχῆς δεῖ σκοπεῖν, πρῶτον μὲν εἰ μονοειδής ἐστιν ἢ τριμερὴς, καὶ εἰ τριμερὴς διελέσθαι τὰ μέρη τῆς ψυχῆς, καὶ οὕτως τὰ μέρη τῶν λόγων διελόντα προσαρμονίσαι τοῖς ἑκάστοις· εἰδέναι γὰρ δεῖ καὶ τὰ ἰδιώματα τῶν ψυχῶν· ἄλλα γὰρ ἰδιώματα Θρᾳκῶν ἄλλα Λακώνων, ἄλλα Ἀθηναίων· καὶ δεῖ πρὸς ἑκάστους ἁρμόζεσθαι καὶ τοὺς λόγους.
σιςʹ Ψυχῆς οὖν φύσιν
Ὅτι, φησὶν, ἀδύνατον τὰ μερικὰ γνῶναι μὴ τὰ ὅλα ἐπισκεψάμενον καὶ καταγνόντα· ἐπὶ τὰ ὅλα οὖν ἀνατρέχει ὁ λόγος τοῦ Σωκράτους.
σιζʹ Εἰ μὲν Ἱπποκράτει
Ὅρα πῶς ἐπαινεῖ τὸν Ἱπποκράτην λέγοντα ὅτι οὐ μόνον τὰ περὶ ψυχῆς οὐ δυνατὸν θεωρῆσαι ἄνευ τοῦ θεωρῆσαι τὴν ὅλην ψυχὴν, ἀλλʼ οὐδὲ τὰ περὶ σώματος.
σιηʹ Καλῶς γὰρ ὦ ἑταῖρε λέγει
Ὅτι ἀδύνατον τὰ μέρη ἐπιστημόνως ἐπεσκέφθαι μὴ τὰ ὅλα ἐπισκεψάμενον. — Χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει· τουτέστιν οὐκ ἀρκεῖσθαι δεῖ τῇ ἐνδόξῳ πίστει, ἀλλὰ τὸν ἀποδεικτικὸν λόγον ἐπάγειν, μὴ ὅτι Ἱπποκράτης εἶπεν ἀλλὰ διὰ τί οὕτως εἶπε.
σιθʹ Τὸ τοίνυν περὶ φύσεως
Εἰς ταὐτὰ ἄγει τῷ ἀληθεῖ λόγῳ τὸν τοῦ Ἱπποκράτους ἀφορισμὸν, καὶ ὅτι ἐὰν θέλῃς τι θεωρῆσαι, ἀναγκαῖον κεχρῆσθαι τῇ διαιρετικῇ μεθόδῳ, οἷον ἆρα ἁπλοῦν ἐστι τὸ σῶμα ἢ σύνθετον, καὶ λέγειν ὅτι, ἐὰν μὲν ἁπλοῦν ᾖ, τὸ καὶ τὸ αὐτῷ ἁρμόζει, καὶ πέφυκεν ὑπό τινων μὲν πάσχειν, εἴς τινα δὲ δρᾶν — ὅθεν Ἱπποκράτης βουλόμενος δεῖξαι ὅτι οὐκ ἔστιν ἁπλοῦν εἶπεν· εἰ ἓν ἦν τὸ σῶμα οὐκ ἂν ἤλγεεν —, εἰ δὲ σύνθετον, ἐκ πόσων σύγκειται καὶ ποίων· ὅτι ἐκ τεσσάρων στοιχείων, θερμοῦ, ψυχροῦ, ξηροῦ, ὑγροῦ. —Καὶ ταῦτα καταριθμησάμενον, ὅπερ ἐπὶ ἑνὸς λέγει τί ποιεῖ καὶ ὑπὸ τίνων πάσχει, οὕτως καὶ ἕκαστον τούτων ποῦ πέφυκε ποιεῖν καὶ ὑπὸ τίνος πάσχειν.
σκʹ Ἀλλʼ οὐ μὴν ἀπεικαστέον
Ἀλλὰ τὸν τέχνῃ μετιόντα τὰ πράγματα καὶ ἐπιστήμῃ οὐκ ἀπεικαστέον τυφλῷ, ἀλλὰ φωτεινῷ καὶ νοερῷ ἀνθρώπῳ.
σκαʹ Ἀλλὰ δῆλον ὡς ἄν τῴ τις
Δῆλον ὅτι ἀνάλογόν ἐστι καὶ ἐπὶ τῆς ψυχῆς, ὥσπερ ὁ φάρμακα διδοὺς σώματι τὴν φύσιν τοῦ σώματος κατανοεῖ, οὕτως καὶ ὁ λόγους μέλλων διδόναι ψυχῇ ὡς φάρμακα ὀφείλει τὴν φύσιν τῆς ψυχῆς διερευνᾶν πότερον ἁπλῆ ἢ σύνθετος, καὶ εἰ σύνθετος, ἐκ ποίων καὶ πόσων μερῶν σύγκειται· ὅτι ἐκ τριῶν· λογικοῦ θυμικοῦ ἐπιθυμητικοῦ· καὶ τὸ λογικὸν ὑπὸ ποίων λόγων εὐφραίνεται, ὅτι ὑπὸ τῶν θεωρητικῶν· τὸ δὲ ἐπιθυμητικὸν ὑπὸ τοιῶνδε καὶ τὰ τοιαῦτα. —Τὸ δὲ τέχνῃ διὰ τέχνης.
σκβʹ Ἔσται δέ που ψυχὴ τοῦτο
Ὥσπερ ἐκεῖ ἐπὶ τῇς ἰατρικῆς σῶμα ᾧ προσέφερε τὰ φάρμακα, οὕτως ἐν τῇ ῥητορικῇ ψυχὴ ᾗ προσοίσει τοὺς λόγους. —Οὐκοῦν ἅμιλλα αὐτῷ πᾶσά ἐστιν ἐπὶ τῷ πειθὼ ἐμποιῆσαι τῇ ψυχῇ, ὡς ἐκεῖ ὑγίειαν τῷ σώματι· ὥσπερ οὖν οὐ ποιεῖ ὑγίειαν μὴ προσφόρως ἕκαστα προσενεγκὼν, οὕτως οὐ ποιεῖ πειθὼ μὴ οἰκείως προσενεγκάμενος τοὺς λόγους.
σκγʹ Δῆλον ἄρα ὅτι
Ὁ παραδοὺς οὖν τέχνην ῥητορικὴν δῆλον ὅτι σκοπεῖ τὸ εἶδος τῆς ψυχῆς, πότερον ἁπλοῦν ἐστιν ἢ σύνθετον καὶ πολυειδὲς κατὰ τὸ τοῦ σώματος εἶδος. Τὸ γὰρ εἰδέναι πότερον ἁπλοῦν ἐστιν ἢ σύνθετον καὶ τὰ τοιαῦτα, τοῦτο ἔστι τὸ τὴν φύσιν τοῦ ζητουμένου εἰδέναι. —Τὸ δὲ διδῷ ἀντὶ τοῦ παραδιδῷ.
σκδʹ Δεύτερον δέ γε
Ὥσπερ ἐπὶ τοῦ σώματος ἐσκόπησεν ὑπὸ τίνων πάσχει καὶ εἰς τί ποιεῖ, οὕτως καὶ ἐπὶ ψυχῆς δεῖ σκοπεῖν τίσι πείθεται καὶ τίσιν οὔ.
σκεʹ Τρίτον δέ
Διαταξάμενον καὶ διελόντα τὰ μόρια τῆς ψυχῆς καὶ τὰ εἴδη, οἷον ὅτι ἔχει φανταστικὸν, θυμικὸν, ὀρεκτικὸν καὶ τὰ τοιαῦτα, καὶ τὰ τῶν λόγων δὲ εἴδη ὁμοίως, ὅτι οἳ μέν εἰσιν ἀποδεικτικοὶ, οἳ δὲ δικανικοὶ, οἳ δὲ ἐγκωμιαστικοὶ καὶ τὰ τοιαῦτα, τότε τὸ ὅμοιον τῷ ὁμοίῳ προσαρμόσαι· οἷον ὁ ἄρχων ὁ τῷ ὀρθῷ λόγῳ ἑπόμενος τοῖς ἀποδεικτικοῖς λόγοις ἕπεται καὶ χαίρει, ὁ δὲ κατὰ ἐπιθυμίαν ζῶν τοῖς κολακικοῖς καὶ ἐγκωμιαστικοῖς λόγοις χαίρει.
σκςʹ Οὕτω μὲν οὖν φίλε
Οὐδαμῶς γὰρ ἄλλως ἐνδεικνύμενον οὕτως τέχνῃ· δεῖ οὖν οὕτως ἰέναι κατὰ τέχνην. —Τὸ δὲ καὶ ἀποκρύπτονται εἰδότες ψυχῆς πέρι· ἐν ἤθει τοῦτο λέγει, τουτέστι μηδὲν εἰδότες περὶ ψυχῆς, οὐδὲν λέγουσιν. — Αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν· φιλοσόφου γάρ ἐστι τύπους δοῦναι, οὐκ εἰς τὰ καθέκαστα κατιέναι· καὶ ἐν τῇ Πολιτείᾳ δὲ τοιοῦτόν τι εἶπε· τὸ δὲ ἁρμονίας τοῖς πολίταις διὰ τὸ ἀρετὴν κτήσασθαι φιλοσόφου ἐστὶν εἰπεῖν καὶ εἰδέναι· ποῖαι δὲ ἁρμονίαι καὶ τὰ καθέκαστα τῆς μουσικῆς εἰδέναι, ὅτι ὁ Φρύγιος εἰ τύχοι ἢ ὁ Λύδιος ἢ τὰ τοιαῦτα, τοῦ μουσικοῦ ἐστιν εἰδέναι. «Καὶ ἐνταῦθα οὖν, φησὶ, τὸ μὲν τὰ καθέκαστα λέγειν οὐκ ἔστιν ἡμέτερον, τὸ δὲ τύπους παραδοῦναι καὶ διελθεῖν τὰ εἴδη τῆς ψυχῆς καὶ τῶν λόγων ἡμέτερόν ἐστιν.»
σκζʹ Οὐκ εὐπετές
Τουτέστιν οὐκ ἔχω ἐκ προχείρου λέγειν· οὐ γὰρ εἶπεν ἀδύνατον. — Ὡς δὲ δεῖ γράφειν· τουτέστι «τὰ τεχνικὰ θεωρήματα παραδώσομεν, τὰ δὲ κατὰ μέρος οὔ· οἷον πόσα εἴδη λόγων, καὶ ὅτι τὸ μὲν ἰσχνὸν, τὸ δὲ ἁδρὸν, καὶ τὰ τοιαῦτα οὐκ ἔστιν ἡμῖν εὐπετὲς εἰπεῖν.»
