ΕΡΜΕΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΦΑΙΔΡΟΝ ΣΧΟΛΙΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΔΕΥΤΕΡΟΝ
αʹ Οὐκ ἔστʼ ἔτυμος λόγος
Ἤρξατο μὲν ἀπὸ τῆς αὐτῆς ἀρχῆς τῷ Στησιχόρῳ, ἐπειδὴ καὶ αὐτὸς παλινῳδίαν γράφει εἰς τὸν Ἔρωτα, ὥσπερ ὁ Στησίχορος εἰς τὴν Ἑλένην. Οὐκ ἔτυμον δὲ εἶπε τὸν πρότερον λόγον, ἀλλὰ ψευδῆ, καίτοι γε ὄντα ὅπῃ ἠλήθευεν, ἐπειδὴ περὶ τὸ αἰσθητὸν καὶ ἔξω φαινόμενον ἀπέβλεπε κάλλος· διὸ συναναπέφυρται τῷ ψευδεῖ. —Ἀσφαλῶς δὲ εἶπε τὸ παρόντος· οὐ γὰρ ἁπλῶς εἶπε «ψευδής ἐστιν ὁ λόγος ὃς ἂν μὴ τῷ ἐρῶντι χαρίζηται,» ἀλλʼ «ὃς ἂν παρόντος ἐραστοῦ τῷ μὴ ἐρῶντι φῇ δεῖν χαρίζεσθαι.» —Εἶτα ἐπειδὴ ἄνω καὶ κάτω τούτῳ μόνῳ ἐχρῆτο τῷ ἐπιχειρήματι ὁ Λυσίας, λέγων μὴ δεῖν χαρίζεσθαι τῷ ἐρῶντι, ἐπειδὴ ὁ μὲν ἐρῶν μαίνεται, ὁ δὲ μὴ ἐρῶν σωφρονεῖ, ἐχρῆτο δὲ αὐτῷ καὶ Σωκράτης — εἶπε γὰρ καὶ αὐτὸς ὅτι οὐ δυνατὸν πάντῃ ἕτερα παρὰ τοῦ Λυσίου λέγειν, ἀλλʼ ἔστιν ὅπῃ τοῖς αὐτοῖς ἀνάγκη χρήσασθαι —, ἐπειδὴ οὖν καὶ αὐτὸς ἐχρήσατο πρὸς πολλοῖς ἄλλοις ἐπιχειρήμασι καὶ τούτῳ τῷ ὅτι ὁ μὲν ἐρῶν μαίνεται, ὁ δὲ μὴ ἐρῶν σωφρονεῖ, δείκνυσι μὴ ὂν ἁπλοῦν τὸ τῆς μανίας ὄνομα· τριττὸν γὰρ τοὐλάχιστον· τὸ μὲν ὑπέρτερον καὶ κρεῖττον τοῦ σωφρονεῖν, τὸ δὲ ἐν τῇ αὐτῇ συστοιχίᾳ τῷ σωφρονεῖν, ὃ καὶ κατά τι πλεονεκτεῖ καὶ κατά τι πλεονεκτεῖται ὑπὸ τοῦ σωφρονεῖν, τὸ δὲ καταδεέστερον τοῦ σωφρονεῖν. Ἐπειδὴ τοίνυν πάντα τὰ ἐπιχειρήματα ἐν τοῖς ἄνω λόγοις ἐκ τοῦ μαίνεσθαι αὐτὸν καὶ ἐξεστηκέναι ἐλαμβάνετο, αὐτὸ τοῦτο λαβὼν ὁ Σωκάρτης δείκνυσιν οὐχ ἁπλοῦν ὂν τὸ τῆς μανίας ὄνομα. Ἢ γὰρ μόνως κακόν ἐστιν, ἢ μόνως ἀγαθόν, — τοῦτο γὰρ ἂν ἦν ἁπλοῦν εἶναι — ἢ καὶ ἀγαθὸν καὶ κακόν. Εἰ μὲν γὰρ μόνως κακὸν ἐσήμαινε τοῦτο τὸ ἁπλοῦν, πάντως ἂν χεῖρον ἦν τοῦ σωφρονεῖν· εἰ δʼ αὖ πάλιν μόνως ἀγαθὸν ἦν, ἢ κατά τι μὲν ἀγαθὸν κατά τι δὲ κακὸν, οὐκ ἀρκεῖ τὸ εἶναι ἀγαθὸν τὴν μανίαν πρὸς τὸ καὶ κρείττω εἶναι τοῦ σωφρονεῖν· τί γὰρ εἰ ἔλαττον ἀγαθὸν εἴη; Διὸ δεῖ δεῖξαι ὅτι πρὸς τῷ ἀγαθῷ καὶ μεῖζον ἀγαθόν ἐστι τοῦ σωφρονεῖν· τοῦτο δὴ καὶ ποιήσει, καὶ δείξει ὅτι ἡ κρείττων τοῦ σωφρονεῖν μανία τῶν μεγίστων ἀγαθῶν αἰτία ἐστὶ τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς μέγιστον ἀγαθόν ἐστιν ἡ μανία, ἀλλʼ αἰτία καὶ μήτηρ τῶν μεγίστων ἀγαθῶν ἐστι. Διὸ καὶ μειζόνως αὐτὴν ἀνυμνεῖ. Εἰ δὲ καὶ ἐκ θεῶν ἐνδίδοται ὡς ἐρεῖ τῶν ἀκροτάτων ἀγαθῶν ἂν εἴη αἰτία· εἰ δὲ καὶ ὁ πρῶτος ἔρως καὶ ὁ μέσος καὶ ὁ ἔσχατος ἔκστασιν ἐμποιοῦσι καὶ μανίαν, εἰ καὶ διάφορα τὰ εἴδη τῶν μανιῶν, ἔοικεν αὐτὸ τοῦτο ἴδιον εἶναι τοῦ ἔρωτος, τὸ μανίαν καὶ ἔκστασιν ἐμποιεῖν τῷ κατεχομένῳ ὑπʼ αὐτοῦ.
βʹ Ἥ τε γὰρ δὴ ἐν Δελφοῖς προφῆτις
Τὰ μὲν τῶν ῥητῶν ἐν τοῖς ἑξῆς σαφηνιοῦμεν. Ἐπειδὴ δὲ τέσσαρας μανίας, τουτέστιν ἐνθουσιασμοὺς καὶ κατοκωχὰς ἐκ θεῶν, ἐνταῦθα παραδίδωσιν ὁ Πλάτων, μουσικὴν, τελεστικὴν, μαντικὴν, ἐρωτικὴν, πρὸ τοῦ περὶ ἑκάστης εἰπεῖν, περὶ ἐνθουσιασμοῦ πρῶτον ῥητέον, ποῖον μόριόν ἐστιν τῆς ψυχῆς τὸ ἐνθουσιῶν, καὶ εἰ πᾶν μόριον ἐνθουσιᾷ, καὶ εἰ πᾶς ἐνθουσιασμὸς ἐκ θεῶν, καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς οὗτος ἐγγίνεται ἢ ἄλλῳ τινὶ κρείττονι ψυχῆς. Ποῦ οὖν μάλιστα καὶ τίς ὁ κυρίως καὶ πρώτως λεγόμενος ἐνθουσιασμός; Τῆς δὴ λογικῆς ψυχῆς εἰσι μέρη δύο, τὸ μὲν διάνοια, τὸ δὲ δόξα· πάλιν δὲ τῆς διανοίας τὸ μὲν πεζότατον λέγεται καὶ κυρίως ἐστὶ διάνοια, τὸ δὲ ἀκρότατον ὃ καὶ νοῦς αὐτῆς λέγεται, καθὸ μάλιστα νοερὰ γίνεται ἡ ψυχὴ, ὃ καὶ δυνάμει νοῦν τινες ἐκάλεσαν. Ἄλλο δέ ἐστιν ὑπὲρ τοῦτο ὅ ἐστιν ἀκρότατον τῆς πάσης ψυχῆς καὶ ἑνικώτατον, ὃ πᾶσι τὰ ἀγαθὰ θέλει καὶ ἀεὶ ἑαυτὸ ἐπιδίδωσι τοῖς θεοῖς, καὶ ὅπερ ἂν ἐκεῖνοι βούλωνται τοῦτο ἕτοιμον ἐμποιεῖν· ὃ καὶ ἓν λέγεται τῆς ψυχῆς καὶ ἴνδαλμα φέρει τοῦ ὑπερουσίου ἑνὸς, πᾶσαν ἑνίζον τὴν ψυχήν. Ὅτι δὲ καὶ ἀναγκαῖον ταῦτα οὕτως ἔχειν μάθοιμεν ἂν ἐντεῦθεν· ἡ λογικὴ ψυχὴ παρά τε τῶν πρὸ ἑαυτῆς αἰτίων πάντων ὑφίσταται, τουτέστι παρὰ νοῦ καὶ θεῶν· ὑφίσταται δὲ καὶ παρʼ ἑαυτῆς· ἑαυτὴν γὰρ τελειοῖ. Καθὸ μὲν οὖν ἐκ θεῶν ὑφίσταται, ἔχει τὸ ἓν, ὃ καὶ πάσας αὐτῆς τὰς δυνάμεις καὶ πᾶν τὸ πλῆθος ἑνίζει καὶ ἑνοῖ εἰς ἓν, καὶ πρῶτον δέχεται τὰ ἀγαθὰ ἐκ θεῶν καὶ ἀγαθοειδῆ ποιεῖ τὴν πᾶσαν τῆς ψυχῆς οὐσίαν, καθὸ καὶ συνάπτεται τοῖς θεοῖς καὶ ἑνοῦται πρὸς αὐτούς. Καθὸ δὲ ἐκ νοῦ ὑφίσταται, ἔχει τὸ νοερὸν, καθὸ ἁπλαῖς ἐπιβολαῖς καὶ οὐ διεξοδικῶς αἱρεῖ τὰ εἴδη, καθὸ καὶ συνάπτεται τῷ ὑπὲρ ἑαυτὴν νῷ. Καθὸ δὲ καὶ ἑαυτὴν ὑφίστησιν, ἔχει τὸ διανοητικὸν, καθὸ ἐπιστήμας τε καὶ θεωρήματα πολλὰ γεννᾷ καὶ διεξοδικῶς ἐνεργεῖ καὶ συλλογίζεται ἀπὸ τῶν προτάσεων τὸ συμπέρασμα. Ὅτι γὰρ καὶ ἑαυτὴν ὑφίστησι, δῆλον ἐκ τοῦ καὶ ἑαυτὴν τελειοῦν· ὃ δὲ εἰς τελειότητα ἑαυτὸ ἄγει καὶ τὸ εὖ εἶναι ἑαυτῷ παρέχει, πολλῷ πλέον τὸ εἶναι αὑτῷ παρέξει· μεῖζον γὰρ τὸ εὖ εἶναι τοῦ εἶναι· εἰ οὖν τὸ μεῖζον ἑαυτῇ παρέχει, πολλῷ πλέον τὸ ἔλαττον παρέξει. Ὁ οὖν πρώτως καὶ κυρίως καὶ ἀληθῶς ἐκ θεῶν ἐνθουσιασμὸς κατὰ τὸ ἓν τοῦτο γίνεται τῆς ψυχῆς, ὅ ἐστιν ὑπὲρ τὴν διάνοιαν καὶ ὑπὲρ τὸν ἐν αὐτῇ νοῦν· ὅπερ ἓν ἐν τῷ ἄλλῳ χρόνῳ παρειμένῳ καὶ καθεύδοντι ἔοικε· τούτου μέντοι τοῦ ἑνὸς καταλαμφθέντος πᾶσα ἡ ζωὴ καταλάμπεται καὶ ὁ νοῦς καὶ ἡ διάνοια καὶ ἡ ἀλογία, καὶ μέχρι καὶ αὐτοῦ τοῦ σώματος ἴνδαλμα τοῦ ἐνθουσιασμοῦ ἐνδίδοται. Γίνονται μὲν οὖν καὶ ἄλλοι ἐνθουσιασμοὶ περὶ τὰ ἄλλα μέρη τῆς ψυχῆς δαιμόνων τινῶν αὐτὴν κινούντων ἢ καὶ θεῶν οὐκ ἄνευ δαιμόνων· καὶ γὰρ ἡ διάνοια ἐνθουσιᾶν λέγεται ὅταν ἐπιστήμας καὶ θεωρήματα ἐξευρίσκῃ ἐν ἀκαρεῖ χρόνῳ καὶ ὑπὲρ τὸν ἄλλον ἄνθρωπον· λέγεται καὶ ἡ δόξα καὶ ἡ φαντασία ἐνθουσιᾶν ὅταν τέχνας εὑρίσκῃ καὶ ἀποτελῇ παράδοξα ἔργα, οἷον Φειδίας ἐν ἀγαλματοποιΐᾳ καὶ ἄλλος ἐν ἄλλῃ τέχνῃ, ὡς καὶ Ὅμηρος περὶ τοῦ ποιήσαντος τὸν τελαμῶνα εἶπε· μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο· λέγεται καὶ ὁ θυμὸς ἐνθουσιᾶν ὅταν ἐν τῷ πολεμεῖν ὑπερφυῶς ἐνεργῇ· μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ... εἰ δὲ καὶ ἐπιθυμήσας τις ἔφαγέ τι ὃ ἀπηγόρευεν ὁ λόγος, κᾆτα ἐκ παραδόξου ὑγίανεν, εἴποις ἂν καὶ τὴν ἐπιθυμίαν ἐντεθουσιακέναι ἀμυδρῶς· ὥστε γίνεται καὶ περὶ τὰ ἄλλα μόρια τῆς ψυχῆς ἐνθουσιασμός. Ὁ μέντοι κυρίως καὶ ἀληθῶς ἐνθουσιασμός ἐστιν, ὅταν τὸ ἓν τοῦτο τὸ ὑπὲρ νοῦν τῆς ψυχῆς ἀνεγείρηται πρὸς τοὺς θεοὺς καὶ ἐκεῖθεν ἐπιπνέηται· ἄλλοτε δὲ ὑπʼ ἄλλων κατέχεται θεῶν παρὰ τὰς ἐπιτηδειότητας ἑαυτοῦ, μᾶλλον δὲ καὶ ἔλαττον κατέχεται ὅταν ὁ νοῦς ᾖ ὁ κινούμενος ἢ ἡ διάνοια. Ὥσπερ οὖν ὅταν φιλοσοφίαν τίς ἐστι ζητῶμεν, μὴ ἀκριβολογούμενοι δὲ ἀλλὰ καταχρώμενοι πολλάκις, καὶ τὴν μαθηματικὴν ἢ τὴν φυσικὴν ἢ τὴν ἠθικὴν φιλοσοφίαν τε καὶ ἐπιστήμην καλοῦμεν, οὕτω δὴ καὶ ἐπὶ τοῦ ἐνθουσιασμοῦ. Ἐνθουσιασμὸν γὰρ εἰώθαμεν λέγειν κἂν ἡ φαντασία ᾖ ἡ κινουμένη. Οἱ μέντοι τὸν ἐνθουσιασμὸν κράσεσι σωμάτων ἀνατιθέντες ἢ ἀέρος εὐκρασίαις ἢ ἀναθυμιάσεων διαφοραῖς ἢ καὶ καιρῶν ἢ τόπων ἐπιτηδειότησιν ἢ καὶ τῇ τῶν κατʼ οὐρανὸν περιιόντων ποιήσει, τὰ συναίτια μᾶλλον καὶ ὑλικὰ τοῦ πράγματος ἤπερ τὰ αἴτια τὰ κυρίως λέγουσιν. Ἔχεις οὖν ποιητικὴν μὲν αἰτίαν τοῦ ἐνθουσιασμοῦ τοὺς θεοὺς, ὑλικὴν δὲ αὐτὴν τὴν ἐνθουσιῶσαν ψυχὴν ἢ καὶ τὰ ἔξωθεν σύμβολα, εἰδικὴν δὲ τὴν ἐκ θεῶν ἐπίπνοιαν περὶ τὸ ἓν τὸ τῆς ψυχῆς, τελικὴν δὲ τὸ ἀγαθόν. Ἀλλʼ εἰ ἀεὶ βούλονται τὰ ἀγαθὰ τῇ ψυχῇ οἱ θεοὶ, διὰ τί μὴ ἀεὶ ἐνθουσιᾷ; Ἢ βούλονται μὲν αὐτῇ τὰ ἀγαθὰ, βούλονται δὲ καὶ τὴν τοῦ παντὸς τάξιν κρατεῖν· καὶ αὐτὴ δὲ οὐκ ἀεὶ ἐπιτηδεία ἐστὶ διὰ πολλὰς αἰτίας· διόπερ οὐκ ἀεὶ ἐνθουσιᾷ. Τινὲς δὲ λέγουσι τὴν τελεστικὴν ἄχρι τοῦ ὑπὸ σελήνην φθάνειν· εἰ μὲν οὖν οὕτω λέγουσιν ὅτι οὐδὲν τῶν ὑπὲρ σελήνην καὶ οὐρανίων εἰς τὸν ὑποσέληνον τόπον ἐνεργεῖ, ἐναργῶς ἄτοπα λέγουσιν· εἰ δὲ ὅτι οἱ τελεσταὶ οὐ δύνανται ὑπὲρ τὴν σεληνιακὴν σφαῖραν ἐνεργῆσαι, ἐροῦμεν ὅτι, εἰ μὲν αἱ λήξεις τῶν ψυχῶν πᾶσαι ὑποσέληνοί εἰσιν, ἀληθὴς αὐτῶν ἔσται ὁ λόγος, εἰ δέ εἰσι λήξεις ψυχῶν καὶ ὑπὲρ σελήνην — ὥσπερ οὖν εἰσιν· αἳ μὲν γὰρ ἡλίου ὁπαδοί εἰσιν, αἳ δὲ σελήνης, αἳ δὲ Κρόνου· ἔσπειρε γὰρ τὰς μὲν εἰς γῆν, τὰς δὲ εἰς ἥλιον, τὰς δὲ ἄλλας ἀλλαχοῦ —, δυνατὸν ἔσται τὴν ψυχὴν καὶ ὑπὲρ σελήνην ἐνεργῆσαι. Ὅπερ γὰρ ἡ ὅλη τάξις αὐτῇ παρέχει πολυχρονίως, τοῦτο δυνήσεται καὶ ἑαυτῇ παρασχεῖν ὀλιγοχρονίως ἡ ψυχὴ διὰ τελεστικῆς ὑπὸ θεῶν βοηθουμένη· ὑπὲρ μὲν γὰρ τὴν ἑαυτῆς λῆξιν οὐκ ἄν ποτε ἐνεργήσειεν, ἄχρι δὲ τῆς ἑαυτῆς λήξεως ἐνεργήσειεν ἄν· ὥσπερ εἰ λόγου χάριν ἡ λῆξις τῆς ψυχῆς ἄχρι φιλοσοφίας ἦν, ἠδύνατο ἡ ψυχὴ, καὶ μὴ βίον ἑλομένη φιλόσοφον ἀλλὰ ἄλλον τινὰ, ἐνεργῆσαί τι καὶ ἐν ἐκείνῳ τῷ βίῳ φιλόσοφον. Λέγονται δὲ εἶναί τινες καὶ ὑπερκόσμιοι ψυχαί. Πῶς μὲν οὖν ἡ ψυχὴ ἐνθουσιᾷ, εἴρηται. Πῶς δὲ καὶ ἄγαλμα λέγεται ἐνθουσιᾶν; Ἢ αὐτὸ μὲν οὐκ ἐνεργεῖ περὶ τὸ θεῖον, ὅ γε ἄψυχόν ἐστιν, ἀλλὰ τὴν ὕλην ἡ τελεστικὴ διακαθήρασα καί τινας χαρακτῆρας καὶ σύμβολα περιθεῖσα τῷ ἀγάλματι πρῶτον μὲν ἔμψυχον αὐτὸ διὰ τούτων ἐποίησε καὶ οἷόν τε ζωήν τινα ἐκ τοῦ κόσμου καταδέξασθαι, ἔπειτα μετὰ τοῦτο ἐλλαμφθῆναι παρὰ τοῦ θείου αὐτὸ παρεσκεύασεν· ὅπερ ἄγαλμα ἀεὶ χρηματίζει ἕως δύνανται δέχεσθαι οἱ ἐπιτήδειοι· τὸ μὲν γὰρ ἄγαλμα ὡς ἂν τελεσθῇ μένει ἐφεξῆς ἕως ἂν πάντῃ ἀνεπιτήδειον γένηται πρὸς τὴν θεῶν ἔλλαμψιν· ὁ μέντοι δοχεὺς παρὰ μέρος· νῦν μὲν γὰρ δεξάμενος ἀποπαύεται, αὖθις δὲ πάλιν ἐμφορεῖται· τὸ δὲ αἴτιον ὅτι ἡ μὲν ψυχὴ ἐμφορουμένη αὐτὴ ἐνεργεῖ περὶ τὸ θεῖον, διὸ ἀποκάμνει ὑπὲρ τὴν ἑαυτῆς δύναμιν ἐνεργοῦσα — ἦ γὰρ ἂν ἦν θεὸς καὶ ὁμοία ταῖς τῶν ἄστρων ψυχαῖς, εἰ μὴ ἀπέκαμνε —, τὸ δὲ ἄγαλμα ὡς ἂν πάθῃ οὕτω μένει ἐλλαμπόμενον, διὸ καὶ ἡ ἀνεπιτηδειότης αὐτοῦ εἰς στέρησιν παντελῆ χωρεῖ, ἐὰν μὴ πάλιν ἐκ νέας ὑπὸ τοῦ τελεστοῦ τελεσθῇ καὶ ἐμψυχωθῇ.
Ὅτι μὲν οὖν περὶ τὸ ἓν τῆς ψυχῆς γίνεται ὁ κυρίως ἐνθουσιασμὸς καὶ ὅτι ἐπίπνοια καὶ ἔλλαμψίς ἐστι τῶν θεῶν, ἱκανῶς εἴρηται. Ἐφεξῆς δὲ περὶ τῆς τάξεως καὶ τῆς χρείας τῶν τεσσάρων μανιῶν διαλάβωμεν, καὶ διὰ τί τούτων μόνων ὁ φιλόσοφος ἐμνημόνευσεν. Ἆρα ὡς μὴ οὐσῶν ἑτέρων, ἢ καὶ ταύταις ἀρκούμενος εἰς τὸ προκείμενον; Ὅτι μὲν οὖν εἰσι καὶ ἄλλαι κατοκωχαὶ καὶ μανίαι καὶ αὐτὸς μὲν προιὼν ἐνδείξεται· καὶ ἐν τοῖς φθάσασι δὲ ἐμνημόνευσεν εἰπών «μὴ νυμφόληπτος γένωμαι»· εἰσὶ δὲ καὶ πανόληπτοι καὶ μητρόληπτοι καὶ κορυβαντισμοὶ, ὧν καὶ αὐτὸς ἀλλαχοῦ μνημονεύσει· μόνας δὲ ἐνταῦθα ταύτας τὰς τέσσαρας παραδέδωκε, πρῶτον μὲν ὅτι καὶ μόναι αὗται ἀρκοῦσι τῇ ψυχῇ εἰς τὴν οἰκείαν ἀποκατάστασιν, ὡς ἑξῆς εἰσόμεθα, ἔπειτα ὅτι καὶ τὰς προσεχῶς ἐπιβεβηκυίας τῇ ψυχῇ παραδίδωσι. Πολλαὶ μὲν γὰρ εἰς ἅπαντα τὰ ὄντα καὶ ἀπερίληπτοι τῶν θεῶν αἱ δόσεις· νυνὶ δὲ τὰς πρὸς τὰς ψυχὰς τῶν θεῶν ἐνεργείας παραδίδωσι· παραδίδωσι δὲ καὶ τὰς τέσσαρας ταύτας μανίας οὐχ ὡς οὐχὶ καὶ μιᾶς αὐτῶν ἀρκούσης, καὶ μάλιστα τῆς ἐρωτικῆς, εἰ τὸ περιαγαγεῖν τὴν ψυχὴν, ἀλλʼ ἡ κατὰ τάξιν καὶ βαθμὸν αὐτῶν σειρὰ καὶ ἡ ἐν τάξει τελειότης τῆς ψυχῆς παραδίδοται νῦν. Ὥσπερ οὖν τὸν τυραννικὸν δυνατὸν μὲν καὶ ἁθρόον μεταβάλλοντα προθυμίᾳ τε συντόνῳ καὶ θείᾳ μοίρᾳ χρώμενον ἀριστοκρατικὸν γενέσθαι, ἀλλʼ ἥ γε κατὰ βαθμὸν αὐτοῦ ἄνοδος ἀπὸ τοῦ τυραννικοῦ ἐστιν εἰς δημοκρατικὸν, καὶ ἀπὸ τούτου εἰς ὀλιγαρχικὸν, εἶτα εἰς τιμοκρατικὸν, καὶ τελευταῖον εἰς ἀριστοκρατικὸν, ἀνάπαλιν δὲ ἡ κάθοδος καὶ ἀπόπτωσις, οὕτω δὴ καὶ ἐνταῦθα μέλλουσα ἀνιέναι καὶ ἀποκαταστῆναι ἡ ψυχὴ πρῶτον μὲν τῇ μουσικῇ μανίᾳ κατέχεται, εἶτα τῇ τελεστικῇ, εἶτα τῇ μαντικῇ, καὶ τελευταῖον τῇ ἐρωτικῇ, ὡς προιόντες γνωσόμεθα. Συμπνέουσι δὲ ἀλλήλαις καὶ δέονται ἀλλήλων αὗται αἱ τέσσαρες κατοκωχαὶ, καὶ οὕτω πολλή τίς ἐστιν αὐτῶν ἡ κοινωνία· ἡ μὲν γὰρ τελεστικὴ δεῖται τῆς μουσικῆς, τὰ πολλὰ γὰρ τῶν κατὰ τὴν τελεστικὴν μαντικὴν ὑπαγορεύει· καὶ πάλιν αὖ ἡ μαντικὴ τῆς τελεστικῆς προσδεῖται, ἡ γὰρ τελεστικὴ τελεῖ καὶ καθιδρύει τὰ μαντεῖα· ἥ τε αὖ μαντικὴ τῇ ποιητικῇ καὶ μουσικῇ προσχρῆται, ἔμμετρα γὰρ ὡς ἔπος εἰπεῖν ἀεὶ φθέγγονται οἱ μάντεις· ἥ τε μουσικὴ πάλιν προσχρῆται τῇ μαντικῇ αὐτοφυῶς ὡς αὐτός φησι. Θεῖον γὰρ οὖν καὶ τὸ ποιητικὸν ἐνθεαστικὸν ὂν γένος χρησμῳδοῦν πολλῶν τῶν κατʼ ἀλήθειαν σύν τισι Μούσαις καὶ Χάρισιν ἐφάπτεται ἑκάστοτε. Περὶ δὲ τῆς ἐρωτικῆς καὶ μουσικῆς τί δεῖ καὶ λέγειν; σχεδὸν γὰρ οἱ αὐτοὶ τήν τε μουσικὴν καὶ τὴν ἐρωτικὴν ἤσκησαν, ὡς ἄνευ ἀλλήλων εἶναι μὴ δυναμένων, ὥσπερ δὴ Σαπφώ τε καὶ Ἀνακρέων καὶ οἱ ὅμοιοι. Πρόδηλον δὲ ὅτι καὶ ἡ ἐρωτικὴ πάσαις συμβάλλεται, ὅπου οὐ μόνον ταύταις ἀλλὰ γὰρ ἅπαξ καὶ ἁπλῶς παντὶ ἐνθουσιασμῷ· οὐδένα γὰρ ἐνθουσιασμὸν ἄνευ τῆς ἐρωτικῆς ἐπιπνοίας συμβαίνει γίνεσθαι. Ὁρᾷς πῶς Ὀρφεὺς πάσας ἐπιτηδεύσας φαίνεται ὡς δεομένας καὶ ἐχομένας ἀλλήλων· τελεστικώτατον μὲν γὰρ αὐτὸν καὶ μαντικώτατον παρειλήφαμεν καὶ ὑπὸ τοῦ Ἀπόλλωνος κινούμενον, ἔτι ποιητικώτατον ὅν γε διʼ αὐτὸ τοῦτο καὶ Καλλιόπης υἱὸν γενέσθαι φασίν· ἐρωτικώτατός τέ ἐστιν ὡς αὐτὸς λέγων φαίνεται πρὸς τὸν Μουσαῖον καὶ προτείνων αὐτῷ τὰ θεῖα ἀγαθὰ καὶ τελειῶν αὐτόν. Πάσαις οὖν ὤφθη ἡμῖν οὗτος ὁ ἀνὴρ κατασχεθεὶς ταῖς μανίαις· καὶ ἀναγκαίως δὲ τοῦτο συμβαίνει· πολλὴ γὰρ ἕνωσις καὶ σύμπνοια τούτων τῶν θεῶν πρὸς ἀλλήλους τῶν ἐφόρων τούτων τῶν μανιῶν, καὶ πολλὴ οἰκειότης πρὸς ἑαυτούς ἐστι Μουσῶν, Διονύσου, Ἀπόλλωνος, Ἔρωτος.