σκηʹ Ἐπειδὴ λόγου δύναμις τυγχάνει
Βούλεται ὡς ἂν εἴποις ἐπὶ παραδείγματος παραδοῦναι τὰ εἰρημένα· λαβὼν γὰρ ἀναλογίαν τῆς ἰατρικῆς πρὸς τὴν ῥητορικὴν, καὶ εἰπὼν ὅτι, ὥσπερ ἐκείνη περὶ σώματα, αὕτη περὶ ψυχὴν, καὶ τὰ ἄλλα ὅσα εἶπε, νῦν ὑπὸ ἓν λέγει, ψυχαγωγίαν λέγων τὸ δύνασθαι ἄγειν καὶ πείθειν τὴν ψυχήν. —Τὸ γοῦν ψυχὴ ὅσα εἴδη ἔχει· ὀφείλει εἰδέναι τὴν φύσιν τῆς ψυχῆς καὶ τὰ μόρια τῆς ψυχῆς, ὅτι τριμερής ἐστι, καὶ ὡς εἰς μεγάλα διελόντι τοιαῦτά ἐστι, λογικὸν, θυμικὸν, ἐπιθυμητικόν.
σκθʹ Ὅθεν οἱ μὲν τοιοίδε
Ὅτι οἱ τῷ λόγῳ ἀκολουθοῦντες χαίρουσι τοῖς ἀποδεικτικοῖς λόγοις, οἱ δὲ τῷ θυμῷ τοῖς ἀνδρώδεσι καὶ τῇ νίκῃ, οἱ δὲ τῷ ἐπιθυμητικῷ κατεχόμενοι τῇ γλυκυθυμίᾳ καὶ τοῖς προσηνέσι λόγοις.
σλʹ Λόγων αὖ τόσα καὶ τόσα
Ὅτι τῶν λόγων οἳ μέν εἰσιν ἀποδεικτικοὶ, οἳ δὲ σοφιστικοὶ, ἤγουν οἳ μὲν ἁδροὶ, οἳ δὲ ἰσχνοὶ, καὶ τὰ ὅμοια. — Διὰ δὲ τήνδε τὴν αἰτίαν· ἵνα μὴ μόνον πεῖρα ᾖ ἀλλὰ καὶ τέχνη· πρῶτον γὰρ πεῖρα, εἶτα ἐμπειρία, εἶτα τέχνη γίνεται, ὅταν καὶ τὴν αἰτίαν δυνηθῇ τις γνῶναι. —Τὸ δὲ εἰς τὰ τοιάδε, πράγματα δηλονότι.
σλαʹ Δεῖ δὴ ταῦτα
Ποῖα λέγει; σχεδὸν ἑπτά τινά ἐστιν ἃ λέγει· πρῶτον μὲν τὸ εἰδέναι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, εἶτα τὸ διαιρετικὸν, ἔπειτα τὸ ὁριστικὸν, εἶτα τὸ ὑποκείμενον — τουτέστι ψυχῆς φύσιν κατιδεῖν, πότερον ἁπλοῦν ἢ σύνθετον —, ἔπειτα τὰ τῶν λόγων εἴδη κατιδεῖν, εἶτα ἁρμόσαι ποίοις μέρεσι καὶ ἤθεσι ψυχῆς ποῖοι λόγοι ἁρμόζουσιν, ἐπὶ πᾶσι δὲ τὸ εἰδέναι τὸν καιρόν. —Διὸ δεῖ ταῦτα ἱκανῶς νοήσαντα καὶ καθʼ ἑαυτὸν διελόμενον, ἤγουν παρὰ τῷ διδασκάλῳ ἐν τῷ ἔργῳ αὐτοῦ καὶ τῇ χρήσει, ἐπιγινώσκειν· ὀξέως τῇ αἰσθήσει, ὅτι ταῦτα ἦν ἢ ἐκεῖνα περὶ ὧν ἐποιούμεθα τοὺς λόγους ἐν τοῖς βιβλίοις. — Ἢ μηδὲν εἰδέναι πω πλέον, τουτέστιν ἄχρι λόγων ἐστὶν αὐτῷ ταῦτα μὴ προσλαβόντι τὴν πεῖραν, καὶ μάτην ἂν εἴη ἀκηκοὼς εἰ μὴ προσφόρως χρήσεται αὐτοῖς ἐν τῷ πράγματι. —Τὸ δὲ ξυνών· λείπει «τῷ διδασκάλῳ». — Ὀξέως τῇ αἰσθήσει· ὡς ἀπὸ ἀγγέλου τῆς αἰσθήσεως βούλεταί πως διανοητικῶς ἀγγέλλειν.
σλβʹ Παραγινόμενόν τε
Ἐν τῷ δικαστηρίῳ ἢ δήμῳ· εἰδὼς οὖν ἕκαστα τῶν εἰρημένων καὶ τὴν φύσιν τῆς ψυχῆς τῶν ἀκουόντων καὶ τῶν λόγων, τότε πρὸς τὸν ἁρμόζοντα καιρὸν κέχρηται τοῖς κεφαλαίοις, ὅπου μὲν ἐλεεινολογούμενος, ὅπου δὲ δεινώσει χρώμενος, καὶ τοῖς ἄλλοις πᾶσιν ὅτε δεῖ καὶ οἷς δεῖ καὶ ὅσον δεῖ.
σλγʹ Ὁ μὴ πειθόμενος κρατεῖ
Τοῖς παρὰ τὰ εἰρημένα τὴν ῥητορικὴν λέγουσιν εἶναι τέχνην, ὁ μὴ πειθόμενος αὐτὴν εἶναι τέχνην, ὡς ἐγὼ, κρατεῖ· εἰ μὴ γὰρ ἔχει πάντα τὰ εἰρημένα, οὐκ ἔστι τέχνη ἀλλʼ ἄτεχνος τριβή.
σλδʹ Τούτου τοι ἕνεκα
Ἐπειδὴ ἔδοξε διὰ μακροτέρων λόγων διδάσκειν τὰ εἰρημένα, διὰ τοῦτό φησιν ὅτι εἰ μὲν δύναταί τις διὰ βραχυτέρων καὶ συντομωτέρων λόγων τὰ εἰρημένα παραδοῦναι, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ δύναται ἄλλως ἢ ταύτῃ, ἰτέον καὶ οὐκ ἀποστατέον τῆς μακροτέρας ὁδοῦ. Τούτου τοι ἕνεκα· τουτέστι τοῦ ἀληθοῦς καὶ τῆς ἀκριβείας χάριν· ἀναγκαῖον πάντας τοὺς λόγους μεταστρέφειν καὶ ζητεῖν εἰ ἔστιν εἰς τὸ αὐτὸ τέλος διὰ βραχυτέρων καὶ ἐλαττόνων λόγων ἐλθεῖν· ἀρετὴ γὰρ λόγου ἐστὶν ἡ συντομία.
σλεʹ Ἕνεκα μὲν πείρας
Βούλεται ἐπὶ τὸ πιθανὸν ἐλθεῖν καὶ ταύτην τὴν δημώδη ῥητορικὴν τὴν πείρᾳ καὶ τριβῇ ἰοῦσαν ἄνευ τέχνης· λέγει γοῦν· «βούλει οὖν ἐγώ τινα εἴπω λόγον·» οὐ μόνον γὰρ δεῖ τὰ οἰκεῖα θεωρεῖν, ἀλλὰ καὶ τὰ ἀλλότρια περιεργάζεσθαι, ἵνα διὰ τῆς ἀντιπαραθέσεως τῶν ἀντικειμένων τὸ ἀληθὲς εἰδῇ· ἡ γὰρ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων ἐστὶ γνωστική. Ἐκθέμενος οὖν τὰ τῆς ἀληθοῦς ῥητορικῆς πόσα καὶ ποῖά ἐστιν, βούλεται ἐκθέσθαι καὶ περὶ τῆς δημώδους ῥητορικῆς καὶ τῆς ἀντικειμένης τῇ ἀληθινῇ ῥητορικῇ, ἣν καὶ τριβὴν δεῖ καλεῖν, ἥτις φησὶν ὅτι οὐ δεῖ τὸ ἀληθὲς εἰδέναι, ἀλλὰ τὸ πιθανὸν, οὐ τὸ ἐοικὸς τῷ ἀληθεῖ, ὃ λέγει ὁ φιλόσοφος, ἀλλὰ τὸ δοκοῦν τῷ πλήθει, ὃ πολλάκις καὶ ἐναντίον ἐστὶ τῷ ἀληθεῖ.
σλςʹ Καὶ τὸ τοῦ λύκου εἰπεῖν
Παροιμία ἐστὶ λεγομένη ὅτι λύκος ἑωρακὼς ποιμένας, ἤγουν κύνας, πρόβατον κατεσθίοντάς φησιν· «εἰ ἐγὼ τοῦτο ἐποίουν, πόσος ἂν θόρυβος ἐγεγόνει.» Ἐπειδὴ οὖν μακρότερα εἶπε περὶ τῆς ῥητορικῆς τῆς ἀληθοῦς, διὰ τοῦτο τῆς παροιμίας ἐμνήσθη, ὅτι εἶπον ἂν οἱ τῆς δημώδους ῥητορικῆς προστάται πρὸς τὸ πλῆθος τῶν εἰρημένων λόγων· «εἰ δὲ ἡμεῖς οὕτως ἐμηκύναμεν τὸν λόγον, ποῖος ἂν ἐγεγόνει θόρυβος παρὰ τοῖς φιλοσόφοις.»
σλζʹ Φασὶ τοίνυν οὐδέν
Ἐνταῦθα ἐκτίθεται τὸν λόγον τοῦ πιθανοῦ, οὐ τοῦ ἐοικότος τῷ ἀληθεῖ, ἀλλὰ τοῦ δοκοῦντος τῷ πλήθει, ὃν ἂν εἴποι λόγον Πῶλος καὶ Γοργίας καὶ οἱ ἄλλοι ῥήτορες. Τὸ δὲ ταῦτα δεῖν σεμνύνειν· οὐδεὶς γὰρ οὕτως ἐσέμνυνε τὴν ῥητορικὴν ὡς αὐτὸς ὁ Πλάτων καὶ ἐπὶ μέγα ἦρε, λέγων ὅτι δεῖ αὐτὴν τὴν ἀλήθειαν εἰδέναι, τὰς φύσεις τῶν ψυχῶν, τῶν λόγων καὶ ὅσα ἤδη εἶπε.
σληʹ Μακρὰν περιβαλλομένους
Κύκλῳ περιερχομένους. —Τὸ δὲ φύσει ὄντων ἢ τροφῇ, ὅτι τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι οὐ χρὴ τραφῆναι ἐπιστημονικοῖς λόγοις οὐδὲ φῦναι ἀληθευτικόν. —Τὸ δὲ ἀληθείας μέλει· τοῦτο λέγει σκώπτων τὴν τοιαύτην ῥητορικὴν, εἴ γε τὸ ἀληθὲς οὐ περιεργάζονται ἀλλὰ τὸ δοκοῦν τοῖς πολλοῖς. — Τὸ εἰκὸς, τὸ δοκοῦν τῷ πλήθει καὶ τὸ ἔνδοξον, ὡς Ἀριστοτέλης φησίν.
σλθʹ Οὐδὲ γὰρ αὖ τὰ πραχθέντα
Τουτέστι δεῖ καὶ τὰ ἀληθῆ τῶν πραγμάτων ἐνίοτε ἀποκρύπτειν, ἐὰν μὴ εἰκότως καὶ δοκοῦντα τῷ πλήθει ᾖ τὰ πεπραγμένα, καὶ μὴ λέγειν τὸ ἀληθές. —Τὸ δὲ καὶ πάντως λέγοντα, τουτέστι παντὶ τρόπῳ λέγοντα τὰ δοκοῦντα τῷ πλήθει.
σμʹ Τὸ δὴ εἰκὸς διωκτέον
Ὥστε κἂν ψευδῆ ᾖ, δοκοῦντα δὲ τῷ πλήθει, μηδὲν προσίεσθαι μηδὲ πρόνοιαν ποιεῖσθαι τῆς ἀληθείας. — Τοῦτο γὰρ διὰ παντός, τουτέστι τὸ ἐξ εἰκότων συναγόμενον πορίζει ἡμῖν καὶ παρέχει τὴν τέχνην, οὐ τὸ ἀληθές· ἀνεμνήσθη γὰρ ὅτι ἤδη εἶπεν ἐπὶ βραχὺ περὶ τοῦ εἰκότος καὶ πιθανοῦ· οὐ τοῦ τοιούτου δὲ εἰκότος λέγει, τοῦ δοκοῦντος τῷ πλήθει, ἀλλὰ τοῦ ἐοικότος τῇ ἀληθείᾳ. —Τὸ δὲ εἰκὸς τῶν τῆς δημώδους ῥητορικῆς τὸ μέγιστόν ἐστι τῆς τέχνης, ὡς αὐτοί φασιν.
σμαʹ Ἀλλὰ μὴν τόν γε Τισίαν
Τουτέστιν ἔδειξας μηδὲν ὄντα τὸν Τισίαν.
σμβʹ Εἰπάτω τοίνυν
Τὸ εἰκὸς καὶ πιθανὸν τὸ παρὰ τοῖς πολλοῖς βούλεται ἐκθέσθαι· τοῦτο δὴ ὡς ἔοικεν ὑπόδειγμα θέλει λαβεῖν τοῦ εἰκότος τὸ παρὰ τοῖς ῥήτορσι, διʼ αὐτοῦ τούτου ἔργῳ δεικνὺς ὁποῖόν ποτέ ἐστι τὸ παρʼ αὐτοῖς πιθανόν· καὶ λαμβάνει δύο τινὰς ἀνθρώπους ὁ Τισίας, ἕνα μὲν ἀσθενῆ καὶ ἀνδρικὸν, ἄλλον δὲ ἰσχυρὸν καὶ δειλὸν, ἐκ σώματος καὶ ψυχῆς ἑκάτερον σκοπῶν· τὸν μὲν γὰρ ἀσθενῆ κατὰ τὸ σῶμα ἔλαβεν, εὔτολμον δὲ καὶ ἰταμὸν κατὰ ψυχὴν, τὸν δὲ ἀνάπαλιν ἰσχυρὸν μὲν κατὰ τὸ σῶμα ἄτολμον δὲ κατὰ ψυχήν· καί φησιν ὅτι εἰ ἀφέλοιτο ὁ ἀσθενὴς καὶ τολμηρὸς τοῦ ἰσχυροῦ καὶ δειλοῦ τὸ ἱμάτιον, καὶ ἀχθείη εἰς δικαστήριον, οὔτε ὁ ἀγόμενος οὔτε ὁ ἄγων, τουτέστιν οὐδέτερος αὐτῶν, ἐρεῖ τὸ ἀληθὲς, ἀλλὰ ἀμφότεροι ψεύδονται, τοῦ μὲν λέγοντος ὑπὸ πλειόνων τυφθέντα οὕτω τῆς ἐσθῆτος ἀφαιρεθῆναι καὶ ἀποκρύπτοντος τὸ ἄτολμον τῆς ψυχῆς, τοῦ δὲ τὸ τῆς ψυχῆς εὔτολμον μὴ φανεροῦντος ἀλλὰ λέγοντος ὅτι «ἀσθενὴς ὢν οὐκ ἂν ἠδυνάμην περιγενέσθαι αὐτοῦ·» ὥστε ἑκάτερος κρύπτει τὸ ἀληθές.
σμγʹ Ἢ ἄλλος ὅστις δήποτε
Τοῦτο εἶπεν ἴσως διὰ τὸν Κόρακα, ἐπειδὴ ἐλέγετο ὁ Κόραξ Τισίου μαθητὴς εἶναι.
σμδʹ Ἀτὰρ ὦ ἑταῖρε
Τοῦτο λέγει ὅτι «πάλαι ἡμεῖς τὸ εἰκὸς ἐλέγομεν τὸ ἐοικὸς τῷ ἀληθεῖ, οὐχ ἁπλῶς τὸ δοκοῦν τοῖς πολλοῖς». —Τὸ δὲ ὅτι ὦ Τισία· ὅσα εἶπε περὶ τῆς ἀληθοῦς ῥητορικῆς ἐπαναλαμβάνει, ὅτι πάλαι ἐλέχθη τὸ εἰκὸς ὁποῖόν ποτε ὀφείλει εἶναι, ὅτι τὸ ἐοικὸς καὶ προσόμοιον τῷ ἀληθεῖ, οὐ τὸ δοκοῦν τοῖς πολλοῖς. Καὶ τὰ ἄλλα δὲ συντόμως ἀνακεφαλαιοῦται ὅσα εἶπε περὶ τῆς ἀληθοῦς ῥητορικῆς, καὶ ὅτι τοῦτο τὸ εἰκὸς ἀπὸ τοῦ ἐοικέναι τῷ ἀληθεῖ πείθει τὰς ψυχὰς καὶ τοὺς πολλοὺς, διὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ ἀληθὲς, ὥστε ὁ εἰδὼς τὸ ἀληθὲς οἶδε τὸ εἰκός.
σμεʹ Ὡς ἂν μή τις
Ἐὰν γὰρ μὴ καθὼς ἤδη διήλθομεν λέγῃ, ἀλλὰ παρὰ ταῦτα τὰ εἰρημένα, οὐ πεισόμεθα αὐτῷ. — Ἄνευ πολλῆς πραγματείας· τὰ γὰρ ἀγαθὰ διὰ πόνων ἡμῖν περιποιοῦσιν οἱ θεοὶ, καὶ οὐ δύναταί τις κτήσασθαι ἀρετὴν, εἰ μὴ διὰ πόνων· ἀγῶνας οὖν ἡμῖν ὑποτίθενται οἱ θεοὶ τοῦ κτήσασθαι δύνασθαι τὰ ἀγαθὰ, καὶ Ἡσίοδός φησι· τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.
σμςʹ Τοῦ λέγειν καὶ πράττειν
Καλῶς τὸ πράττειν προσέθηκεν, ἵνα μὴ δόξῃ ἐν λόγοις μόνον εἶναι ἡ ῥητορικὴ, ἀλλὰ καὶ ἔργῳ εἶναι· οὐ γὰρ μόνον ἥδειν δεῖ τοὺς ἀκροατὰς, ἀλλὰ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν· ἔπειτα παραδεδωκὼς ἤδη ἐν τοῖς φθάσασι τὴν τέχνην τῶν λόγων νῦν τὸ τέλος παραδίδωσι. Τί δὲ τὸ τέλος; τὸ κεχαρισμένα θεοῖς λέγειν καὶ γράφειν, ὕμνους, ἐνορχήματα καὶ τὰ τοιαῦτα. —Εἶπε δὲ ἣν οὐχ ἕνεκα τοῦ λέγειν, ἐπειδὴ οἱ ῥήτορες ἕνεκα τοῦ προφορικοῦ λόγου ἀσκοῦσι τὴν ῥητορικὴν καὶ τοῦ κεχαρισμένα καὶ ἡδέα καὶ ἐπαίνου ἄξια παρὰ τοῖς ἀνθρώποις λέγειν ἢ πράττειν· εἰδέναι δὲ δεῖ ὅτι ὁ κεχαρισμένα τοῖς ἀνθρώποις πράττων οὐ κεχαρισμένα τοῖς θεοῖς ποιεῖ, ἀλλὰ καὶ ἀνάπαλιν ὁ κεχαρισμένα τοῖς θεοῖς πράττων καὶ τοῖς ἀνθρώποις πράττει· τῷ γὰρ ὑμνοῦντι τὸ θεῖον ἀκολουθεῖ καὶ τῷ βελτίονι τὸ χεῖρον. —Τὸ δὲ σοφώτεροι ἡμῶν, οἷον οἱ Πυθαγόρειοι· ὁ γὰρ Πῶλος ἐν τῷ Γοργίᾳ φανερῶς εἶπεν ὅτι οὐ χρεία ἐστὶ τὸ ἀληθὲς εἰδέναι τὸν ῥήτορα, πρὸς ὃν ἱκανῶς ἠναντιώθη ὁ Σωκράτης· ὥστε τοῖς μὲν σοφοῖς δοκεῖ τὰ δοκοῦντα Σωκράτει, τοῖς δὲ κατὰ τὸν Πῶλον τὰ ἐναντία.
σμζʹ Ὁμοδούλοις δεῖ
Ὡς πάντων ἡμῶν δεσποζόντων τῶν θεῶν, λέγει ὅτι οὐ δεῖ ἀνθρώποις χαρίζεσθαι. — Ὅτι μὴ πάρεργον, ἀντὶ τοῦ εἰ μὴ πάρεργον, τουτέστι κατὰ συμβεβηκός· προηγούμενον γάρ ἐστι τὸ τοῖς θεοῖς χαρίζεσθαι, συμβαίνει δὲ καὶ ἀνθρώποις κεχαρισμένα λέγειν τοὺς κεχαρισμένα τοῖς θεοῖς λέγοντας.
σμηʹ Ὥστʼ εἰ μακρὰ ἡ περίοδος
Ἡ τῆς ἀληθοῦς ῥητορικῆς ὁδός. — Μεγάλων γὰρ ἕνεκα· ὁρᾷς γὰρ ὅτι τὸ τέλος τῆς ῥητορικῆς εἰς θεοὺς ἀνήγαγεν· δεῖ γὰρ, ἔφη, κεχαρισμένα θεοῖς ποιεῖν καὶ οὐ τὰ τυχόντα λέγειν ἢ πράττειν, οὐδὲ ἀνθρώποις χαρίζεσθαι, εἰ μὴ ἂν ὡς ἐν παρέργῳ.
σμθʹ Ἐξ ἐκείνων
Τουτέστιν ἐκ τῶν θεῶν· ὅταν γὰρ πρὸς θεοὺς ἡ ἀπόλαυσις τῶν λεγομένων καὶ πραττομένων ᾖ, τότε πάντα κατʼ ὀρθὸν ἡμῖν προβαίνει.