Τίς οὖν ἑκάστη τῶν μανιῶν λοιπὸν δεῖ διαλαβεῖν. Πρότερον δὲ διαστειλώμεθα ὅτι ἄλλαι μέν εἰσιν αἱ ἔνδον καὶ ἐπʼ αὐτῆς τῆς ψυχῆς ὁρώμεναι καὶ αὐτὴν τὴν ψυχὴν τελειοῦσαι, ἄλλαι δὲ αἱ ἔξω αὐτῆς ἐνέργειαι καὶ τὸν ἔξω ἄνθρωπον καὶ τὴν φύσιν ἡμῶν σῴζουσαι. Ἀναλογίαν δὲ ἔχουσιν αἱ ἔξω τέσσαρες πρὸς τὰς ἔνδον τέσσαρας. Λάβωμεν οὖν πρότερον τὰς ἔνδον καὶ ἐπʼ αὐτῆς τῆς ψυχῆς μόνας, καὶ ἴδωμεν τί δρῶσιν εἰς τὴν ψυχήν· καὶ ἵνα τοῦτο σαφὲς γένηται καὶ ἐν τάξει ληφθῶσιν, ἄνωθεν τὴν κάθοδον καὶ πτερόρρυσιν, ὡς αὐτός φησι, τῆς ψυχῆς θεωρήσωμεν. Ἐξ ἀρχῆς μὲν οὖν καὶ πρῶτον ἥνωτο τοῖς θεοῖς ἡ ψυχὴ, καὶ τὸ ἓν αὐτῆς ἐκεῖνο συνῆπτο τοῖς θεοῖς. Εἶτα ἀποστᾶσα ταύτης τῆς θείας ἑνώσεως κατῆλθεν εἰς νοῦν καὶ οὐκέτι ἡνωμένως καὶ ἐν ἑνὶ εἶχε τὰ ὄντα, ἀλλὰ ἁπλαῖς ἐπιβολαῖς καὶ οἷον θίξεσι τοῦ νοῦ αὐτῆς αὐτὰ ἤθρει καὶ ἑώρα. Ἔπειτα καὶ τοῦ νοῦ ἀποστᾶσα καὶ εἰς λογισμὸν καὶ διάνοιαν κατελθοῦσα, οὐκέτι οὐδὲ ἁπλαῖς ἐπιβολαῖς αὐτὰ ᾕρει, ἀλλὰ συλλογιστικῶς καὶ μεταβατικῶς καὶ ἄλλο ἐξ ἄλλου, ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα ἐρχομένη. Ἔπειτα καὶ τοῦ καθαροῦ λογισμοῦ ἀποστᾶσα καὶ τοῦ ψυχικοῦ ἰδιώματος, κατῆλθεν εἰς γένεσιν καὶ πολλῆς τῆς ἀλογίας καὶ τῆς ταραχῆς ἀνεπλήσθη. Δεῖ οὖν αὐτὴν πάλιν ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀναδραμεῖν, καὶ ὅθεν κατῆλθεν ἐκεῖ πάλιν ἀνελθεῖν· εἰς δὴ τὴν ἄνοδον ταύτην καὶ ἀποκατάστασιν συμβάλλονται αὐτῇ αἱ τέσσαρες αὗται μανίαι· τὸ γὰρ τεταραγμένον τῶν μερῶν αὐτῆς καὶ εἰς ἀοριστίαν καὶ εἰς ἀναρμοστίαν ὑπενεχθὲν καὶ πολλῆς ταραχῆς ἀναπλησθὲν εἰς συμφωνίαν καὶ ἁρμονίαν ἄγει ἡ μουσική· ἡ δὲ τελεστικὴ τελέαν καὶ ὁλόκληρον ποιεῖ τὴν ψυχὴν καὶ νοερῶς ἐνεργεῖν παρασκευάζει. Ἡ μὲν γὰρ μουσικὴ μόνα τὰ μόρια ἁρμόζει καὶ καταστέλλει, ἡ δὲ τελεστικὴ ὅλην αὐτὴν ποιεῖ ἐνεργεῖν καὶ ὁλόκληρον παρασκευάζει· ὥστε καὶ τὸ νοερὸν αὐτῆς ἐνεργεῖν· Κατελθοῦσα γὰρ ἡ ψυχὴ συντεθραυσμένῃ καὶ παρειμένῃ ἔοικε, καὶ ὁ μὲν ταὐτοῦ κύκλος πεπέδηται, τουτέστι τὸ νοερὸν αὐτῆς, ὁ δὲ θατέρου πολλὰς κλάσεις καὶ στροφὰς ὑπομένει, τουτέστι τὸ δοξαστικόν· μερικῶς οὖν καὶ οὐ κατὰ πᾶσαν ἑαυτὴν ἐνεργεῖ. Ἡ οὖν Διονυσιακὴ κατοκωχὴ μετὰ τὴν τῶν μερῶν συναρμονίαν τελέαν αὐτὴν ἀπεργάζεται καὶ ποιεῖ κατὰ πᾶσαν ἑαυτὴν ἐνεργεῖν καὶ νοερῶς ζῆν· ἡ δὲ Ἀπολλωνιακὴ πάσας τὰς πεπληθυσμένας αὐτῆς δυνάμεις καὶ πᾶσαν αὐτὴν ἐπὶ τὸ ἓν αὐτῆς ἐπιστρέφει καὶ συνεγείρει — διὸ καὶ Ἀπόλλων εἴρηται ὡς ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ ἓν ἐπανάγων τὴν ψυχήν· ἡ δὲ Ἐρωτικὴ λοιπὸν ἡνωμένην παραλαβοῦσα τὴν ψυχὴν τοῦτο τὸ ἓν τῆς ψυχῆς τοῖς θεοῖς καὶ τῷ νοητῷ κάλλει συνάπτει. Ὁρῶνται μὲν οὖν ὅπερ εἴπομεν ἐν ἑκάστῃ καὶ αἱ λοιπαὶ, ἀλλὰ κατὰ τὸ ἐπικρατοῦν ἑκάστη λέγεται· τριῶν γὰρ ὄντων τούτων αὐτῶν τῶν θεῶν τῶν διδόντων καὶ τῶν δόσεων αὐτῶν καὶ τριττῶν τῶν μεταλαμβανόντων, ἐπειδὴ τὰ διδόντα ἥνωται καθʼ ὑπερβολὴν καὶ ἐν ἀλλήλοις ἐστὶ, διὰ τοῦτο καὶ αἱ δόσεις μετέχουσι καὶ κοινωνοῦσιν ἀλλήλων, καὶ τὸ ὑποδεχόμενον ὅ ἐστιν ἡ ψυχὴ πρὸς πάσας ἐπιτηδείως ἔχει τὰς δόσεις. Λάβοις δʼ ἂν καὶ ἄλλως ἐκ διαιρέσεως τὰς τέσσαρας μανίας· ἐπεὶ γὰρ ἡ ὁλότης τριχῶς, ἢ ὡς ἐν τῷ μέρει ἢ ὡς ἐκ τῶν μερῶν ἢ ὡς πρὸ μερῶν — ἔστι γὰρ μερικῶς τὸ ὅλον, ὥσπερ ὁ ἄνθρωπος μικρὸς κόσμος λέγεται μέρος ὢν τοῦ κόσμου, καὶ ὁ μερικὸς νοῦς πάντα ἔχει τὰ εἴδη ὅσα ὁ παντέλειος· ἔστι δὲ καὶ τὸ ἐκ τῶν μερῶν ὅλον, ὥσπερ ὁ κόσμος ὁ αἰσθητὸς ἐκ πάντων ἐστὶ τῶν μερῶν αὐτοῦ· ἔστι δὲ τὸ ὅλον τὸ πρὸ τῶν μερῶν, ὡς τὸ ἐν τῇ φύσει ἢ τῇ ψυχῇ τῇ ὅλῃ ἢ τῷ νῷ εἶδος τοῦ κόσμου, καὶ ἐν τῇ ψυχῇ τοῦ τεχνίτου τὸ εἶδος τῆς οἰκίας —, τοῦ μὲν ὅλου τοῦ ὡς μέρους συναρμοστικαί εἰσιν αἱ Μοῦσαι καὶ ἡ μουσικὴ μανία, τοῦ δʼ ὅλου τοῦ ἐκ τῶν μερῶν ὁ Διόνυσος καὶ ἡ τελεστικὴ, τοῦ δʼ ὅλου τοῦ πρὸ τῶν μερῶν ὁ Ἀπόλλων καὶ ἡ μαντική· ὁ δὲ Ἔρως ἐπὶ πᾶσι τοῦτο τὸ ἓν τῆς ψυχῆς καὶ αὐτὴν τὴν ψυχὴν τοῖς θεοῖς ἐνιδρύει, καὶ τοῦτο ἔστιν ἔργον τῆς ἐρωτικῆς, συνάψαι τὴν ψυχὴν τοῖς θεοῖς καὶ τῷ ἀφράστῳ αὐτῶν κάλλει. Λάβοις δʼ ἂν καὶ ἐκ τῶν ἀριθμῶν αὐτῶν τὴν τάξιν· τὴν μὲν γὰρ μονάδα Ἀπόλλωνι ἀνιεροῦσι διὰ τὸ ἑνιαῖον αὐτοῦ τῆς ἐνεργείας, ὡς καὶ ἡ μονὰς ἑνιαίως πάντας ἔχει τοὺς ἀριθμούς· τὴν δὲ τριάδα τῷ Διονύσῳ ὡς τελείαν, ἀρχὴν καὶ μέσα καὶ τέλος ἔχουσαν, ὥσπερ καὶ ὁ Διόνυσος τελέαν ποιεῖ τὴν ψυχήν· ταῖς δὲ Μούσαις τὸν ἐννέα, διότι πάσας τὰς ἁρμονίας καὶ τὰς σχέσεις ἔχει ἐν ἑαυτῷ, ἐπεὶ καὶ πᾶσα ἡ πρόοδος τῶν ἀριθμῶν εἰς τὸν ἐννέα περαιοῦται — διὸ καὶ ἔννεον αὐτὴν ἐκάλουν —, καὶ ὁρᾷς ὅτι ἡ μὲν μονὰς ὡς πρώτη τὸν τρία τέλειον ποιεῖ, ὁ δὲ τρία τὸν ἐννέα, πρὸ δὲ τῆς μονάδος λάβοις ἂν τὸ ἓν ἀνάλογον τῷ ἔρωτι καὶ τἀγαθῷ, οὗ πάντʼ ἐφίεται· εἰς γὰρ τὸ ἓν τὸ τῶν θεῶν ἀνάγει πάντα ὁ Ἔρως. Καὶ τὴν τετράδα δὲ κατʼ ἄλλας ἐπιβολὰς τῷ Διονύσῳ ἀνατιθέασι διὰ τὸ πρώτην πάσας ἔχειν τὰς ἁρμονίας — ἐπίτριτον δγʹ, ἡμιόλιον γβʹ, διπλάσιον δβʹ, τριπλάσιον γαʹ, τετραπλάσιον δαʹ· τουτέστι διὰ τεσσάρων, διὰ πέντε, διὰ πασῶν, διὰ πέντε καὶ διὰ πασῶν, διὰ δὶς διὰ πασῶν —, καὶ διὰ τὸ περιέχεσθαι δὲ καὶ τοὺς ἀριθμοὺς πάντας ἐν ἑαυτῇ· ῥίζα γὰρ πάντων τῶν ἀριθμῶν ἡ τετρὰς διὰ τὸ κατʼ ἐπισύνθεσιν τῆς μονάδος ἄχρις αὐτῆς ἀποτελεῖσθαι τὸν δέκα, τὸν δὲ δέκα πάντα εἶναι τὸν ἀριθμὸν καὶ ὅλως τετρόμματον καὶ τετραπρόσωπον αὐτὸν ἡ θεολογία καλεῖ. —Λάβοις δʼ ἂν τῶν ἐνθουσιασμῶν τούτων εἰκόνας καὶ ἐκ τῶν λογικῶν θεωρημάτων· τῇ μὲν γὰρ μουσικῇ ἀνάλογον λήψῃ τὴν ὁριστικὴν, ἥτις τὸν ἄνθρωπον καὶ τὸν ὁρισμὸν αὐτοῦ συναρμόζει ἐκ ζῴου καὶ θνητοῦ καὶ ἀποτελεῖ τὸ εἶδος αὐτοῦ· τῇ δὲ τελεστικῇ τὴν διαιρετικὴν καὶ ἀναλυτικὴν, ἥτις διὰ τῶν ὑπαλλήλων γενῶν ἀναπέμπει ἐπὶ τὸ γενικώτατον· τῇ δὲ Ἀπολλωνιακῇ καὶ μαντικῇ αὐτὸ τὸ γενικώτατον ὃ ἀπὸ τῶν πολλῶν εἰς τὸ ἓν τὸ ἑνικώτατον ἀφῖκται. Λάβοις δʼ ἂν καὶ πάντων τῶν δέκα γενικωτάτην τὴν ἐπὶ τὸ ὂν τὸ κοινῶς πάντων κατηγορούμενον ἀντὶ τῆς ἐρωτικῆς· πάντα γὰρ ἐπὶ τὸ ἀγαθὸν καὶ ὁ Ἔρως ἀνάγει.
Αὕτη μὲν οὖν ἡ τάξις καὶ αἱ ἔνδον ἐν αὐτῇ τῇ ψυχῇ τῶν τεσσάρων τούτων μανιῶν ἐνέργειαι καὶ δυνάμεις. Λάβωμεν δὴ καὶ τὰς ἐκτὸς αὐτῶν εἰς τὸν ἄνθρωπον ἐνεργείας καὶ ἃ ἀποτελοῦσιν ἔξω περὶ ἡμᾶς. Ἡ μὲν οὖν μουσικὴ ἐμμέτρως τε φθέγγεσθαι ποιεῖ καὶ πράττειν καὶ κινεῖσθαι εὐρύθμως καὶ τὰ κατορθώματα τῶν θείων ἀνδρῶν καὶ τὰς ἀρετὰς καὶ τὰ ἐπιτηδεύματα αὐτῶν ἐμμέτρως ᾄδειν, καὶ διὰ τούτων παιδεύειν τὸν βίον, ὥσπερ δὴ καὶ ἔνδον συνήρμοζεν ἡμῶν τὰ μέρη τῆς ψυχῆς. Ἡ δὲ τελεστικὴ πᾶν τὸ ἀλλότριον καὶ μολυσματῶδες καὶ βλαβερὸν ἀποδιώκουσα, τέλεον ἡμῶν καὶ ἀβλαβῆ τὸν βίον τηρεῖ, καὶ τὰς μανίας καὶ δαιμονιώδεις φαντασίας ἀποδιώκουσα, ὑγιεῖς καὶ ὁλοκλήρους καὶ τελείους ἡμᾶς ποιεῖ, ὥσπερ δὴ καὶ τὴν ἔνδον ψυχὴν τελέαν καὶ ὁλόκληρον ἐποίει. Ἡ δὲ μαντικὴ ἑνιαίως συναιρεῖ τὸ ἐκτεταμένον καὶ ἄπειρον τοῦ χρόνου, καὶ ὡς ἐν ἑνὶ παρόντι τῷ νῦν τὰ πάντα ὁρᾷ τά τε παρεληλυθότα καὶ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα· διὸ προλέγουσα τὰ ἐσόμενα, ἅπερ αὐτὴ ὡς παρόντα ὁρᾷ, ἄπταιστον ἡμῶν ποιεῖ διοδεύειν τὸν βίον· ὥσπερ δὴ καὶ ἔνδον πάσας τὰς πεπληθυσμένας καὶ πολλὰς ζωὰς καὶ δυνάμεις τῆς ψυχῆς ἐπὶ τὸ ἓν συναιρεῖ καὶ ἀνάγει, ἵνα μᾶλλον σῴζηται καὶ συνέχηται. Ἡ δὲ ἐρωτικὴ ἐπιστρέφει τοὺς νέους εἰς ἡμᾶς καὶ εἰς φιλίαν ἡμῶν ἄγει, παιδευτική τις οὖσα καὶ αὐτὴ τῶν νέων, καὶ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους ἐπὶ τὸ ψυχικὸν ἡμῶν κάλλος συνάγουσα τοὺς νέους, καὶ ἀπὸ τούτου ἐπὶ τὸ νοητὸν ἀναπέμπουσα, ὥσπερ δὴ καὶ ἔνδον τὸ ἓν τῆς ψυχῆς τοῖς θεοῖς συνῆπτεν. —Ἠπόρησεν ὁ ἑταῖρος Πρόκλος πῶς, εἰ ἐκ διαιρέσεως λαμβάνονται αἱ μανίαι, δυνατὸν ἄλλην εἶναι παρὰ ταύτας. Πρὸς ὃ εἶπεν ὁ φιλόσοφος ὅτι, εἰ καὶ ἐκ διαιρέσεως λαμβάνονται, οὐδὲν κωλύει, μᾶλλον δὲ καὶ ἀναγκαῖον, ἕκαστον αὐτῶν ὑπὸ πολλῶν κεῖσθαι θεῶν, κατʼ ἄλλας μέντοι καὶ ἄλλας ἐπιβολάς. Πῶς δὲ, φησὶ, τὴν τελεστικὴν ἀεὶ προτάττοντες πασῶν τῶν παρʼ ἡμῖν ἐπιτηδεύσεων, καὶ αὐτῆς τῆς φιλοσοφίας τῆς ἀνθρωπικῆς ὑπερτέραν αὐτὴν λέγοντες, νῦν καὶ μαντικῆς καὶ ἐρωτικῆς ποιοῦμεν καταδεεστέραν; Ἢ πρῶτον μὲν ἐν τοῖς τοῦ ἀνθρωπίνου βίου πράγμασιν αὐτὴν προτάττομεν, ἀλλʼ οὐχὶ καὶ ἐν τοῖς τῆς ψυχῆς αὐτῆς καθʼ αὑτήν. Ἀλλὰ διὰ τί μὴ ὡς ἔνδον ἔχει, οὕτω καὶ ἔξω; καὶ γὰρ ἐλέγομεν εἶναι ἀναλογίαν τοῖς ἔνδον πρὸς τὰ ἔξω. Ἢ ἔστι μὲν ὅπῃ ἔχει τὴν πρὸς τὰ ἔνδον ἀναλογίαν, ἔστι δὲ ὅπῃ οὐκ ἔχει. Προτάττεται μὲν γὰρ πασῶν τῶν ἄλλων ἡ τελεστικὴ, ὅτι δὴ καὶ τὰς ἄλλας πάσας συλλαβοῦσα ἔχει — καὶ γὰρ θεολογίαν καὶ φιλοσοφίαν σύμπασαν καὶ ἐρωτικὴν μέντοι· δεῖ γὰρ αὐτὴν σφόδρα ἐρωτικῶς ἐξῆφθαι αὐτῶν, ἵνα καὶ κατορθωθῇ —, τὴν μέντοι ἐρωτικὴν τὴν ἔξω μόνην καθʼ ἑαυτὴν ἀποδιαλαβόντες οὕτω θεωροῦμεν, καὶ ταύτῃ φαίνεται ἡμῖν καταδεεστέρα τῆς τελεστικῆς. Τῆς τελεστικῆς οὖν ἐὰν ἀποδιαλάβῃς τὰς ἄλλας, πολὺ αὐτὰς καταδεεστέρας αὐτῆς ὄψει. Οὐ δεῖ οὖν τὰς ἀναλογίας κατὰ πάντα παραβάλλειν, ἀλλὰ καθὸ μόνον παραλαμβάνονται· οἷον ὡς εἰ σχήματα παραλαμβάνοιτο ἀνάλογον κατὰ τὰ ἐμβαδὰ, μηκέτι δὲ κατὰ τὰς περιμέτρους· οὐ γὰρ πάντως ἀκολουθήσει.
Αὗται μὲν οὖν πᾶσαι αἱ εἰρημέναι μανίαι κρείττους εἰσι τῆς σωφρονούσης ψυχῆς. Ἔστι μέντοι τις τῇ σωφροσύνῃ σύστοιχος μανίας, ἣν καὶ κατά τι πλεονεκτεῖσθαι ὑπὸ τῆς σωφροσύνης ἐλέγομεν. Κατὰ γὰρ τοὺς μέσους λόγους τῆς ψυχῆς καὶ ἔτι τοὺς δοξαστικοὺς ἐπίπνοιαί τινες γίνονται, καθʼ ἃς ὑπὲρ ἐλπίδα ἀποτελοῦσί τινα οἱ τεχνῖται καὶ θεωρήματα εὑρίσκουσιν, ὡς Ἀσκληπιὸς φέρε ἐν ἰατρικῇ καὶ Ἡρακλῆς ἐν πρακτικῇ. Τῷ θεωρητικωτέρῳ μὲν οὖν δόξει ἡ τεχνικὴ σωφροσύνη πλεονεκτεῖν· κατὰ μέντοι τὴν ἐμὴν κρίσιν τοῖς πᾶσι δοκεῖ ἡ ἔνθους τέχνη κρατεῖν. Ἀλλὰ τί οἱ μὲν ἄλλοι ἐνθουσιασμοὶ πρὸς ὀλίγον γίνονται χρόνον, οἱ δὲ κατὰ τὰς τέχνας καὶ τὰς ἐπιστήμας διαρκεῖς εἰσιν; Ἢ, ὥσπερ ἐπὶ τοῦ ἀγάλματος ἐλέγομεν, ὅτι ἔχει τινὰς χαρακτῆρας καὶ σύμβολα ἅτινα ἔστʼ ἂν σῴζηται ἡ πᾶσα τελετὴ ἀεὶ αὐτὸ ἐλλάμπεσθαι ποιεῖ, οὕτω δὴ καὶ ὁ τεχνίτης πρὸς τῇ ἄλλῃ ἐπιτηδειότητι ἔχει καὶ τὰ θεωρήματα, ἅτινα ὥσπερ σύμβολα ἐνόντα τῇ ψυχῇ ἀεὶ αὐτὴν ἐλλάμπεσθαι ποιεῖ· διὰ δὴ τοῦτο δεῖ τὰ θεωρήματα τῶν ἐπιστημῶν καὶ αὐτῆς τῆς μαντικῆς μελετᾶν, ἵνʼ ὦμεν ἐν προθύροις τῆς τῶν ἐφόρων θεῶν αὐτῶν ἐπιπνοίας. Ἐκεῖνο μέντοι ἡμᾶς μὴ ταράξῃ πῶς εἴρηται ὁ Διόνυσος τὸ ὅλον καὶ τέλεον ἡμῖν παρέχειν, καίτοι λεγόμενος τῆς διαιρέσεως καὶ τοῦ διῃρημένου νοῦ καὶ πάσης τῆς μεριστῆς δημιουργίας προστάτης; Ἢ ὥσπερ δὴ λέγεται ἡ ψυχὴ κατιέναι εἰς γένεσιν κατὰ πρόνοιαν καὶ ἀγαθοειδῆ αὐτῆς προαίρεσιν, κατελθοῦσα μέντοι ἐπὶ πλέον φιλοφρονεῖται τὴν γένεσιν, καὶ διὰ τοῦτο αὐτῇ κακὸν λέγεται εἶναι ἡ κάθοδος, καίτοι οὐχ ἁπλῶς οὖσα κακὸν, οὕτω δὴ καὶ τὴν κατʼ οὐσίαν διαίρεσιν, τουτέστι τὴν ἑτερότητα τὴν πρὸς τὰς ἄλλας ψυχὰς, ὑπὸ τοῦ Διονύσου λαβοῦσα καὶ ὑποστᾶσα, ἐπὶ πλέον ἑαυτὴν διαιρεῖ καὶ μερικωτέραν ποιεῖ, ὥστε μηκέτι κατὰ πάσας αὐτῆς τὰς δυνάμεις ἐνεργεῖν· τὸ ὅλον οὖν καὶ τέλεον λέγεται τότε παρὰ τοῦ Διονύσου λαμβάνειν, τουτέστι τὴν κατʼ οὐσίαν αὐτῆς ὁλότητα ἀπολαμβάνειν καὶ ὑγιὴς γίνεσθαι. Σῴζεται οὖν ἡμῖν ἅμα καὶ τὸ διαιρέσεως εἶναι ἡμῶν τὸν θεὸν αἴτιον καὶ τὸ ὅλους πάλιν καὶ τελέους καὶ ὁλοκλήρους παρʼ αὐτοῦ γίνεσθαι.
βʹ Ἥ τε γὰρ δὴ ἐν Δέλφοις προφῆτις
Τεσσάρων, ὡς εἴρηται, παραδιδομένων ἐνταῦθα μανιῶν τῶν κρειττόνων τῆς σωφροσύνης, πρώτου μέμνηται τοῦ μαντικοῦ ..., διὰ τὸ ἐκφανῆ αὐτὰ εἶναι ἐν Ἑλλάδι. Λέγει δὲ αὐτῶν νῦν τὰς ἔξω ἐνεργείας ἃ περιποιοῦσιν ἀγαθὰ τοῖς ἀνθρώποις. —Περὶ δὲ τοῦ Δωδωναίου μαντείου διάφορά εἰσι τὰ ἱστορούμενα. Ἔστι μὲν γὰρ παλαιότατον τῶν Ἑλληνικῶν μαντείων· λέγουσι δὲ οἳ μὲν ὅτι δρῦς ἦν ἐκεῖ ἡ μαντεύουσα, οἳ δὲ ὅτι περιστεραί. Τὸ δὲ ἀληθὲς ὅτι γυναῖκες ἦσαν ἱέρειαι αἱ μαντεύουσαι δρυὶ τὴν κεφαλὴν στεφόμεναι, αἵτινες ἐκαλοῦντο πελειάδες· ἴσως οὖν ἀπὸ τοῦ ὀνόματός τινες πλανηθέντες ὑπώπτευσαν εἶναι περιστερὰς τὰς μαντευούσας· ἐπειδὴ δὲ καὶ τὴν κεφαλὴν δρυὶ κατεστέφοντο, ἴσως διὰ τοῦτο εἰρήκασι καὶ τὴν δρῦν μαντεύειν. Ἔστι δὲ Διὸς τὸ μαντεῖον, τὸ δὲ ἐν Δελφοῖς Ἀπόλλωνος. Εἰκότως οὖν ἀμφότερα παρέλαβεν ὡς συγγενῆ τὰ μαντεῖα. Καὶ γὰρ ὁ Ἀπόλλων ὑπουργὸς λέγεται εἶναι τῆς τοῦ Διὸς δημιουργίας, καὶ πολλάκις εἰ ἔδοξεν αὐτοῖς ἀσαφὴς εἶναι ὁ τοῦ Δωδωναίου χρησμὸς, ἀπῄεσαν εἰς τὸ ἐν Δελφοῖς, χρησόμενοι τί βούλεται ὁ τοῦ Διὸς χρησμὸς, καὶ πολλοὺς αὐτῶν ἐξηγήσατο πολλάκις ὁ Ἀπόλλων. —Ἐνθουσιῶσαι μὲν οὖν καὶ μαντευόμεναι αἱ ἱέρειαι πολλὰ εὐηργέτουν τοὺς ἀνθρώπους προλέγουσαι τὰ μέλλοντα καὶ προδιορθούμεναι, σωφρονοῦσαι δὲ ὅμοιαι ἦσαν ταῖς ἄλλαις γυναιξίν. Οὕτως οὐχ ἁπλῶς μανία κακόν ἐστιν, ἀλλά τι κρεῖττον τῆς σωφροσύνης καὶ πολλῶν ἀγαθῶν τοῖς ἀνθρώποις αἴτιον. Ἀλλὰ διὰ τί πολλάκις δοκοῦσαι μηδὲν σεμνὸν ἔχειν ἐν τῷ βίῳ τῷ ἄλλῳ αἱ γυναῖκες ἐνεφοροῦντο; Ἢ ἡμεῖς μὲν ἐπὶ σμικρὸν βλέπομεν, εἰς τοῦτον μόνον αὐτῶν ἀποβλέποντες τὸν βίον, οἱ δὲ θεοὶ καὶ τὰς προβιοτὰς εἰδότες καὶ τὰς περιόδους τῶν ψυχῶν, τοῦτο αὐταῖς νῦν ἀπεκλήρωσαν τὸ γέρας.
Περὶ δὲ τῆς Σιβύλλης οὕτως ἐστι θαυμαστὰ τὰ λεγόμενα, ὥστε δόξαι μύθους εἶναι. Πολλαὶ μέντοι Σιβύλλαι γεγόνασι, πᾶσαι τὸν μαντικὸν ἑλόμεναι βίον. Πᾶσαι μέντοι διά τινα ἴσως αἰτίαν εἵλοντο Σιβύλλαι προσαγορεύεσθαι, ὥσπερ δὴ ὁ Τρισμέγιστος Ἑρμῆς λέγεται πλεονάκις ἐπιδημήσας τῇ Αἰγύπτῳ ἑαυτοῦ ἀνεμνῆσθαι καὶ τρίτον κεκλῆσθαι Ἑρμῆς. Καὶ τρεῖς δὲ λέγονται Ὀρφεῖς παρὰ Θρᾳξὶ γενέσθαι. Ἴσως οὖν καὶ αὗται κατά τινα κοινωνίαν καὶ ἀνάμνησιν εἵλοντο ταύτας τὰς προσηγορίας, ἐπεὶ αὕτη γε ἡ Σιβύλλα ἡ Ἐρυθραία περὶ ἧς νῦν λέγει Ἐριφύλη ἐκαλεῖτο ἐξ ἀρχῆς. Λέγουσι δὲ αὐτὴν εὐθὺς προελθοῦσαν προσειπεῖν ἐξ ὀνόματος ἕκαστον καὶ ἔμμετρα φθέγξασθαι καὶ εἰς βραχὺν χρόνον τέλειον εἶδος ἀνθρώπου λαβεῖν. —Τρία δέ ἐστιν ἐπιχειρήματα ἀφʼ ὧν κατασκευάζει ὅτι ἡ μανία ἀγαθὸν καὶ κρεῖττον σωφροσύνης· ἓν μὲν ἀπὸ τῆς οὐσίας, καθὸ ἐκ θεῶν ἐνδίδοται, πᾶν δὲ τὸ παρὰ θεῶν διδόμενον μέγιστόν ἐστι τῶν ἀγαθῶν, τοῦτο δὲ αὐτοῦ καὶ οὐσία· δεύτερον δὲ ἀπὸ τῆς ἐνεργείας, ὅτι πολλὰ ἀγαθὰ τὴν Ἑλλάδα ἡ τοιαύτη μανία εἰργάσατο· τρίτον ἀπὸ τοῦ ὀνόματος ὅτι οἱ παλαιοὶ καὶ ἔνδοξοι ὀνοματοθέται τὸ μέγιστον τῶν ἐπιτηδευμάτων, τουτέστι τὴν μαντικὴν, τῷ τῆς μανίας ὀνόματι προσηγόρευσαν, μανικὴν προσαγορεύσαντες τὴν νῦν λεγομένην παρʼ ἡμῶν μαντικήν· ὅπερ ὄνομα ἐμπλέξαντες εἰς τὸ τῆς τέχνης ὄνομα μανικὴν τὴν τέχνην ἐκάλεσαν· οἱ δὲ μεταγενέστεροι ὑπὸ ἀπειροκαλίας προσέθεσαν τὸ τ στοιχεῖον, φοβηθέντες τὸ τῆς μανίας ὄνομα. Καὶ κυρίως τῷ ἀπειροκάλως ἐχρήσατο· αὐτὸ γὰρ τὸ καλὸν ἔχοντες ὄνομα τὸ τῆς μανίας, ἀπειρίᾳ τοῦ καλοῦ ἠγνόησαν τὸ καλὸν τοῦ ὀνόματος. Ὅτι δὲ οἱ παλαιοὶ τὴν θείαν μαντικὴν μανικὴν ἐκάλουν, καὶ ἐκ τοῦ ἀντικειμένου δῆλον γίνεται· τὴν γὰρ τῶν ἐμφρόνων, φησὶ, ζήτησιν τοῦ μέλλοντος, τουτέστι τὴν ἀνθρωπίνην πᾶσαν μαντικὴν τὴν στοχαστικὴν, ἥτις κατὰ τὴν ἡμετέραν φρόνησιν ἡμῶν ἐνεργούντων καὶ ζητούντων γίνεται — οἷαί εἰσιν αὗται αἱ διὰ σημείων, ὡς ἀστεροσκοπία, οἰωνοσκοπία ἡ νῦν λεγομένη, ἡ διὰ τῶν οἰωνῶν καὶ ὄρνεων, σπλαγχνοσκοπία, συμβολικὴ, καὶ αἱ ὅμοιαι —, ἐπειδὴ ἐκ τῶν τριῶν τούτων συνεκροτήθησαν, οἰήσεως, νοῦ, ἱστορίας — ἔχουσι γὰρ τὸ μέν τι ἐκ τῆς ἡμετέρας οἰήσεως καὶ στοχασμοῦ, παρὸ καὶ ἀποτυχίαι γίνονται πολλάκις, τὸ δέ τι ἀπὸ τοῦ νοῦ, ἀδύνατον γὰρ ἄνευ τοῦ καθόλου τέχνην συστῆναι, τὸ δέ τι καὶ ἀπὸ ἱστορίας ἔχουσι, τουτέστι πείρας, ὥσπερ δὴ καὶ ποιοῦσιν οἱ τὰς πείρας ἀναγράψαντες —, τὰ τρία ταῦτα οἱ παλαιοὶ ὀνόματα οἴησιν καὶ νοῦν καὶ ἱστορίαν ἐντείναντες εἰς ἓν ὄνομα, οἰονοϊστικὴν αὐτὴν προσηγόρευσαν, πᾶσαν στοχαστικὴν καὶ ἀνθρωπικὴν τέχνην οἰονοϊστικὴν προσαγορεύσαντες, ἀπὸ μὲν τοῦ οἰο τὴν οἴησιν δηλοῦντες, ἀπὸ δὲ τοῦ νο τὸν νοῦν, ἀπὸ δὲ τοῦ ιστικην τὴν ἱστορίαν σημαίνοντες· ἥντινα οἰονοϊστικὴν τὸ ο μεταβάλλοντες εἰς τὸ ω, ὡς εἰς ὀγκοειδέστερον καὶ μακρότερον στοιχεῖον καὶ μεγαλοφωνότερον, οἰωνιστικὴν προσηγόρευσαν πᾶσαν ἀνθρωπίνην καὶ στοχαστικὴν μαντείαν. Ἐκ δὴ τῆς τῶν παλαιῶν μαρτυρίας τοσούτῳ ἐστιν ὑπερτέρα ἡ μανία ἡ ἐκ θεῶν διδομένη τῆς ἀνθρωπικῆς σωφροσύνης καὶ στοχαστικῆς μαντείας, ὅσῳ ἐστὶ καὶ τὸ ὄνομα τοῦ ὀνόματος ὑπέρτερον τὸ τῆς μαντικῆς τοῦ τῆς οἰωνιστικῆς, καὶ τὸ ἔργον τὸ ἐκ τῆς μανίας ἀποτελούμενον τοῦ ἔργου τοῦ ἐκ τῆς οἰωνιστικῆς ἐγγινομένου. —Θαυμάσειε δʼ ἄν τις τοῦ φιλοσόφου τὴν εὐγνωμοσύνην, ὅπως οὐδὲν πλέον ἐν τοῖς συμπεράσμασι λαμβάνει, ἀλλʼ αὐτὸ τὸ ἐκ τῶν ὡμολογημένων συναγόμενον ἄντικρυς κατὰ τὴν γεωμετρικὴν δικαιοσύνην.
γʹ Ἀλλὰ μὴν νόσων γε καὶ πόνων τῶν μεγίστων
Μεταβέβηκεν ἀπὸ τῆς μαντικῆς ἐπὶ τὴν τελεστικὴν μανίαν, ἥντινά φησιν ἀπαλλάττειν τῶν μεγίστων κακῶν καὶ τὸν καθʼ ἕκαστον ἡμῶν καὶ γένη ὅλα καὶ πόλεις, ἵνʼ ὥσπερ ἡ ἔνδον τελεστικὴ τελέαν ἡμῶν ἐποίει τὴν ψυχὴν καὶ ὁλόκληρον, ὥστε κατὰ πάσας τὰς δυνάμεις αὐτὴν ἐνεργεῖν, οὕτω δὴ καὶ ἡ ἔξω τελεστικὴ, ἀπαλλάττουσα ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς τῶν ἐνοχλούντων δυσχερῶν εὔροιαν ἡμῖν καὶ εὐδαιμονίαν παρασκευάσῃ κατὰ τὸν βίον. —Ἀλλὰ πῶς λόγον ἔχει τὸ ἐκγόνους ὑπὲρ προγόνων δίκας διδόναι; ἢ μάλιστα μὲν καὶ διεδέξαντο τὰς ἐκείνων κτήσεις, καὶ χρυσὸν καὶ ἄργυρον, ἐξ ἀδικιῶν πολλάκις συναχθείσας, ὃ καὶ ἱκανὸν αὐτοῖς ἐπαγαγεῖν τὴν δίκην; ἔπειτα δὲ καὶ συμπάσχουσιν αἱ τῶν προγόνων ψυχαὶ ταῖς τῶν ἀπογόνων, περιστατικῶς ἀναστρεφομέναις, οὐδὲ τούτων ἀναξίως ὑπομενόντων τὰς δίκας· συνάγεται γὰρ ὁ ἄξιος τοῦ τάδε παθεῖν εἰς τὸ τοιόνδε γένος, τῆς προνοίας ἐξῃρημένως καὶ τῆς θείας δὲ φύσεως καὶ τῶν μοιρηγετῶν θεῶν συνδιαπλεκόντων πάντα ἐν τάξει καὶ κατὰ δίκην.