σνʹ Ἀλλὰ καὶ ἐπιχειροῦντί τοι
Τουτέστιν ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, φέρειν δὲ ὅτι ἂν θεὸς δῷ γενναίως· ἐπαινετέα οὖν ἐστιν ἡ ἐπὶ τοῖς καλοῖς ἐπιχείρησις, κἂν ἀποτυγχάνειν τις μέλλῃ ἢ πάσχειν ὁτιοῦν διʼ αὐτὸ τοῦτο.
σναʹ Οὐκοῦν τὸ μὲν τέχνης
Ἣν γὰρ αὐτὸς ἡμῖν παραδέδωκε μέθοδον, τέχνη ἐστίν· ἀτεχνία δὲ ἡ κατὰ τὸν Λυσίαν καὶ τοὺς ἄλλους ῥήτορας.
σνβʹ Τὸ δʼ εὐπρεπείας δή
Ἐντεῦθεν περὶ εὐπρεπείας τοῦ συγγράφειν καὶ ἀπρεπείας διαλέγεται, καὶ πότε δεῖ συγγράφειν· φησὶ γοῦν «ὅταν τις ἐπιστήμῃ λέγῃ εἰδὼς τὸ ἀληθὲς καὶ τὰ πράγματα, καὶ πρὸς τούτοις διδαχῆς ἄλλου χάριν, ἔπειτα δὲ ἵνα ὡς παιδιᾷ χρήσηται τῷ συγγράφειν καὶ μὴ ὡς περισπουδάστῳ πράγματι, τότε καλόν ἐστι τὸ συγγράφειν.»
σνγʹ Οἶσθʼ οὖν ὅπῃ μάλιστα
Τοῦτο γάρ ἐστι τὸ εὐπρεπῶς γράφειν τὸ ἀρέσκοντα τοῖς θεοῖς λέγειν· ἐπειδὴ γὰρ αὐτὸν τὸν λόγον ἡμῖν ἐχαρίσαντο, δεῖ εἰς θεοὺς ἀνάγειν τὴν εὐπρέπειαν τοῦ λόγου, καὶ τούτῳ ὀργάνῳ χρῆσθαι εἰς τὴν περὶ αὐτῶν θεωρίαν.
σνδʹ Ἀκοήν γʼ ἔχω λέγειν
Ἐρωτήσαντος τοῦ Σωκράτους τὸν Φαῖδρον ὅτι «οἶσθα πῶς λέγων θεοῖς κεχαρισμένα πράξεις;» φησὶν ὅτι «οὐδαμῶς· εἰ δὲ σύ γʼ οἶδας, εἰπέ.» Ἔπειτα ὁ φιλόσοφος ὅτι «ἀκοὴν ἔχω εἰπεῖν·» εἴωθε γὰρ ὁ Σωκράτης τὰ ὑφʼ ἑαυτοῦ γινόμενα πάνυ εὐγνωμόνως εἰς θεοὺς ἀναφέρειν ἢ εἰς ὁπαδοὺς θεῶν ἄνδρας· καὶ γὰρ τοὺς θείους ἄνδρας οὐκ ἀπηξίωσεν ἐν τῷ Σοφιστῇ θεοὺς καλέσαι· καὶ γὰρ οἱ σοφοὶ καὶ θεῖοι ἄνδρες θεοί εἰσιν ὡς πρὸς ἀνθρώπους· εἴωθεν οὖν θείοις ἀνδράσι πολλάκις ἀνατιθέναι τὰ συγγράμματα ἑαυτοῦ· ἐν μὲν τῷ Φαίδρῳ τῷ Πυθαγόρᾳ, ἐν δὲ τῷ Χαρμίδῃ Ζαμόλξιδι σοφῷ τινι, ἐν δὲ τῷ Τιμαίῳ τὸν Ἀτλαντικὸν λόγον ἀνατίθησι τοῖς Αἰγυπτίοις· καὶ ἐνταῦθα οὖν τὸ περὶ τῶν λόγων εὕρεμα τῷ δεσπότῃ Ἑρμῇ ἀνατίθησιν, οὐκέτι εἰς σοφοὺς ἄνδρας, ἀλλὰ θεοὺς, καί φησιν ὅτι ὁ δεσπότης Ἑρμῆς πρὸς πολλοῖς τοῖς ἄλλοις καὶ τὴν τῶν γραμμάτων τέχνην κατέδειξεν.
σνεʹ Εἰ δὲ τοῦθʼ εὕροιμεν αὐτοί
Πῶς, ἂν δέῃ θεοῖς ἀρέσκοντα γράφειν, μέλοι ἂν ἡμῖν ἔτι τῶν ἀνθρώπων; ὁ γὰρ τοῖς θεοῖς ἀρέσκων καὶ ἀνηγμένος πάσης τῆς ἀνθρωπίνης φύσεως καταφρονεῖ. Τοῦτο εἶπεν ἐπειδὴ οἱ πολλοὶ τῶν συγγραφέων ἵνα θαυμάζωνται, ἢ ἐπαινῶνται, ἢ ἵνα τισὶ χαρίζωνται τὰ πρὸς ἡδονὴν γράφοντες, ἢ ἵνα μνήμην ἑαυτῶν καταλιμπάνωσι ταῦτα ποιοῦσιν, οὐχὶ θεοῖς ἀρέσκειν βουλόμενοι.
σνςʹ Ἤκουσα τοίνυν περὶ Ναύκρατιν
Ὁ μῦθος φανερός ἐστιν· ἐξηγησόμεθα δὲ κατὰ τὰ ῥητὰ καὶ κατὰ μέρος τὰ ζητούμενα. — Ἤκουσα εἶπεν, ἢ ὅτι εἴωθε τοὺς λόγους τοὺς ἑαυτοῦ εἰς ἄλλους ἀναφέρειν ἢ τὸ παλαιὸν καὶ ἐξ ἀιδίου διὰ τοῦ τοιούτου ἐνδεικνύμενος. —Τὸ δὲ παλαιῶν τινα θεῶν, τουτέστι τῶν πρώτων θεῶν καὶ ἀνωτάτω καὶ ἡγεμονικωτέρων καὶ τῆς ὑπερτέρας τάξεως· καὶ γὰρ ἐν θεοῖς καὶ δαίμοσι καὶ ἥρωσι τάξεις εἰσὶ πρώτων καὶ δευτέρων καὶ τρίτων καὶ ἐσχάτων. Εἰς τὸν δεσπότην οὖν Ἑρμῆν ἀνατίθησι τὴν τῶν λόγων εὕρεσιν καὶ εἰς Αἰγυπτίους· πανταχοῦ γὰρ, καὶ ἐν τῷ Τιμαίῳ δὲ, ἐκθειάζει τοὺς Αἰγυπτίους ὡς ἀρχαίους, διὰ τὸ μήτε κατακλυσμῷ μήτε ἐκπυρώσει ἀφανίζεσθαι τὴν Αἴγυπτον, τῶν ἄλλων πόλεων οὕτως ἀφανιζομένων· διὸ τὰ παρʼ Αἰγυπτίοις εὑρέματα ἀθανατώτερά ἐστι· καὶ ἅπερ οἱ Ἕλληνες εἰς Παλαμήδην ἢ Προμηθέα ἀναφέρουσιν, ὁ φιλόσοφος εἰς Αἴγυπτον ἀναφέρει καὶ τὸν ἔφορον τῶν λόγων θεὸν Ἑρμῆν.
σνζʹ Τὸ ὄρνεον τὸ ἱερόν
Οἰκειότητα γὰρ ἔχει τοῦ οἰκείου θεοῦ· οἱ γὰρ θεοὶ τὰς οἰκείας αὑτῶν ἐνεργείας μέχρι τῶν ἐσχάτων ἰνδαλμάτων φέρουσιν. Ἔχει γὰρ τὸ καρδιοειδὲς σχῆμα· ἡ γὰρ καρδία ἀρχή ἐστι τοῦ ζῴου· ἔπειτα τὰ ἄκρα τῶν πτερῶν μέλανα, τὰ δὲ ἄλλα λευκὰ, ἐμφαίνοντος τοῦ λόγου ὅτι ἔσωθεν μὲν φανή ἐστιν ἡ ἀλήθεια, ἔξωθεν δὲ ἐπικέκρυπται· διὰ γὰρ τῶν ἔξωθεν κεκαλυμμένοι εἰσὶν οἱ λόγοι, ἔσωθεν δὲ ἀναπτυσσόμενοι ἐμφαίνουσι θεῖα ἀγάλματα, ὡς καὶ ἐν τῷ Συμποσίῳ ὁ Ἀλκιβιάδης περὶ Σωκράτους ἔλεγεν. Ἔπειτα καὶ τὰ βήματα αὐτῆς τὰ ἀπὸ ποδὸς εἰς πόδα σύμμετρά ἐστι· τὸ δὲ μεῖζον, διὰ τοῦ στόματος τὸ ᾠὸν τίκτει· καὶ ὁ λόγος δὲ ὁ προφορικὸς, ὅστις ἐστὶ γέννημα ἡμῶν, διὰ τοῦ στόματος προφέρεται.
σνηʹ Αὐτῷ δὲ ὄνομα τῷ δαίμονι
Τοῦτο ὀφείλεις εἰδέναι ὅτι ἐφʼ ἕκαστον θεὸν καὶ ἄγγελοι καὶ δαίμονες καὶ ἥρωες καὶ ἄνθρωποι ᾠκειωμένοι εἰσίν. Ἐπειδὴ οὖν ἔδει τὴν εὕρεσιν τὴν παρὰ τοῦ θεοῦ Ἑρμοῦ εἰς ἀνθρώπους διὰ μεσότητός τινος ἔρχεσθαι — οὐ γὰρ ἀμέσως τὰ θεῖα πλησιάζουσι τοῖς ἀνθρώποις —, ἡ δὲ δαιμονία φύσις ἐστὶν ἡ μεταξὺ, διὰ τοῦτο ἐμνήσθη τοῦ δαίμονος Θεὺθ, τοῖς ὑφειμένοις ἡμῖν τὴν μετάδοσιν τῶν εὑρεμάτων ποιουμένου· διὰ γὰρ τοῦ δαιμονίου πᾶσα ἡ μετάδοσις δίδοται ἡμῖν· Θεὺθ γὰρ καλεῖ τὸν Ἑρμῆν.
σνθʹ Τοῦτον δὲ πρῶτον ἀριθμόν τε
Τὸ μὲν λεγόμενον τοῦτο ἔστιν, ὅτι πᾶσαν τέχνην καὶ λογικὴν εὕρεσιν αὐτὸς ὁ λογικὸς θεὸς ἐξεῦρεν Ἑρμῆς. — Ἀριθμὸν δὲ πρῶτον, ἐπειδὴ ἀσώματόν τί ἐστι πρᾶγμα τὸ τοῦ ἀριθμοῦ, ὃ καὶ ἐπὶ τὰ νοητὰ καὶ αἰσθητὰ καὶ διὰ πάντων πεφοίτηκεν· εἶτα μετὰ τὸν ἀριθμὸν τὴν λογιστικὴν ἐπήγαγεν, ἥτις ἐν σχέσει τῶν ἀριθμῶν θεωρεῖται· ὁ μὲν γὰρ ἀριθμὸς ὡς ἁπλούστατος, ὁ δὲ λογισμὸς σχέσιν ἀριθμοῦ πρὸς ἀριθμὸν ἐμφαίνων, καὶ αὐτὸς δὲ ἔτι ἀσώματόν τι ὢν πρᾶγμα· εἶτα μετὰ ταῦτα γεωμετρίαν φησὶ καὶ ἀστρονομίαν, τὰ ἐν διαστάσει καὶ συνεχείᾳ καὶ μονῇ καὶ στάσει καὶ ἐν σώμασι λοιπὸν τάττων· ἔπειτα πεττείαν καὶ κυβείαν κατηριθμήσατο, τῷ ὄντι λοιπὸν περὶ τὰ αἰσθητὰ καταγόμενος, ἅπερ χαριεντισμοῦ χάριν παραδέδοται, καὶ αὐτὰ χρήσιμα ὄντα καὶ δυνάμενα ἀφέλκειν ἡμᾶς τῶν ἄλλων ἐπιθυμιῶν ἐν λογικῇ παιδείᾳ τάττων τὸ ἄλογον· διττὴ δέ ἐστιν αὕτη ἡ παιδιὰ, ἣ μὲν κυβείας χάριν ἣ δὲ παιδείας χάριν παραδεδομένη· ἐν τούτοις δὲ καὶ τύχης χρεία· ἐκεῖνα γὰρ τὸ μόνιμον καὶ σταθερὸν τῶν μαθημάτων εἶχεν. —Ὕστερα δὲ τὰ γράμματα εἶπεν, ἐπειδὴ εἰκόνες εἰσὶν ἔσχατα τῶν τῆς ψυχῆς νοημάτων.
σξʹ Βασιλέως δὲ αὖ
Τὸ μὲν τοῦ μύθου δῆλόν ἐστι· βούλεται δὲ τὸν δεσπότην Ἑρμῆν εἰς ὑπερτέραν καὶ βασιλικωτέραν δύναμιν ἀνάγειν· τάξις γὰρ καὶ ἐν θεοῖς, καὶ τὰ ὑφειμένα εἰς τὰς ὑπερτέρας δυνάμεις ἀναγόμενα τελειοῦνται· ὅπερ δέ ἐστι παρʼ Ἕλλησι Ζεὺς παντὸς τοῦ αἰσθητοῦ κόσμου δημιουργὸς, οὗτος παρʼ Αἰγυπτίοις Ἄμμων καλεῖται ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς πάντα φέρων.
σξαʹ Τὰς τέχνας ἐπέδειξε
Καὶ τὸ ἄφθονον καὶ μεταδοτικὸν τῆς θείας ἐνεργείας διὰ τούτου ἐνδεικνύμενος καὶ διδάσκων ὅτι οὐ χρὴ ἄχρι τοῦ εὑρόντος ἑστάναι τὴν εὕρεσιν τῶν λόγων, ἀλλʼ ἀφθόνως μεταδιδόναι τοῖς πᾶσιν.
σξβʹ Ὃ δὲ ἤρετο ἥντινα
Τοῦτο διδάσκει ὅτι οὐ δεῖ προπετῶς καταδέχεσθαί τι ἢ ἀποπέμπεσθαι, πρὶν ἂν τὴν ὠφέλειαν τὴν ἐξ αὐτοῦ καὶ τὸ χρήσιμον καταμαθεῖν.
σξγʹ Ὅ τι καλῶς ἢ μὴ καλῶς
Ἅτε δὴ κριτικὸς ὢν θεὸς, τὸ μὲν ἔψεγε, τὸ δὲ ἐπῄνει· ἄλλου γὰρ ἡ εὕρεσις ἄλλου ἡ κρίσις· ἡ γὰρ κρίσις ὑπερτέρα ἐστὶ τῆς εὑρέσεως· ἡ γὰρ εὕρεσις φυσικῆς ἐπιβολῆς μόνης ἐστὶν, ἡ δὲ κρίσις λογικῆς τινὸς καὶ νοερᾶς ἐνεργείας. Ναυπηγὸς μὲν γὰρ πηδάλιον ποιεῖ, κρίνει δὲ ὁ κυβερνήτης· καὶ χαλινὸν δὲ χαλινοποιὸς, κρίνει δὲ ὁ ἱππικός. Οὕτω δὴ καὶ τὰ παρὰ τοῖς ὑφειμένοις θεοῖς καὶ μερικοῖς ἑνοειδῶς εἰς τοὺς ὑπερτέρους θεοὺς ἀναφέρεται· ἡ εὕρεσις οὖν καὶ ἡ κρίσις ἑνοειδῶς εἰς τὸν δεσπότην Ἄμμωνα ἀναφέρεται, μεμερισμένως δὲ ἡ μὲν κρίσις εἰς τὸν Θαμοῦν ὡς ὑπερτέρας τάξεως ὄντα, ἡ δὲ εὕρεσις εἰς Ἑρμῆν.
σξδʹ Τοῦτο δὲ ὦ βασιλεῦ
Ἐγκώμιον λέγει τῶν γραμμάτων. — Ἄλλος μὲν δυνατὸς τεκεῖν· τουτέστιν ἄλλο ἐστὶ τὸ τεκεῖν, ἄλλο τὸ κρίνειν· ὑπερτέρας γὰρ τάξεώς ἐστι τὸ κριτικόν.
σξεʹ Καὶ νῦν σὺ πατὴρ ὤν
Ἐπειδὴ εἰώθασιν οἱ πατέρες τὰ ἑαυτῶν παιδία, κἂν φαῦλα ὦσιν, ἀγαπᾶν, διὰ τοῦτο εἶπεν ὅτι «καὶ σὺ ὡς πατὴρ ὢν τῶν γραμμάτων τὰ ἴδια συγγράμματα ἐπαινεῖς· τοὐναντίον γὰρ, ἔφη, ὧν σὺ φῄς· ἀσοφωτέρους γὰρ ποιεῖ καὶ ἐπιλήσμονας καὶ τοὺς γράφοντας καὶ τοὺς ἐντυγχάνοντας· τὸν μὲν γὰρ γράφοντα, ὅτι οἰόμενος ὡς ἐν κειμηλίῳ τινὶ ἀποθέσθαι τοὺς λόγους καταφρονεῖ καὶ οὐκέτι κινεῖ ἐν ἑαυτῷ τοὺς λόγους, τὸν δʼ ἐντυγχάνοντα δοξοσοφίας πληροῖ καὶ ἀλλοτρίων δοξασμάτων ἀπὸ τῆς ἀναγνώσεως, διὰ τὸ μὴ ἔχειν τὸν διδάσκαλον· ὁ γὰρ διδάσκαλος ἐν τῇ ψυχῇ τοῦ μανθάνοντος ἐναποτίθεται τοὺς λόγους, ὁ δὲ ἀπὸ βιβλίων μανθάνων αὐτὸ μόνον παραλαμβάνει, πολλάκις ἐσφαλμένως ἤπερ ὁ διανοούμενος ἔγραψε, καὶ δῆλον ὅτι τὸ βιβλίον οὔτε ἐπερωτᾶται οὔτʼ ἐπερωτώμενον ἀποκρίνεται.»
σξςʹ Ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων
Τουτέστι κατʼ ἀκοὴν μόνον τὰ ἀλλότρια δεχόμενος· ὁ γὰρ κατʼ ἐρώτησιν καὶ ἀπόκρισιν λόγος ἀνακινεῖ τὸν ἐν ἡμῖν λόγον.
σξζʹ Ἀλλʼ ὑπομνήσεως
Τῷ γὰρ συγγράφοντι τὰ συγγράμματα ὑπομνήματά ἐστιν εἰς γῆρας, εἰ δὲ ὑπομνήματα, δῆλον ὅτι καὶ ἀληθὴς αἰτία ἐστὶ τοῖς μαθηταῖς φαινομένης σοφίας, οὐκ ἀληθοῦς. — Πολυγνώμονες δὲ, τουτέστι δόξουσι πολλὰ γινώσκειν, κατὰ τὸ ἀληθὲς οὐδὲν εἰδότες. —Τὸ δὲ ὡς ἐπὶ τὸ πλῆθος· ὡς ἐπὶ τὸ πολύ.
σξηʹ Καὶ χαλεποὶ ξυνεῖναι
Τουτέστιν ἐν ταῖς ἐντεύξεσιν, ἅτε δὴ ἀναπεπλησμένοι δοξοσοφίας, οἴονται σοφοὶ εἶναι καὶ τῶν ἐπιστημόνων ἐθέλουσι περιγίνεσθαι.
σξθʹ Ὦ Σώκρατες ῥᾳδίως
Αἰσθηθεὶς ὁ Φαῖδρος ὅτι ἐπλάσατο τὸ διήγημα, ταῦτα εἶπε, καὶ ἐν τούτῳ δὲ θαυμάσαι ἔστι τὸ ἄτυφον Σωκράτους ὅτι αὐτὸς πλάττων τοὺς λόγους ἀνατίθησι τοῖς ἐφόροις θεοῖς τῶν λόγων.
σοʹ Οἶδʼ ἐγὼ φίλε
Ὃ λέγει τοῦτο ἔστιν, ὅτι «οἱ παλαιότεροι οὐ περιειργάζοντο τίς ὁ λέγων, δρῦς ἢ πέτρα ἢ ὅ τι δήποτε, ἀλλὰ τὸ λεγόμενον ἐβασάνιζον πότερον ἀληθὲς ἢ ψεῦδος· σὺ δʼ ἐθέλεις μαθεῖν τίς ὁ λέγων καὶ ποταπὸς καὶ τὰ τοιαῦτα, πρὸς τὴν ἀλήθειαν τῶν πραγμάτων οὐκ ἀφορῶν.»