Ἔπειτα δὲ καὶ μία τις συνέχεια ὁρᾶται τοῦ γένους· ὥσπερ γὰρ τῶν σπερμάτων καὶ τῶν φυσικῶν λόγων γίνεταί τις κοινωνία, οὕτω δὴ καὶ τῶν τοιῶνδε ψυχῶν καὶ γενῶν καὶ τῶν τούτοις ἑπομένων ἀγαθῶν ἢ κακῶν. Ὥσπερ γὰρ εἰ ἡμεῖς κοιμώμενοι ἐπελανθανόμεθα τῆς προτέρας ζωῆς τῆς χθὲς γενομένης, ἔδοξαν ἂν ἡμῖν πολλοὶ βίοι εἶναι ἐν ἑνὶ ἀνθρωπίνῳ βίῳ, συνεχοῦς οὔσης τῆς ζωῆς ἐν τοῖς ἑβδομήκοντα ἢ ὀγδοήκοντα τούτοις ἔτεσιν, οὕτω δὴ καὶ ἐν τῷ γένει τῷδε ἐστί τις συνέχεια ἣν ἡμεῖς μὲν οὐχ ὁρῶμεν, οἱ μέντοι μοιρηγέται θεοὶ καὶ οἱ τὰ γένη κληρωσάμενοι δαίμονες ... Ὥσπερ οὖν ἐν ἑνὶ βίῳ τήνδε τὴν νόσον ὁ ἰατρὸς οὐκ εὐθὺς χειρουργίᾳ θεραπεύει, ἀλλὰ περιμένει ἄχρις οὗ ἐπιτήδειος γένηται ὁ πάσχων ὑπομεῖναι τὴν χειρουργίαν, οὕτω καὶ ἐν τῷ γένει ποιοῦσιν οἱ ἔφοροι τοῦ γένους δαίμονες, ὡς καὶ Ἡρόδοτος ἱστορεῖ, ὅτι μετὰ πέντε γενεὰς ἐξέτισαν οἱ τοῦ Λυδοῦ ἀπόγονοι τὴν δίκην. —Τὸ δὲ παλαιῶν ἐκ μηνιμάτων ὅτι τὰ πολυχρόνια τῶν ἁμαρτημάτων δυσεκνιπτότερά εἰσιν, ἃ καὶ τελεστικῆς μόνης δεῖται εἰς κάθαρσιν, τὰ δὲ ὀλιγοχρονιώτερα εὐιατώτερα· Ὥσπερ δὴ καὶ ἐπὶ ἰατρικῆς ὁρῶμεν, ὀλιγοχρονίων μὲν γὰρ ὄντων τῶν παθῶν καὶ εὐθὺς ἀρξαμένων, ἐὰν ἐπιμελεῖσθαί τις ἄρξηται ἑαυτοῦ, ῥᾷον ἀπαλλάττεται, πολυχρονίων δὲ γενομένων δυσχερέστερον, οἷον γὰρ εἰς φύσιν καὶ ἕξιν καθίσταται τὸ κακὸν καὶ γίνεται ὥσπερ οὐλὴ ἐνσκιρρωθεῖσα· οὕτως οὖν καὶ ἐπὶ τῶν ἀδικημάτων, ἐὰν μὲν αὐτὸς ὁ ἁμαρτὼν εὐθὺς μεταγνῷ καὶ προσελθὼν ἀπολογήσηται τῷ ἀδικηθέντι, ἀναλύει τὸ ἀδίκημα καὶ ἀνυπεύθυνον ἑαυτὸν ποιεῖ τῇ δίκῃ, ὅταν δὲ πατρός τις ἀδίκημα ἀναλύῃ, ὃν ἥρπασεν ἐκεῖνος ἀγρὸν φέρε ἀποδιδοὺς, ἑαυτόν τε ἀνυπεύθυνον ποιεῖ τῇ δίκῃ, τήν τε ψυχὴν τοῦ πρώτως ἁρπάσαντος ἐπικουφίζει καὶ ὠφελεῖ — ταῦτα δὲ καὶ ἡ τελεστικὴ θᾶττον ἰᾶται —, ἐὰν μέντοι ἀπὸ προγόνων ἁρπάσας τύχῃ τὸν ἀγρὸν καὶ ἐφεξῆς ὅλον τὸ γένος χρήσηται, πρῶτον μὲν ἄδηλον λοιπὸν γίνεται τὸ ἀδίκημα καὶ ταύτῃ δυσιατώτερον, ἔπειτα δὲ καὶ ὁ χρόνος ὥσπερ φυσιοῖ τὸ κακόν. Διὰ δὴ τοῦτο πολλάκις οἱ θεοὶ προφητεύουσι καὶ εἰς τούσδε τοὺς τόπους ἀπελθεῖν καὶ ἀπολογήσασθαι τῷδε τῷ ἀνθρώπῳ, ᾧ μηδέποτε γνώριμος γέγονε, καὶ ἐξευμενίσασθαι τόνδε, ἵνʼ οὕτως ἰάσεως τύχῃ καὶ ἀποθῆται τὰ δυσχερῆ καὶ παύσηται ποινηλατούμενος. Προφητεύουσι δὲ οἱ θεοὶ οὐχ ἵνα τὴν δίκην ἀνέλωσιν, ἀλλʼ ἵνα τὰ τῆς δίκης γένηται καὶ ἡμεῖς ἐπανορθώμεθα.
Ἡ τελεστικὴ οὖν, ᾧ ἂν ἐγγένηται αὐτόν τε ἀνορθοῖ τὸν ἔχοντα τὴν μανίαν, καὶ διʼ αὐτοῦ καὶ ἄλλους πολλοὺς σῴζει· ὥσπερ δὴ καὶ ἐπὶ ἐκείνου λέγεται τοῦ τεμόντος τὴν δρῦν καὶ παρακαλουμένου ὑπὸ τῆς Νύμφης μὴ τεμεῖν, ὅμως οὐκ ἐφείσατο, ἀλλʼ ἔτεμε καὶ ἔμεινε ποινηλατούμενος καὶ τῶν ἀναγκαίων τροφῶν δεόμενος, καὶ εἴ ποτε καὶ ἐνέπιπτέ τι αὐτῷ εὐθὺς ἐξεφορεῖτο ἄχρις οὗ ὁ τελεστὴς αὐτῷ εἶπε βωμὸν ἱδρύσασθαι καὶ θῦσαι τῇδε τῇ Νύμφῃ· καὶ οὕτως ἐπαύσατο τῶν συμφορῶν. Ἄλλῳ δὲ μητροκτονήσαντι εἶπεν ὁ θεὸς ζητῆσαι ἄλλην γῆν παρὰ τὴν οὖσαν καὶ ἐκεῖ οἰκῆσαι, ὃ δὲ, νῆσον ἀναδοθεῖσαν ὑπὸ τοῦ ποταμοῦ συμβαλὼν δηλοῦσθαι, ἀπελθὼν ᾤκησε, καὶ ἐπαύσατο ποινηλατούμενος. Καλῶς δὲ προέταξε τοὺς καθαρμοὺς τῶν τελετῶν· οἳ μὲν γὰρ ἀπαλλάττουσιν ἡμᾶς τῶν ἀλλοτρίων, αἱ δὲ τελεταὶ λοιπὸν ἐνιδρύουσι, καὶ θεοῖς. Ἐξάντη δὲ λέγει ἀντὶ τοῦ καθαρὸν καὶ ἐξ ἐναντίας, ᾗ διέκειτο πάλαι ποινηλατούμενος, ἀντὶ τοῦ ὑγιῆ καὶ ἔξω ἄτης· τὸ δὲ ν ἔγκειται διʼ εὐστομίαν.
δʹ Τρίτη δὲ ἀπὸ Μουσῶν
Τρίτην ταύτην τὴν μουσικὴν μανίαν παραδίδωσιν, ἥτις τὰ τῶν παλαιῶν ἔργα ὑμνοῦσα καὶ ἀρετὰς καὶ ἐπιτηδεύματα διὰ μέτρων ἐντείνασα, παιδεύει τὸν βίον. Μὴ θαυμάσῃς δὲ, εἰ ἐνταῦθα παιδευτικὴν εἶναί φησι τὴν ποιητικὴν, ἀλλαχοῦ αὐτὴν ἐκβάλλων· τὴν μὲν γὰρ ἔνθουν ποιητικὴν προσίεται, τὴν δὲ ἐξ ἀνθρώπων τεχνικὴν παραιτεῖται. Κάτοχοι μὲν οὖν εἰσιν, οὓς εἰώθαμεν καὶ δοχέας καλεῖν, καὶ κατοκωχὴ ἡ τῷ θεῷ κατασχεθεῖσα. Ἁπαλὴν δὲ λέγει τὴν εὔπλαστον καὶ εὐπαθῶς ἔχουσαν πρὸς ὑποδοχὴν τοῦ θείου· ἄβατον δὲ τὴν μὴ διαστραφεῖσαν ἀπὸ ἀλλοτρίων δοξασμάτων καὶ ἀναπλησθεῖσαν ἀνθρωπικῆς φλυαρίας. — Ἐγείρουσα δὲ ἀντὶ τοῦ ἀπὸ τοῦ σώματος κουφίζουσα καὶ τῷ θείῳ προσάγουσα. —Τὸ δὲ ἐκβακχεύουσα μὴ ταράξῃ ἡμᾶς ὡς Διονυσιακὸν ὄνομα· καὶ γὰρ ἐπιπλέκονται ἀλλήλοις οἱ ἐνθουσιασμοί· εἴποις δʼ ἂν καὶ τοῦτο ὅτι ἐξηρτῆσθαι ἀλλήλων βούλεται τοὺς ἐνθουσιασμοὺς, τὸν μὲν τελεστικὸν τοῦ μαντικοῦ, τὸν δὲ μουσικὸν τοῦ τελεστικοῦ· διὸ καὶ τοῖς οἰκείοις τῶν ἐπαναβεβηκότων ὀνόμασι χρῆται ἐπὶ τῶν ἐφεξῆς· διὸ ἐπὶ τῆς τελεστικῆς εἶπεν. — Ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα· τὸ γὰρ προφητεύσασα ὄνομα οἰκεῖον τῆς μαντικῆς· πάλιν δʼ αὖ ἐπὶ τῆς μουσικῆς εἶπε τὸ ἐκβακχεύουσα, ὅ ἐστιν ἴδιον τῆς τελεστικῆς, οὕτως ἔχεσθαι ἀλλήλων βούλεται τοὺς ἐνθουσιασμούς.
Ἐρεῖ δὲ ἐν τοῖς ἑξῆς φανερῶς ὅτι ἡ τελεστικὴ παρὰ Διονύσου δέδοται. — Ὠιδὰς δὲ λέγει τὰ τῶν λυρικῶν συγγράμματα· τὴν δὲ ἄλλην ποίησιν ἐποποιίαν καὶ ἰαμβοποιίαν καὶ τἄλλα εἴδη τῆς ποιήσεως, ᾗ καὶ Ἀριστοτέλης διαιρεῖ ἐν τῷ Περὶ ποιητικῆς.
εʹ Μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα
Ἡ μὲν ἔνδον ἐν τῇ ψυχῇ ἐνέργεια τῆς ποιητικῆς μανίας ἐπιβάλλουσα τοῖς ὑπερτέροις καὶ νοητοῖς μεταδίδωσι τοῖς καταδεεστέροις ἁρμονίας καὶ τάξεως· ἡ δὲ ἔξω ἔνθους ποιητικὴ τά τε τῶν παλαιῶν ἔργα ὑμνεῖ τούς τε ἐφʼ ἑαυτῆς καὶ μεταγενεστέρους παιδεύει, πανταχῇ ἑαυτῆς ἐκτείνουσα τὰς ἐνεργείας. Καὶ ταῦτα μὲν οἱ ἔνθοι ποιηταί· ὃς δʼ ἂν ἄνευ, φησὶν, ἐνθέου μανίας τῶν Μουσῶν ἐκ τέχνης ἐλπίσῃ γενέσθαι ἔνθους ποιητὴς, ἀτελὴς αὐτός τε ἔσται τοῦτο οἰόμενος καὶ ἡ ποίησις αὐτοῦ κατακρατεῖται καὶ καλύπτεται ὑπὸ τῆς τῶν μαινομένων ποιήσεως. Τί γὰρ ὅμοιον ἡ Χοιρίλου καὶ Καλλιμάχου ποίησις πρὸς τὴν Ὁμήρου ἢ Πινδάρου; —Καλῶς δὲ εἶπεν ἐπὶ ποιητικὰς θύρας καὶ οὐχὶ Μουσῶν θύρας ἀφικνεῖσθαι τὸν ἐκ τῆς τέχνης ἀνθρωπίνης ποιητήν· τὴν ἀρχὴν γὰρ οὐδὲ πελάζουσι ταῖς τῶν Μουσῶν θύραις· οἱ μέντοι ἔνθοι ποιηταὶ μονονουχὶ τὰς θύρας τῶν Μουσῶν ἀράττουσι καὶ οὕτως ἐκεῖθεν πληροῦνται, ἕσπετε νῦν μοι Μοῦσαι βοῶντες, καὶ μῆνιν ἄειδε θεὰ καὶ ἄνδρα μοι ἔννεπε Μοῦσα· ἀεὶ γὰρ εἰς αὐτὰς ἀνατεινόμενοι τὸν ἑξῆς λόγον ὡς ἐκεῖθεν ἀπʼ αὐτῶν τῶν Μουσῶν πληρωθέντες διατιθέασιν. —Ἐπισημαντέον δὲ τοῦτο καὶ ζητητέον πῶς εἰπὼν ἔνθουν μαντείαν καὶ ἀντεξετάσας αὐτῇ τὴν ἀνθρωπικὴν μαντείαν ἣν ἐκάλεσεν οἰωνιστικὴν, καὶ πάλιν εἰπὼν ἔνθουν ποιητικὴν καὶ ἀντιπαραβαλὼν αὐτῇ πάλιν τὴν ἀνθρωπικὴν καὶ τεχνικὴν ποιητικὴν, ἐπὶ τῆς τελεστικῆς τοῦτο οὐκ ἐποίησεν, ἀλλὰ μόνον τὴν ἔνθουν ἐξέθετο τελεστικήν. Καίτοι καὶ ἐκεῖ ἔστιν ἡ ὑποδυομένη ταύτην ἀνθρωπικὴ καὶ τεχνικὴ τελεστικὴ, οἵᾳ χρῶνται καὶ οἱ ἱερεῖς περὶ τὰς θεραπείας τῶν ἀγαλμάτων νόμῳ πόλεως καὶ κατὰ τὰ οἰκεῖα πάτρια· καὶ αἱ ἐπῳδαὶ δὲ καὶ αἱ διὰ βοτανῶν ἢ λίθων θεραπεῖαι εἴησαν ἂν τῆς τεχνικῆς τελεστικῆς. Ἢ οὖν ὡς σαφὲς παρῆκε· πολὺ γὰρ τοῦτο ἐν ταῖς πόλεσιν, ἢ ὡς μηδὲν μέγα ἀνύουσαν, ἢ εἰ καὶ ἀνύει κατὰ τὸν ἐξ ἀρχῆς ἐνθουσιασμὸν ἀνύει· εἰκόνας γὰρ φέρουσιν αἱ ὑποδυόμεναι τῶν ἀληθινῶν αἰτιῶν.
ςʹ Τοσαῦτα μέν σοι
Περὶ τριῶν μανιῶν εἰπὼν τῆς τε μαντικῆς καὶ τῆς τελεστικῆς καὶ τῆς μουσικῆς, περὶ τῆς ἐρωτικῆς ὑπερέθετο νῦν εἰπεῖν ὡς ἑξῆς ἐρῶν περὶ αὐτῆς· ἔδει γάρ τινα πρὸ αὐτῆς ἀποδειχθῆναι. Ἐπεὶ γὰρ ἡ ἐρωτικὴ εἰς τὸ νοητὸν βούλεται κάλλος ἀνάγειν τὴν ψυχὴν, ἔδει πρότερον περὶ ψυχῆς ποιήσασθαι τὸν λόγον καὶ τῆς τῶν θείων ψυχῶν χορείας καὶ περὶ τῆς συμπεριπολήσεως τῶν τε ἄλλων καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ πολὺ πρότερον περὶ τῆς ἀθανασίας αὐτῶν, ὃ καὶ ποιήσει ἑξῆς. Καὶ οὕτως ἐπάξει μετὰ ταῦτα· «ἔστι δὴ οὖν δεῦρο πᾶς ἥκων λόγος περὶ τῆς τετάρτης μανίας·» καὶ οὕτως ἐφεξῆς ἐρεῖ περὶ τῆς ἐρωτικῆς. Διὰ ταῦτα μὲν οὖν ἀπεσιώπησε νῦν τὰ περὶ τῆς ἐρωτικῆς· δῆλος δʼ ἐστὶν ἐν τούτοις ὁ Πλάτων εἰδὼς καὶ ἄλλους ἐνθουσιασμοὺς παρὰ τούτους τοὺς τέσσαρας· εἶπε γὰρ ἔχειν εἰπεῖν καὶ ἄλλα πλείω μανίας εἴδη γινόμενα ἀπὸ θεῶν. Τὸ δὲ ἐπʼ ὠφελείᾳ τοῦ τε ἐρῶντος καὶ τοῦ ἐρωμένου γίνεσθαι τὴν φιλίαν οἰκεῖον τῆς θείας ἐρωτικῆς. Ὁ μὲν γὰρ Λυσίας ἀκολάστως ἐρῶν ἑαυτῷ μὲν δοκοῦσαν ὠφέλειαν περιποιεῖ, τῷ δὲ ἐρωμένῳ μεγίστην βλάβην· ὁ δὲ σώφρων ἔρως αὐτὸν τὸν ἔχοντα ὠφελεῖ· ὁ δὲ ἔνθους ἐραστὴς κοινὴν τὴν ὠφέλειαν ἑαυτῷ τε καὶ τῷ ἐρωμένῳ περιποιεῖ· εἰς ἑαυτὸν γὰρ ἐπιστρέφει τὸν ἐρώμενον καὶ ἅμα τὴν τοῦ νοητοῦ κάλλους θεωρίαν ποιοῦνται. Σημειωτέον δὲ παρὰ Πλάτωνι τὸ τῆς εὐτυχίας ὄνομα ὅτι δὴ οὐκ ἐπὶ τῶν ἐκτὸς ἀλλʼ ἐπὶ τῶν ψυχικῶν ἀγαθῶν τὴν μεγίστην εὐτυχίαν τάττει. —Πάνυ δὲ θαυμαστῶς εἴρηται περὶ τῆς ὅλης ἀποδείξεως τῆς παλινῳδίας τὸ δεινοῖς μὲν, τουτέστι τοῖς ἐριστικοῖς, ἄπιστον αὐτὴν εἶναι, σοφοῖς δὲ πιστήν. Ἡ μὲν γάρ τις τῶν ἀποδείξεων χρῆται λήμμασι τοιούτοις ἅτινα πάντα ἄνδρα καὶ ἑκόντα καὶ ἄκοντα τὸ δὴ λεγόμενον καταναγκάσει πεισθῆναι, ὡς ἐρεῖ τὰ περὶ ἀθανασίας ψυχῆς, ἡ δέ τις χρῆται τοιούτοις λήμμασιν ἃ τοῖς μὲν λογικωτέροις καὶ ἐριστικοῖς τῶν διαλεκτικῶν καὶ παντὸς τοῦ λεγομένου λόγον ἀπαιτοῦσιν ἔσται ἄπιστα, τοῖς δὲ ἐπιστήμοσι καὶ ἐπιβλητικοῖς καὶ βραχείας μόνον ἀναμνήσεως δεομένοις παντὸς μᾶλλον ἔσται πιστά. Οὗτοι δέ εἰσι μὲν οἱ καὶ τὴν ἀθανασίαν τῆς ψυχῆς ἑαυτῶν ἑωρακότες, ταῦτα δέ ἐστι τὰ περὶ θεῶν. Τὰ μὲν οὖν περὶ ἀθανασίας ψυχῆς διʼ ἀναμφισβητήτων ἀποδείξεων κατασκευάσει ἀπʼ αὐτῆς τῆς οὐσίας τῆς ψυχῆς τὰς ἀποδείξεις φέρων· εἰς μέντοι τοὺς περὶ τοῦ Διὸς λόγους καὶ τῶν ἡγεμόνων θεῶν καὶ τῶν ἑπομένων τούτοις θεῶν καὶ δαιμόνων καὶ ψυχῶν τῶν τε θείων καὶ ἀνθρωπίνων καὶ εἰς τὴν θέαν τοῦ νοητοῦ κάλλους ἀνάγων τὴν ψυχὴν καὶ τὸν ὑπερουράνιον τόπον, οὐκέτι ἀξιοῖ αὐτὰ ἀποδεικνύναι, ἀλλʼ ἀποφαντικῶς ἀποφαίνεται περὶ αὐτῶν, ἅτε δὴ τῷ ὄντι ἐνθουσιῶν. Διαλέξεται δὲ ἀποφαντικῶς καὶ περὶ τῶν ἐννέα βίων ὧν ἕνα αἱρεῖται ἡ ψυχὴ πρώτως ἐκ τοῦ νοητοῦ κατιοῦσα. Διὰ ταῦτα καὶ ἄλλα τοιαῦτα πολλὰ οὐκ ἀξιῶν χρῆσθαι ταῖς λογικωτέραις ἀποδείξεσιν, ἀλλʼ αὐτοπτεῖν αὐτὴν ἐφʼ ἑαυτῆς ἀξιῶν αὐτὰ τὴν ψυχὴν, εἶπε τό «ἡ δὲ δὴ ἀπόδειξις ἔσται δεινοῖς μὲν ἄπιστος, σοφοῖς δὲ πιστή· δεῖ οὖν πρῶτον ψυχῆς φύσεως πέρι θείας τε καὶ ἀνθρωπίνης ἰδόντα πάθη τε καὶ ἔργα τἀληθὲς νοῆσαι.» Ἐπειδὴ γὰρ περὶ τῆς εἰς τὸ νοητὸν κάλλος ἀναγωγῆς ὁ λόγος καὶ ἀναγόντων καὶ ἀναγομένων ἐρώντων τε καὶ ἐρωμένων πληρούντων τε καὶ πληρουμένων, καί εἰσιν οἱ μὲν ἀνάγοντες καὶ πληροῦντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θεῖαι ψυχαὶ ἀγγελικαί τε καὶ δαιμόνιαι καὶ ἡρωϊκαὶ ἐφιέμεναι τοῦ θείου κάλλους καὶ ἑπόμεναι τοῖς ἡγεμόσιν αὐτῶν, καὶ ὥς φησι πρώτῳ τῷ ἡγεμόνι Διὶ, αἱ δὲ ἀναγόμεναι ὡς ἐν ἐσχάτοις αἱ ἀνθρώπειαι ψυχαὶ, διὰ δὴ τοῦτο περὶ θείας ψυχῆς καὶ ἀνθρωπίνης τὸν λόγον ποιήσεται, δηλονότι τῆς λογικῆς. Ἤδη γὰρ ἐντεῦθεν οἷον πρὸ ἀποδείξεως ἐνδείκνυται ὅτι ἀθάνατος ἡμῶν ἡ ψυχὴ ἅτε συνταττομένη ταῖς θείαις ψυχαῖς καὶ ἔχουσα πρὸς αὐτὰς κοινωνίαν. —Τὸ δὲ πάθη τε καὶ ἔργα, πάθη μὲν ἂν λέγοι περὶ τῆς ἡμετέρας ψυχῆς· ἐρεῖ γὰρ πῶς μὲν ἀνάγεται, πῶς δὲ πτερορρυεῖ πάλιν καὶ πίπτει εἰς γένεσιν· ἔργα δὲ ἐπὶ τῶν θείων ψυχῶν. —Τὸ δὲ τἀληθὲς νοῆσαι ἀντὶ τοῦ· τὴν ἀθανασίαν αὐτῆς ἰδεῖν· τοῦτο γὰρ οὐσία καὶ φύσις αὐτῆς ἐστι καὶ ἀλήθεια. —Ἀναγκαίως δὲ ἦλθεν εἰς τὸ τὴν ἀθανασίαν τῆς ψυχῆς κατασκευάσαι, οἷον κατὰ ἀνάλυσιν ἐπὶ τοῦτο ἐλθὼν, ὡς αὐτὸς ὕστερον ἐρεῖ. Ἔστι δὲ τοιάδε τις ἡ ἀνάλυσις. Ὁ ἔρως τῶν μεγίστων ἐστὶν ἀγαθῶν αἴτιος· μέγιστον δὲ τῶν ἀγαθῶν ἡ εὐδαιμονία· εὐδαιμονία δὲ ὁμοίωσις θεῷ· ὁμοιούμεθα δὲ θεῷ τῶν αὐτῶν ἐφαπτόμενοι· τῶν αὐτῶν δὲ ἐφαπτόμεθα τὸ νοητὸν κάλλος θεασάμενοι· ὁρῶμεν δὲ αὐτὸ ἀναμνησθέντες αὐτοῦ ἐνταῦθα ὄντες· ἀναμιμνῄσκεται δὲ ὅ ποτε θεασάμενος· ἐθεασάμεθα δέ ποτε εἰ ἀθάνατος εἴη ἡμῶν ἡ ψυχή· ὥστε δεῖ τοῦτο αὐτὸ προηγουμένως ἀποδεῖξαι ὅτι ἀθάνατος ἡ ψυχή· ἐὰν γὰρ μὴ ᾖ ἀθάνατος, περιττοὶ πάντες καὶ μάταιοι οἱ ἑξῆς λόγοι. Ποῦ γὰρ καὶ ἀναχθήσεται θνητὴ οὖσα; Εἰ δέ ἐστιν ἀθάνατος, ἐθεάσατό ποτε, ὥστε καὶ ἀναμιμνῄσκεται τοῦ νοητοῦ κάλλους· ὥστε τῶν αὐτῶν ἐφάπτεται τοῖς θεοῖς· ὁμοιοῦται ἄρα τούτοις· ὥστε εὐδαιμονεῖ καὶ μεγίστων ἀγαθῶν τυγχάνει. Ταῦτα δὴ αὐτῇ ὁ θεῖος καὶ ἀναγωγὸς ἔρως περιποιεῖ· διὸ τῷ κατὰ ἀνάλυσιν τρόπῳ πως χρώμενος ἦλθεν ἐπὶ τὸ τὴν ἀθανασίαν τῆς ψυχῆς πρῶτον κατασκευάσαι, τοῦτο δὲ δείξας συντίθησι πάντα τὰ ἐφεξῆς. —Συντομώτερον δʼ ἂν οὕτως ἀναλύσαις· πρόκειται τῷ ἐνθέῳ ἐραστῇ ἐπὶ τὸ νοητὸν κάλλος καὶ ὄντως ὂν ἀναπέμψαι τὸν ἐρώμενον· τοῦτο δʼ ἂν ποιήσειεν, εἰ ἀναμνήσειεν αὐτὸν ἐκείνου ἀπὸ τῶν τῇδε καλῶν· ἀναμιμνῄσκει δὲ εἰ ἀθάνατον αὐτοῦ δείξει τὴν ψυχήν· καὶ γὰρ ἀναμιμνῄσκεται ὅ ποτε θεασάμενος· ὁ γὰρ μηδέποτε θεασάμενος οὐδὲ ἀναμιμνῄσκεται· ὥστε ἀναγκαίως πρῶτον περὶ ἀθανασίας ψυχῆς ποιήσεται τὸν λόγον· οὐ πάσης — οὐ γὰρ καὶ τῆς τοῦ μύρμηκος —, ἀλλʼ ὡς εἶπεν αὐτὸς θείας τε καὶ ἀνθρωπίνης.
ζʹ Ἀρχὴ δὲ ἀποδείξεως ἥδε
Οὐ τῆς πάσης ἁπλῶς ἀποδείξεως τῆς παλινῳδίας ἀρχὴ ἥδε — ἀνωτέρω γὰρ περὶ αὐτῆς εἶπε τῆς ἀρχῆς τῆς παλινῳδίας ὅτι δεινοῖς μὲν ἄπιστος, σοφοῖς δὲ πιστή —, ἀλλὰ ἀρχὴ τῆς περὶ ἀθανασίας ψυχῆς ἀποδείξεως ἥδε. Οὐ τὸ συμπέρασμα οὖν λέγει ἀρχὴν ἀποδείξεως· πρῶτον μὲν γὰρ καὶ τὸ τέλος ἐστί πως ἀρχὴ τῶν πρὸς τὸ τέλος· ἀλλʼ ἐνδείκνυται ὅτι ἐν αὐτῇ τῇ οὐσίᾳ τῆς ψυχῆς ἐστιν ἡ ἀθανασία; καὶ συνεσπειραμένως καὶ ἡνωμένως περιέχεται ἐν τῷ συμπεράσματι ἡ πᾶσα ἀπόδειξις.