σοαʹ Οὐκοῦν ὁ τέχνην οἰόμενος
Ὥσπερ, μέλλων εἰς τὴν κατὰ λόγον τέχνην γινομένην εἰσβάλλειν, εἰς θεοὺς ἀνήγαγε τὸ πρόβλημα καὶ τὰς Μούσας, καὶ τὸ περὶ εὐπρεπείας καὶ ἀπρεπείας γραφῆς εἰς θεοὺς Ἑρμῆν καὶ Ἄμμωνα, εὐπρέπειαν τοῦ συγγράφειν λέγων συντόμως εἰπεῖν τὸ θεοῖς κεχαρισμένα λέγειν τὸ ἀληθὲς καὶ τὸ καλὸν ἀφοριζομένους ἐπʼ ὠφελείᾳ τῶν λεγόντων, ἀπρέπειαν δὲ τὸ δόξης καὶ φιλοτιμίας ἀνθρωπίνης ἀντιποιουμένους, τὸν αὐτὸν τρόπον καὶ νῦν τοῦτο ποιεῖ. Εἰδέναι δὲ δεῖ ὅτι οὐκ ἀναιρεῖ τὸ γράφειν ὁ Πλάτων· πολλοὶ γὰρ τῶν παλαιῶν καὶ εὐδοκιμωτάτων συνέγραψαν, ὡς Ὀρφεὺς, Ἑρμῆς· Πυθαγόρας δὲ καὶ Σωκράτης οὐ συνέγραψαν. Τοιούτους οὖν ὅρους παραδίδωσιν ὁ Σωκράτης τοῦ συγγράφειν ἐνταῦθα, τὸ ἐπιστήμην ἔχειν τῶν πραγμάτων καὶ τὸ ἀληθὲς εἰδότας ἐπὶ ὑπομνήσει τῆς εἰς γῆρας λήθης καὶ ὠφελείας τῶν μανθανόντων μὴ σπουδάζοντας, ἀλλὰ παιδιᾷ χρωμένους, τότε καλῶς καὶ εὐπρεπῶς συγγράφειν, τοὺς δὲ ἀνεπιστήμονας καὶ ὡς ἐπὶ μέγα καὶ περισπούδαστον καὶ δόξης χάριν ἐρχομένους εἰς τοῦτο ἀπρεπῶς συγγράφειν φησί. Φέρεται δὲ τοιοῦτόν τι διήγημα πρὸς τὸ μὴ δεῖν συγγράμμασιν ἀποτίθεσθαι τὰ νοήματα, ὅτι μαθητής τις τοῦ Πλάτωνος πάντα τὰ λεγόμενα παρʼ αὐτοῦ ἀπογραψάμενος ἀπέπλευσε, καὶ ναυαγίᾳ περιπεσὼν ἅπαντα ἀπώλεσε καὶ ὑπέστρεψε πρὸς τὸν διδάσκαλον, ἔργῳ πειραθεὶς ὅτι οὐ δεῖ ἐν βιβλίοις ἀποτίθεσθαι τὰ νοήματα, ἀλλὰ ἐν τῇ ψυχῇ.
σοβʹ Πολλῆς ἂν εὐηθείας
Ὅτι ὃ μὲν οἴεται τέχνην ἐν γράμμασιν ἀψύχοις καταλιπεῖν, ὃ δὲ παρὰ ἀψύχων μανθάνειν. — Καὶ τῷ ὄντι τὴν Ἄμμωνος, ὅτι λήθην καὶ δοξοσοφίαν ἐντίκτει ταῦτα τὰ γράμματα.
σογʹ Πλέον γὰρ οἰόμενος εἶναι
Ἰδοὺ ἐνταῦθα ἐνδείκνυται κατὰ τί καλόν ἐστι τὸ γράφειν, ὅτι ὑπόμνησίς ἐστι τῶν εἰδότων τὰ γράμματα· ἐπιστήμην γὰρ τοῖς ἐντυγχάνουσιν οὐκ ἐντίκτουσι· τοῖς οὖν ἐπιστήμοσι δεῖ γράφεσθαι τὰ βιβλία.
σοδʹ Δεινὸν γάρ που ὦ Φαῖδρε
Ἐντεῦθεν σύγκρισιν τῶν λόγων ποιεῖται τοῦ ἀψύχου καὶ ἐμψύχου· ἄψυχον δὲ λέγω ὃν καὶ νόθον καλεῖ τὸν ἐν γράμμασιν, ἀδελφὸν δὲ γνήσιον καὶ ἔμψυχον τοῦ ἐνδιαθέτου λόγου τὸν ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ ἐντιθέμενον, ὅταν μαθητήν τις δυνηθῇ ἀποδεῖξαι, ὡς Σωκράτης Πλάτωνα, Πλάτων Ξενοκράτη, Ξενοκράτης Πολέμωνα, καὶ ὡς ἔχει ἡ διαδοχή. Τί οὖν φησιν ἐνταῦθα ὅτι ὁ ἐν ἀψύχοις γράμμασι γραφόμενος λόγος ἔοικε ζωγραφίᾳ; ὥσπερ γὰρ ἐν τῇ γραφῇ ζῷον ὁρᾷς οὔτε φθεγγόμενον οὔτε ἀποκρινόμενον οὔτε αὐτοκίνητον ἔχον τι, οὕτως καὶ ἐν τοῖς γράμμασιν οὐδὲν ζωῶδες ὁρᾷς, ἀλλὰ μόνον τὸ φαινόμενον· διὸ καὶ παραφέρεται ὁ ἀναγινώσκων. Ἔχει οὖν τοῦτο δεινὸν ὁ γεγραμμένος λόγος ὅτι οὐ κινεῖ τὸν ἐν ἡμῖν λόγον, ἀλλʼ ἀψύχῳ ἔοικεν, οὐδὲν πλέον ὧν ἔχει ἀποκρινόμενος, ὁμοίως τε παρʼ ἔμφροσι καὶ ἄφροσι λεγόμενος· ἔπειτα καὶ λοιδορούμενος παρὰ τῶν ἀναγινωσκόντων οὐχ οἷός τέ ἐστιν ἑαυτῷ ἐπαμύνειν.
σοεʹ Σεμνῶς πάνυ σιγᾷ
Σεμνῶς εἶπεν, ἐπειδὴ οἱ σεμνοὶ σιωπὴν ἀσκοῦσι. — Λόγοι δὲ, οἱ γεγραμμένοι λόγοι. — Ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων, οἷον ὅτι ἡ ψυχὴ ἀθάνατος, ὅτι οὐσία αὐτοκίνητός ἐστιν ἡ ψυχὴ, οὐδὲν ἐρεῖ, ἀλλὰ τὸ αὐτὸ ἀεί.
σοςʹ Ὅταν δὲ ἅπαξ γραφῇ
Ἄλλο ἄτοπον ἐπάγει· εἶπε μὲν γὰρ δὴ ὅτι ἔχει τὸ μὴ φθέγγεσθαι ἀλλʼ ἀψύχῳ καὶ νεκρῷ ἐοικέναι καὶ οὐ ζῶντι καὶ αὐτοκινήτῳ· ἔπειτα καὶ τοῦτο ἄτοπον ὅτι καὶ παρὰ ἐπιστήμοσι καὶ ἄφροσιν ὁμοίως φέρεται· ἔθος γὰρ ἦν τοῖς ἐπιστήμοσιν ἀνδράσιν, ὡς τοῖς Πυθαγορείοις, οὐ πρὸς πάντας πάντα λέγειν, ἀλλὰ πρὸς οὓς δεῖ, τοὺς δὲ ἀπέκρυπτον τὰ δόγματα· καὶ Σωκράτης ὁμοίως ἄλλους ἄλλοις συνίστα τῶν μαθητῶν, ἁρμοζόμενος πρὸς τὴν ἑκάστου ἐπιτηδειότητα· ὁ δὲ γεγραμμένος λόγος πᾶσιν ὁμοίως προσφέρεται. — Κυλινδεῖται, τουτέστιν οὐκέτι ἑαυτοῦ ἐστιν, ἀλλὰ φέρεται.
σοζʹ Πλημμελούμενος δέ
Ἔχει δὲ καὶ τοῦτο ἄτοπον ὁ γεγραμμένος, τὸ μὴ δύνασθαι ἑαυτῷ βοηθεῖν.
σοηʹ Τί δʼ ἄλλον ὁρῶμεν λόγον
Ἐπὶ τὸν ἄλλον βούλεται ἐλθεῖν λόγον τὸν ἐν τῇ ψυχῇ, τὸν ἐν τῇ τοῦ μανθάνοντος ἐννοίᾳ ἀποτιθέμενον· γνήσιον δὲ εἶπεν ὅτι τοῦ ἐν τῇ ψυχῇ καὶ ἐνδιαθέτου λόγου τὸν προφορικὸν λόγον γνήσιον ἀδελφὸν καλεῖ, ἐκεῖνον δὲ τὸν ἐν γράμμασι νόθον καὶ ἄψυχον καὶ ἑτεροκίνητον.
σοθʹ Τὸν τοῦ εἰδότος λόγον λέγεις
Οὐ μόνον ὅτι ἀπὸ ζώσης προφέρεται ψυχῆς, ἀλλʼ ὅτι αὐτὸς καθʼ ἑαυτὸν αὐτοκίνητός ἐστι ὁ λόγος, δυνάμενος καὶ περὶ τὰς ἐνστάσεις ἀνθίστασθαι καὶ τεκεῖν ἐκγόνους ἑαυτοῦ, ὡς ὁ Σωκράτους λόγος ἔτεκεν εἰς τὸν Πλάτωνα, καὶ ὁ Πλάτωνος ἔτεκεν ἐν τῷ Ξενοκράτει. —Τὸ δὲ εἴδωλον, ὡς καὶ τὰ γράμματα λέγομεν σύμβολα τῶν ἐν τῇ διανοίᾳ.
σπʹ Παντάπασι μὲν οὖν τόδε δή μοι
Τὴν οὐσίαν ἑκατέρου τοῦ λόγου παραδοὺς, βούλεται περὶ τῆς χρήσεως καὶ ἐνεργείας αὐτῶν εἰπεῖν, παραβάλλων τὸν ἀληθῆ λόγον καὶ τὸν ἐν τοῖς γράμμασι διὰ παραδείγματος τοῦ ἐν τῇ γεωργίᾳ. Ἔστι παιδιὰ ἐν γεωργίᾳ ᾗ καὶ ἡμεῖς παῖδες ὄντες χρώμεθα, ὅταν ἐν γάστραις γῆν ἐμβάλλοντες φυτεύσωμεν ἢ σῖτον ἢ ἄλλο τι κηπεύσωμεν, ὃς ἐν ἡμέραις ὀκτὼ φύσας καὶ ἀναβλαστήσας μετʼ ὀλίγας ἡμέρας ἀπομαρανθῇ. Ταύτῃ τῇ παιδιᾷ παραβάλλει τοὺς γραφομένους λόγους — οὓς καὶ Ἀδώνιδος κήπους καλεῖ, ἐπειδὴ τῶν ἐν γῇ φυομένων καὶ ἀποβιωσκομένων ὁ δεσπότης Ἄδωνις ἐφέστηκε, πᾶσα δὲ ἡ γένεσις καὶ φθορὰ ἡ περὶ ἡμᾶς κήποις ἔοικε —, τῇ δὲ ἀληθεῖ γεωργίᾳ τῇ μετὰ σπουδῆς καὶ πολλοῦ καμάτου τὸν ἀληθῆ λόγον. Ὁρᾷς οὖν ὅτι τῇ παιδιᾷ τὴν σπουδὴν ἀντιτίθησι, τῷ ἀτελεῖ τὸ τέλειον — ἀτελεῖς γὰρ ἐκεῖνοι οἱ καρποὶ, οὗτοι τέλειοι —, τῷ χρόνῳ τὸν χρόνον, ὃ μὲν ἐν ἡμέραις ὀκτὼ, ὃ δὲ ἐν μησὶν ὀκτώ.
σπαʹ Ταῦτα μὲν δὴ παιδιᾶς τε
Ὅπερ ἐπὶ τῆς ἐγκοσμίου δημιουργίας τοῖς θεοῖς ἔχει τὸ παίγνιον αὐτῶν εἶναι τὸν πάντα κόσμον, ὡς καὶ ὁ ποιητής φησι· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ὡς ἴδον Ἥφαιστον· — τουτέστιν, ὡς ἴδον τὰ δημιουργήματα, ηὐφράνθησαν καὶ ἐγέλασαν —, ὅπερ οὖν τοῖς θεοῖς ὁ κόσμος, τοῦτο καὶ τῷ σπουδαίῳ ἡ περὶ τάξεως ἐνέργεια· παιδιᾷ γὰρ ἔοικεν, ἡ δὲ ἐν ταῖς ψυχαῖς σπουδῇ.
σπβʹ Τὸν δὲ δικαίων τε
Ἐκ τοῦ ἥττονος ἡ ἐπιχείρησις· «ἆρα οὖν δοκοῦσί σοι ἥττονος σπουδῆς ἄξια εἶναι τὰ καλὰ καὶ δίκαια τοῦ σίτου καὶ τῶν ὁμοίων;»
σπγʹ Οὐκ ἄρα σπουδῇ
Ὡς ὁ σπείρων ἐν γαστρίοις παιδιᾶς χάριν τοῦτο ποιεῖ, οὕτως καὶ ὁ γράφων μέλαν διὰ καλάμου παίζων καὶ οὐ σπουδάζων γράφει. — Ἀλλὰ τὸ μὲν ἐν γράμμασι· τὸ χρήσιμον τοῦ γράφειν ἐρεῖ, ὅτι ἑαυτῷ εἰς τὸ γῆρας διὰ τὴν λήθην ὑπομνήματα θησαυρίζεται καὶ τοῖς ἐπιστήμοσι τοῖς ὁμοίοις ἑαυτοῦ· οὐ γὰρ τοῖς ἀνεπιστήμοσιν. — Αὐτοὺς θεωρῶν, τουτέστι παραβάλλων ταύτην τὴν παιδιὰν ταῖς ἄλλαις παιδιαῖς, ταῖς ἐν κύβοις ἢ μέθαις ἢ τοῖς τοιούτοις.
σπδʹ Ἡσθήσεται
Τοῦτο καὶ ἐν Τιμαίῳ εἶπεν· «ὅταν τοὺς περὶ τῶν ὄντων καταθέμενος λόγους ἀμεταμέλητον ἡδονὴν καρπῶται» διὰ τῶν μαθημάτων. — Ἁπαλοὺς δὲ, ἀντὶ τοῦ εὐπαθεῖς. — Ἄρδοντες, τουτέστι τὸ ἀπορρέον τῆς ψυχῆς ἀνακτώμενοι καὶ ἄρδοντες.
σπεʹ Παγκάλην λέγεις παρὰ φαύλην παιδιάν
Περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μυθολογοῦντα καὶ τῆς φαύλης παιδιᾶς ἐκτὸς ὄντα. — Μυθολογοῦντα δέ· ὅρα πάλιν ὅτι μῦθον ἐκάλεσε τὰ ἐν τοῖς συγγράμμασιν ὡς πρὸς τὴν ἀλήθειαν τῶν τῆς ψυχῆς, ἐπειδὴ καὶ πᾶσα ἡ φαινομένη δημιουργία ὡς πρὸς τὴν ἀληθῆ μῦθός ἐστι.
σπςʹ Πολὺ δʼ οἶμαι
Πολὺ δʼ οἶμαι καλλίων ἐκείνη ἡ σπουδὴ, ὅταν τις ἐν τοῖς μαθηταῖς ἑαυτοῦ ἀποτίθηται τὴν διδαχὴν ἑαυτοῦ, οἳ ἑαυτοῖς δύνανται βοηθεῖν καὶ καλοὺς ὁμοίους τίκτειν· πᾶν γὰρ τέλειον ὅμοιον ἑαυτῷ γεννᾷ. —Τὸ δὲ ψυχὴν προσήκουσαν, τουτέστιν ἐπιτηδείαν.
σπζʹ Ἀθάνατον παρέχειν ἱκανοί
Ὁρᾷς γὰρ ὅτι διʼ Ἀριστοτέλην καὶ διὰ Πλωτῖνον ὥσπερ ἀθάνατός ἐστι Πλάτων.
σπηʹ Νῦν δὴ ἐκεῖνα ἤδη ὦ Φαῖδρε
Ἀπὸ τῶν ἐντεῦθεν σύνοψιν βούλεται ποιήσασθαι πάντων τῶν εἰρημένων περὶ τῆς ῥητορικῆς τέχνης καὶ εὐπρεπείας λόγου, καὶ ἀνακεφαλαιοῦται αὐτὰ ἐν βραχυτάτοις. «Ἐπειδὴ τοίνυν διεπεράναμεν ποίᾳ τέχνῃ καὶ εὐπρεπείᾳ δεῖ χρήσασθαι τὸν ὀρθῶς γράφοντα, νῦν δυνάμεθα κρῖναι τὸ ἐν τῇ λογογραφίᾳ ὄνειδος τοῦ Λυσίου· δῆλον γὰρ ὅτι γιγνόμενον τὸ τῆς λογογραφίας καθὼς ἡμεῖς ἐξεθέμεθα οὐκ ἔστιν ὄνειδος, ἀλλὰ καλὸν καὶ ἀγαθὸν, ὡς ἄλλως δὲ αἰσχρόν.»
σπθʹ Ὦν δὴ πέρι
Τῷ γὰρ ὄντι ὁ περὶ τῆς ῥητορικῆς λόγος ἐντεῦθεν ἤρξατο ἀπὸ τοῦ εἰπεῖν τὸν Σωκράτην Φαίδρῳ παλινῳδίαν ἆσαι συμβουλεῦσαι τῷ Λυσίᾳ, καὶ τὸν Φαῖδρον εἰπεῖν ὅτι ἴσως οὐ ποιήσει τοῦτο, ἐπειδή τινες ὠνείδισαν αὐτῷ ὡς λογογράφῳ.
ςϙʹ Τὸ μὲν οὖν ἔντεχνον
Τὸ περὶ τῆς τέχνης ἐνταῦθα συνοψίζει, λέγων ὅτι δεῖ ἐπιστήμην ἔχειν τῶν πραγμάτων, τὸ ἀληθὲς εἰδέναι, ὁρισμὸν, διαίρεσιν, φύσιν ψυχῆς, καὶ τὰ εἴδη τῶν λόγων, καὶ ὅσα ἤδη προεῖπεν.
ςϙαʹ Ὑπόμνησόν με πῶς
Τουτέστιν «ἐν κεφαλαίῳ εἰπὲ καὶ ἀνακεφαλαίωσαι τὸν λόγον.» —Τὸ δὲ πρὶν ἄν τις τόγε· τοῦτο λέγει ὅτι δεῖ τὸν συγγράφοντα ἐπιστήμην ἔχειν τῶν πραγμάτων, καὶ ὅσα ἄλλα ἤδη εἶπε, νῦν ἀνακεφαλαιοῦται συντόμως. — Ποικίλῃ μὲν ποικίλους· ποικίλη ἐστὶν ἡ ψυχὴ ἡ χαίρουσα παραδείγμασιν, ἱστορίαις καὶ δὴ τοῖς διαφόροις λόγοις· ὅρα δὲ ὅτι καὶ ὁ Σωκράτης οὕτως ἐποίησε· διαφόρως γὰρ κατεποίκιλλε τὸν λόγον.
ςϙβʹ Οὐ πρότερον δυνατόν
Καὶ γὰρ ὁ ῥητορικὸς λόγος, διὰ τῶν πιθανῶν πείθων, οὐκ ἂν ἄλλως πείσειεν εἰ μὴ εἰδείη τὸ ἀληθές· ἡ πειθὼ γὰρ διττή ἐστιν, ἥ τε διδασκαλικὴ ἥ τε πιστευτική· οὔτε οὖν τῇ διδασκαλικῇ οὔτε τῇ πιστευτικῇ δύναται χρήσασθαι, εἰ μὴ διὰ τούτων τίς ἔλθοι τῶν τεχνῶν καὶ μάθοι καὶ τὸ ὑποκείμενον πρᾶγμα καὶ τὰς διαφορὰς τῶν λόγων καὶ ὅσα ἄλλα εἶπε.
ςϙγʹ Τί δʼ αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρόν
Συνοψίσας τὸ ἔντεχνον καὶ ἄτεχνον τοῦ λόγου — τὸ γὰρ παρὰ τὰ εἰρημένα αὐτῷ γινόμενον δῆλον ὅτι ἄτεχνόν ἐστι —, νῦν ἐπὶ τὴν σύνοψιν τῆς εὐπρεπείας καὶ ἀπρεπείας τοῦ λόγου ἔρχεται, δεικνὺς πῇ μὲν καλόν ἐστι τὸ γράφειν, πῇ δὲ οὔ ἀλλὰ καὶ ἐπονείδιστον· καὶ μεγάλα τινὰ ἐν αὐτῷ ὀνείδη εἶπε καὶ νῦν λέγει, καταγινώσκων τῶν ὡσπερεὶ μετὰ τὸ γράφειν σπουδαζόντων, ὅτι οὗτοι ἄξιοί εἰσι τοῦ ὀνειδίζεσθαι, κἂν ὑπὸ τῶν πολλῶν ἐπαινῶνται, ὅτι μὴ εἰδότες ἀληθὲς καὶ ψευδὲς καὶ τὴν φύσιν τῶν ὄντων τῇ ἀληθείᾳ τῶν πραγμάτων καὶ τῇ εἰδήσει τῇ ἐπιστημονικῇ τὸ ὕπαρ παραβάλλουσι, τῇ δὲ φανταστικῇ ἐννοίᾳ τὸ ὄναρ — εἴδωλα γὰρ τοῦ ἀληθοῦς ἔχει τὸ ὄναρ —, καὶ ὡς ἐπὶ μεγάλῳ πράγματι μεγαλαυχοῦντες ἐπερείδονται τῇ συγγραφῇ. — Τὸ δὲ ὕπαρ τε καὶ ὄναρ, τουτέστι τὸ ὄντως ἀληθὲς καὶ τὸ φαινόμενον ἀληθὲς, οὐκ ὂν δέ. Τὸ γοῦν ἀγνοεῖν τί τὸ ἀληθὲς, τί τὸ δίκαιον καὶ τὸ μὴ, καὶ τὰ τοιαῦτα, ἐπονείδιστόν ἐστι.