ηʹ Ψυχὴ πᾶσα ἀθάνατος
Πρῶτον περὶ ποίας ψυχῆς ὁ λόγος ζητητέον. Οἳ μὲν γὰρ περὶ τῆς τοῦ κόσμου μόνης ᾠήθησαν εἶναι τὸν λόγον διὰ τὸ εἰρηκέναι αὐτὸν πᾶσα καὶ μετʼ ὀλίγα ἐπάγειν «ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν ξυμπεσοῦσαν στῆναι·» ὧν ἐστι Ποσειδώνιος ὁ Στωϊκός. Οἳ δὲ περὶ πάσης ἁπλῶς καὶ τῆς τοῦ μύρμηκος καὶ μυίας, ὧν ἐστιν Ἁρποκρατίων· τὸ γὰρ πᾶσα ἐπὶ πάσης ψυχῆς ἀκούει. Εἰ δὲ δεῖ μήτε ἁπλῶς ἀποστενῶσαι τὸ πρόβλημα μήτʼ ἐπὶ πάντα ἐκτείνειν ἁπλῶς τὰ ζῷα, ἀπʼ αὐτοῦ τοῦ Πλάτωνος ληψόμεθα περὶ ποίας ψυχῆς νυνὶ διαλέγεται· προεῖπε δὴ αὐτὸς δεῖν πρῶτον ψυχῆς φύσεως πέρι διαλεχθῆναι θείας τε καὶ ἀνθρωπίνης, τουτέστι περὶ πάσης λογικῆς ψυχῆς· ὥστε περὶ τῆς λογικῆς ψυχῆς ἐστιν ὁ παρὼν λόγος. Καὶ γὰρ ἄλλως κυρίως ψυχὴν εἰώθασιν οἱ παλαιοὶ καλεῖν τὴν λογικήν· τό τε γὰρ ὑπὲρ αὐτὴν νοῦν καλοῦσι, τό τε καταδεέστερον αὐτῆς οὐχ ἁπλῶς ψυχὴν, ἀλλʼ ἄλογον ψυχὴν καὶ θνητὸν εἶδος ψυχῆς καὶ δεύτερον ἴχνος ζωῆς καὶ ἄλογον ζωὴν, ἢ καὶ ἐμψυχίαν τοῦ πνεύματος καὶ περὶ τοῖς σώμασι ζωὴν καὶ τὰ τοιαῦτα· ἰδίως δὲ καὶ κυρίως ψυχὴν τὴν λογικήν. Καὶ γὰρ τὸν κυρίως ἄνθρωπον τὴν λογικὴν ψυχὴν ἀποκαλεῖ. Συνελόντι οὖν φάναι, περὶ πάσης λογικῆς ψυχῆς ὁ λόγος. Προανεφώνησε δὲ τὸ συμπέρασμα, ἐπειδὴ μέλλει ἐκ τῶν καθʼ αὑτὰ ὑπαρχόντων τῇ ψυχῇ καὶ ᾗ αὐτὸ ποιεῖσθαι τὰς ἀποδείξεις· διὰ τοῦτο οὖν προέθηκε τὸ συμπέρασμα, ἐνδεικνύμενος ὅτι ἐν αὐτῷ τῷ ὅτι συνεσπειραμένως περιέχεται τὸ διότι· ἐκ γὰρ αὖ τῆς οὐσίας αὐτῆς ἔχει τὸ ἀθάνατον ἡ ψυχή. Πρὸ τῆς οὖν ἀνεπτυγμένης καὶ διῃρημένης καὶ ἀνηπλωμένης ἀποδείξεως τὸ συνεσπειραμένον καὶ ὁμοῦ τὸ ὅτι τὸ διότι περιέχον προσέθηκε. Δύο δέ εἰσι συλλογισμοὶ ἐνταῦθα ἀποδεικτικοὶ, διʼ ὧν ἡ τῆς ψυχῆς ἀθανασία ἀποδείκνυται, ἐπʼ εὐθείας δεικνύμενοι, εἷς δὲ ἄλλος ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. Ἀλλὰ διὰ τί τοσοῦτος ὁ τῶν συλλογισμῶν ἀριθμός; οὐ γὰρ δὴ ἁπλῶς πλῆθος ἐπιχειρημάτων ἐκθέσθαι βούλεται — ἦ γὰρ ἂν καὶ ἄλλοις πλείοσιν ἐχρήσατο ὡς ἐν Φαίδωνι —, ἀλλʼ οἰκείως δηλονότι ἑκάστῃ πραγματείᾳ χρῆται. Νῦν γὰρ ὡς εἴπομεν ἐκ τῆς οὐσίας καὶ τῶν καθʼ αὑτὰ ὑπαρχόντων τῇ ψυχῇ φέρει τὰ ἐπιχειρήματα· φημὶ δὲ ὅτι, ἐπειδὴ πρόκειται ἀθάνατον δεῖξαι τὴν ψυχὴν, ἐὰν εἰδῶμεν πόσοι τρόποι εἰσὶ φθορᾶς καὶ ἐπιδείξωμεν ὅτι κατʼ οὐδένα αὐτῶν φθείρεται ἡ ψυχὴ, δεδειχότες ἂν εἴημεν ὅτι ἄφθαρτός ἐστι καὶ ἀνώλεθρος, καὶ δῆλον ὅτι ἀθάνατος. Πᾶν δὴ τὸ φθειρόμενον διχῶς φθείρεται· ἢ γὰρ αὐτὸ ὑφʼ ἑαυτοῦ διὰ τὴν ἐν αὐτῷ ὕλην, ἢ ἔξωθεν· οἷον τὸ ξύλον καὶ κείμενον μόνον φθείρεται διὰ τὴν ἐν αὐτῷ σηπεδόνα — ἐν ἑαυτῷ γὰρ ἔχει τὸ αἴτιον τῆς φθορᾶς· ὡς καὶ ἐν Πολιτείᾳ εἶπεν ὅτι πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς οἰκείας κακίας φθείρεται —, ἢ ἔξωθεν· δύναται γὰρ καὶ κατακαῆναι καὶ καταπρισθῆναι ὑπό τινος. Ἐπειδὴ οὖν δύο τρόποι εἰσὶ φθορᾶς, διὰ τοῦτο καὶ δύο συλλογισμοὶ ἐξετέθησαν· ὃ μὲν γὰρ δείκνυσιν ὅτι οὔτʼ ἐξ ἑαυτῆς φθείρεται ἡ ψυχὴ, ὅπερ διὰ τοῦ αὐτοκινήτου δείκνυσι καὶ ἀεικινήτου· ὃ δὲ ὅτι οὔτε ὑπʼ ἄλλου, ὅπερ διὰ τοῦ εἶναι αὐτὴν ἀρχὴν κινήσεως δείκνυσιν. Ἆρʼ οὖν ἑκάτερος αὐτῶν ἀτελής ἐστιν, ἐκ δὲ ἀμφοτέρων τὸ τέλειον τῇ ἀποδείξει συμβαίνει, ἢ ἐν ἑκατέρῳ μὲν αὐτοῖν ὁ ἕτερος περιέχεται, προφαίνεται δὲ ἑκατέρου τὸ ἰδίωμα; Τό τε γὰρ ὑφʼ ἑαυτοῦ μὴ φθειρόμενον οὐδʼ ἂν ὑπʼ ἄλλου φθαρείη· ἔχον γὰρ αὐτὸ ἐν ἑαυτῷ τὸ αἴτιον τοῦ ἑαυτὸ σῴζειν καὶ ἀεὶ ἑαυτῷ συνὸν, πότʼ ἂν ὑπʼ ἄλλου φθαρείη — τοιοῦτον γὰρ τὸ αὐτοκίνητον ὡς δειχθήσεται —; τό τε ὑπʼ ἄλλου μὴ φθειρόμενον, ἀλλὰ ἀρχὴ καὶ αἰτία οὖσα τοῦ σῴζειν τὰ ἄλλα, ἥ γε τοιαύτη πῶς ἂν ὑφʼ ἑαυτῆς φθαρείη· τοιαύτη γὰρ δειχθήσεται ἡ ἀρχὴ τῆς κινήσεως· οὔτε γὰρ ἐκ τῶν ὑπὲρ αὐτὴν φθείρεται, ἥ γε σῴζεται ὑπʼ αὐτῶν, οὔτε ἐκ τῶν μετʼ αὐτὴν, ἥτις αἰτία ἐστὶ τοῦ εἶναι καὶ ζῆν αὐτά; Εἰ οὖν ὑπʼ οὐδενὸς φθείρεται, πῶς ἂν ἑαυτὴν φθείρειεν αὐτὴ πηγὴ οὖσα ζωῆς; Ὥστε ὅπερ ἔφαμεν ἑκάτερος τῶν λόγων αὐτὸς καθʼ ἑαυτὸν τέλειός ἐστι, περιέχων ἐν ἑαυτῷ καὶ τὸν λοιπὸν, ἐκφαίνεται δὲ καὶ χαρακτηρίζεται ὃ μὲν τῷ ὅτι ὑφʼ ἑαυτῆς οὐ φθείρεται, ὃ δὲ τῷ ὅτι οὐδʼ ὑπʼ ἄλλου. —Πρότερον δὲ αὐτὰς ψιλὰς ἐκθώμεθα τῶν συλλογισμῶν τὰς προτάσεις ἐν τάξει, ἐπειδὴ σποράδην αὐτὰς ὁ Πλάτων ἐξέθετο. Ὁ μὲν οὖν πρότερος τοιοῦτός ἐστιν· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αὐτοκίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Οὗτος οὖν ἡμῖν δείξει ὁ λόγος ὅτι ἐξ ἑαυτῆς οὐ φθείρεται. Ὁ δὲ δεύτερος τοιοῦτος· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως· ἡ ἀρχὴ τῆς κινήσεως ἀγένητος· τὸ ἀγένητον ἄφθαρτον· τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Οὗτος ὁ λόγος δείξει ἡμῖν ὅτι οὐδʼ ὑπʼ ἄλλου τινὸς φθείρεται ἡ ψυχή. —Περὶ μὲν οὖν τῆς ἀληθείας τῶν λημμάτων ἐν τοῖς ἑπομένοις ἀκριβῶς ἐροῦμεν τὸ ῥητὸν σαφηνίζοντες· νῦν δὲ τὴν πρώτην καὶ κοινὴν τῶν δύο συλλογισμῶν πρότασιν, τὴν λέγουσαν «ἡ ψυχὴ αὐτοκίνητος», ἣν ὁ Πλάτων τελευταίαν τοῦ παντὸς λόγου ἐκθήσεται, ἡμεῖς αὐτὴν ἐφʼ ἑαυτῆς ἀποδιαλαβόντες, περὶ τοῦ αὐτοκινήτου σκεψώμεθα, ὅπως πρῶτόν ἐστι τῶν κινουμένων, ἐπειδὴ καὶ περὶ τοῦ εἶναι ὅλως αὐτὸ οὐχ ὁ τυχὼν ἀνὴρ ἠμφισβήτησεν. Ἴσως δὲ εὑρεθήσεται ὅπου οὐδὲ διαφωνοῦσιν οἱ φιλόσοφοι. Καὶ γὰρ ὁ μὲν Ἀριστοτέλης τὰς σωματικὰς πάσας κινήσεις ἀνεῖλε τῆς ψυχῆς, ὅπερ καὶ ἡμεῖς φαμεν ἀληθέστατον εἶναι, ὁ δὲ Πλάτων σαφῶς ἄλλας εἶναι τὰς τῆς ψυχῆς κινήσεις παρὰ πάσας τὰς σωματικὰς ἀποφαίνεται· φησὶ γὰρ ἐν τῷ δεκάτῳ τῶν Νόμων· «ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατʼ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς ἑαυτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς ἐψευσμένως, χαίρουσαν λυπουμένην, θαρροῦσαν φοβουμένην, μισοῦσαν στέργουσαν.» Ὅτι μὲν οὖν ἔστι τις ἀρχὴ κινήσεως καὶ αὕτη ἐστὶ τὸ αὐτοκίνητον ἐντεῦθεν δῆλον· ὄντος γὰρ προδήλου τοῦ ὅτι ἔστι τὸ ἑτεροκίνητον, ἤτοι πάλιν τοῦτο τὸ ἑτεροκίνητον ὑπὸ ἑτέρου καὶ αὐτοῦ ἑτεροκινήτου ὄντος κινηθήσεται καὶ ἐκεῖνο ὑπὸ ἄλλου ἑτεροκινήτου καὶ οὕτως ἐπʼ ἄπειρον, ἢ κύκλῳ ἄλληλα κινήσει τὰ ἑτεροκίνητα ὥστε τὸ πρῶτον πάλιν ὑπὸ τοῦ ἐσχάτου κινεῖσθαι, ἢ, εἰ μηδέτερον τούτων δυνατὸν τῶν τρόπων ὑποστῆναι, ἀνάγκη τὸ αὐτοκίνητον προηγεῖσθαι. Ὅτι μὲν οὖν οὐκ ἐπʼ ἄπειρον πρόεισι τὰ κινοῦντα δῆλον· οὔτε γὰρ ἔστι τὸ ἄπειρον ἐν οὐσίᾳ οὔτε ἐπιστήμη αὐτοῦ ἔστιν. Ἀλλʼ οὐδὲ κύκλῳ οἷόν τε ἰέναι τὰ κινοῦντα· ἀναιρεθήσεται γὰρ τῶν ὄντων ἡ τάξις, καὶ τὸ αὐτὸ ἔσται τε αἴτιον καὶ αἰτιατόν. Ὥστε δεῖ εἶναι ἀρχήν τινα κινήσεως καὶ μήτε ἐπʼ ἄπειρον ἰέναι τὰς κινήσεις μήτε κύκλῳ. —Ταύτην δὴ τὴν ἀρχὴν τῆς κινήσεως, ἥτις ἐστὶ κατὰ ἀμφοτέρους τοὺς φιλοσόφους ἡ ψυχὴ, ὁ μὲν Πλάτων φησὶν αὐτοκίνητον, ὁ δὲ Ἀριστοτέλης ἀκίνητον. Ὅτι δὲ δεῖ ταύτην τὴν ἀρχὴν τῆς κινήσεως αὐτοκίνητον δείκνυσθαι, καὶ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους δογμάτων μάθοις ἂν ἐντεῦθεν· ἐν πᾶσι τοῖς οὖσιν οὐκ ἀμέσως ἡ φύσις ἀπὸ τοῦ ἐναντίου ἐπὶ τὸ ἐναντίον χωρεῖ, οἷον ἀπὸ χειμῶνος εἰς θέρος, ἀλλὰ δεῖ πάντως τὴν μεσότητα προηγήσασθαι, τοτὲ μὲν ἔαρ, τοτὲ δὲ μετόπωρον· καὶ οὕτως ἐπὶ πάντων σωμάτων τε καὶ ἀσωμάτων. Καὶ δὴ καὶ ἐνταῦθα ὄντος τοῦ ἑτεροκινήτου, ὄντος δὲ καὶ τοῦ ἀκινήτου, δεῖ καὶ τὸ μέσον εἶναι, ὅ ἐστι τὸ αὐτοκίνητον, ἓν καὶ ταὐτὸν ὂν τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ. Ὃ γάρ φησιν Ἀριστοτέλης αὐτοκίνητον, οἷον τὸ ζῷον, οὐκ ἔστι τὸ νῦν προκείμενον εἰς ζήτησιν· ἐκ γὰρ τοῦ ἀκινήτου καὶ ἑτεροκινήτου συγκειμένου κατʼ αὐτὸν τοῦ ζῴου τὸ ὅλον φησὶν αὐτοκίνητον εἶναι. Ὥστε ὄντος τοῦ πάντῃ ἀκινήτου οἷον τῆς πάντων ἀρχῆς, ὄντος καὶ τοῦ ἑτεροκινήτου οἷον τῶν σωμάτων, ἔσται μεταξὺ καὶ τὸ αὐτοκίνητον, ὅπερ οὐδὲν ἄλλο ἔσται ἢ ψυχή. Ὃ γὰρ ἂν εἰδῶμεν ἐξ αὑτοῦ κινούμενον, τοῦτό φαμεν ἔμψυχον εἶναι, ὡς ταύτης οὔσης φύσεως ψυχῆς, τοῦ αὐτὴν ἑαυτὴν κινεῖν. Ὥσπερ οὖν τριῶν ὄντων τούτων καὶ κατὰ τὸν Ἀριστοτέλην, νοῦ, ζωῆς, ὄντος, καὶ, πρῶτον ὡς ἐπὶ τοῦ ὄντος εἰπεῖν, ὄντος τινὸς γινομένου ὑφʼ ἑτέρου καὶ τὸ εἶναι παρʼ ἑτέρου δεχομένου, ἔστιν ὃ ἑαυτῷ παρέχει τὸ εἶναι, οἷον ὁ οὐρανὸς καὶ οἱ νοῖ, ἅπερ αὐτὸς ὥσπερ ἀεὶ ὄντα ἀγένητά φησιν ὑπὸ πάσης ἄλλης αἰτίας — οὐ γὰρ βούλεται αὐτὰ οὐδὲ κατʼ αἰτίαν γεγενῆσθαι, ὥσπερ οὐδὲ κατὰ χρόνον, ἀλλʼ ἅτε ἀεὶ ὄντα ἀγένητα εἶναι καὶ ἑαυτοῖς αἴτια τοῦ εἶναι· καὶ πάλιν ὡς ἐπὶ τῆς ζωῆς, ὄντων ἃ παρʼ ἑτέρων καταδέχεται τὸ ζῆν — ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος —, ἔστιν ἃ παρʼ ἑαυτῶν ἔχει τὸ ζῆν, ὥσπερ δὴ πάλιν ὁ οὐρανὸς καὶ ὁ νοῦς — οὐ γὰρ ἐπείσακτον ἔχειν αὐτοὺς, ἀλλὰ συμφυᾶ τὴν ζωήν· καὶ πάλιν ὡς ἐπὶ τοῦ νοῦ, ὄντων ἃ παρʼ ἄλλων καταδέχεται τὸ νοεῖν καὶ νοητικὰ γίνονται, ὥσπερ ὁ δυνάμει νοῦς καθʼ αὑτὸν, ἔστιν ὁ ἐνεργείᾳ νοῦς ὃς παρʼ ἑαυτοῦ ἔχει τὸ νοεῖν καὶ ἑαυτὸν νοεῖ· οὕτω δὴ ὄντος τοῦ ὑφʼ ἑτέρου κινουμένου, ἀνάγκη εἶναι καὶ ὃ ἑαυτῷ αἴτιόν ἐστι τοῦ κινεῖσθαι καὶ ἑαυτῷ τοῦτο χορηγεῖ. Καὶ γὰρ ἄλλως ἄλογον ἀπὸ τοῦ ἑτεροκινήτου ἐπὶ τὸ ἀκίνητον πάντῃ ἐλθεῖν, μὴ μεταξὺ τὸ αὐτοκίνητον παραλαβόντας ὥσπερ ἄλογον ἀπὸ τοῦ γινομένου καί ποτε ὄντος ἐπὶ τὸ μὴ ὂν τὸ ὑπερούσιον ἐλθεῖν, μὴ μεταξὺ τὸ ὂν παραλαβόντας· ἄδηλον γὰρ ἔσται ποῖον μὴ ὂν παραλαμβάνομεν, πότερον τὸ χεῖρον τοῦ γινομένου ἢ τὸ κρεῖττον, τοῦ μεταξὺ μὴ παραληφθέντος, ὅπερ ἐστὶ τὸ ἀεὶ ὄν· οὕτω δὴ καὶ ἐπὶ κινήσεως ἄδηλον ἔσται ποῖον ἀκίνητον παραλαμβάνομεν, πότερον τὸ καταδεέστερον τοῦ ἑτεροκινήτου ἢ τὸ ὑπέρτερον, μὴ μεταξὺ τοῦ αὐτοκινήτου παραληφθέντος· ὁμοίως δὴ καὶ ἐπὶ ζωῆς καὶ νοῦ καὶ τῶν ἄλλων.
Αὕτη γοῦν ἡ αὐτοκίνητος κίνησις καὶ ἐν τοῖς Νόμοις ὑπὸ τοῦ φιλοσόφου πρώτη πασῶν καὶ ἀρχὴ τῶν ἄλλων κινήσεων ἀποδέδεικται, καὶ αἰτία κατὰ πάντα τὰ σημαινόμενα τῆς αἰτίας. Καὶ γὰρ ποιητικὴ καὶ παραδειγματικὴ καὶ τελικὴ αὐτῶν αἰτία — αἳ καὶ μόναι κυρίως εἰσὶν αἰτίαι· τὸ γὰρ εἰδικὸν ἐν αὐτῷ ἐστι τῷ ἀποτελέσματι καὶ αὐτό ἐστι τὸ ἀποτέλεσμα, τὸ δὲ ὑλικὸν ἔτι πλέον πόρρω ἐστὶ τοῦ κυρίως αἰτία εἶναι· τῶν γὰρ ὧν οὐκ ἄνευ λόγον ἐπέχει. Ὅτι μὲν οὖν ποιητικὴ αἰτία ἐστὶ τῶν ἄλλων κινήσεων τὸ αὐτοκίνητον δῆλον, ὡς αὐτὸς ἐν Νόμοις ἀποδείκνυσιν· εἰ γὰρ σταίη, φησὶ, τὰ πάντα, ποῖον πρῶτον κινηθήσεται; ἦ δῆλον ὅτι τὸ αὐτοκίνητον· εἰ γὰρ τὸ πλησιάζον τῷ κινητικῷ αἰτίῳ κινεῖται, δηλονότι πάντων τῶν ὄντων ἑτεροκινήτων ὄντων, τοῦ δὲ αὐτοκινήτου ἐν ἑαυτῷ ἔχοντος τὸ κινητικὸν καὶ οὐχ ἁπλῶς πλησιάζοντος πρὸς αὐτὸ, ἀλλʼ ἡνωμένου, μᾶλλον δὲ οὐσίαν ἔχοντος τὴν κίνησιν, δῆλον ὡς αὐτὸ πρῶτον κινηθὲν τἄλλα κινήσει. Ὥσπερ γὰρ εἰ ὁ ἥλιος μὴ ἔδυνε καὶ ἀνέτελλεν ἀλλʼ ἀκίνητος ἦν, ἠπορήσαμεν ἂν τί ἐστι τὸ αἴτιον τοῦ τοσούτου φωτὸς, εἰ δὲ καὶ αὐτὸς ἀόρατος ὢν κατηύγαζεν, ἔτι πλέον ἂν ἠπορήσαμεν, οὕτω δὴ καὶ ἐπὶ ψυχῆς, ἐπειδὴ ἀόρατος οὖσα αἰτία ἐστὶ πασῶν τῶν κινήσεων, ἀπορίαν ἡμῖν παρέσχεν. Ὥσπερ οὖν ὁ ἥλιος τὰ πάντα φωτίζων ἑαυτὸν πολλῷ πλέον φωτεινὸν ποιεῖ, οὕτω δὴ καὶ ἡ ψυχὴ τὰ πάντα κινοῦσα ἑαυτὴν πολὺ πρότερον κινεῖ· ἕκαστον γὰρ ἀφʼ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχεται. —Καὶ παραδειγματικὰς δὲ εὕροις ἂν τὰς τῆς ψυχῆς κινήσεις τῶν σωματικῶν κινήσεων· λάβωμεν δὲ τὰς σωματικάς· εἰσὶ δὲ αὗται ὀκτὼ τὸν ἀριθμὸν, παθητικαὶ οὖσαι μᾶλλον ἢ ποιητικαί· γένεσις φθορὰ, αὔξησις μείωσις, φορὰ περιφορὰ, σύγκρισις διάκρισις. Ἐν οὖν τῇ ψυχῇ αὔξησίς ἐστιν ὅταν ἑαυτὴν ἐπιδοῦσα τοῖς κρείττοσι πολλαπλασιάζῃ ἑαυτῆς τὰς νοήσεις· φθίσις δὲ ὅταν ἐκεῖθεν ἀφισταμένη ἀσθενεστέρα ἑαυτῆς γίνηται καὶ ἀργοτέρα ταῖς νοήσεσι· πάλιν γένεσιν μέν φαμεν τὴν ἐντεῦθεν αὐτῆς ἄνοδον, φθορὰν δὲ τὴν ἐσχάτην ἀπὸ τοῦ νοητοῦ πτῶσιν· καὶ σύγκρισιν μὲν τὴν ἀθρόαν νόησιν καὶ τὴν τῶν εἰδῶν ἅμα θεωρίαν, διάκρισιν δὲ τὴν μερικωτέραν νόησιν καὶ τὴν κατʼ εἶδος ἓν θέαν ἂν εἴποιμεν· φορὰ δὴ ἡ κατʼ εὐθεῖαν αὐτῆς καὶ εἰς γένεσιν κίνησις, περιφορὰ δὲ ἡ τῶν εἰδῶν περίοδος καὶ ἀνέλιξις καὶ εἰς τὸ αὐτὸ ἀποκατάστασις. Οἰκειότερον μὲν οὖν ἀποδοίη τις ἂν τὴν μὲν περιφορὰν ταῖς θείαις ψυχαῖς, τὴν δὲ φορὰν ταῖς ἡμετέραις· ἴδοις δʼ ἂν καὶ ἐν ταῖς θείαις ἀμφοτέρας τὰς κινήσεις· εὐθείας γὰρ, φησὶ, λαβὼν ὁ δημιουργὸς εἰς κύκλον κατέκαμψε· δῆλον οὖν ὡς οὐκ ἄνευ τοῦ εὐθέος ἡ κυκλική ἐστι κάμψις καὶ νόησις τῶν ψυχῶν· τὸ γὰρ καθαρῶς κύκλῳ κινεῖσθαι μόνῳ ἀπονέμει τῷ νῷ. Ἡ δὲ ἐνάτη κίνησις ἥτις ἐστὶ τῶν ἀσωμάτων περὶ τοῖς σώμασιν, οἷαι θερμότητες ἢ ψύξεις ἢ ἐμψυχίαι, ἔχει τὴν παραδειγματικὴν αἰτίαν ἐν τῇ ψυχῇ, καθὸ ἡ ψυχὴ τοῖς σώμασιν ἐνδίδωσι ζωήν. —Ὅτι μὲν οὖν καὶ παραδειγματικαί εἰσιν αἰτίαι αἱ τῶν ψυχῶν κινήσεις τῶν σωματικῶν ἀρκούντως ὑπομέμνηται· λείπεται δὲ καὶ τελικὰς αὐτὰς ἀποδεῖξαι, ἐπειδὴ καὶ ὁ σπουδαῖος ἐνταῦθα καὶ ἔμφρων ἀνὴρ πρὸς τὸ ἑαυτοῦ χρήσιμον καὶ ............................ ............................................................... ..... διότι· οὐ γὰρ ὡς ἄλλο τι κατηγορεῖται ἡ ἀθανασία τῆς ψυχῆς, ἀλλὰ ἐν αὐτῇ τῇ οὐσίᾳ αὐτῆς συνουσίωται, καὶ ἑνιαίως περιέχει τὴν πᾶσαν ἀπόδειξιν — ζωὴ γάρ τίς ἐστιν ἡ ἀθανασία, ὡς καὶ ἡ αὐτοκινησία. Ἐπάγει λοιπὸν τὴν ἀνειλιγμένην καὶ ἀνεπτυγμένην ἀπόδειξιν εἰπών· τὸ γὰρ ἀεικίνητον ἀθάνατον, καὶ τὰ ἑξῆς, παρεὶς τὸ τὴν ψυχὴν εἰπεῖν αὐτοκίνητον, ὡς κοινὴν οὖσαν τῶν δύο συλλογισμῶν, μέλλων αὐτὴν τελευταῖον ἐπαγαγεῖν τῶν δύο λόγων, ὅπου καὶ ἡμεῖς ἀκριβέστερον αὐτὴν ἐξετάσομεν. Νῦν δὲ πρὸ τῆς κατὰ μέρος τῶν προτάσεων ἐξετάσεως, ἐφαρμόσωμεν ταῖς προτάσεσι λογικῶς αὐτὰ τὰ Πλάτωνος ῥήματα. Τρεῖς μὲν οὖν εἰσιν αἱ πᾶσαι προτάσεις τοῦ συλλογισμοῦ· ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, τουτέστιν ἄφθαρτον καὶ ἀθάνατον. Τὴν οὖν πρώτην καὶ ἐλαχίστην πασῶν πρότασιν τὴν λέγουσαν «ἡ ψυχὴ αὐτοκίνητος» τελευταίαν ὡς εἴπομεν ἐκθήσεται. Τὴν δὲ τρίτην καὶ μείζονα πασῶν πρώτην ἐξέθετο, ὡς συνεκτικὴν τοῦ παντὸς λόγου, εἰπών «τὸ γὰρ ἀεικίνητον ἀθάνατον.» Τὴν δὲ μετʼ αὐτὴν τὴν λέγουσαν «τὸ αὐτοκίνητον ἀεικίνητον,» διὰ τοῦ ἐναντίου τοῦ ἑτεροκινήτου μετὰ ἀποδείξεως παρέθετο, εἰπών «τὸ δʼ ἄλλο κινοῦν καὶ ὑπʼ ἄλλου κινούμενον — τουτέστι· τὸ δὲ ἑτεροκίνητον — παῦλαν ἔχον κινήσεως — τουτέστι· μὴ ὂν ἀεικίνητον — παῦλαν ἔχει ζωῆς — τουτέστιν οὐκ ἔστιν ἀθάνατον.» Εἰ οὖν τὸ ἑτεροκίνητον, μὴ ὂν ἀεικίνητον, οὐκ ἔστιν ἀθάνατον, τὸ αὐτοκίνητον ἀεικίνητον ὂν ἀθάνατόν ἐστι. Καθʼ αὑτὸ δὲ πᾶσαι λαμβάνονται αἱ προτάσεις καὶ ᾗ αὐτό ἐστιν· ἐκ μὲν γὰρ τοῦ ἑτεροκινήτου δείκνυται οὐ μόνον τὸ αὐτοκίνητον ἀεικίνητον, ἀλλὰ καὶ τὸ ἀεικίνητον αὐτοκίνητον, ὥστε καὶ ἀντιστρέφειν οἷον «τὸ αὐτοκίνητον ἀεικίνητον» καὶ «τὸ ἀεικίνητον αὐτοκίνητον.» Εἰ γὰρ τὸ ὑπʼ ἄλλου κινούμενον παῦλαν ἔχει κινήσεως — τουτέστι· τὸ ἑτεροκίνητον οὐκ ἔστιν ἀεικίνητον —, δῆλον ἂν εἴη ὅτι τὸ ἀεικίνητον αὐτοκίνητον· καὶ γὰρ καὶ κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τοῦτο συνάγεται· εἰ γὰρ τὸ ἑτεροκίνητον οὐκ ἀεικίνητον, δηλονότι τὸ ἀεικίνητον οὐχ ἑτεροκίνητον· τὸ δὲ οὐχ ἑτεροκίνητον αὐτοκίνητον. Ἐκ δὲ τοῦ «ἅτε οὐκ ἀπολεῖπον ἑαυτό,» ὅτι καὶ πᾶν τὸ ἀεικίνητον αὐτοκίνητον· εἰ γὰρ καὶ τὸ ἑτεροκίνητον ἔστʼ ἂν συνῇ τῷ κινητικῷ αἰτίῳ κινεῖται — ἐν ὅσῳ γὰρ αὐτοῦ πλησίον ἐστὶ κινεῖται — πολλῷ πλέον τὸ αὐτοκίνητον οὐ μόνον ἀεὶ συνὸν ἑαυτῷ ἀλλὰ καὶ ἡνωμένον πρὸς ἑαυτὸ ἀεικίνητον ἔσται. —Ἀναλαβόντες δὲ ἐξ ἀρχῆς ἑκάστην τῶν προτάσεων σαφηνίσωμεν κατὰ τὸ δυνατόν. «Ἡ ψυχὴ αὐτοκίνητος·» τὴν κίνησιν ἐνταῦθα ἀκουστέον τὴν ζωὴν αὐτῆς· αὐτόζωος οὖν ἐστιν ἡ ψυχὴ, ἐν ἑαυτῇ ἔχουσα ἀρχὴν καὶ πηγὴν τῆς ζωῆς· εἰ γὰρ καὶ τὰ σώματα ἤθελεν ἡ φύσις αὐτοκίνητα εἶναι, ἀρχὴν ἂν αὐτοῖς καὶ πηγὴν ἐνετίθει κινήσεως· νῦν δὲ ἐπεὶ ἔδει καὶ τὰ ἑτεροκίνητα προελθεῖν, γέγονε τὰ σώματα τὴν ἀρχὴν τῆς κινήσεως ἐξ ἄλλων καταδεχόμενα. Φαίνεται δὲ πολλὰ προαιρουμένη ἡ ψυχὴ καὶ κατὰ τὴν οἰκείαν προαίρεσιν πράττουσα· τοῦτο δὲ οὐκ ἂν εἶχεν εἰ μὴ ἦν αὐτοκίνητος. Ὅμως δὲ εἰς τὴν φύσιν τοῦ πράγματος ἐπιβλέποντί σοι πολλὴ φανεῖται ἀφθονία ἐπιχειρημάτων διὰ τὴν τοῦ πράγματος ἐνάργειαν· ἱκανῶς δὲ καὶ ὁ Πλάτων ἐκ τῆς ἐναργείας καὶ ἐκ τῶν τελευταίων ὑπομιμνῄσκει λέγων ὅτι, ὃ μὲν ἂν ἴδωμεν σῶμα μὴ δυνάμενον ἐξ ἑαυτοῦ κινεῖσθαι, ἄψυχον εὐθὺς αὐτὸ λέγομεν, ὃ δὲ ἂν ἴδωμεν σῶμα ἀφʼ ἑαυτοῦ δυνάμενον κινεῖσθαι, εὐθὺς αὐτὸ λέγομεν ἔμψυχον, ὡς αὐτοφυῶς τεκμαιρόμενοι εἶδος εἶναι καὶ λόγον τῆς ψυχῆς τὸ αὐτοκίνητον. Μάλιστα δὲ ἐκ τοῦ ἐφʼ ἡμῖν δείξαις ἂν τὸ αὐτοκίνητον τῆς ψυχῆς· εἰ γὰρ κρεῖττον καὶ τελειότερον τὸ εὖ εἶναι τοῦ εἶναι, τελειοῖ δὲ ἑαυτὴν ἡ ψυχὴ, δηλονότι τὸ κρεῖττον τὸ εὖ εἶναι ἑαυτῇ παρέχουσα καὶ ἀνεγείρουσα καὶ τελειοῦσα ἑαυτὴν, πολλῷ πλέον τὸ ἔλαττον τὸ εἶναι ἑαυτῇ παρέχει· τὸ δὲ εἶναι οὐδὲν ἄλλο ἐστὶν αὐτῆς ἢ ζωή· ἡ δὲ ζωὴ κίνησις· δῆλον οὖν ὅτι ἑαυτῇ ἂν παρέχοι τὴν κίνησιν· αὐτοκίνητος ἄρα ἐστίν. Ἣ δʼ ἑτέροις παρέχει τὸ ζῆν, πολὺ μᾶλλον ἑαυτῇ, φησὶ τὰ λόγια· ἡ γὰρ ζωοποιοῦσα τὰ ἄλλα πολλῷ μᾶλλον ἑαυτῇ τοῦτο παρέχει· ὥστε ἑαυτῇ παρέχουσα τὸ ζῆν ζωοποιεῖ ἑαυτὴν καὶ ἀνάγει· ἡ δὲ ζωὴ κίνησις· ἑαυτῇ ἄρα παρέχει τὴν κίνησιν· αὐτοκίνητος ἄρα. Ἀφʼ ἑαυτῶν γὰρ ἄρχεται τὰ θεῖα καὶ τὰ πρώτως τι διδόντα, ὥσπερ ὁ ἥλιος τὰ πάντα φωτίζων αὐτόφως ἐστὶ καὶ πηγὴ φωτός· καὶ ἡ ψυχὴ οὖν τοῖς ἄλλοις ζωὴν καὶ αὐτοκινησίαν παρέχουσα — αὐτοκίνητα γὰρ κατὰ Ἀριστοτέλην τὰ ζῷα — πολὺ μᾶλλον αὐτὴ αὐτοκίνητός ἐστι καὶ ζωὴ καὶ πηγὴ ζωῆς ψυχικῆς. —Τὸ δὲ αὐτοκίνητον ἀεικίνητον οὕτω δείκνυται, δείκνυσι δὲ ὅτι καὶ μόνον τὸ αὐτοκίνητον ἀεικίνητον καὶ μόνον ἀθάνατον, ἐκ τοῦ καθʼ αὑτὸ καὶ ᾗ αὐτὸ τὰς προτάσεις λαμβάνων. Τὸ οὖν εἶναι τὸ αὐτοκίνητον ἀεικίνητον ἐκ τοῦ ἑτεροκινήτου δείκνυσι· τὸ γὰρ ἑτεροκίνητον δηλονότι οὐκ ἔχει ἐξ ἑαυτοῦ οἰκείαν κίνησιν, διὸ καὶ ἑτεροκίνητον λέγεται· ἐν χρόνῳ οὖν ταύτην ἀλλαχόθεν καταδεξάμενον, ἐν χρόνῳ αὐτὴν καὶ ἀποβάλλει· ὃ δʼ ἑαυτῷ παρέχει τὴν κίνησιν κατʼ οὐσίαν, ἅτε ἑαυτῷ συνὸν ἀεὶ καὶ αὐτὸ ὂν τὸ διδὸν καὶ λαμβάνον, ἀεικίνητον ἔσται. Δηλοῖ δὲ ὁ Πλάτων τὴν κίνησιν ὅτι ἐπὶ τῆς ζωῆς ἔλαβε· «παῦλαν γάρ φησιν ἔχον κινήσεως παῦλαν ἔχει καὶ ζωῆς.» Ὅτι δὲ τὸ ἑτεροκίνητον παῦλαν ἔχει κινήσεως — τουτέστιν· οὐκ ἔστιν ἀεικίνητον — καὶ ἐντεῦθεν δῆλον· δύο γὰρ ὄντων τούτων τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου, ἢ τὸ κινοῦν δεῖ προσελθεῖν τῷ κινουμένῳ καὶ οὕτως αὐτὸ κινῆσαι, ὥσπερ ἡμεῖς φέρε τὸν λίθον, ἢ τὸ κινούμενον δεῖ προσελθεῖν τῷ κινοῦντι καὶ οὕτως κινηθῆναι, ὥσπερ ἡ ψυχὴ προσελθοῦσα τῷ νῷ οὕτω κινεῖται ὑπʼ αὐτοῦ καὶ θεωρεῖ τὰ ἐν αὐτῷ, ἢ ἀμφότερα ἀλλήλοις πρόσεισιν ὥσπερ ὁ διδάσκαλος καὶ ὁ μαθητής· καὶ ὁ μαθητὴς γὰρ ἐπιδίδωσιν ἑαυτὸν εἰς τὸ ἀνακινηθῆναι ὑπὸ τοῦ διδασκάλου, καὶ ὁ διδάσκαλος ἐπιτρέχει τῷ ἀνακινῆσαι τὸν μαθητὴν καὶ ὅλος ἔστραπται πρὸς αὐτόν. Τούτων οὖν οὕτως ἐχόντων τὸ ἑτεροκίνητον οὐ δύναται ἑαυτὸ προσαγαγεῖν τῷ κινοῦντι· τὸ γὰρ εἶναι αὐτὸ ἑτεροκίνητον, τουτέστιν ... κωλύει· οὐδʼ ἄρα τὸ συναμφότερον· λείπεται δὲ, εἰ μέλλει τὸ ἑτεροκίνητον ἀεὶ κινηθήσεσθαι, τὸ κινητικὸν ἐστράφθαι πρὸς αὐτό· ἀλλʼ ἐπὶ τῶν ὅλων καὶ ἀιδίων τοῦτο οὐ θέμις τὸ τὰ κρείττονα ἐστράφθαι πρὸς τὰ ἑαυτῶν καταδεέστερα· ἔσται γὰρ τὰ μὲν κρείττονα ἕνεκά του, τὰ δὲ καταδεέστερα οὗ ἕνεκα, ὅπερ ἐστὶν ἀτοπώτατον· οὐκ ἄρα τὸ ἑτεροκίνητον ταύτῃ ἀεὶ κινηθήσεται μὴ ἐστραμμένων τῶν ἀιδίων πρὸς αὐτό. Εἰ δὲ μέλλοι ποτὲ κινεῖσθαι, δεῖ αὐτὸ ὑπὸ ἄλλου προσάγεσθαι τῷ κινητικῷ αἰτίῳ, οὐχ ἁπλῶς τοπικῶς, ἀλλὰ καὶ κατʼ ἐπιτηδειότητα. Εἰ οὖν ἄλλο αὐτὸ συνῆψε τῷ κινητικῷ αἰτίῳ ἀπό τινος χρόνου, οἷον ἥδε ἡ περιφορὰ καὶ τάδε τὰ σχήματα, πάλιν καὶ ἔν τινι χρόνῳ ἥδε ἡ περιφορὰ καὶ τὰ τοιάδε σχήματα αὐτὸ διαλύσει ἀπὸ τοῦ κινητικοῦ αἰτίου· ἁπλῶς γὰρ εἰπεῖν πάντα τὰ ὑπὸ κινουμένων αἰτίων γινόμενα ἐν χρόνῳ καὶ γίνεται καὶ φθείρεται, τὰ δὲ ὑπὸ ἀκινήτων ἀεὶ ὡσαύτως γίνεται. Ἀλλὰ πῶς, εἴποι τις ἂν, τὸ ὑπὸ σελήνην ἀεὶ κινεῖται, ἑτεροκίνητον ὄν; Ἢ οὐδέποτε τὸ αὐτό ἐστιν ἀεὶ οὐδὲ κατʼ ἀριθμὸν διαμένει τὸ αὐτὸ, εἰ μὴ τῷ εἴδει· ὥστε εἰ μὴ τὸ αὐτό ἐστι κατὰ τὸ ὑποκείμενον, πῶς ἂν ἀεικίνητον εἴη; κατὰ μόρια γὰρ φθειρόμενον τῷ εἴδει ἀεὶ τὸ αὐτὸ διαμένει. Πῶς δὲ εἰ μήτε ἡ γένεσις ἑαυτὴν δύναται προσάγειν τῷ οὐρανῷ ἑτεροκίνητος οὖσα μήτε ὁ οὐρανὸς ἔστραπται πρὸς τὴν γένεσιν διὰ τὸ μὴ δεῖν τὰ κρείττονα ἐστράφθαι πρὸς τὰ καταδεέστερα, πόθεν καταδέχεται τὴν ἐπιτηδειότητα ἡ γένεσις; Ἢ ῥητέον ὅτι ἡ κίνησις τοῦ οὐρανοῦ δραστήριον οὖσα ποιεῖ εἰς τὰ ὑπὸ σελήνην, μὴ ἐστραμμένων τῶν οὐρανίων πρὸς αὐτὰ, ὥσπερ δὴ καὶ ὁ ἥλιος φωτίζει οὐκ ἐστραμμένος πρὸς τὰ φωτιζόμενα, ἀλλὰ τῇ συμπαθείᾳ. Ἀλλὰ πῶς ὁ οὐρανὸς σῶμα ὢν οὐκ ἔστιν ἑτεροκίνητος, ἀλλὰ αὐτοκίνητος; εἰ δὲ ἑτεροκίνητος, πῶς ἐστιν ἀεικίνητος; Ἢ ὁ οὐρανὸς οὔτε ἑτεροκίνητος οὔτε ἁπλῶς σῶμα, ἀλλὰ ἄυλον σῶμα· ἐροῦμεν δὲ ὅτι διττὸν τὸ αὐτοκίνητον, τὸ μὲν ἁπλοῦν καὶ ἀμερὲς, ὃ καὶ κυρίως ἐστὶν αὐτοκίνητον, τὸ δὲ ἐν διαστάσει ἤδη προεληλυθὸς, οὐχ ἁπλῶς μέντοι· καθὸ γὰρ ὤγκωται κατὰ τοσοῦτον τοῦ κυρίως αὐτοκινήτου παρήλλαξε, καθὸ μέντοι ζωῆς συμφυοῦς ἐν τῇ ἑαυτοῦ οὐσίᾳ μετέσχεν, ὥστε σε μὴ δύνασθαι χωρίζειν μηδὲ τῷ λόγῳ ἐκεῖνο τὸ σῶμα καὶ τὴν ζωὴν αὐτοῦ, κατὰ τοσοῦτον ἔχει καὶ τὴν αὐτοκινησίαν ἐν τῇ οἰκείᾳ οὐσίᾳ· ψυχῆς γὰρ καὶ ζωῆς ἴδιον ἦν τὸ αὐτοκίνητον. Ὥσπερ οὖν σῶμα ἔνυλον ἀδύνατόν σε λαβεῖν ἀχρώματον καὶ ἀσχημάτιστον, οὕτως καὶ ἔτι μᾶλλον οὐδὲ τὸ οὐράνιον σῶμα ἄζων καὶ ἄψυχον. Καὶ οὕτω δὴ ἴδοις ἂν αὐτοῦ τὴν συμφυίαν τὴν πρὸς τὴν ψυχήν. Ἀεὶ γὰρ αἱ ἀκρότητες τῶν δευτέρων συνάπτουσι τοῖς ἐσχάτοις τῶν πρώτων, ἵνα καὶ συνέχειά τις ᾖ καὶ μηδὲν κένωμα μεταξύ· ἐπεὶ ἀπαιτήσει πάλιν ὁ λόγος ἑτέραν φύσιν τὴν ἀναπληρώσουσαν τὸ μεταξύ. Ἐπειδὴ τοίνυν πρῶτον μὲν τῶν σωμάτων τὸ αἰθέριον σῶμα, ἔσχατον δὲ τῶν νοητῶν ἡ ψυχὴ, συνάπτειν ὀφείλει ταῦτα πρὸς ἄλληλα καὶ ὁμοιότητα ἔχειν πρὸς ἑαυτὰ, ὥστε τὸ οὐράνιον σῶμα ψυχὴν εἶναι ὠγκωμένην καὶ ζωὴν ἐπὶ πᾶν διεστῶσαν· ζωὴ οὖν ἐν αὐτῷ συμφυὴς καὶ ἡ φύσις συνανακεκραμένη τῇ ζωῇ· πάμπολλα δὲ καὶ ἄλλα ἐν αὐτῷ εἴδη ζωῶν. Ἀλλʼ ἔστω, φησὶν, ἡ ψυχὴ καὶ αὐτοκίνητος καὶ ἀεικίνητος, ἔστʼ ἂν ᾖ μέντοι ψυχὴ, οὐδὲν δὲ κωλύει αὐτὴν φθαρῆναι. Πρὸς τοῦτο ἐροῦμεν ὅτι· ἢ πρότερον μὲν αὐτῆς παύεται ἡ ἐνέργεια, τουτέστιν ἡ αὐτοκινησία, ὕστερον δὲ τὸ εἶναι αὐτῆς φθείρεται, ἢ πρότερον μὲν τὸ εἶναι, ὕστερον δὲ τὸ κινεῖσθαι, ἢ ἅμα ἀμφότερα· παρὰ ταῦτα γὰρ οὐκ ἔστι. Φθαρείσης μὲν οὖν τῆς οὐσίας τὴν ἐνέργειαν αὐτῆς σῴζεσθαι οὐδὲ πλάσαι δυνατόν· ἀλλʼ οὐδὲ τὸ ἀνάπαλιν δυνατὸν ἐπὶ τῆς προκειμένης ὑποθέσεως φθαρείσης τῆς ἐνεργείας σῴζεσθαι τὴν οὐσίαν καὶ ὕστερον φθαρῆναι· ἐπιλαθομένῳ γὰρ ἔοικε τῆς ὑποθέσεως ὁ τοῦτο λέγων, τῆς «ἔστʼ ἂν ᾖ·» ἔλεγε γὰρ ἡ ὑπόθεσις ὅτι «ἔστʼ ἂν ᾖ ψυχὴ, αὐτοκίνητος ἔσται·» ὥστε οὐ δυνατὸν φθαρῆναι μὲν αὐτοκινησίαν, μένειν δὲ ψυχήν· ἔστʼ ἂν γὰρ ᾖ ψυχὴ αὐτοκίνητος ἔσται, ὡς λέγει ἡ ὑπόθεσις. Εἰ οὖν πᾶν μὲν τὸ φθειρόμενον προαποβάλλει τὴν ἐνέργειαν, τοῦτο δὲ ἔστʼ ἂν ᾖ, ὃ καὶ ἡ ὑπόθεσις ἔχει, οὐκ ἀποβάλλει, αὐτοκίνητον ὂν καὶ ἄφθαρτόν ἐστιν. Ἀλλὰ δὴ τὸ τρίτον τις λεγέτω, ὅτι ἅμα συμφθείρεται ταῖς ἐνεργείαις ἑαυτῆς· ἐρωτήσομεν ἤδη, ὑφʼ ἑαυτῆς ἢ ὑπό τινος τῶν ἔξωθεν; ἀλλʼ ὑπὸ μὲν ἑαυτῆς οὐ φθείρεται, ἥ γε καὶ σῴζει ἑαυτὴν τῷ κινεῖν ἑαυτὴν, ὑπὸ δὲ τῶν ἔξωθεν οὐ φθείρεται· γένοιτο γὰρ ἂν οὕτως ἑτεροκίνητον ἀντὶ αὐτοκινήτου· οὐκ ἄρα συμφθείρεται. Ὑπὸ τίνος δὲ ἂν καὶ φθείροιτο; ὑπὸ τῶν κρειττόνων; ἀλλὰ ταῦτα μᾶλλον αὐτῆς ἐστι σωστικά· ἀλλʼ ὑπὸ τῶν χειρόνων; ἀλλὰ τούτων ἐστὶ δεσπότις καὶ τῶν κινήσεων αὐτῶν πηγή· δέκα γὰρ οὐσῶν τῶν κινήσεων, μόνη ἡ τῆς ψυχῆς κίνησις πασῶν ἐστι τῶν ἄλλων γεννητική. Τὸ δὲ αὐτοκίνητον τὴν ψυχὴν οὖσαν καὶ ἀεικίνητον εἶναι συντομώτερον ἂν καὶ οὕτω κατασκευάσειας, ὡς ἤδη καὶ ἐπὶ τῆς αὐτοκινησίας εἰρήκαμεν· τὸ ἑαυτό τελειοῦν καὶ παράγει ἑαυτό; τὸ μὲν γὰρ τελειοῦν τι τὸ ἀγαθὸν ἐκείνῳ παρέχει· τὸ δὲ ἁπλῶς παράγον τι τὸ εἶναι αὐτῷ παρέχει· κρεῖττον δὲ τὸ εὖ εἶναι τοῦ εἶναι· ἐπεὶ τοίνυν ἡ ψυχὴ ἑαυτὴν τελειοῖ, εἴπερ καὶ ἔστι τι ἐπʼ αὐτῇ, καὶ παράγοι ἂν ἑαυτήν· ἔστι δὲ αὐτῆς οὐσία τὸ ζῆν, ἥ γε καὶ ἄλλοις τοῦτο ἐπιφέρει· ἑαυτῇ ἄρα παρέχει τὸ ζῆν καὶ τὸ εἶναι· τὸ δὲ ἀεὶ συνὸν τῷ παρέχοντι τὸ εἶναι, ἀεὶ ἔστιν· ἀεὶ δὲ ἑαυτῇ σύνεστιν ἡ ψυχή· ἀεὶ ἄρα ἔστιν ἡ ψυχή· ὥστε καὶ αὐτοκίνητος καὶ ἀεικίνητος ἀεί ἐστιν. Καὶ γὰρ τῷ ὄντι ἀδικοῖτο ἄν τι ἐν τῷ παντὶ ἀφαιρούμενον τούτου ὃ ἑαυτῷ παρέσχεν· ὅπερ μὲν γὰρ παρʼ ἄλλου καταδέξεται οὐκ ἀδικεῖται τούτου ἀφαιρούμενον· ὅπερ δὲ ἑαυτῷ παρέχει, ἐὰν ὑπό τινος ἀφαιρῆται, ἀδικεῖται. —Ἡ δὲ ἐσχάτη πρότασις οὐδεμιᾶς ἀμφισβητήσεως δεῖται, τὸ ἀεικίνητον ἀθάνατον εἶναι· εἰ γὰρ καθʼ ὑπόθεσιν θνητὸν καὶ φθαρτὸν εἴη, οὐκέτι ἔσται ἀεικίνητον. Ὥστε πᾶσαι αἱ προτάσεις οὐ μόνον εἰσὶν ἀληθεῖς, ἀλλὰ καὶ ᾗ αὐτὸ πᾶσαι, ὥστε καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. Τί οὖν, εἴποι τις ἂν, μόνη ἡ ψυχὴ ἀθάνατος; ὁ νοῦς οὖν οὐκ ἔστιν ἀθάνατος; Ἢ οὐδὲν ἄτοπον τὸν νοῦν λέγειν μὴ εἶναι ἀθάνατον· ὑπὲρ γὰρ τὸ ἀθάνατον εἶναί ἐστιν· εἰ δὲ βούλοιο αὐτὸν ἀθάνατον λέγειν, ἄλλο εἶδος λήψῃ αὐτοκινησίας καὶ ἄλλο ἀθανασίας, καὶ ὁμοίως ἐπὶ τῶν ἑξῆς ζῴων οἰκείως ἑκάστῳ· ἐπεὶ καὶ τὴν ἀλογίαν εἴποι τις ἂν ἀθάνατον, ὡς καὶ αὐτοκίνητον εἴποι ἂν, ἀλλʼ οἰκείως ἐφʼ ἑκάστου, ὅπερ εἴπομεν· πολὺ γὰρ πλάτος καὶ τῶν ἐν αἰῶνι ὄντων καὶ τῶν τὸν ἅπαντα χρόνον ὄντων καὶ τῶν ἐν μέρει τοῦ χρόνου· τὰ μὲν γὰρ μίαν ἡμέραν ζῇ, τὰ δὲ ἐνιαυτὸν, τὰ δὲ δέκα ἔτη, ἄλλα δέ ἐστιν ἑκατὸν ἢ καὶ χίλια διαζῶντα ἔτη. Ἀλλὰ πῶς οὐχὶ καὶ ἡ μερικὴ φύσις ἔσται ἀθάνατος, αὐτοκίνητος οὖσα; Ἢ πρῶτον μὲν ἰστέον ὡς ὁ θεῖος Ἰάμβλιχος καὶ ὁ φιλόσοφος Πορφύριος οὐδὲ αὐτοκίνητόν φασι τὴν μερικὴν φύσιν, ἀλλʼ ὄργανον οὖσαν τῆς ψυχῆς κινεῖσθαι μὲν ὑπʼ αὐτῆς, κινεῖν δὲ τὰ σώματα, καὶ ταύτην εἶναί φασι τὴν ἐνάτην κίνησιν. Δῆλον δὲ ὅτι κἂν ἔχῃ τι αὐτοκίνητον εἰδωλικῶς αὐτὸ ἔχει καὶ ὡς ὄργανον. Εἰ δέ τι δεῖ ἀντιφθεγγόμενόν τισι τῶν φιλοσόφων εἰπεῖν, οὐδὲ κατὰ πάντα κρείττων ἐστὶν ἡ φύσις τῶν σωμάτων, ἀλλʼ ἔστιν ὅπῃ καὶ καταδεεστέρα. Καθὸ μὲν γὰρ ἀσώματος οὐσία ἐστὶ, καὶ καθὸ διαπλάττει τὰ σώματα καὶ κοσμεῖ, κρείττων αὐτῶν ἐστι· καθὸ δὲ ἐν ὑποκειμένοις αὐτοῖς ἐστι καὶ τὸ εἶναι ἐν αὐτοῖς ἔχει, χείρων αὐτῶν ἐστιν, ὥσπερ ἡ ἐν τοῖς κατόπτροις ἔμφασις ἀσφαλείᾳ μὲν καὶ κάλλει καὶ διαμορφώσεως ἀκριβείᾳ τοῦ κατόπτρου ὑπερέχει, τῇ δὲ ὑποστάσει ἔστιν ὡς ἐλαττοῦται· τὸ μὲν γὰρ κάτοπτρον οὐσιωδέστερον, ἡ δὲ ἔμφασις καὶ τὸ εἰδωλικῶς εἶναι παρὰ τοῦ κατόπτρου ἔχει καὶ αὐτοῦ χάριν ὅπως ποτέ ἐστι, καὶ διὰ τοῦτο ἂν εἴη ἀμυδροτέρα. Οὕτως οὖν καὶ ἡ μερικὴ φύσις ἔχει πρὸς τὸ σῶμα· ἡ γὰρ θεία καὶ τὸ αὐτοκίνητον ἔχει δευτέρως, ὡς εἴπομεν, καὶ συμφυής ἐστι τῷ θείῳ σώματι. Ἐκ τούτου οὖν τοῦ συλλογισμοῦ δείκνυται ὅτι ἡ ψυχὴ ὑφʼ ἑαυτῆς οὐ φθείρεται. Οὐ θαυμαστὸν δὲ τοῦτο δὴ ἐπὶ τῆς ψυχῆς, ὅτι οὐ τὸ μέν τι αὐτῆς κινεῖ μόνον τὸ δὲ κινεῖται μόνον, ἀλλὰ πᾶν αὐτῆς μόριον ὃ ἂν λάβῃς καὶ κινεῖ καὶ κινεῖται κατὰ τὸ αὐτό. Τίς δὲ ἡ κίνησις ἐπὶ τῆς ψυχῆς, ἔτι ἄν τις σαφέστερον ἐπιποθήσοι μαθεῖν. Ὅτι μὲν οὐδεμία τῶν σωματικῶν κινήσεων οὐδʼ ἡ ἐνάτη, δῆλον· οὐ γὰρ αὐτοκίνητοι αὗται· ἀλλʼ οὐδὲ αἱ αὐτῆς ἴδιαι πᾶσαι τὴν προκειμένην δηλοῦσι κίνησιν, οἷον βουλήσεις, δόξαι, θυμοὶ, ἐπιθυμίαι· οὐ γὰρ ἀεὶ ταύτας κινεῖται, ἡμεῖς δὲ ζητοῦμεν τὴν ἀεὶ αὐτῇ ὑπάρχουσαν. Ἔστιν οὖν αὕτη ἡ συμφυὴς αὐτῇ ζωὴ, ἣν ἑαυτῇ παρέχει καὶ καθʼ ἣν αὐτὴ κινεῖται· καὶ αὗται μὲν οὖν, λέγω δὴ βουλήσεις καὶ δόξαι καὶ τὰ τοιαῦτα, εἰσὶν αὐτῆς καὶ ζωαὶ καὶ κινήσεις· ἀλλʼ οὐκ ἀεὶ αὗται ὑπάρχουσιν αὐτῇ, ἀλλά ποτε, οἷον ἐξ ἀναδιπλώσεως. Μάλιστα δὲ ἐκ τοῦ τελειοῦν ἑαυτὴν τὴν ψυχὴν λάβοις ἂν αὐτῆς τὸ αὐτοκίνητον καὶ ἀποχωρίσειας τὴν λογικὴν ψυχὴν καὶ τῆς ἀλόγου καὶ τῆς φύσεως ταύτῃ· τῆς γὰρ λογικῆς ἔστι ψυχῆς τὸ ἑαυτὴν τελειοῦν καὶ ἀνεγείρειν καὶ ἐπιστρέφειν εἰς ἑαυτὴν, ὃ οὐδεμιᾷ τῶν ἄλλων ὑπάρχει, καὶ κατὰ ταύτην τὴν ἐκδοχὴν ἁρμόζει τὸ περὶ θείας τε καὶ ἀνθρωπίνης λέγειν αὐτὸν ψυχῆς, τουτέστι πάσης λογικῆς καὶ οὐχὶ περὶ τῆς ἀλόγου καὶ τῆς φύσεως.
θʹ Ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται τοῦτο πηγὴ καὶ ἀρχὴ τῆς κινήσεως· ἀρχὴ δὲ ἀγένητον, καὶ τὰ ἑξῆς
Δεύτερον συλλογισμὸν ἐκτίθεται ὅτι ἡ ψυχὴ ἀθάνατος. Ἔστι δὲ τοιοῦτος· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως· ἡ ἀρχὴ τῆς κινήσεως ἀγένητον· τὸ ἀγένητον ἄφθαρτον, τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Πέντε αἱ πᾶσαι προτάσεις. Τὴν μὲν οὖν ἐλάττονα πασῶν τὴν κοινὴν ἀμφοτέρων ἐκθήσεται μετὰ ταῦτα· ἱκανῶς δὲ καὶ ἡμεῖς ὑπεμνήσαμεν. Τὴν δὲ τετάρτην καὶ πέμπτην κατασκευάσει μὲν καὶ αὐτὸς, ἱκανῶς δὲ καὶ ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ οὐρανοῦ κατεσκεύασε. Περὶ δὲ τῆς δευτέρας καὶ τρίτης ὁ πολὺς ἡμῖν ἔσται λόγος. Ὁ μὲν οὖν πρῶτος ῥηθεὶς τῶν συλλογισμῶν τὴν αὐτάρκειαν τῆς ψυχῆς ἐδείκνυ· οὗτος δὲ ὁ δεύτερος τὴν ἐκτένειαν, ὥσπερ δὴ πάντα τὰ θεῖα καὶ αὐτάρκη ἐστὶ καὶ ἐκτενῆ· ἐκτενὲς δέ ἐστι τὸ μεταδιδὸν τῶν ἑαυτοῦ καὶ τοῖς ἄλλοις· τοῦτο γὰρ τῆς ἀγαθοειδοῦς καὶ ἀφθόνου φύσεώς ἐστι χαρακτηριστικὸν καὶ τοῦ ὑπερπλήρους τῆς δυνάμεως. Βούλεται οὖν οὗτος ὁ λόγος καὶ ἐπὶ τῆς ψυχῆς τὴν ἐκτένειαν τὴν εἰς τὰ ἄλλα αὐτῆς δηλῶσαι. Ἡ μὲν οὖν πρότασις ἡ λέγουσα «τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως,» ἱκανῶς ἐν Νόμοις παρʼ αὐτοῦ κατεσκεύασται ἀπὸ τοῦ εἰ σταίη τὰ πάντα πρῶτα ἂν κινηθῆναι τὰ αὐτοκίνητα. Καὶ ἔχει ἡ τάξις τῶν πραγμάτων οὕτως· πρῶτόν ἐστι τὸ ἀκίνητον, δεύτερον τὸ αὐτοκίνητον, τρίτον τὸ ἑτεροκίνητον, πολλοῦ πλάτους ἐν ἑκάστῳ τούτων θεωρουμένου, ὥστε πρῶτον καὶ ἀρχὴ τῶν κινουμένων τὸ αὐτοκίνητον. «Ἡ δὲ ἀρχὴ» φησὶν «ἀγένητος·» τουτέστιν ἡ ἀρχὴ τῆς κινήσεως· τοῦτο γὰρ πρόκειται· αὐτὸς δὲ καθολικωτέραν ποιῶν τὴν πρότασιν ἐπὶ πᾶσαν ἀρχὴν ἐκτείνει, ὅτι πᾶσα ἡ ἀρχὴ καθὸ ἀρχὴ ἀγένητος. Ἐνταῦθα δὴ πολλοὶ τῶν πρεσβυτέρων ἐταράχθησαν, πῶς εἶπεν ὁ Πλάτων τὴν ἀρχὴν ἀγένητον· εἰ γὰρ περὶ τῆς πάντων ἀρχῆς λέγει οἷον περὶ τοῦ πρώτου θεοῦ, ἀληθὴς μὲν ὁ λόγος, ἀλλʼ οὐ περὶ ταύτης πρόκειται νῦν λέγειν· εἰ δὲ περὶ πάσης ἁπλῶς ἀρχῆς λέγει, πῶς ἐστιν ἀληθὴς ὁ λόγος; Ἰδοὺ γὰρ καὶ ὁ Πηλεὺς ἀρχὴ τοῦ Ἀχιλλέως· οὐ μὴν ἀγένητος ὁ Πηλεύς. Τίνα οὖν λέγει ἀρχὴν ἴδωμεν. Ἐροῦμεν δὴ ὅτι κυρίως ἀρχή ἐστιν ἡ πρώτως ὅλον τὸ εἶδος παράγουσα, οἷον τὸ αὐτόισον τὰ παντοδαπὰ ἴσα παράγει καὶ ὁ αὐτοάνθρωπος τοὺς πανταχοῦ ἀνθρώπους παράγει. Οὕτως οὖν ἐπειδὴ καὶ ἡ ψυχὴ ἀρχή ἐστι κινήσεως, πάντα ἂν τὰ εἴδη τῆς κινήσεως δύναιτο ποιεῖν καὶ κατὰ τόπον μεταβάλλειν καὶ κατʼ ἀλλοίωσιν καὶ πᾶν ἁπλῶς εἶδος κινήσεως· ὥστε οὐκ ἂν γενητὴ εἴη ὡς κίνησις, ἀλλʼ εἰ ἄρα ὡς οὐσία ἢ νοῦς γίνεται ἀπό τε τοῦ ὄντος καὶ τοῦ νοῦ, ὡς μέντοι κίνησις οὐ γίνεται· αὐτὴ γὰρ ἀρχή ἐστι πασῶν τῶν κινήσεων· εἰ γὰρ καὶ τὰ ἔνυλα εἴδη ἀγένητά ἐστιν, οἷον τὸ ἀνθρώπου, τὸ ἵππου, τὸ ἴσου, τὸ κινήσεως, πολλῷ πλέον τὸ αἴτιον τοῦ εἴδους, ὥστε ἐπεὶ καὶ τὸ εἶδος τῆς κινήσεως ἀγένητόν ἐστι, πολλῷ πλέον αὐτὸ τὸ αἴτιον τῆς κινήσεως· ἔστι δὲ τοῦτο τὸ αὐτοκίνητον. Καλῶς δὲ πηγὴν καὶ ἀρχὴν αὐτὴν προσεῖπεν· ἔστι γὰρ ἴδιον πηγῆς μὲν τὸ οἷον μεταδιδόναι τῶν ἑαυτῆς αὐτοφυῶς τοῖς ἄλλοις ἑαυτῆς οὖσιν, ἀρχῆς δὲ τὸ οἷον ἐφεστάναι καὶ δεσπόζειν τῶν ὑφʼ ἑαυτήν. Ἔστι γὰρ ἀρχὴ μὲν ὡς συντεταγμένη τούτοις ὧν ἐστιν ἀρχὴ, πηγὴ δὲ ὡς ἐξῃρημένη καὶ ἐν νῷ οὖσα· ἅπερ ἀμφότερα ὑπάρχει τῇ ψυχῇ. Ῥᾴδιον μὲν οὖν ἦν εἰπόντα τὸ σύνολον τοῦτο· «ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἀγένητος,» ἀπηλλάχθαι πραγμάτων· ἡ γὰρ γένεσις κίνησίς ἐστιν, ἡ δὲ ἀρχὴ τῆς κινήσεως οὐκ ἂν ἀλλαχόθεν κινοῖτο, ἵνα μὴ ἐπʼ ἄπειρον δράμωμεν· ὥστε οὐδὲ γίνεται. Ἐνὸν οὖν οὕτως συντόμως εἰπόντα ἀπηλλάχθαι, οὐχ εἵλετο, ἀλλὰ ἁπλῶς εἶπεν· «ἀρχὴ δὲ ἀγένητον,» ἐπὶ πλέον ἡμῶν ἐκτείνων τὴν θεωρίαν. Τὸ οὖν ἀγένητον τῆς ἀρχῆς οὕτως ἀκουσόμεθα· ἡ ἀρχὴ οὐδὲν γίνεται τούτων ὧν ἐστιν ἀρχή· οἷον ὁ ἥλιος ἀρχή ἐστι φωτός· αὐτὸς οὖν οὐ φωτίζεται ἀλλαχόθεν· καὶ ὁ νοῦς τοῦ νοεῖν ἀρχὴ ὢν καὶ αὐτὸς ὢν νοερὸς, οὐκ ἀλλαχόθεν ἔχει τὸ νοεῖν νοερὸς γινόμενος· καὶ τὸ ὂν δὲ τοῦ εἶναι τὰ ἄλλα αἴτιον, αὐτὸ τὸ εἶναι ἀλλαχόθεν οὐκ ἔχον. Καὶ ἡ ψυχὴ τοίνυν αἰτία μὲν τοῦ ψυχοῦσθαι τὰ ἄλλα καὶ ζῆν, οὐ μέντοι αὐτὴ ἀλλαχόθεν ζῇ· ὥστε καὶ εἰ πρώτη ἐστὶ κίνησις, αἰτία μὲν τοῦ κινεῖσθαι τὰ ἄλλα ἔσται, οὐ μέντοι αὐτὴ ἀλλαχόθεν κινεῖται. Ὥστε ἀρχὴ πᾶσα ἀγένητος. Τί οὖν, ἐάν τις εἴποι· «οὐ πάντα τὰ πράγματα ἀπὸ τῆς πρώτης αἰτίας τὸ εἶναι ἔχει;» Ἢ πρῶτον μὲν ὁ ἀρχήν τινα λαμβάνων, οὐδὲν τῶν ὑπὲρ αὐτὴν ὀφείλει σκοπεῖν — οὐκέτι γὰρ αὐτὴν φυλάξει ἀρχὴν —, ἀλλὰ δεῖ ὡς ἀρχὴν λαβόντα αὐτήν τε καὶ τὰ μετʼ αὐτὴν σκοπεῖν· ἔπειτα δὲ πρὸς τὸν ἐκ τῆς πρώτης ἀρχῆς τὰ πάντα παράγοντα καὶ τοῦτο ῥητέον, ὡς ἀρχὴ ἕτερον τρόπον ἐστὶ τοιοῦτον οἷα τὰ ἐξ αὐτῆς· αὐτὸ γὰρ ἴσον ὂν ἄλλα δεύτερα ἴσα γεννᾷ, καὶ ἡ κίνησις ἡ τῆς ψυχῆς ἄλλα εἴδη κινήσεων ἀπογεννᾷ· ἡ δὲ πρώτη αἰτία οὐκ ἔστιν ἕτερον τρόπον τοιοῦτον οἷα τὰ ἐξ αὐτῆς· ὑπὲρ γὰρ ἀρχὴν καὶ ὑπὲρ αἰτίαν ἐστίν. Ὁ τοίνυν νοῦς νοερὸς μὲν ἀφʼ ἑαυτοῦ πρώτου ἐστιν, ὂν δὲ εἰ τύχοι ἀλλαχόθεν γίνεται· καὶ τὸ δίκαιον ἀπὸ τῆς αὐτοδικαιοσύνης πρώτως καὶ τῆς δίκης, αὐτὴ μέντοι ἡ δίκη ἢ τὸ αὐτοδίκαιον οὐκ ἀλλαχόθεν δικαιοῦται· καθὸ γὰρ δίκη καὶ καθὸ κατευθύνει τὰ πράγματα, ἀφʼ ἑαυτῆς ἄρχεται· ἀλλαχόθεν μέντοι κατʼ ἄλλην ἐπιβολὴν παράγεσθαι οὐ κωλύεται, ὂν εἰ τύχοι ἢ νοῦς ἢ θεός τις γινόμενος ἀπὸ τῆς πάντων ἀρχῆς. Συνεσπειραμένως δὲ αὐτὸ ὁ Πλάτων ἀπέδειξεν ὅτι, εἰ γίνεται ἀρχὴ, ἐξ οὐκ ἀρχῆς ἂν γένοιτο διὰ τὸ αὐτὴν ὑποκεῖσθαι ἀρχὴν εἶναι. Εἴπωμεν οὖν οὕτως· πᾶσα ἀρχὴ πρώτως ἐστὶν ὃ λέγεται εἶναι· οὐδὲν γενητὸν πρώτως ἐστὶν — πᾶν γὰρ γενητὸν ἀπʼ ἄλλου γέγονεν· οὐδεμία ἄρα ἀρχὴ γενητή. Εἰ γὰρ πᾶν τὸ γινόμενον ἐξ ἀρχῆς τινος γίνεται, καὶ ἡ ἀρχὴ εἰ γίγνοιτο ἐξ ἀρχῆς τινος ἂν γίνοιτο· ὥστε ἡ ἀρχὴ ἀρχῆς ἂν δέοιτο πρὸς τὸ γενέσθαι, καὶ τοῦτο ἐπʼ ἄπειρον. Πᾶν τὸ γινόμενον ἐξ οὐ τοιούτου γίνεται, ζῷον ἐκ μὴ ζῴου, οἰκία ἐκ μὴ οἰκίας· ὥστε καὶ ἡ ἀρχὴ εἰ γίνοιτο ἐκ μὴ ἀρχῆς ἂν γίνοιτο. Ὁμοῦ ἄρα καὶ ἐξ ἀρχῆς ἂν γίνοιτο ὡς γενητὸν καὶ ἐκ μὴ ἀρχῆς ὡς ἀρχή· ὅπερ ἀδύνατον. Πᾶν ἄρα ὃ πρώτως τί ἐστι, τουτέστι πᾶσα ἀρχὴ ἀγένητος. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τῆς τῶν ἀρχῶν ἀφθαρσίας· προστίθησι δὲ καὶ ἄλλην διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ἀρχῆς γὰρ, φησὶν, ἀπολομένης οὔτε ἄλλο τι γενήσεται ἐξ αὐτῆς οὔτε αὐτὴ ἐξ ἄλλου. Διότι μὲν γὰρ πᾶν τὸ γινόμενον ἐξ ἀρχῆς γίνεται, οὐκ ἂν γίνοιτό τι ἄλλο ἐξ αὐτῆς· ἀπόλωλε γὰρ ἡ ἀρχή· αὐτὴ δὲ πάλιν οὐκ ἂν γίνοιτο, τῷ πάλιν ἐξ ἀρχῆς τινος γίνεσθαι τὸ γινόμενον, αὐτὴ δὲ ἡ ἀρχὴ ἀπόλωλεν· ὥσπερ ῥίζης αὐτῆς ἐκκοπείσης οὐδεμία βλάστησις γίνεται, οὕτως, φησὶν, ἀρχῆς τῆς κινήσεως ἀπολομένης, πάντα οὐρανὸν καὶ γένεσιν συμπεσοῦσαν στῆναι καὶ μηκέτι ἔχειν ὅθεν γενήσεται. —Ἑξῆς πρότασιν τὴν λέγουσαν ὅτι τὸ ἀγένητον ἄφθαρτον, γενναίως μὲν καὶ ὁ Ἀριστοτέλης ἀπέδειξε, λάβοις δʼ ἂν αὐτοῦ συντόμως οὕτω τὴν ἀπόδειξιν· εἰ γὰρ φθείρεται τὸ ἀγένητον, ἤτοι λήξεται πάντα φθαρτὰ γενόμενα, ἢ πάλιν ἀποδοθήσεται, καὶ ἐκ τῶν φθαρτῶν τι εἰς τὸ ἀγένητον ἥξει, καὶ οὕτω τὸ γενητὸν ἔσται ἀγένητον· εἰ γὰρ τὸ ἀγένητον εἴη φθαρτὸν, τὸ δὲ φθαρτὸν γενητόν ἐστι, τὸ ἀγένητον γενητὸν ἔσται· ὅπερ ἀδύνατον. Ὁ μέντοι Πλάτων συλλαβὼν ἀμφότερα μιᾷ ἔδειξεν ἐπιβολῇ· εἰ γὰρ γίνοιτο ἢ φθείροιτο ἡ ἀρχὴ, ἀνάγκη αὐτῇ πάντα συμφθείρεσθαι, καὶ οὕτως οὔτε οὐρανὸς ἔσται οὔτε γένεσις, ἀλλʼ οὐδʼ ἂν γένοιτο. Τὸ ὅλον οὖν τοῦτο· «ἡ ἀρχὴ ἀγένητος ἄφθαρτος» ἀπεδείχθη.