ςϙδʹ Μεγάλην τινὰ ἐν αὐτῷ
Ἐν τῷ λόγῳ λέγει. — Ὁ δέ γε ἐν μὲν τῷ γεγραμμένῳ· τὸ μὲν οὖν οὕτως γράφειν ὡς περὶ σπουδαίων ἀπρεπὲς, τὸ δὲ ὡς ἐν παιδιᾶς μέρει εἰδότα τὸ ἀληθὲς καὶ μάλιστα ἕνεκα τοῦ ἐν τῇ ψυχῇ τοῦ μανθάνοντος ἐγχαράξαι τοὺς λόγους, καὶ μὴ ἐν γράμμασιν, εὐπρεπῶς ἔχει· λέγει δὲ καὶ ὅσα πρέπει τῷ καλῶς γράφοντι ἐν συνόψει, ὅσα ἤδη ἀνωτέρω προεῖπεν. — Υἱέας μὲν ἐκάλεσε τοὺς ἐν αὐτῷ λόγους, ἀδελφοὺς δὲ τοὺς ἐν ἄλλων μὲν ψυχαῖς ἐπιστημόνων δὲ, ἐκγόνους δὲ τοὺς ἐν τοῖς μαθηταῖς.
ςϙεʹ Οὐκοῦν ἤδη πεπαίσθω
Τὰ εἰρημένα περὶ λόγων ὡς ἐν παιδιᾶς μέρει πεπαίχθω καὶ λελέχθω ἡμῖν. Ὡς γὰρ πρὸς τὴν ἔνδον ἐνέργειαν τοῦ Σωκράτους, τὰ εἰρημένα καὶ ἐκτὸς παιδιά ἐστι, καίπερ μεγάλης ἄξια ὄντα σπουδῆς· ὥσπερ οὖν ἡ περὶ τὸν κόσμον δημιουργία τῶν θεῶν, ὡς πρὸς τὴν ἄνω καὶ θείαν καὶ νοητὴν, παίγνιόν ἐστιν, οὕτω καὶ ὁ λόγος ὁ ἐκτὸς καὶ προφορικὸς, ὡς πρὸς τὸν ἐνδιάθετον, παίγνιόν ἐστι.
ςϙςʹ Καὶ σύγε ἐλθὼν φράζε
Ὥσπερ τὴν ἀρχὴν τοῦ λόγου τούτου εἰς θεοὺς ἀνήνεγκεν, οὕτω καὶ τὸ τέλος θεοῖς ἀνατίθησι, καὶ τοῦ παντὸς δὲ λόγου τὸ πέρας τοῖς θεοῖς ἀνατίθησι. —Νύμφαι δέ εἰσι θεῖαι ψυχαὶ κρείττους τῶν ἀνθρωπίνων, ἐπιτροπεύουσαι πᾶσαν τὴν γένεσιν· καὶ αὗται οὖν αἱ θεαὶ συνεργοὶ γίνονται τῇ τοῦ λογίου θεοῦ τοῦ δεσπότου Ἑρμοῦ δόσει τῇ εἰς πάντα τὸν κόσμον διδομένῃ. Ὁρᾷς οὖν ὅτι ὁ λόγος διὰ πάντων φοιτῶν φοιτᾷ καὶ διὰ τῶν μεταξὺ πάντων γενῶν. Λυσίου δὲ καὶ Ὁμήρου καὶ Σόλωνος ἐμνημόνευσεν, ὡς ἂν εἴποις πολιτικοῦ καὶ ποιητικοῦ καὶ νομοθετικοῦ λόγου. — Συγγράμματα ἔγραψε· πῶς δεῖ γράφειν καὶ κατὰ τί καλόν ἐστι τὸ γράφειν διαρρήδην ἐκτίθεται, καὶ ὅτι ὁ οὕτως γράφων οὐκ ὀφείλει καλεῖσθαι πολιτικὸς ἢ ῥαψῳδὸς ἢ νομοθέτης, ἀλλὰ φιλόσοφος. Τὸ γὰρ σοφὸν καλεῖν ὑπερβαίνει τὰ ἀνθρώπινα μέτρα· πάντων δὲ τῶν πρὸ Πυθαγόρου καὶ περί τι ἐπιστημόνων σοφῶν καλουμένων, ὁ Πυθαγόρας ἐλθὼν τὸ θεῖον μόνον σοφὸν ἐκάλεσεν, ὡς ἐξαίρετον τὸ ὄνομα τῷ θεῷ ἀπονείμας, τοὺς δὲ ὀρεγομένους σοφίας φιλοσόφους ἐκάλεσεν. Οὕτως καὶ ἐν τῷ Συμποσίῳ σοφὸν ἐκάλεσε τὸν Ἔρωτα ὁ Σωκράτης, φιλόσοφον δὲ οὔ· «θεῶν γὰρ, φησὶν, οὐδεὶς φιλόσοφος·» τίνες οὖν οἱ φιλόσοφοι; οἱ ὀρεγόμενοι τῆς σοφίας.
ςϙζʹ Οὐκοῦν αὖ τὸν μὴ ἔχοντα τιμιώτερα
Τὸν μὴ ἔχοντα οὖν τιμιώτερα ὧν συνέγραψε συρράπτων λέξει διαλέγειν εἰκότως ἂν λογογράφον ἐρεῖς· οὗτος γὰρ ἐπονειδίστως γράφει.
ςϙηʹ Οὐδὲ γὰρ οὐδὲ τὸν σὸν ἑταῖρον
Ἐλέγετο Ἰσοκράτης οὕτως ἑταῖρος γεγενῆσθαι Σωκράτους ὡς μετὰ τὸν θάνατον αὐτοῦ ἐπὶ ἐνιαυτὸν μελανειμονεῖν· λέγεται δὲ ὅτι καὶ θελήσαντάς τινας φιλόσοφα ἀναγνῶναι προσήνεγκεν Ἀνύτῳ καὶ Μελήτῳ λέγων «παιδεύσατε τοὺς νέους·» τοῦτο δὲ ἐποίησεν ὀνειδίζων αὐτοῖς τὸν θάνατον Σωκράτους. Ἐπαινεῖ δὲ ὁ φιλόσοφος τὸν Ἰσοκράτην οὐ κατὰ τὴν τῶν λόγων τέχνην — νέος γὰρ ἦν καὶ ἡττᾶτο κατὰ τοῦτο Λυσίου —, ἀλλὰ κατὰ τὴν φύσιν καὶ τὸ ἦθος αὐτοῦ.
ςϙθʹ Τίνα αὐτὸν φήσομεν εἶναι
Οἷον λογογράφον, φιλόσοφον ἢ τί καλέσομεν αὐτόν; — Νέος ἔτι ὦ Φαῖδρε Ἰσοκράτης· ᾔδει γὰρ ὁ Σωκράτης ἐξ ὄνυχος τὸν λέοντα καὶ τὸν Ἰσοκράτην δὲ γνῶναι ᾔδει οἷός ἐστι τὴν φύσιν.
τʹ Δοκεῖ μοι ἀμείνων
Ὅρα πῶς οὐκ ἐπαινεῖ αὐτὸν εἰς τὸ συγγράφειν ὡς βελτίονα Λυσίου, ἀλλὰ κατὰ τὴν φύσιν· τῷ δὲ χρόνῳ, φησὶν, ὡς τὸ εἰκὸς, πολὺ αὐτοῦ τοῦ Λυσίου ἔσται κρείττων.
ταʹ Μὴ ἀποχρῆσαι ταῦτα
Τουτέστι τὸ λογογραφεῖν, ἀλλὰ τράπηθι κατὰ εὐμοιρίαν τινὰ εἰς φιλοσοφίαν. — Σὺ δʼ ἐκεῖνα ὡς σοῖς, ἐπειδὴ ἐραστὴς ἦν ὁ Φαῖδρος τοῦ Λυσίου καὶ τοῦ λόγου αὐτοῦ.
τβʹ Οὐκοῦν εὐξαμένῳ
Καὶ ἀρχόμενος τοῦ λόγου ἀπὸ θεῶν ἤρξατο, καὶ νῦν τελευτῶν εἰς εὐχὴν καταλήγει τὸν παρόντα λόγον, ἐπειδὴ καὶ ἀρχὰς καὶ τέλη καὶ πάντα περιέχουσιν οἱ θεοὶ, ποιεῖται δὲ τὴν εὐχὴν πρὸς τοὺς ἐντοπίους θεούς.
τγʹ Ὦ φίλε Πάν τε
Πάν ἐστι θεὸς ὁ τὸ πᾶν ἐπιτροπεύων. Διὰ τί δὲ, φησὶ, τὰ μὲν ἄνω αὐτοῦ ἀνδρόμορφα ποιοῦσι, τὰ δὲ κάτω αἰγὸς καὶ τετριχωμένα ἐμφαίνοντες; διὰ μὲν τῶν ἄνω τὸ λογικὸν καὶ ζωῶδες, διὰ δὲ τῶν κάτω τὸ θηριῶδες καὶ ἄλογον, καὶ ὅτι δεῖ κρατεῖν τῆς ἀλογίας.
τδʹ Δοίητέ μοι καλῷ γενέσθαι
Τί γάρ; κακὸς ἦν; Λέγομεν οὖν ὅτι εὔχεται ὥστε διαμεῖναι καλὸς τὰ ἔνδοθεν.
τεʹ Ἔξωθεν δὲ ὅσα ἔχω
Πάντα τὰ ἐκτὸς καὶ σώματα καὶ χρήματα ἁρμοδίως τῇ ψυχῇ συντάττεσθαι βούλεται καὶ σύμμετρα εἶναι τοῖς ἔνδον, ἵνα μήτε ὑπέρογκα ᾖ καὶ ἀσχολῆται περὶ τὰ ἐκτὸς, μήτε διὰ τὸ ἐλλείπειν αὐτὰ διαφθείρηται.
τςʹ Πλούσιον δέ
Ὁ πλούσιός ἐστιν ὁ τἂ αὐτάρκη ἔχων, ὁ σοφὸς δὲ ὁ ἀρκούμενος οἷς ἔχει, κἀντεῦθεν πλούσιός ἐστι.
τζʹ Τὸ δὲ χρυσοῦ πλῆθος
Ὁ γὰρ ὑπέρογκος πλοῦτος καὶ ἐξυβρίζειν ποιεῖ καὶ ἀπασχολεῖ τῆς θεωρίας.
τηʹ Κοινὰ γὰρ τὰ τῶν φίλων
Ἡ παροιμία αὕτη οὐ μόνον ἐπὶ τῶν ἐκτὸς εἴρηται πραγμάτων ἀλλὰ καὶ ἐπὶ τῆς εὐχῆς· τὰ γὰρ αὐτὰ εὐχόμεθα καὶ τοῖς φίλοις ἅπερ ἂν ἑαυτοῖς εὐξαίμεθα. Τέλος.