ιʹ Ἀθανάτου δὲ πεφασμένου
Μέχρι μὲν οὖν τούτων συνήγαγε διὰ τῶν δύο συλλογισμῶν ὅτι τὸ αὐτοκίνητον ἀθάνατον, μηδαμοῦ ψυχῆς μνησθεὶς, εἰ μὴ ἐξ ἀρχῆς τὸ συμπέρασμα προαναφωνήσας· ὥστε περὶ τοῦ αὐτοκινήτου ἀπεδείχθη ὅτι ἀθάνατον. Νῦν δὲ τὴν πρώτην καὶ ἐλαχίστην πρότασιν αὐτοῖς προσλαμβάνει, ὅτι ἡ ψυχή ἐστιν αὐτοκίνητος, καὶ ὑπομνήσει ἐκ τῶν ἐξ αὐτῶν γινομένων τὸ περὶ αὐτήν. —Τὸ μὲν οὖν πεφασμένου λέγει, τουτέστι φανεροῦ γενομένου καὶ ἐκδήλου· οὕτω γὰρ εἰώθασιν Ἀθηναῖοι χρῆσθαι τῇ λέξει. —Τὸ δὲ οὐσίαν καὶ λόγον εἶναι τῆς ψυχῆς τὸ αὐτοκίνητον εἶπεν ἀντὶ τοῦ ὁρισμὸν ... τοῦτον αὐτῆς λέγων οὐδεὶς ἂν αἰσχυνθήσεται ὡς ψευσάμενος, ἐπειδὴ ἔστι τὸν ὁρισμὸν καὶ κατὰ τὸ πρᾶγμα αὐτὸ θεωρεῖν καὶ κατὰ τὸν λόγον· οἷον τὸ «ζῷον λογικὸν θνητόν» δυνατὸν καὶ ὡς πρᾶγμα ἐνὸν ἐν τῷ ἀνθρώπῳ, μᾶλλον δὲ αὐτὸ ὂν τὸν ἄνθρωπον καὶ τὸ ἀνθρώπου εἶδος θεωρεῖν, δυνατὸν δὲ καὶ ὡς προφορικὸν λόγον ἐπισκέπτεσθαι. Διὰ τοῦτο καὶ αὐτὸς ἀμφότερα εἶπε τὸ δὲ λέγων οὐκ αἰσχυνεῖται, μάλιστα μὲν καὶ πρὸς ἑαυτὸν τοῦτο λέγων, πάντων δὲ μάλιστα αἰσχύνας ἑαυτόν — οὐ γὰρ μεταμελήσει αὐτῷ ὁ τοιοῦτος ὁρισμὸς τῆς ψυχῆς· δεύτερον δὲ καὶ πρὸς τοὺς ἄλλους ἀνέλεγκτος ὑπʼ αὐτῶν μένων. Δείκνυσι δὲ ὅτι μόνη ψυχὴ αὐτοκίνητος διὰ τοῦ πᾶν ἑτεροκίνητον ἄψυχον εἶναι. Συλλογίζεται δὲ οὕτως· πᾶσα καὶ μόνη ψυχὴ ἐνδίδωσιν ἀρχὴν κινήσεως τοῖς σώμασι· τὸ ἐνδιδὸν ἀρχὴν κινήσεως τοῖς σώμασιν αὐτοκίνητον· ἡ ψυχὴ ἄρα αὐτοκίνητος. Ὑπομιμνῄσκει δὲ ἐκ τῶν ἐναργῶν καὶ φαινομένων· εἰ γὰρ διαφέρει τὸ ἔμψυχον σῶμα τοῦ ἀψύχου τῷ ἀφʼ ἑαυτοῦ καὶ ἔνδοθεν κινεῖσθαι — ὃ γὰρ ἂν ἴδωμεν ἀφʼ ἑαυτοῦ κινούμενον ἔμψυχον λέγομεν —, δηλονότι πολλῷ πλέον αὐτὴ ἑαυτὴν κινήσασα καὶ προθυμηθεῖσα κινῆσαι τὸ ζῷον οὕτως αὐτὸ ἐκίνησεν. Οὐ ταραχθησόμεθα δὲ μὴ καὶ ταύτας τὰς ψυχὰς τῶν ζῴων ἀθανάτους δώσομεν ἃς ἐμψυχίας μόνας καὶ ἐντελεχείας εἰώθαμεν καλεῖν, οἷον σκώληκας καὶ ἐμπίδας· ἡ γὰρ ψυχὴ ἐναποτίθεται τοῖς σώμασιν ἀρχὴν κινήσεως, ἤτοι αὐτὴ παροῦσα ὡς ἐφʼ ἡμῶν, ἢ ἴνδαλμά τι ἑαυτῆς διδοῦσα. «Πῶς οὖν, εἴποι ἄν τις, ὁρῶμεν καὶ τὸ ἄψυχον σῶμα ἀφʼ ἑαυτοῦ κινούμενον ἐπὶ φθορὰν, ἢ καὶ τὸ πῦρ ἄνω φερόμενον καὶ τὴν βῶλον κάτω; ἢ γὰρ παντελῶς ἄψυχόν ἐστι τῷ ὄντι τὸ σῶμα τὸ ἐπὶ φθορὰν ὁδεῦον, καὶ οὐ πάσης κινήσεως αἰτία ἡ ψυχή· ἢ ἔμψυχόν ἐστι καὶ ἔσται ἡ ψυχὴ φθορᾶς αἰτία ἡ τὸ ζῆν καὶ τὸ εἶναι παρέχουσα τοῖς ἄλλοις.» Ἐροῦμεν οὖν ὅτι τοῦτο τὸ λεγόμενον ἄψυχον σῶμα ἄψυχον λέγεται ὡς πρὸς τὴν μερικὴν ψυχὴν, ἐπειδὴ ἰδίαν οὐκ ἔχει ψυχήν· ἀλλʼ ἀπὸ τῆς τοῦ παντὸς ψυχοῦται. Ὡς γὰρ ἐν ἐψυχωμένῳ τῷ κόσμῳ πᾶν σῶμα ἐν αὐτῷ ὂν ἔμψυχόν πώς ἐστιν, ὡς καὶ ἐν ἡμῖν τὰ περιττώματα, ἐν ὅσῳ ἐν ἡμῖν ἐστι, μετέχει τινὸς ζωτικῆς θέρμης, ἔξω δὲ προελθόντα ἀποψύχεται· ἔχει οὖν καὶ τὸ σῶμα ὡς ἐν κόσμῳ ὂν ἴχνος ψυχῆς, ὅπερ αὐτὸ καὶ κινεῖ καὶ ὅπως ποτὲ εἶναι ποιεῖ· καὶ διὰ τοῦτο καὶ τὸ πῦρ ἄνω φέρεται καὶ ἡ βῶλος κάτω, ὡς ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς κινούμενα. Καὶ γὰρ ἡ φύσις καθʼ ἣν κινεῖται ἴνδαλμά ἐστι ψυχῆς· ἄψυχα δὲ αὐτὰ λέγομεν ὡς πρὸς τὴν μερικὴν ψυχὴν ἀφορῶντες· ἐπειδὴ γὰρ οὐχ ὁρῶμεν ἔχοντα αὐτὰ ἰδίαν ψυχὴν, ἄψυχα αὐτά φαμεν, ἐπεὶ ὡς ἐν τῷ παντὶ ἐψύχωται. Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἡ ψυχὴ αἰτία φθορᾶς γίνεται· εἴπομεν γὰρ καὶ ἀνωτέρω ὅτι ὡς πρὸς τὸ αὑτῆς χρήσιμον καὶ τὸ τοῦ παντὸς ἀγαθὸν ἀποβλέπουσα ποιεῖται τὰς κινήσεις. Καὶ ἐνταῦθα γοῦν ὁρῶμεν τὸν σπουδαῖον καὶ λιμοκτονοῦντα τὸ σῶμα, εἰ δʼ οὕτως αὐτῷ συμφέρει ἔσθʼ ὅτε καὶ φθείροντα· Οὕτως οὖν καὶ ἡ τοῦ παντὸς ψυχὴ, ἐπειδὰν ἡ μερικὴ ψυχὴ ἀπολίπῃ τὸ σῶμα, ἀναλύει αὐτὸ καὶ ἀναστοιχειοῖ· οὐδὲ γὰρ λυσιτελεῖ τῷ παντὶ ἔτι συνεστάναι αὐτό· ὥσπερ δὴ καὶ ἡ ἐν ἡμῖν φύσις τινὰς μὲν τῶν χυμῶν συνίστησι, τινὰς δὲ διαλύει, πρὸς τὸ τοῦ παντὸς ἡμῶν σώματος χρήσιμον τεταμένη.
Τῶν δύο οὖν συλλογισμῶν τῶν ῥηθέντων ἑκάτερος μὲν ἀμφότερα δείκνυσιν, ὅτι τε οὐκ ἐξ ἑαυτῆς φθείρεται ἡ ψυχὴ καὶ ὅτι οὐδʼ ὑπὸ τῶν ἔξωθεν· μᾶλλον μέντοι ὁ μὲν πρότερος τὸ πρότερον, ὁ δὲ δεύτερος τὸ δεύτερον· διὰ τοῦτο δὲ καὶ κοινὴν ἔλαβεν ἀμφοτέρων τῶν συλλογισμῶν τὴν πρότασιν τὴν λέγουσαν «ἡ ψυχὴ αὐτοκίνητος,» οὐχ ἁπλῶς διαλεκτικῆς χάριν ἐπιχειρήσεως, ἀλλʼ ἐπειδὴ αὕτη ἡ αὐτοκινησία οὐσία οὖσα τῆς ψυχῆς, καὶ ταῦτα ὂν, αὐτῇ αἰτία ἐστὶ καὶ τοῦ μὴ φθείρεσθαι καὶ τοῦ τὰ ἄλλα ὑπʼ αὐτῆς ζῆν καὶ συνέχεσθαι. Ἀποδεικτικοὶ οὖν εἰσιν ἀμφότεροι οἱ λόγοι· ἐκ γὰρ τοῦ ὁρισμοῦ τῆς ψυχῆς ἐλήφθησαν, καὶ πάντες εἰσὶ καθʼ αὑτὸ καὶ ᾗ αὐτὸ οἱ ὅροι, διὸ καὶ ἀντιστρέφουσι πρὸς ἀλλήλους. Ἐγκαλοῦσι δέ τινες τῷ ὁρισμῷ ὡς οὔτε γένος οὔτε διαφορὰς παραλαμβάνοντι, ἀλλὰ ἁπλῶς ὁρικῷ ὄντι ὀνόματι, τῷ αὐτοκινήτῳ κεχρῆσθαι. Μάλιστα δὲ θαυμάσαι ἐχρῆν ἐνταῦθα τὸν φιλόσοφον ὅτι τὸ ἰδικώτατον καὶ μάλιστα ἴδιον τῆς ψυχῆς κατεσκεύασε, τὰ κοινὰ τὰ πρὸς τὰ ἄλλα αὐτῆς παρείς. Ἔξεστι δέ σοι αὐτὸ τοῦτο κατιδεῖν πληρώσαντι τὸν ὁρισμόν· ἔστι γὰρ ψυχὴ οὐσία ἀσώματος αὐτοκίνητος γνωστικὴ τῶν ὄντων. Ὁρᾷς οὖν ὅτι κατὰ μὲν τὰ ἄλλα πάντα πολλοῖς κοινωνεῖ, κατὰ δὲ τὸ αὐτοκίνητον μάλιστα αὐτὴ χαρακτηρίζεται, καὶ γὰρ ὃ δοκεῖ αὐτῇ μάλιστα ὑπάρχειν, τὸ γνωστικὴν εἶναι τῶν ὄντων, τοῦτο καὶ τῇ αἰσθήσει οὐδὲν ἧττον ὑπάρχει· γνωστικὴ γάρ ἐστι καὶ αὕτη τῶν συζύγων.
ιαʹ Περὶ μὲν οὖν ἀθανασίας αὐτῆς
Ἱκανῶς καὶ ὁ Πλάτων ἐμαρτύρησε τῷ λόγῳ· οὐδαμοῦ γὰρ οὕτω διισχυρίσατο ὡς ἐνταῦθα τῇ ἀθανασίᾳ τῆς ψυχῆς· εἶπε γὰρ περὶ ἀθανασίας αὐτῆς ἱκανῶς διειλέχθαι. Ἀθάνατον δὲ ἔλαβε τὸ ἀίδιον· τὸ γὰρ μήτε ἐν τῷ προτέρῳ χρόνῳ γενόμενον μήτε ἐν τῷ ὑστέρῳ φθαρησόμενον ἀίδιον εἰώθαμεν λέγειν, ὅ ἐστι κυρίως ἀθάνατον, ἐπεὶ καὶ τὸ εἰς τὸν μέλλοντα χρόνον μὴ φθαρησόμενον ἀθάνατον λέγομεν, ὡς εἰ εἴποιμεν· «ἀθάνατος εἶ σύ.» Ὃ δὲ τὸ κυρίως ἔλαβεν ἀθάνατον τὸ ἐφʼ ἑκάτερα ἀίδιον, τουτέστι τὸ ἀγένητον καὶ ἄφθαρτον. Ὁ μὲν οὖν πρότερος λόγος, ὁ ἀπὸ τῆς αὐτοκινησίας καὶ τῆς ἀρχῆς τῆς κινήσεως τὸ ἀθάνατον κατασκευάζων, τὴν πρόοδον ὥσπερ τῆς ψυχῆς καὶ τὴν πρὸς τὰ μετʼ αὐτὸ σχέσιν ἐθεώρει· ὁ δὲ νῦν ὁ περὶ τῆς ἰδέας αὐτῆς οἷον τὴν ὑποστροφὴν αὐτῆς τὴν πρὸς τὰ αἴτια καὶ τὸν ἐκεῖθεν αὐτῇ ἐνδιδόμενον ὅρον. Προίουσα μὲν γὰρ οἷον ἄπειρος ζωὴ φαίνεται, στραφεῖσα δὲ ἐπὶ νοῦν ἐκεῖθεν τὸν ὅρον κομίζεται. Τί οὖν βούλεται ἡ ἰδέα τῆς ψυχῆς ἐνταῦθα; Εἰ μὲν γὰρ τὸ παράδειγμα αὐτῆς λέγοι, οὐδὲν κοινὸν πρὸς τὴν ψυχήν· οὐ γὰρ περὶ ἰδεῶν πρόκειται λέγειν· εἰ δὲ ἰδέα τῆς ψυχῆς τὴν οὐσίαν αὐτῆς σημαίνοι, ἐπειδὴ ἁπλοῦν εἶδος καὶ ἄυλον ἡ ψυχὴ, καὶ οὐ τὸ μέν τι αὐτῆς οἷον ὑποκείμενον τὸ δὲ οἷον εἶδος, ἀλλὰ ταὐτὸν ψυχὴ καὶ τὸ ψυχὴ εἶναι, δὶς ἔσται περὶ τῆς οὐσίας τῆς ψυχῆς λέγων. Ἐροῦμεν οὖν ὅτι οὐσία μὲν ἑκάστου πράγματός ἐστι τὸ ἓν τὸ ἐν αὐτῷ καὶ τὸ οἷον ἑνικώτατον — τοῦτο γάρ ἐστι τὸ ἑκάστου πλήθους ὡς οἷόν τε ἀπαρέμφατον ὑπάρχον —, τὸ δὲ εἶδος ἤδη καὶ τὸ πλῆθος καὶ τὰ οἱονεὶ στοιχεῖα ἐνδείκνυται τοῦ πράγματος. Καὶ τὸ ἓν καὶ πολλὰ αὐτοῦ ἐθέλει σημαίνειν· ἔστι γὰρ ἡ ψυχὴ ἓν καὶ πολλά· οὔτε γὰρ μόνως καὶ καθαρῶς ἓν οὔτε πλῆθος διεσπασμένον. Ὁ μὲν οὖν πρότερος λόγος ὁ τὴν ἀθανασίαν αὐτῆς κατασκευάζων περὶ τὸ οὐσιῶδες αὐτῆς ἓν ἀνεστρέφετο· ὁ δὲ νῦν μέλλων λέγεσθαι ὁ περὶ τῆς ἰδέας περὶ τὸ πλῆθος καὶ τὰ στοιχεῖα· τοῦτο γὰρ βούλονται οἱ ἵπποι καὶ ὁ ἡνίοχος. Ἀνωτέρω μὲν οὖν ἑνιαίως ἡμῖν καὶ ἀθρούστερον παρεδίδου τὴν τῆς ψυχῆς οὐσίαν· τὸ γὰρ ὂν αὐτῆς, αὐτοκίνητόν τε καὶ ἀεικίνητον καὶ ἀθάνατον ὑπάρχον, οἷον ἕν πώς ἐστιν, αἰτιώτερον δέ πως ἀεὶ τὸ πρότερον τῷ δευτέρῳ καὶ τὸ δεύτερον τῷ τρίτῳ· τό τε γὰρ αὐτοκίνητον αἴτιον τοῦ ἀεικινήτου, τό τε ἀεικίνητον τοῦ ἀθανάτου. Δύο γὰρ ὄντων τούτων, τοῦ τε ἀκινήτου ὃ κρεῖττόν ἐστι πάσης κινήσεως καὶ ζωῆς οἷον τὸ ὑπερούσιον ἓν καὶ αἱ πρῶται ἑνάδες, τοῦ τε ἑτεροκινήτου ὃ χεῖρόν ἐστι καὶ καταδεέστερον πάσης ζωῆς καὶ κινήσεως, προσεχέστερόν ἐστι τὸ μὲν αὐτοκίνητον τῷ ἀκινήτῳ — ἀεὶ γὰρ ἑαυτὸ βούλεται σῴζειν τὸ αὐτοκίνητον, ὥσπερ ἀεί ἐστι τὸ αὐτοκίνητον ἡ πρώτη ἀρχή —, τὸ δὲ ἀθάνατον τῷ ἑτεροκινήτῳ· κατὰ στέρησιν γὰρ ἤδη τοῦ θανάτου λεγόμενον προσεχέστερόν ἐστι τοῖς ἑτεροκινήτοις, τὰ δὲ ἀκίνητα καὶ ὑπὲρ τὸ ἀθάνατόν ἐστιν· ἡ δὲ ἀθανασία ζωή τίς ἐστιν οἷον πνοή τις οὖσα τῆς οὐσίας τῆς ψυχῆς. Τριάδα οὖν ταύτην ἐθεωρήσαμεν ἐπὶ τῆς ψυχῆς εἰς ἕν τι συντρέχουσαν. Λέγων δὲ ἑξῆς καὶ τὰ περὶ τῆς ἰδέας πάλιν τριάδα λήψεται, ἀνάλογον μὲν τῇ προειρημένῃ τριάδι, ἐν πλείονι δὲ ἑτερότητι θεωρουμένην. Ὥσπερ γὰρ ὁ τρία ἀριθμὸς προιὼν εἰς πλείονα διάστασιν καὶ ἑτερότητα χωρεῖ καὶ προέρχεται, καὶ χείρων ἑαυτοῦ γίνεται κατὰ τὴν πρόοδον, ἀεὶ μένων τρία, οἷον τετράγωνός τε γινόμενος καὶ πάλιν κύβος σῴζων ἀεὶ τὴν ἰδιότητα τοῦ τρία· οὕτω καὶ ἡ ψυχὴ ἀπὸ τοῦ ἑνιαίως ἑαυτῆς ὄντος, ὃ καὶ αὐτὸ ἀθρούστερον ἓν τρία ἐστὶν, ἐπὶ πλέον προελθοῦσα καὶ ἑτερωθεῖσα γίνεται πάλιν ἓν τρία ἐν πλείονι διαστάσει θεωρουμένη, λέγω δὴ τῇ τοῦ ἡνιόχου καὶ τῶν δύο ἵππων. Ἀλλὰ τίνες ὅ τε ἡνίοχος καὶ οἱ δύο ἵπποι; Καὶ πρῶτόν γε περὶ αὐτῶν τοῦτο θεωρητέον, πότερον κατὰ τὰς οὐσίας αὐτοὺς δεῖ τάττειν ἢ κατὰ τὰς δυνάμεις ἢ κατὰ τὰς ἐνεργείας· ἄλλοι γὰρ ἄλλως ἠνέχθησαν. Φημὶ δὴ ὅτι κατὰ τὰς δυνάμεις· κατὰ μὲν γὰρ τὰς ἐνεργείας οὐκ ἂν εἶεν, ἐπειδὴ ἐνεργοῦντες παραδίδονται οἱ ἵπποι, τῶν δὲ ἐνεργειῶν ἐνέργειαι οὐκ εἰσὶ, καὶ ὅτι αἱ μὲν ἐνέργειαι τῆς ψυχῆς ἄλλοτε ἄλλαι εἰσὶν, οἱ δὲ ἵπποι ἀεὶ οἱ αὐτοί — οὐ γὰρ ἄλλους καὶ ἄλλους ἵππους δέχεται, ἀλλʼ ἀεὶ τοὺς αὐτοὺς ἔχει· ἀλλʼ οὐδὲ κατὰ τὰς οὐσίας, ἐπειδὴ καὶ ἐφʼ ἡμῶν αἱ οὐσίαι ἀκάκωτοι μένουσιν οὐ γὰρ κακύνεται ἡ οὐσία τῆς ψυχῆς — καὶ γὰρ ἂν καὶ ἐφθείρετο —, ἀλλʼ αἱ δυνάμεις εἰσὶν αὐτῆς αἱ κακυνόμεναι, καὶ πολλῷ πλέον αἱ ἐνέργειαι. Λέγει δὲ καὶ αὐτὸς ὁ Πλάτων ὅτι θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, περὶ δὲ τῶν ἡμετέρων ὅτι καὶ κακύνονται καὶ πτερορρυοῦσιν. Εἰ τοίνυν ἡ μὲν οὐσία τῆς ψυχῆς ἡμῶν ἀκάκωτος μένει, αἱ δὲ δυνάμεις διαστρέφονται, ἔστι δὲ ὅτε καὶ ἀργοῦσιν, εἰκότως ἂν κατὰ τὰς δυνάμεις τάττοιντο. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Πλάτων σαφῶς βοᾷ εἰπών· «ἔοικέ τῳ δὴ ξυμφύτῳ δυνάμει.» Εἰ δέ τις λέγοι ὅτι τὸ αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν ὡς ἀπὸ αἰτίων εἴρηται ἀγαθῶν, τὸ ἑξῆς ἀντιμαρτυρήσει αὐτῷ. Καὶ γὰρ οἱ ἡμῶν ἐξ ἀγαθῶν ὡς ἀπὸ αἰτίων εἰσὶν, ὥστε πάντες κατὰ τοῦτο ἔσονται ἀγαθοὶ, λέγει δὲ τοὺς ἡμετέρους κακύνεσθαι. Οὐ πρῶτος δὲ ὁ Πλάτων ἡνίοχον καὶ ἵππους παρέλαβεν, ἀλλὰ πρὸ αὐτοῦ οἱ ἔνθεοι τῶν ποιητῶν, Ὅμηρος, Ὀρφεὺς, Παρμενίδης· ἀλλʼ ὑπʼ ἐκείνων μὲν ἅτε ἐνθέων ἄνευ αἰτίας εἴρηται· ἐνθουσιῶντες γὰρ ἔλεγον. Ἐπειδὴ δὲ ὁ Πλάτων οὐδὲν εἰς τὴν ἑαυτοῦ φιλοσοφίαν παραλαμβάνει ὃ μὴ καὶ αἰτίᾳ ἠδύνατο ὑποβάλλεσθαι, ῥητέον ἡμῖν τὰς αἰτίας, εἰ καὶ αὐτὸς μετὰ μείζονος ἀξιώματος προφέρων τοὺς λόγους παρῆκε τὰς αἰτίας εἰπεῖν, καὶ τέως ὅτι καὶ οἱ πρὸ αὐτοῦ ἐοίκασιν ἐπὶ τῶν δυνάμεων καὶ αὐτοὶ παραλαμβάνειν τόν τε ἡνίοχον καὶ τοὺς ἵππους. Ζεὺς γὰρ παρʼ Ὁμήρῳ κέχρηται τοῖς ἵπποις οὓς λέγεται λύειν ὁ Ποσειδῶν, καὶ οὐκ ἀεὶ αὐτοῖς χρώμενος, ἀλλὰ καὶ καθεζόμενος ἐπὶ θρόνου παραδέδοται· εἰ δὲ ἦν ἡ οὐσία τοῦ Διὸς τὸ ἐποχεῖσθαι τοῖς ἵπποις καὶ ἦν ὁ Ζεὺς ὅπερ ὁ ἡνίοχος, ἀεὶ ἂν ἡνιόχει· νῦν δὲ καὶ ἄλλα τινα ποιῶν παραδίδοται. Ἐοίκασιν οὖν διάφοροί τινες αὐτοῦ δυνάμεις ἀνυμνεῖσθαι οἱ ἵπποι καὶ ὁ ἡνίοχος· κοινοὶ δὲ τέως ὀφείλουσιν εἶναι οἱ λόγοι ἐπί τε τῆς θείας καὶ τῆς ἀνθρωπίνης ψυχῆς. Αὐτὸς τοίνυν ὁ Πλάτων ἐν Τιμαίῳ φησὶν ὅτι ὁ δημιουργὸς συνιστὰς τὴν ψυχὴν ἁπλῶς, τουτέστι τὴν οὐσίαν τῆς ψυχῆς, ἔλαβεν ἐκ τῶν γενῶν τοῦ ὄντος οὐσίαν, ταυτὸν θάτερον δηλονότι ὡς αὐτός φησιν, οὐσίαν μέσην, ἥτις μέση ἐστὶ τῆς τε ἀμερίστου οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας· μεριστὴ δὲ περὶ τὰ σώματά ἐστιν οὐσία ἡ ἄλογος ζωὴ καὶ ἡ φύσις καὶ αἱ ἐμψυχίαι· καὶ πάλιν ταυτὸν μέσον ὃ μέσον ἐστὶ τοῦ τε ἀμερίστου ταυτοῦ καὶ τοῦ περὶ τὰ σώματα μεριστοῦ ταυτοῦ· ὁμοίως δὴ καὶ θάτερον μέσον. Καὶ ταῦτα, φησὶ, τὰ τρία συγκερασάμενος τὴν οὐσίαν τῆς ψυχῆς συνεστήσατο. Ἀλλὰ τὰς μὲν τῶν θείων ἐξ ἀκηράτων γενῶν, τὰς δὲ ἡμετέρας οὐκέτι· ἀκήρατα δέ φησιν οὐκέτι πάμπαν ἀλλὰ δεύτερα καὶ τρίτα κατεχεῖτο μίσγων. Αἱ δυνάμεις οὖν τῶν τριῶν τούτων οἱ ἵπποι εἰσὶ καὶ ὁ ἡνίοχος· καὶ ἡ μία δύναμις τῆς ψυχῆς ἡ οἰστικὴ τῶν τριῶν τούτων δυνάμεων ἡ ἰδέα ἐστὶν αὐτῆς. Ἡ μὲν οὖν τοῦ ὄντος, τουτέστι τῆς οὐσίας τοῦ ἑνὸς τῶν γενῶν, δύναμις ὁ ἡνίοχός ἐστιν, ἡ δὲ τοῦ ταυτοῦ δύναμις ὁ κρείττων τῶν ἵππων, ἡ δὲ τοῦ θατέρου δύναμις ὁ καταδεέστερος ἵππος. Ἐὰν τοίνυν νοήσωμεν δύο ἵππους καὶ ἡνίοχον καὶ συμφύσωμεν αὐτοὺς, ἡ μία δύναμις ἡ γεννητικὴ καὶ οἰστικὴ τοῦ τε ἡνιόχου καὶ τῶν ἵππων αὐτή ἐστιν ἡ ἰδέα τῆς ψυχῆς. Δύναμιν δὲ ἀκουστέον κατὰ τοὺς γεωμέτρας, ὡς εἰώθασι λέγειν τὴν εὐθεῖαν δύνασθαι τὸ τετράγωνον. Ἐν μὲν οὖν τῷ προτέρῳ λόγῳ περὶ τῆς οὐσίας τῆς ψυχῆς διείλεκται, ἥτις ἐν ἑαυτῇ εἶχε καὶ τὴν αὐτοκινησίαν καὶ τὴν ἀθανασίαν — ἓν γὰρ ἦν ἅμα ταῦτα τὰ τρία —, ἐνταῦθα δὲ περὶ τῶν δυνάμεων τῆς ψυχῆς λέγει· διαλέξεται δὲ ἑξῆς καὶ περὶ τῶν ἐνεργειῶν. Τριῶν οὖν τούτων ὄντων, οὐσίας αὐτοκινησίας ἀθανασίας, ἀνάλογον τούτοις εἰλημμέναι εἰσὶν ἐνταῦθα αἱ τρεῖς αὗται δυνάμεις, ἡ ἰδέα καὶ οἱ ἵπποι καὶ αἱ μερικώτεραι ζωαὶ τῶν ἵππων. Τῇ μὲν γὰρ μιᾷ οὐσίᾳ τῆς ψυχῆς, ἥτις ἑνιαίως ἔχει καὶ τὴν αὐτοκινησίαν καὶ τὴν ἀθανασίαν, ἀνάλογον εἴληπται ἡ ἰδέα τῆς ψυχῆς, ἥτις ἐστὶν ἡ μία δύναμις τῆς πάσης ψυχῆς οἰστικὴ τῶν τριῶν δυνάμεων τοῦ τε ἡνιόχου καὶ τῶν ἵππων. Τῇ δὲ αὐτοκινησίᾳ ἀνάλογον εἰλημμένοι εἰσὶν οἱ ἵπποι διὰ τὸ αὐτοκίνητον αὐτῶν. Τῇ δὲ ἀθανασίᾳ αἱ μερικώτεραι ζωαὶ τῶν ἵππων, τουτέστιν αἱ ἄνοδοι καὶ κάθοδοι τῆς ψυχῆς καὶ αἱ πτερορρυήσεις τε καὶ πτεροφυήσεις. Ἀλλὰ διὰ τί ἵππους κέκληκε τὴν τοῦ ταυτοῦ καὶ θατέρου δύναμιν, τὴν δὲ τῆς οὐσίας τοῦ ἑνὸς τῶν γενῶν δύναμιν ἡνίοχον; Ὅτι μὲν οὖν πάντα μετέχει ἀλλήλων, δῆλον· κατὰ δὲ τὸ ἐπικρατοῦν ἕκαστον λέγεται. Ἡ γὰρ οὐσία ἐστὶν ὃ εἰς τὴν σύστασιν παρελήφθη τῆς ψυχῆς τὸ ἀκρότατον καὶ τελειότατον, ... καὶ κατʼ αὐτό γε τοῦτο τοῖς ἄλλοις ἐπιστατούσης· κινεῖσθαι οὖν ἡ ψυχὴ κατὰ τὴν οὐσίαν οὐκ ἀναγκάζεται· τὰ δὲ λοιπὰ δύο, αἱ δυνάμεις τοῦ ταυτοῦ καὶ τοῦ θατέρου, ὡς ἐν κινήσει καὶ περιόδοις ὁρώμενα, ἵπποις ἀπεικάσθησαν· οἱ αὐτοὶ δέ εἰσι καὶ οἱ τροχοὶ τὸ ταυτὸν καὶ τὸ θάτερον· ὡς μὲν γὰρ ἐκπεριιόντες τὸ νοητὸν ἵπποι, ὡς δὲ ἀποκαθιστάμενοι τροχοί. Καὶ ὁ μὲν ἀμείνων τροχός ἐστιν ὁ τοῦ ταυτοῦ κύκλος ὁ περὶ τὰ νοητὰ στρεφόμενος καὶ τὴν ἀναγωγὸν ἔχων δύναμιν τῆς ψυχῆς, ὃς καὶ διʼ αὐτὸ τοῦτο εὔτροχος προσηγόρευται· ὁ δὲ ἕτερος θατέρου ὁ καὶ γενεσιουργὸς ὁ περὶ τὰ αἰσθητὰ καὶ δοξαστὰ στρεφόμενος, ὃς ὀρθὸς προσείρηται, ὅταν τὴν οἰκείαν ἔχῃ ἀρετὴν καὶ οὕτως ἔχων τοῦ ὀρθοῦ καὶ τῆς εὐθείας τὴν ἔνδειξιν ὅταν ἀδιαστρόφως ἀναγγείλῃ τὰ αἰσθητά· οἷον εἰ θελήσει τι ἡ δόξα τῶν αἰσθητῶν ἰδεῖν, ἐξάρχει μὲν ἡ προαίρεσις καὶ διεγείρει καὶ ἐντείνει τὸ πνεῦμα, τὸ δὲ εἰ τύχοι διὰ τῶν ὄψεων ἐκπέμπει τὰς ἀκτῖνας· αἳ δὲ προσβάλλουσι τῷ αἰσθητῷ, καὶ πάλιν διʼ αὐτῶν ἀνακάμψασα ἡ αἴσθησις ἀπαγγέλλει τῷ πνεύματι κἀκεῖθεν τῇ δόξῃ· καὶ οὕτως ἡ ἀνάκαμψις οὐκ ἔστιν ἀκριβῶς κύκλος, ἀλλʼ εὐθεῖα δίαυλον δραμοῦσα μιμεῖται τὸν κύκλον, καὶ ἔστι τὸ ὅλον τοῦτο ὀρθὸς κύκλος. Ὅταν δὲ διαστρόφως ἀναγγείλῃ, παντοίας λέγεται κλάσεις ἔχειν. Ἔχει δὲ οὗτος καὶ τὴν καταγωγὸν καὶ γενεσιουργὸν δύναμιν τῆς ψυχῆς, ἐπὶ δὲ τῶν θείων ψυχῶν τῶν προνοητικῶν τῶν δευτέρων ... Ἔχει μὲν οὖν ὑγιῶς τὰ εἰρημένα, καὶ οὕτω δεῖ οἴεσθαι ἔχειν. Ἔστι δὲ καὶ οὕτω διαιρεῖν, καὶ ἡνίοχον μὲν λέγειν τὸ νοερὸν τῆς ψυχῆς, τουτέστι τὸν νοῦν, ταυτοῦ δὲ κύκλον καὶ ἀμείνονα ἵππον λέγειν τὴν διανοητικὴν ψυχὴν, θατέρου δὲ καὶ χείρονα ἵππον τὴν δοξαστικήν. Ἰστέον δὲ ὅτι καὶ ἡ διάνοια τοῦ θατέρου μετέχει καὶ ἡ δόξα τοῦ ταυτοῦ· πᾶν γὰρ ὃπερ ἂν λάβῃς τῆς ψυχῆς ἀμφοτέρων μετέχει. Κατὰ μὲν τὸ ἀκρότατον τῆς ψυχῆς θεωροῦντί σοι τοὺς ἵππους καὶ τὸν ἡνίοχον, ἡνίοχος μὲν ἔσται ἡ ἄκρα τῆς ψυχῆς ἕνωσις ἡ πρὸς τὰ νοητὰ καὶ τοὺς θεούς· ὁ δὲ ἀμείνων ἵππος ὅσπερ αὐτῆς ἀεὶ τῶν νοητῶν ἐφίεται· ὁ δὲ καταδεέστερος ὅσπερ μετὰ διαιρέσεως καὶ μεταβάσεως ἐφάπτεται τῶν νοήσεων. Καὶ ταῦτα μὲν εἰ ἐπὶ τῆς διανοητικῆς μόνης ψυχῆς ὁρῴης τόν τε ἡνίοχον καὶ τοὺς ἵππους· εἰ δέ γε ἐπὶ τῆς δοξαστικῆς, τὸν μὲν ἡνίοχον τὴν διάνοιαν ληψόμεθα, τὸν δὲ κρείττονα τῶν ἵππων τὴν δύναμιν τῆς δοξαστικῆς, ἥτις ἀεὶ ἐφίεται τῇ διανοίᾳ συντάττεσθαι, τὸν δὲ καταδεέστερον ἵππον ἥτις αὐτῆς δύναμις ἐφίεται τῆς γενέσεως καὶ τῆς τῶν δευτέρων προστασίας. Δυνατὸν δὲ καὶ κατὰ τὸ συναμφότερον, τὴν διάνοιαν καὶ τὴν δόξαν, ἐκλαβόντα τὸν ἡνίοχον, τῶν ἵππων τὸν μὲν ἀμείνω κατὰ τὸ διανοητικὸν μόνον τάξαι, τὸν δὲ καταδεέστερον κατὰ τὸ δοξαστικόν. Ἰστέον γὰρ ὡς τῆς ψυχῆς ἐπιδούσης ἑαυτὴν τοῖς κρείττοσι, καὶ ἡ δόξα ὅλην ἑαυτὴν ἐπιδίδωσι τῇ διανοίᾳ καὶ αὐτῆς εἶναι ἐθέλει, ἀποκαμοῦσα μέντοι ποτὲ καὶ καθʼ ἑαυτὴν ἐνεργῆσαι θέλει. Καὶ ταῦτα μὲν εἰ ἐπὶ μόνης τῆς λογικῆς ψυχῆς θεωροίημεν τοὺς ἵππους καὶ τὸν ἡνίοχον· ἐπειδὴ δὲ καὶ εἰς τοῦτο κάτεισιν ἡ ψυχὴ ὥστε λοιπὸν αὐτῇ προσυφαίνεσθαι καὶ τὸ ἄλογον, καὶ ἑκάτερον τῶν ἵππων ἀντιτείνειν ἐν τῷ προσυφανθέντι ἀλόγῳ εἴδει τῆς ψυχῆς, μηδὲ τούτους παρῶμεν. Τοὺς μὲν γὰρ προτέρους εἶχεν ἡ ψυχὴ κατὰ τὴν αἰώνιον ἑαυτῆς ἀπὸ τοῦ δημιουργοῦ μόνου πρόοδον· οὓς δὲ νῦν μέλλω λέγειν, ἐκ τοῦ προσκειμένου θνητοῦ εἴδους τῆς ψυχῆς, οὓς ἀπὸ τῶν νέων θεῶν προσλαμβάνει. Ἔσται τοίνυν ἡνίοχος μὲν κατὰ τὴν δόξαν, ὁ δὲ κρείττων τῶν ἵππων ὁ θυμὸς, ὁ δὲ καταδεέστερος ἡ ἐπιθυμία. Καὶ ὀρθῆς μὲν οὔσης τῆς δόξης τὸν μέσον καὶ ὀρθοδοξαστικὸν ἄνθρωπον καὶ μέσον ἡνίοχον ἀποτελεῖ, διεστραμμένης δὲ τὸν διάστροφον, καὶ ἔοικε τότε ἡνιόχῳ συρομένῳ ὑπὸ τῶν ἵππων. Οἱ μὲν οὖν πεπαιδευμένοι δοξαστικοὶ ἵπποι καὶ ὁ ἡνίοχος τὸν ἄκρον ἡμῖν πολιτικὸν ἀποτελοῦσιν, οἱ δὲ διανοητικοὶ τὸν θεωρητικόν. Ἀμείβονται δὲ οὗτοι οἱ ἵπποι καὶ ὁ ἡνίοχος καὶ κατὰ τὰς σφαίρας καὶ κατὰ τὰ στοιχεῖα καὶ κατὰ πᾶν εἶδος ζωῆς. Ἐν μὲν γὰρ τῇ ἡλιακῇ ἡλιακοί εἰσιν, ἐν δὲ τῇ διίᾳ δίιοι, καὶ ἐν τῇ ἀρεϊκῇ ἀρεϊκοί· καὶ ἁπλῶς εἰπεῖν ἀεὶ κατὰ τὴν ἰδιότητα ἐκείνου τοῦ θεοῦ ἵστανται· ἐὰν μὲν κατὰ τὸ θεῖον εἶδος, θεῖοι, κατὰ δὲ τὸ ἀγγελικὸν ἀγγελικοὶ καὶ αὐτοὶ, ἐὰν δὲ κατὰ τὸ δαιμόνιον εἶδος τῆς ζωῆς ἱστῶνται, δαιμόνιοι καὶ αὐτοὶ γίνονται, ἐὰν δὲ κατὰ τὸ ἡρῷον, ἡρωικοὶ, καὶ ὁμοίως ἐπὶ πάντων.
Ἀλλὰ τί βούλεται καὶ τὸ ὑπόπτερον; πρότερον δὲ τί σημαίνει τὸ πτερὸν ἴδωμεν. Πτερὸν δή ἐστι τῆς ψυχῆς ἡ ἀναγωγὸς αὐτῆς δύναμις, ἥτις κατὰ τὸν κρείττονα τῶν ἵππων μάλιστα ὁρᾶται· ὥσπερ δὴ αὐτὸν κατά τινα ἐπιβολὴν καὶ τροχὸν προσηγορεύομεν, μᾶλλον δὲ ταυτοῦ κύκλον, ἐπειδὴ ἐραστής ἐστι τοῦ καλοῦ καὶ ἐφίεται τῶν νοητῶν καὶ οὐδέποτε ἀντιτείνει τῷ ἡνιόχῳ ἀλλὰ καὶ συγκατορθοῖ καὶ συνεξαμαρτάνει. Ὁ δὲ ἄλλος ἵππος, ἡ καταγωγὸς καὶ γενεσιουργὸς αὐτῆς δύναμις, εἰς γῆν βρίθει καὶ ἀντιτείνει τῷ ἡνιόχῳ. Ἔχουσιν οὖν πάντες πτερά· πάντες γὰρ πάσας ἔχουσι τὰς δυνάμεις, καὶ ὁ ἡνίοχος καὶ οἱ ἵπποι· ἀλλʼ ἐπὶ μὲν τῶν θείων ψυχῶν ἀεὶ τὰ πτερὰ ἐγηγερμένα ἐστὶ καὶ εὔλυτα, διὸ καὶ πτερωτοὶ λέγονται, οὐχ ὑπόπτεροι· ἐπὶ δὲ ἡμῶν τῶν ἀνθρωπείων ψυχῶν οὐκ ἀεὶ ταῦτα τὰ πτερὰ προβεβλημένα ἔχομεν, ἀλλὰ ποτὲ μὲν μύοντα καὶ ἀργά ... τὴν μὲν γὰρ δύναμιν αὐτῶν ἔχομεν, οὐδέποτε γὰρ ἀπόλλυμεν τὰς δυνάμεις, τὴν δὲ ἐνέργειαν οὐκ ἀεὶ ἔχομεν· διὸ ἐφʼ ἡμῶν οἰκειότερον τὸ ὑπόπτερον ὡς τὴν δύναμιν ἐχόντων, τὴν δὲ ἐνέργειαν οὐ πάντως, ἐπὶ δὲ τῶν θεῶν τὸ πτερωτὸν ὡσανεὶ ἐνεργοὺς καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἐχόντων. Διὸ καὶ ἑξῆς ἐπὶ τῆς ἡμῶν ψυχῆς φησι· «πάλαι γὰρ ἦν πτερωτή.» Βουλόμενος οὖν κοινὸν ποιῆσαι τὸν λόγον ἐπί τε τῶν ἡμετέρων ψυχῶν καὶ ἐπὶ τῶν θείων, τὸ ὑπόπτερον εἶπε. Πᾶσαι γὰρ αἱ ψυχαὶ ἔχουσι τὴν ἀναγωγὸν δύναμιν, εἰ καὶ αἳ μὲν ἀεὶ ἐνεργὸν αἳ δὲ ποτέ. Ἢ καὶ κυρίως ἂν λέγοιτο τὸ ὑπόπτερον ἐπί τε τῶν θείων καὶ τῶν ἡμετέρων ψυχῶν· ἐπὶ μὲν τῶν θείων ὅτι δὴ τὰ πτερὰ περὶ τὰς κοιλοτέρας αὐτῶν καὶ περιπεζίους δυνάμεις αἱ ἐνέργειαι ἀεὶ ἐνιδρυμέναι εἰσὶ τοῖς νοητοῖς, ἐπὶ δὲ τῶν ἡμετέρων τὸ ὅλον τοῦτο τὸ ὑπόπτερον ἁρμόζει, ἐπειδὴ κυρίως τὸ πτερωτὸν οὐκ ἔστιν ἀληθὲς ἐπʼ αὐτῆς, εἰ μὴ ποτέ.
ιβʹ Οἷον μὲν οὖν ἐστι
Τὸ πάντῃ πάντως δυνατὸν καὶ τῷ πρὸ αὐτοῦ συντάττειν καὶ τῷ μετʼ αὐτό. Ἢ γάρ, οἷον μέν ἐστι πάντῃ πάντως — τουτέστι τῷ ὄντι — ἰδέα τῆς ψυχῆς θείας εἶναι καὶ μακρᾶς διηγήσεως· ἢ ὅτι οἷον μέν ἐστιν ἡ ἰδέα τῆς ψυχῆς θείας ἔστι πάντῃ πάντως καὶ μακρᾶς διηγήσεως. Θείας μὲν ἐπειδὴ περὶ τῶν οὕτω μεγάλων πραγμάτων οἱ ἐνθουσιῶντες μάλιστα τὸ ἀληθὲς ἡμῖν περὶ αὐτῶν ἀποκαλύπτουσι· τὸ δὲ μακρᾶς ἐπειδὴ εἴ τις κατὰ νοῦν ἐνεργῶν τὸ εἶδος τῆς ψυχῆς ἡμῖν ἐξαγγέλλοι, πολλοῦ ἐξελιγμοῦ δεῖται νοήσεως ἵνα αὐτὸ ἱκανῶς περιλάβῃ. Δεήσεται γὰρ πάσης τῆς ἐν Τιμαίῳ ψυχογονίας καὶ τῶν ἁρμονικῶν λόγων καὶ τῆς τῶν εὐθειῶν κατακάμψεως καὶ πάντων τῶν τοιούτων. —Καὶ αὐτὸς δὲ ὁ Πλάτων ἐναργῶς ἐνεδείξατο ὅτι κατὰ τὰς δυνάμεις δεῖ λαβεῖν τοὺς ἵππους καὶ τὸν ἡνίοχον εἰπών· «ἔοικέ τῳ δὴ ξυμφύτῳ δυνάμει.» —Τὸ δὲ ὑποπτέρου ζεύγους· οὐ πάντως δύο ἵππους λέγει· οἱ γὰρ θεοὶ κατὰ τὴν οἰκείαν ἰδιότητα διαφόρῳ ἀριθμῷ ἵππων χρώμενοι παραδίδονται, οἳ μὲν ἐπὶ τεσσάρων, οἳ δὲ ἐπὶ ἓξ ἢ ὀκτώ· ἀλλʼ ἐπειδὴ τέως τὰ κοινὰ τῶν τε θείων καὶ τῶν ἀνθρωπίνων πρῶτον παραδοῦναι βούλεται, διὰ τοῦτο ἀορίστως εἶπεν ὑποπτέρου ζεύγους· Τὸ δὲ ὑπόπτερον ἤδη καὶ ἀνωτέρω ἐξηγησάμεθα, ὅτι καὶ ὁ ἡνίοχος καὶ οἱ ἵπποι πτερὰ ἔχουσιν, ἀλλʼ οἱ μὲν θεοὶ καὶ ἐνεργοῦντα αὐτὰ ἀεὶ ἔχουσι — διὸ πτερωτοὶ ἂν εἶεν —, ἡμεῖς δὲ καὶ ἀργοῦντά ποτε — διὸ ὑπόπτεροι. Ἐπειδὴ δὲ κατὰ τὰς δυνάμεις ἐνεργοῦμεν καὶ ἡμεῖς τοῖς θεοῖς — ἔχουσι γὰρ καὶ αὐτοὶ οἱ θεοὶ τὴν τοῦ πτεροῦ δύναμιν —, διὰ τοῦτο κοινοποιῶν τὸν λόγον εἶπεν ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.
ιγʹ Θεῶν μὲν οὖν
Ἐντεῦθεν λοιπὸν τὰ ἴδια τῶν τε θείων ψυχῶν καὶ τῶν ἀνθρωπίνων παραδίδωσι, τὰ κοινὰ αὐτῶν ἤδη προειπών. Θεῶν μὲν γὰρ ἵπποι τε καὶ ἡνίοχοι πάντες ἀγαθοί· πᾶσαι γὰρ αὐτῶν ἀγαθαὶ αἱ δυνάμεις καὶ ἐξ ἀγαθῶν οὐσιῶν προβαλλόμεναι. «Τὸ δὲ τῶν ἄλλων, φησὶ, μέμικται,» ἄλλων λέγων τὸ ἡμέτερον· διὰ γὰρ τοῦ ἀορίστου τοῦ ἄλλο εἴωθε τὰ περὶ ἡμᾶς δηλοῦν. Οὐχ ὅτι δὲ τῷ κακῷ συμμιγής ἐστιν ἡ οὐσία ἡμῶν, διὰ τοῦτο εἶπε τὸ μέμικται, ἀλλʼ ὅτι ἔλαττον ἀγαθόν ἐστιν, ὥσπερ δὴ ὁρῶμεν καὶ ἐπὶ τοῦ φωτός· τὸ μὲν γὰρ ἐν τῷ ἡλίῳ φῶς αὐτόφως εἶναι καὶ καθαρὸν φῶς, τὸ δὲ ἐν τῷ ἀέρι τοῦ ἡλίου φῶς ἔλαττον ἂν εἴποις φῶς, οὐχ ὅτι τῷ ἐναντίῳ ἐστι συμμιγὲς, ἀλλʼ ὅτι οὐκ ἔστιν οἷον τὸ ἐν οὐρανῷ, οὐδὲ πολλῷ πλέον οἷον τὸ ἐν αὐτῷ τῷ ἡλίῳ· τὸ δὲ ἐν τῇ σκιᾷ φῶς συμμιγὲς ἤδη ἂν εἴποις καὶ τῷ ἐναντίῳ.
ιδʹ Καὶ πρῶτον μὲν ὁ ἄρχων
Ἐπὶ μὲν τῶν θείων ψυχῶν — ταύτας γὰρ λέγει θεούς — οὐκ εἶπεν ὅτι ξυνωρίδος ἡνιοχεῖ, ἀλλὰ ἀόριστον ἀφῆκε διὰ τὴν ἄμετρον αὐτῶν καὶ ἄπλετον δύναμιν· ὑποβάλλουσι δὲ οἱ θεολόγοι, ὡς εἶπον, κατὰ τὰς ἰδιότητας καὶ οἰκειότητας τῶν θεῶν ἄλλοις ἄλλους ἵππους, οἰκείως ἑκάστῳ θεῶν ἀριθμόν τινα προσφέροντες· ὁρᾷς δὲ ὅτι ἐπὶ τεθρίππου ποιοῦσι τὸν ἥλιον φερόμενον, ἄλλον δὲ ἐπὶ ἄλλου ἀριθμόν. Οἰκείως δὲ καὶ τὸν μὲν ἥλιον ἐπὶ ἵππων ποιοῦσι τὸ κινητικὸν αὐτοῦ πάσης τῆς ὑποβεβλημένης φύσεως σημαίνοντες, τὴν δὲ σελήνην ἐπὶ ταύρων διὰ τὸ προστάτιν εἶναι τῆς γενέσεως καὶ προσεχῶς ἐξ αὐτῆς ἐξῆφθαι τὴν γένεσιν — γενέσεως γὰρ σύμβολον ὁ ταῦρος —, οὓς δὲ πτερωτοὺς, ὡς Ἔρωτα, Νίκην, Ἑρμῆν, τὴν ἀναγωγὸν αὐτῶν δύναμιν σημαίνοντες. Ὅπερ οὖν εἶπον, ἐπὶ μὲν τῶν θείων ψυχῶν ἀόριστον εἴασε τὸν τῶν ἵππων ἀριθμόν· ἐπὶ δὲ τῶν ἡμετέρων ψυχῶν τοὺς ἵππους τῷ ἀριθμῷ ἐμέτρησε, διὰ τὸ μεμετρημένην αὐτὰς ἔχειν καὶ ὑφειμένην τὴν δύναμιν. Ἡ γὰρ δυὰς τῆς προόδου καὶ τῆς ἀποστάσεώς ἐστιν αἰτία, διὸ καὶ τόλμαν αὐτὴν ἐκάλουν οἱ Πυθαγόρειοι ὡς ἀπὸ τῶν οἰκείων ἀρχῶν ἀποστᾶσαν καὶ ποθέν πῃ γενομένην. —Τὸ δὲ ἡμῶν ὁ ἄρχων ἤτοι λέγοι ἂν ὁ ἐν ἡμῖν ὢν ἄρχων — οὐ γὰρ δὴ ἔξω ἡμῶν ἐστιν — ἢ μᾶλλον ὃς ἂν ἐν τῷ γένει ἡμῶν τῶν ἀνθρώπων ἄρχων τις γένηται καὶ ἐν τῇ τοῦ ἄρχοντος τάξει καταστῇ ἡμῶν τῆς λογικῆς ψυχῆς, ὅ ἐστιν ἄρχον ἐν αὐτῇ. —Καὶ τῶν ἵππων, φήσας, ὃ μὲν αὐτῷ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, πρόεισιν ... οὐσίας καλῆς τε καὶ ἀγαθῆς· ἀεὶ γὰρ ἐφίεται τῶν καλῶν καὶ ἀγαθῶν ἡ τοῦ ταυτοῦ δύναμις, καὶ ἀεὶ ἕπεται τῷ ἡνιόχῳ ἡγουμένῳ ἐπὶ τὸ νοητὸν ἡ ἀναγωγὸς τῆς ψυχῆς δύναμις, καὶ οὐδέποτε πρὸς αὐτὸν ἀντιτείνει. —Τὸ δὲ ἐναντίος οἳ μὲν ἤκουσαν ἐπὶ τοῦ ἐλάττονος ἀγαθοῦ, καὶ παρέχονταί γε μάρτυρας τοὺς Πυθαγορείους οἵτινες δύο συστοιχίας ποιήσαντες, τὴν ἑτέραν αὐτῶν κακοῦ προσηγόρευσαν ἀντὶ τοῦ ἐλάττονος ἀγαθοῦ· διὰ τί γὰρ κακὸν τὸ ἑτερόμηκες, οὐχὶ δὲ καὶ ἀγαθόν; εἰ μὴ γὰρ ἦν ἡ ἀνισότης ἐν τοῖς πράγμασιν, οὐδʼ ἂν ἡ τῶν εἰδῶν ποικιλία συνέστη. Θετέον μὲν οὖν καὶ ταύτῃ τῇ ἐξηγήσει. Ῥητέον δὲ καὶ τοῦτο ὅτι ἐναντίος εἴρηται ἐν μὲν τοῖς νοητοῖς ὡς μεταβάσει χαίρων τῇ ἀπὸ εἰδῶν ἐπὶ εἴδη — καὶ γὰρ τοῦτο καὶ ταῖς θείαις ὑπάρχει ψυχαῖς, ἀλλὰ ταῖς γε ἡμετέραις πολλῷ μᾶλλον —, ἐν δὲ τῷ αἰσθητῷ ὡς γενεσιουργὸς ὢν, ἐν ᾧ καὶ ἡ ἐναντιότης ἐναντιοποιός. Τίς οὖν οὗτος ὁ ἵππος, τουτέστιν ἡ γενεσιουργὸς καὶ καταγωγὸς τῆς ψυχῆς δύναμις ..., καὶ τούτῳ ἡδόμενος· διὸ καὶ οὐδὲ κατέχομεν αὐτὸν ἀεὶ, ἐθέλει γὰρ καὶ αὐτὸς κατὰ τὴν οἰκείαν δύναμιν ἐνεργῆσαι. —Τὸ δὲ ἐναντίος τε καὶ ἐξ ἐναντίων οὐ λέγει τὰ ἐναντία τῷ καλῷ καὶ ἀγαθῷ, οἷς ἐχαρακτηρίζετο ὁ ἀμείνων τῶν ἵππων, ὅτι ἄρα οὗτος αἰσχρός τέ ἐστι καὶ κακός — οὔπω γὰρ ἐκακύνθη ἡ ψυχὴ, οὐδὲ παραδέδωκεν αὐτῆς πτερορρύησιν, ἥτις διὰ τῶν τοιῶνδε αὐτῆς ἐνεργειῶν γίνεται —, ἀλλʼ ἔτι περὶ τῶν δυνάμεων αὐτῆς διαλέγεται, ἃς ὡς ἀγαθὰς καὶ ἐπʼ ἀγαθῷ κέκτηται· ἐναντίος οὖν ἑαυτῷ καὶ ἐξ ἐναντίων, ὅτι αὐτὸς ἑαυτῷ ἐξ ἐναντίων πρόεισι δυνάμεων, ἀεὶ τῇ ἑτερότητι χαίρων. Διὸ χαλεπὴ καὶ δύσκολος ἡ ἡνιόχησις γίνεται τῷ ἡνιόχῳ ἡμῶν, τῆς μὲν ἀναγωγοῦ δυνάμεως ἐφιεμένης τῶν ἄνω καὶ τῆς ἑνώσεως τῶν ἐκεῖ, τῆς δὲ καταγωγοῦ καὶ γενεσιουργοῦ ἢ καὶ ἑτεροποιοῦ τῆς διακρίσεως καὶ τῆς μεταβατικῆς ἐνεργείας. Ἐπὶ μὲν οὖν τῶν θείων ψυχῶν ἀεὶ ἅμα πᾶσαι ἐνεργοῦσιν αἱ δυνάμεις — καὶ γὰρ ἥνωνται τοῖς ἑαυτῶν αἰτίοις καὶ προνοοῦσι τοῦ κόσμου· τοῦτο δὲ ὑπάρχει ποτὲ καὶ τῇ ἡμετέρᾳ τελέᾳ οὔσῃ —, ἐπὶ δὲ τῶν πολλῶν ψυχῶν παρὰ μέρος τὸ διττὸν τοῦτο γίνεται, διὰ τὸ μὴ δύνασθαι αὐτὰς ἅμα καὶ ἀνιέναι καὶ προνοεῖν. Προσεκτέον δὲ καὶ τῇ ἀπαγγελίᾳ· οὐ γὰρ μάτην ἡρμήνευσεν· ἐπὶ μὲν γὰρ τῶν θεῶν ἐπειδὴ πάντα ἥνωται, ἐκεῖ ἡνωμένως καὶ αὐτὸς καὶ συνεσπειραμένως τῇ ἀπαγγελίᾳ ἐχρήσατο εἰπών «θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες ἀγαθοί,» ἐπὶ δὲ ἡμῶν ἅτε πολλῆς οὔσης τῆς διαιρέσεως καὶ ἑτερότητος κατεμέρισε τὴν ἀπαγγελίαν εἰπών· «τὸ δὲ τῶν ἄλλων,» καὶ «πρῶτον μὲν ἡμῶν ὁ ἄρχων,» ἔπειτα «τῶν ἵππων ὃ μὲν τοῖος, ὃ δὲ τοῖος.»
ιεʹ Πῇ δὴ οὖν θνητόν τε καὶ ἀθάνατον
Εἰπὼν περὶ τῆς οὐσίας τῆς ψυχῆς ἐν τῷ περὶ ἀθανασίας λόγῳ, εἰπὼν δὲ καὶ περὶ τῶν δυνάμεων αὐτῆς ἐν τῷ περὶ τῆς ἰδέας αὐτῆς σκέμματι, λοιπὸν βούλεται νῦν εἰπεῖν καὶ περὶ τῶν ἐνεργειῶν αὐτῆς, πῶς μὲν διοικεῖ τὸν κόσμον, πῶς δὲ πτερορρυοῦσα φέρεται εἰς γένεσιν, ὅτε καὶ συμπληροῖ τοῦτο τὸ φαινόμενον ζῷον. —Τὸ δὲ ἐκλήθη εἶπεν, ἐπειδὴ πῶς μὲν ἐγένετο καὶ πῶς συνίσταται τὸ θνητὸν ζῷον λέγει, οὐ τί ἐστι. Φέρεται γὰρ, ὥς φησιν, ἕως οὗ στερεοῦ τινος ἀντιλάβηται· διὸ εἰκότως ζῷον καλεῖται, ὥστε καὶ τὴν γένεσιν αὐτοῦ καὶ τὴν κλῆσιν εἰδότες λέγομεν. Πῶς μέντοι τὸ οὐράνιον ζῷον γίνεται, οὐκ ἔχομεν εἰπεῖν οἱ ἄνθρωποι· διὸ κακίζει τοὺς λέγοντας ζῷα θεῖα. Κοινὸν οὖν ἐπʼ αὐτοῖς τὸ ἐκλήθη εἶπεν. Ἴδωμεν δὲ τί λέγει. — Ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου· οὐ λέγει πάντως ὅτι ἑκάστη τοῦ παντὸς, οἷον ὅτι καὶ ἡ ἐμὴ νῦν τοῦ παντὸς κόσμου ἐπιμελεῖται, ἀλλʼ ὅτι πᾶν μόριον τοῦ παντὸς πάντως ὑπό τινος ψυχῆς ἐπιτροπεύεται, ὥστε πᾶν ὑπὸ πασῶν. Εἰ δὲ καὶ ὅτι ἑκάστη τοῦ παντὸς, ἔχοι ἂν λόγον διὰ τὰ ἐπαγόμενα. — Τελέα μὲν οὖσα, φησὶ, καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ· δεῖ δʼ αὐτὰς ἀπὸ τῆς τελειότητος αὐτῶν κρίνειν, οὐκ ἀπὸ τῆς ἀποπτώσεως· ἐπιδοῦσα γὰρ ἑαυτὴν τοῖς ὅλοις μετὰ τοῦ οἰκείου θεοῦ, συνδιακοσμεῖ αὐτῷ τὸ πᾶν κατὰ τὴν ἐκείνου ἰδιότητα· ἕκαστος γὰρ τῶν αἰτίων θεῶν τοῦ παντὸς κόσμου ποιεῖται τὴν ἐπιμέλειαν κατὰ τὴν ἑαυτοῦ ἰδιότητα, καὶ οὐ μόνης τῆς οἰκείας σφαίρας, ὁ μὲν Ἥλιος ἡλιακῶς, ὁ δὲ Ἄρης ἀρεϊκῶς, καὶ ὁμοίως οἱ ἄλλοι. Ὥσπερ δὴ καὶ ἐν πόλει ὁ στρατηγὸς, εἰ καὶ τέτακται τοῦ στρατοῦ προσεχῶς φροντίζειν, ἀλλʼ ὑπὲρ πάσης τῆς πόλεως ἀγρυπνεῖ καὶ κατὰ τὴν οἰκείαν ἰδιότητα φροντίζει τῶν πολιτῶν· στρατηγικῶς γάρ· καὶ ὁ δικαστὴς ὁμοίως ὑπὲρ τῆς πάσης πόλεως ἀγρυπνεῖ, ἀλλὰ δικαστικῶς. —Τὸ δὲ ἄλλοτε ἐν ἄλλοις εἴδεσι γιγνομένη ἀντὶ τοῦ κατʼ ἄλλους καὶ ἄλλους ἑαυτῆς λόγους ἱσταμένη, ἢ καὶ κατὰ πάντας ἄλλοτε ἄλλως, οἷον σεληνιακῶς ἢ ἡλιακῶς. Μάλιστα δὲ τοῦτο ἐπὶ τῆς μερικῆς ἁρμόζει ψυχῆς, ἥτις ἐπὶ τοσοῦτον ἀμείβει τὸ εἶδος, ὡς καὶ ἀνεπίγνωστος λοιπὸν γενέσθαι· ἐν ὅσῳ μὲν οὖν ἐπτέρωται καὶ ἐνίδρυται τοῖς ἑαυτῆς αἰτίοις, πάντα συνδιοικεῖ τῇ κοσμικῇ ψυχῇ, καὶ αὐτὴ καὶ πᾶσαι αἱ ἀστρῷαι, κατὰ τὰ οἰκεῖα μέτρα ἑκάστη ἐκπεριερχομένη πᾶν τὸ νοητὸν καὶ τὰ ἐν αὐτῷ εἴδη, μεταβατικῶς ἄλλοτε ἄλλα θεωροῦσα. Ἡ δὲ πτερορρυήσασα καὶ χαλατονήσασα φέρεται, φησὶν, ἕως οὗ στερεοῦ τινος ἀντιλάβηται· ἔλαβε δὲ ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον, ἀπὸ τοῦ ἐπτερωμένου τὸ πτερορρυήσασα, μεταξὺ δὲ τοῦ ἤδη ἐπτερωμένου καὶ τοῦ ἤδη ἀπτέρου τὸ πτεροφυοῦν καὶ πτερορρυοῦν, ὃ ἄρχεται ἢ φῦναι τὰ πτερὰ ἢ ἀποβάλλειν· πτερορρυοῦσα μὲν οὖν καὶ ἀρχομένη τῆς ἀποβολῆς πολλάκις ἀναλαμβάνει ἑαυτὴν πάλιν καὶ ἀνατρέχει ἐπὶ τὰς οἰκείας ἀρχὰς, ἡ δὲ πτερορρυήσασα ἤδη καὶ βρίσασα ἐπιποθεῖ λοιπὸν τὴν εἰς τὸ ὀστρεῶδες ἐνοίκησιν. Στερεὸν δὲ εἰπὼν τὸ ἔνυλον δῆλός ἐστι μὴ ἀξιῶν τὸ ἀίδιον ὄχημα τῆς ψυχῆς στερεὸν καλεῖν, ὃ οὐκ ἔστι τριχῇ διαστατὸν ἀλλὰ ἐπίπεδον ὡς λεπτὸν καὶ ἄυλον· διὸ καὶ παρακελεύεται μὴ βαθύνειν τὸ ἐπίπεδον καὶ ποιεῖν αὐτὸ γεῶδες καὶ ἔνικμον διὰ τῆς ῥυπαρᾶς ζωῆς· ἴσως δὲ διὰ τοῦτο στερεὸν λέγεται διὰ τὸ φύσει ἐστερῆσθαι ζωῆς τῆς κατὰ σώματα· ψυχώσασα γὰρ πρῶτον αὐτὸ καὶ ζωῇ ἐλλάμψασα, οὕτω κάτεισιν εἰς αὐτό. Ἡ μὲν οὖν ἡμετέρα οὕτως ὑποφέρεται εἰς τὰ σώματα αὐτὴ ἐπιδραμοῦσα αὐτοῖς· αἱ δὲ θεῖαι ψυχαὶ οὐκ αὐταὶ προσέρχονται τοῖς ἀιδίοις ἑαυτῶν σώμασιν, ἀλλὰ τὰ σώματα αὐτῶν, ἅτε εὔτροχα ὄντα, αὐτὰ πρόσεισι ταῖς ψυχαῖς καὶ ἀεὶ αὐτῶν ἐξημμένα εἰσίν. —Ἐμφαντικῶς δὲ πάλιν τῷ κατοικισθεῖσα ἐχρήσατο, οἷον δύσασα καὶ βυθισθεῖσα κατʼ αὐτοῦ. —Τὸ δὲ σῶμα γήινον οἳ μὲν ἐπὶ ὅλου τοῦ γενητοῦ ἤκουσαν — λέγεται γὰρ καὶ πᾶν τὸ ὑποσέληνον σῶμα γήινον —, οἳ δὲ καὶ ἐπὶ ταύτης τῆς γῆς· λέγοιτο δʼ ἂν κυρίως τοῦτο τὸ ὀστρεῶδες σῶμα γήινον, ἐπειδὴ τὸ πολὺ αὐτοῦ ἐστὶ γῆ. —Τὸ δὲ αὐτὸ δοκοῦν κινεῖν, ἐπειδὴ φαινομένη ἐστὶν αὐτοκινησία καὶ ἴνδαλμα ἔσχατον αὐτοκινησίας, οὐκ αὐτὴ ἡ κυρίως τῆς ψυχῆς αὐτοκινησία καὶ ζωή ἐστιν. Ἰστέον μέντοι ὅτι ὧν μεταδίδωσιν ἡ ψυχὴ τῷ σώματι, τούτων τὰ ἐναντία αὐτὴ μεταλαμβάνει· ζωῆς γὰρ αὐτῷ μεταδιδοῦσα, ἀζωίας ἀπʼ αὐτοῦ ἀναπίμπλαται, καὶ γνώσεως αὐτῷ μεταδιδοῦσα διὰ τῶν αἰσθήσεων ἀγνωσίας αὐτὴ μεστοῦται. Ὥσπερ μέντοι ἃ δίδωσι τῷ σώματι φαινόμενά ἐστι καὶ οὐκ ὄντα, οὕτω καὶ ὧν αὐτὴ μεταλαμβάνει ἄχρι φαντασίας καὶ τοῦ δοκεῖν εἰς αὐτὴν εἴσεισι καὶ καθάρσεως μόνης δεῖται. —Πῶς δὲ τὸ ξύμπαν τὸ ἐκ ψυχῆς καὶ σώματος ζῷον εἶπε κεκλῆσθαι, καίτοι χωριζόντων ἡμῶν τὸ ζῷον καὶ τὸν ἄνθρωπον; Ἢ νῦν περὶ τῆς πρώτης γενέσεως καὶ συστάσεως τοῦ ζῴου λέγει, ἐν ᾧ καὶ ἡ λογικὴ ψυχὴ κατὰ τὸ ζῆν ὁρᾶται μόνον, πεπεδημένου ἐν αὐτῇ τοῦ λογισμοῦ· μόγις γάρ ποτε ἐξεγείρεται ἐν αὐτῷ ἡ λογικὴ ψυχὴ καὶ ἀνεγείρει ἑαυτῆς τὰς νοήσεις, ὅτε καὶ ἐκφαίνει ἕτερον ὄντα τὸν ἄνθρωπον τοῦ ζῴου ἐποχουμένη τῷ ζῴῳ καὶ πρὸς τὸ ἑαυτῆς συμφέρον καταχρωμένη αὐτῷ. Θνητὸν δὲ ἐκλήθη ἐπὶ τοῦ σώματος ὡς ἔχον ἐν ἑαυτῷ τὸ θνητόν· εἰ δὲ καὶ ἐπὶ τῆς ψυχῆς ἀκούοις, ὅτι δὴ καὶ αὐτὴ θνητὰ τότε φρονεῖ. — Ἀθάνατον δὲ οὐκ ἐξ ἑνὸς λόγου λελογισμένου· ἀθάνατον δὲ, φησὶ, λέγομεν ζῷον οἱ ἄνθρωποι οὐδενὶ ὀρθῷ χρώμενοι λογισμῷ. Λέγοι δʼ ἂν οὐ πρὸς τοὺς ἰδιώτας — τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπαΐουσι τῶν τοιούτων οἱ πολλοί —, ἀλλὰ πρός τινας τῶν φιλοσόφων οἳ οὕτως διαστρόφως ὑπολαμβάνουσιν ὥστε ἐκ συνδυασμοῦ τῆς τε θείας ψυχῆς καὶ τοῦ σώματος τοῦ θείου τὸ θεῖον ζῷον ἀποτελεῖσθαι, ψυχὴν ῥέψασαν εἰς τὸ σῶμα. Τί οὖν; οὐκ ἔστιν ἀθάνατα ζῷα; Καίτοι καὶ αὐτὸς ἐν Τιμαίῳ σαφῶς βούλεται ζῷα εἶναι τὰ ἄστρα, καὶ τὴν αἰτίαν τε προστίθησι· δεσμοῖς γὰρ, φησὶν, ἀλύτοις δεθέντα ζῷα ἐγενήθη. Καὶ τί θαυμαστὸν εἰ ζῷα, ὅπου γε καὶ θεοὺς αὐτὰ βούλεται εἶναι καὶ ἐπὶ τοῦ κόσμου λέγει «εὐδαίμονα θεὸν ἐγεννήσατο» καὶ «θεοὶ θεῶν» λέγει ἐπὶ τῶν ἐξ ἀιδίου ἐχόντων ἐξηρτημένον τὸ σῶμα; Φαμὲν οὖν ὅτι ἐνταῦθα τὴν διάστροφον ἐκδοχὴν ἐπιρραπίζει· βούλεται γὰρ εὔτροχα ὄντα τὰ ὀχήματα αὐτῶν καὶ τὰ ἐξηρτημένα σώματα αὐτὰ διʼ ἐπιτηδειότητα προσεληλυθέναι ταῖς ἀστρῴαις ψυχαῖς ἐξ ἀιδίου καὶ ἔχεσθαι αὐτῶν, οὐχὶ τὴν ἀστρῴαν ψυχὴν προσεληλυθέναι τῷ σώματι καὶ ἐπιδεδωκέναι ἑαυτὴν ὥσπερ τὴν ἡμετέραν εἰς συμπλήρωσιν τοῦ ζῴου. Τοῦτο γὰρ ἐνδείκνυται καὶ τὸ ξυμπεφυκότα· οὐ γὰρ ὥσπερ τὰ ἡμέτερα σώματα ἐπίκτητον ἔχει τὴν ζωὴν, οὕτω καὶ τὰ θεῖα, ἀλλʼ ἔχει ἐξ ἀιδίου συνουσιωμένην ἑαυτοῖς σύμφυτον ζωήν.
ιςʹ Ἀλλὰ ταῦτα μὲν δὴ ὅπῃ τῷ θεῷ φίλον
Ταῦτα οὖν, φησὶ, τὰ περὶ τῶν θείων ζῴων, ὅπῃ ποτὲ διατέτακται ὑπὸ τῶν θεῶν καὶ πῶς φίλον αὐτοῖς ἔστι καλεῖσθαι, ταύτῃ μενέτω· ὑπὲρ γὰρ τὴν προκειμένην ἐστὶ διδασκαλίαν τὸ γνῶναι τί θεός· πρόκειται γὰρ ὑμνῆσαι τὸν ἔρωτα καὶ ἀναδιδάξαι ἡλίκων ἡμῖν ἀγαθῶν ἐστιν αἴτιος.
ιζʹ Τὴν δὲ αἰτίαν τῆς τῶν πτερῶν ἀποβολῆς
Ἦλθεν ἐπὶ τὴν πτερορρύησιν τῆς ἡμετέρας ψυχῆς τὴν αἰτίαν τῆς πτερορρυήσεως θεωρῶν, ἐπειδὴ εἶπε «φέρεται ἕως ἂν στερεοῦ ἀντιλάβηται,» ἵνα καταγαγὼν αὐτὴν εἰς ἔσχατον κακοῦ ἀπὸ τῆς συμπεριπολήσεως ἧς ἐποιεῖτο μετὰ τῶν θεῶν, διοικοῦσα πάντα τὸν κόσμον καὶ τὰ νοητὰ εἴδη θεωμένη, πάλιν αὐτὴν ἀναπέμψῃ διὰ τοῦ ἔρωτος ἐπὶ τοὺς ἐγκοσμίους θεοὺς καὶ τὸν οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον καὶ τὰ θεῖα καὶ ἀτρεμῆ θεάματα, καὶ δείξῃ ἡλίκων ἀγαθῶν αὐτῇ ὁ ἔρως αἴτιος. Οὐ κυρίως δὲ τὸ τῆς ἀποβολῆς ἐπὶ τοῦ πτεροῦ εἶπεν· οὐδέποτε γὰρ ἡ ψυχὴ ἀποβάλλει τὸ πτερὸν ὅπερ ἐξ ἀιδίου παρὰ τοῦ δημιουργοῦ ἐδέξατο· ἔχει γὰρ καὶ τὴν ἀναγωγὸν καὶ τὴν καταγωγὸν δύναμιν ἐξ ἀιδίου ἡ ψυχή· ἀλλʼ ἀντὶ τοῦ τῆς παρέσεως καὶ ἀργίας εἴρηται τὸ τῆς ἀποβολῆς.
ιηʹ Πέφυκεν ἡ πτεροῦ δύναμις
Πτερὸν τῆς ψυχῆς ἐλέγομεν τὴν ἀναγωγὸν αὐτῆς δύναμιν· αὕτη οὖν ἀντίκειται τῷ βρίθοντι τῆς ψυχῆς. Ἔστι δὲ τὸ βρίθον αὐτῆς ἡ γενεσιουργὸς καὶ καταγωγὸς εἰς γένεσιν δύναμις· ὅπερ πτερωθεῖσα ἡ ψυχὴ συστέλλει τε καὶ ἀνώφορον ποιεῖ. Ὃ καὶ αὐτὸ, καίτοι ἐμβριθὲς ὂν, ὅλης τῆς ψυχῆς κατὰ τὴν ἀναγωγὸν ἑαυτῆς στάσιν δύναμιν ἀνάγεται· ὥσπερ δὴ καὶ τὸν ἥλιον ὁρῶμεν τὸ ὑγρὸν τὸ φύσει βρίθον καὶ κάτω φερόμενον ἐξατμίζοντα καὶ μετεωρίζοντα. Εἰ τοίνυν καὶ ἐπὶ τῶν σωμάτων τοῦτο συμβαίνει, πολλῷ πλέον ἐπὶ τῶν ἀσωμάτων δυνάμεων τοῦτο γίνεσθαι ὑποληπτέον. Ὁρᾷς δὲ ὅτι καὶ ἐνταῦθα, ὥσπερ ἐπὶ τοῦ ἡνιόχου καὶ τῶν ἵππων ἐξεδεξάμεθα, οὕτω καὶ νῦν τὸ πτερὸν τῆς ψυχῆς ἐπὶ τῆς δυνάμεως ἐξεδέξατο εἰπών· «πέφυκεν ἡ πτεροῦ δύναμις.» —Τὸ δὲ ἄνω οὐχ ἁπλῶς κατὰ τόπον ἀκουστέον, ἀλλὰ κατὰ ζωὴν καὶ ἀξίαν καὶ τὸ τῷ τιμίῳ ὑπερέχειν· τοῦτο γὰρ τὸ μετεωρίζουσα.
ιθʹ Ἧι τὸ τῶν θεῶν γένος οἰκεῖ
Οἶκος θεοῦ λέγοιτο ἂν ἡ ἑκάστου τάξις καὶ ἰδιότης καὶ ἑστία καὶ μονή· οὐ γὰρ ὡς ἄλλος ἐν ἄλλῳ ἐστὶν ὁ θεὸς ὡς ἡμεῖς ἔν τῳ οἴκῳ λεγόμεθα εἶναι, ἀλλʼ αὐτὸς ἐν ἑαυτῷ ἐστιν. Οἶκος οὖν αὐτοῦ ἡ μονὴ αὐτοῦ καὶ ἰδιότης.
κʹ Κεκοινώνηκε δέ
Ἔχον τι δυσκατάστατον τοῦτο οὕτως ἀκουστέον, ἄνωθεν δὲ ῥητέον. Αἱ τῶν θεῶν δυνάμεις καὶ ἐνέργειαί εἰσι μὲν ἐν αὐτοῖς, εἰσὶ δέ τινες καὶ περὶ ὅλον τὸν κόσμον, πλὴν προσεχῶς περὶ νοῦν. Πάλιν αἱ τοῦ νοῦ δυνάμεις περὶ ψυχήν εἰσι· πανταχόθεν γὰρ περιέχουσι τὴν ψυχὴν καὶ σῴζουσι. Πάλιν αἱ τῆς ψυχῆς δυνάμεις εἰσὶ μέν τινες αἳ καὶ πρὸς τὰ ὑπέρτερα αὐτῆς ἀνατείνονται· εἰσὶ δὲ αἳ καὶ αὐτῆς ὡς ψυχῆς ἴδιαί εἰσι καθʼ ἃς ἑαυτὴν θεωρεῖ, εἰσὶ δὲ αἳ καὶ περὶ σῶμά εἰσι, προνοητικαὶ οὖσαι τοῦ σώματος καὶ ἐπιμελούμεναι αὐτοῦ. Τῶν οὖν δυνάμεων τῶν περὶ τὸ σῶμα τῆς ψυχῆς ἡ τοῦ πτεροῦ δύναμις μάλιστα κεκοινώνηκε τοῦ θείου, ἅτε πρὸς τοὺς θεοὺς ἀνάγουσα.
καʹ Τὸ δὲ θεῖον καλόν
Ταῦτα τὰ τρία θεωρεῖται διὰ πάντων τῶν ὄντων πεφοιτηκότα· καὶ γὰρ ἐν νοητοῖς καὶ ἐν νοεροῖς καὶ ἐν ὑπερκοσμίοις καὶ ἐν ἐγκοσμίοις, ἰδίως ἐπὶ ἑκάστου. Ἐν μὲν οὖν τοῖς νοητοῖς θεοῖς, εἰ μὲν κατὰ τοὺς νοῦς αὐτῶν θεωροίης τὰ εἰρημένα, ἐπειδή ἐστιν ἐν τοῖς νοῖς νοῦς, νόησις, νοητὸν, εἰ καὶ πάντα νοητῶς, τὸ μὲν καλὸν ἔσται κατὰ τὸν νοῦν, ἐν ᾧ τὸ τῶν εἰδῶν κάλλος καὶ ἡ ποικίλη καλλονή — κατὰ τοῦτο γὰρ τὸ ἐπιστρεπτικὸν —, τὸ δὲ σοφὸν κατὰ τὴν νόησιν — ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη καὶ ἡ σοφία κατὰ τὴν νόησιν ὁρᾶται —, τὸ δὲ ἀγαθὸν κατὰ τὸ νοητόν — τοῦτο γὰρ τὸ πληροῦν τὸν νοῦν τέλεον ὂν καὶ ἐφετόν· στοιχεῖα γὰρ ταῦτα καὶ ἐν Φιλήβῳ εἶπε τοῦ ἀγαθοῦ τὸ τέλεον, τὸ ἱκανὸν, τὸ ἐφετόν· ἱκανὸν δὲ λέγει τὸ καὶ τοῖς ἄλλοις μεταδιδὸν τῆς ἀγαθότητος. Εἰ δὲ κατὰ τὸ ὑπὲρ νοῦν αὐτῶν θεωροίης τὸ καλὸν, τὸ σοφὸν, τὸ ἀγαθὸν, οὕτω ῥητέον· ἔστι τι ἀπὸ τἀγαθοῦ προϊὸν φῶς ὅπερ αὐτὸς αἰτιολογίᾳ κέκληκεν ἀλήθειαν· εἶπε δὲ αὐτὸς καὶ ἐν Φιλήβῳ ὅτι ἀδύνατον τὴν τἀγαθοῦ ἰδέαν ἀνθρωπίνῃ διανοίᾳ ἑλεῖν κατὰ ἁπλῆν ἐπιβολήν· ἐπειδὴ οὖν εὐθὺς ἀπὸ τἀγαθοῦ πρόεισιν ἐκεῖνο τὸ φῶς, μένει ἔτι ὑπὲρ ἰδέαν καὶ ἁπλότητα· ἀδύνατον οὖν αὐτὸ περιλαβεῖν μιᾷ ἐπιβολῇ καὶ περιγραφῇ· καταμερίσαντες δὲ, φησὶν, αὐτὸ τῷ λόγῳ ῥᾷον ὀψόμεθα· τριπλοῦν τι οὖν αὐτὸ θεωρεῖ· καὶ γὰρ ὡς καλλονὴν καθὸ ἐναστράπτον τοῖς ἄλλοις καλὰ αὐτὰ ἀπεργάζεται, καὶ ὡς ἀλήθειαν καθὸ αἴτιόν ἐστιν ἄλλοις γινώσκειν τε καὶ γινώσκεσθαι, καὶ ὡς ἁπλοῦν καθὸ αἴτιόν ἐστι τοῖς ἄλλοις πᾶσι τοῦ μέτρου· τὸ γὰρ μέτρον ἁπλοῦν καθὸ καὶ τὸν θεὸν ἐν Νόμοις μέτρον τῶν πάντων κέκληκε· τὸ δὲ ἁπλοῦν καὶ τὸ μέτρον τοῦ ἀγαθοῦ ἴδια· πάντα γὰρ μετρεῖ τὸ ἀγαθόν. — Τὸ δὲ καὶ πᾶν ὅ τι τοιοῦτον ἀντὶ τοῦ· εἴ τι ἄλλο τοῖς τρισὶ τούτοις ἐστὶ συγγενὲς, οἷον τὸ ἁπλοῦν, τὸ σύμμετρον, τὸ τέλειον, τὸ ὑπέρπληρες, καὶ εἴ τι τούτοις ὅμοιον.
κβʹ Τούτοις δὴ τρέφεταί τε
Τροφή ἐστι ψυχῆς ἡ ἀπὸ τῶν κρειττόνων εἰς αὐτὴν καθήκουσα τελειότης· οὐδὲ γὰρ οἵα ἡ κατὰ ἔκκρισιν καὶ ἀλλοίωσιν παρʼ ἡμῖν. Παρὰ μὲν οὖν τῶν θεῶν ἀεὶ προτείνεται τὰ καλὰ καὶ ἀγαθὰ καὶ ἡ ἐπιστήμη ἡ νοερά· ἑαυτὴν δὲ ἡ ψυχὴ προσάγει αὐτοῖς καὶ ἀφίστησι· καὶ προσάγουσα μὲν ἑαυτὴν αὔξεται καὶ κατὰ πάσας ἐνεργεῖ τὰς δυνάμεις καὶ δυνατωτάτη ἑαυτῆς γίνεται, ἀφισταμένη δὲ ἀποστενοῦται καὶ ἀσθενὴς καὶ δούλη γίνεται τούτων ὧν αὐτὴ μετὰ τῶν θεῶν περιπολοῦσα πρόνοιαν ἐποιεῖτο. Προσιοῦσα δὲ τῷ αἰσχρῷ, ὅ ἐστιν ἡ ὕλη, καὶ τῷ κακῷ, ὅ ἐστι τὸ εἰς πλῆθος ἑαυτὴν δοῦναι καὶ μερισμὸν καὶ τοῖς ἀμαθέσι καὶ τοῖς ἀνοήτοις προσεληλυθέναι — ὅ ἐστι τοῖς σώμασι —, παραθραύει τὴν τῶν πτερῶν δύναμιν καὶ ἀργὰ αὐτὰ ποιεῖ· τοῦτο γὰρ δηλοῖ τὸ φθίνει. Τὸ δὲ διόλλυται, ἐπειδὴ θάνατός ἐστι ψυχῆς ἡ εἰς σῶμα πτῶσις· ἀργεῖ γὰρ τότε κατὰ τὰς ἄκρας ἑαυτῆς ἐνεργείας. Ἐναντία δὲ εἶπε τὸ αἰσχρὸν καὶ ἀμαθὲς καὶ κακὸν οὐκ ἐκείνῳ τῷ καλῷ καὶ σοφῷ καὶ ἀγαθῷ τῷ ἐν τοῖς θεοῖς — οὐδὲν γὰρ αὐτοῖς ἐκεῖ ἐναντίον —, ἀλλὰ τοῖς ἐνταῦθα καλοῖς καὶ σοφοῖς καὶ ἀγαθοῖς τοῖς περὶ ἡμᾶς τὰ ἐναντία εἶπεν, ὡς καὶ τῷ ἐνταῦθα φωτὶ τὸ σκότος ἐναντίον· οὐ γὰρ δὴ τῷ ἐν τῷ ἡλίῳ, ἀλλὰ τῷ περὶ ἡμᾶς καὶ τὴν γῆν φωτὶ τὸ ἐνταῦθα σκότος ἐναντίον.
κγʹ Ὁ μὲν δὴ μέγας ἡγεμών
Πρῶτον τὴν συνέχειαν τούτων τῶν ῥητῶν πρὸς τὰ πρὸ αὐτῶν ἐπισκεψώμεθα· δοκεῖ γὰρ ὥσπερ ἀπηρτῆσθαι. Ἐροῦμεν ὅτι, ἐπειδὴ εἶπεν ἀνωτέρω περὶ ψυχῆς ὅτι «τελέα μὲν οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ, ἡ δὲ πτερορρυήσασα φέρεται ἕως οὗ στερεοῦ τινος ἀντιλάβηται,» βούλεται ἐνταῦθα τοὺς αἰτίους τῆς ἀναγωγῆς παραδοῦναι θεοὺς, πῶς μὲν ἐξηγοῦνται παντὸς τοῦ κόσμου, πῶς δὲ πάντα ἐπὶ τὸ νοητὸν ἐπιστρέφουσιν· οἷς δὴ καὶ ἡ ψυχὴ ἑαυτὴν ἐπιδοῦσα, τότε καὶ αὐτὴ τὸ πᾶν ἐπιτροπεύει καὶ ἀνάγεται ἐπὶ τὸ νοητὸν καὶ θεωρεῖ τὰ ἔξω τοῦ οὐρανοῦ, ἀφισταμένη δὲ αὐτῶν φέρεται κάτω. Ζητητέον δὲ ἐν τούτοις τίς ὁ Ζεὺς καὶ τίνες οἱ δώδεκα θεοί. Τινὲς μὲν οὖν τὰς δώδεκα σφαίρας τοῦ κόσμου ἤκουσαν, τὴν ἀπλανῆ, τὰς ἑπτὰ πλανωμένας καὶ τὰ τέσσαρα στοιχεῖα· καὶ τὸν μὲν Δία ἔταξαν κατὰ τὴν ἀπλανῆ ἐπειδὴ πάντα ἄγει, τὴν δὲ Ἑστίαν κατὰ τὴν γῆν διὰ τὸ ἀκίνητον. Οἳ δὲ τὰς τῶν σφαιρῶν τούτων ψυχάς. Οἳ δὲ ἔτι τούτων καθαρώτερον τοὺς νοῦς τοὺς ἐπιβεβηκότας ταύταις ταῖς ψυχαῖς. Πρὸς οὓς ῥητέον ὅτι ἕκαστος τῶν δώδεκα λέγεται ὅλον τὸν κόσμον ἐπιτροπεύειν, ἑκάστη δὲ ψυχὴ μετὰ τῆς ἑαυτῆς σφαίρας ἓν ζῷον ποιοῦσα κατʼ αὐτό γε τοῦτο οὐκ ἀναγκάζεται τῶν ἄλλων ἐπιμελεῖσθαι, ἀλλὰ καὶ αὐτὴ τῶν ὅλων ἐξῆπται. Ὅλως δὲ πῶς ἀκίνητον λέγουσι τὴν ψυχὴν τῆς γῆς, ἢ τὸν νοῦν; λόγον γὰρ οὐκ ἔχει· ἀλλʼ ἆρα ὅτι ἡ γῆ ἐξῆπται αὐτῶν ἀκίνητος οὖσα; ἀλλὰ πρῶτον μὲν οὐδὲ αὐτὴ ἡ γῆ ἀκίνητός ἐστι· κατὰ γὰρ μέρη καὶ γίνεται καὶ φθείρεται καὶ αὔξεται καὶ ἀπόλλυται καὶ ἀλλοιοῦται· ἔπειτα δὲ ἡ Ἑστία τῶν θεῶν τῶν μετεχόντων μονῆς ἐστιν αἰτία, τὸ δὲ σωματοειδὲς τῆς γῆς τί ἂν ποιήσειεν εἰς τοὺς ἄλλους θεούς; Εἰσὶ δὲ οἳ οὕτως ἐξηγοῦνται· Δία μὲν τὸν ἥλιον λαμβάνουσι, τὸν δὲ ὅλον κόσμον φασὶ πρὸς αὐτὸν συντετάχθαι· καὶ Ἑστίαν μέν φασι τὸ δωδεκατημόριον ἐν ᾧ ἐστιν ὁ ἥλιος, ἐπειδὴ ἐν αὐτῷ μένει, τὰ δὲ ἕνδεκα τὰ λοιπὰ ζῴδια συνδημιουργεῖν αὐτῷ· στρατιὰν δʼ ἀκούουσι τοὺς δεκαδάρχας θεοὺς καὶ τοὺς μοιρηγέτας δαίμονας. Οὐδὲ οὗτοι δὲ τῆς τελείας θεωρίας καταδράττονται· καίτοι λέγουσί τι ἀνάλογον πάντες· καὶ ταῦτα γὰρ ἐν τῷ κόσμῳ κατʼ ἀναλογίαν τοῦ ἀληθοῦς διῄρηται. Ὁ μέντοι θεῖος Ἰάμβλιχος τοῦ τοῦ Διὸς ὀνόματος δραξάμενος ἐπὶ τὸν ἕνα δημιουργὸν τοῦ κόσμου, περὶ οὗ καὶ ἐν Τιμαίῳ εἴρηται, μεταφέρει τὸν λόγον. Ἡμεῖς δὲ, τὴν ἐπιβολὴν τοῦ ἀνδρὸς καὶ ἐν τούτοις θαυμάσαντες, τοσοῦτον μόνον προστίθεμεν ὅτι οὐχ ἁπλῶς δεῖ ἀκούειν τὸν Δία τὸν ἕνα καὶ ἐξῃρημένον δημιουργόν· οὗτος γὰρ ὁ ἐξῃρημένος δημιουργὸς οὐκ ἴδιον ἔχει μέρος στρατιᾶς ἀντιδιῃρημένον πρὸς ἄλλα μόρια στρατιᾶς, οὐδὲ τοῖσδε μέν ἐστι συγγενέστερος, τοῖσδε δὲ οὒ, ἀλλὰ πᾶσιν ἐπʼ ἴσης πάρεστι. Περὶ δὲ τοῦ ἐνταῦθα Διὸς ἡμεῖς, ἄλλοι δὲ μετʼ ἄλλου του θεῶν. Ἡμεῖς οὖν οὕτω λέγομεν κατακολουθοῦντες Πλάτωνι καὶ τοῖς θεολόγοις· μετὰ τὴν μονάδα τὴν δημιουργικὴν τὸν ἕνα καὶ ἐξῃρημένον Δία, τρεῖς εἰσι Δίες· Ζεὺς, Ποσειδῶν, Πλούτων, τριάς τις αὕτη δίιος μετὰ τὴν ἐξῃρημένην ἐκείνην μονάδα τὸν πρὸ τῶν τριῶν τούτων Δία. Ἕκαστος δὲ τούτων τῶν τριῶν τέσσαρας ὑφʼ ἑαυτὸν ἔχει θεοὺς, τὸν μέν τινα τὸ εἶναι παρέχοντα, τὸν δὲ ζῆν, τὸν δὲ φρουρᾶς καὶ τῆς ἀτρέπτου μονῆς αἴτιον φρουρητικόν τινα θεὸν, τὸν δὲ τῆς ἐπιστροφῆς καὶ τοῦ τὰ προιόντα ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀνατείνεσθαι αἴτιον· ὡς εἶναι τρεῖς μὲν αἰτίους τοῦ εἶναι τοῖς πᾶσι καὶ ὑφεστάναι καὶ σώμασι καὶ ψυχαῖς καὶ νοῖς, τρεῖς δὲ τοῦ ζῆν, τρεῖς δὲ τοῦ φρουρεῖσθαι καὶ ἄτρεπτα μένειν, τρεῖς δὲ τοῦ ἐπιστρέφειν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς γίνεσθαι τρὶς τέσσαρας δώδεκα, τέλειόν τι μέτρον καὶ πᾶν πλῆθος θεῶν· καὶ γὰρ ὁ ἀριθμὸς οὗτος ὁ δωδέκατος ἐκ τῶν ἀριθμῶν τοῦ τε τρίτου ὄντος τελείου καὶ τοῦ τετάρτου ὄντος γονίμου πολλαπλασιασθέντων καὶ συγκερασθέντων ἀποκυίσκεται. Τῶν οὖν ἐν τοῖς δώδεκα θεοῖς τριῶν τῶν τὸ εἶναι παρεχόντων ὁ πρῶτός ἐστι Ζεύς· ὥσπερ γὰρ μετὰ τὴν πρώτην καὶ ἐξῃρημένην μονάδα τὴν δίιον ἐν τῇ ἑξῆς τριάδι πάσῃ οὔσῃ διίᾳ ὁ πρώτιστος τῶν τριῶν τῷ τοῦ Διὸς ὀνόματι προσαγορεύεται, τῶν δὲ ἄλλων ἐνήλλαξε τὰ ὀνόματα ἡ θεολογία, τὸν μὲν Ποσειδῶνα, τὸν δὲ Πλούτωνα καλέσασα· οὕτως τῶν δώδεκα θεῶν ὄντων πάντων διίων ὁ πρώτιστος αὐτῶν τῷ τοῦ Διὸς ὀνόματι προσαγορεύεται· συντεταγμένος δὲ ὢν τοῖς λοιποῖς ἕνδεκα ἡγεμονικὴν ἔχει ὡς ἐν συντεταγμένοις τάξιν. Διὸ καὶ μέγας ἡγεμὼν ἐν οὐρανῷ προσαγορεύεται. Οἱ δὲ δώδεκα οὗτοι ἡγεμόνες εἰσὶ τῶν λοιπῶν πάντων καὶ θεῶν τῶν ἐγκοσμίων καὶ ἀγγέλων καὶ πάντων τῶν λοιπῶν γενῶν ἅπερ διὰ τοῦ δαιμονίου ἐσήμηνεν ὁ φιλόσοφος. Διαιροῦνται δὲ οἱ δώδεκα οὗτοι εἰς ἓξ ἄρρενας καὶ ἓξ θηλείας· οὕτω γὰρ καὶ ἐν Ὀλυμπίᾳ ἐτιμῶντο ἓξ ἔχοντες βωμοὺς καὶ κατὰ δυάδα τιμώμενοι. Ταῦτα δὲ καὶ ὡς ἀπὸ τῶν πατρίων τῶν Ἀττικῶν λέγει ὁ φιλόσοφος. Καὶ τῶν ἓξ ἀρρένων οἱ μὲν τρεῖς εἰσι δημιουργικοὶ, οἱ δὲ τρεῖς φρουρητικοί· τῶν δὲ ἓξ θηλειῶν αἱ μὲν τρεῖς ζωογόνοι, αἱ δὲ τρεῖς ἐπιστρεπτικαί. Ἐξάρχει δὲ πάντων μὲν ὁ Ζεὺς καὶ ἡ Ἑστία, ἰδίως δὲ τῶν μὲν ἀρρένων ὁ Ζεὺς, τῶν δὲ θηλειῶν ἡ Ἑστία. Ὅτι δὲ καὶ Ὅμηρος οἶδε τοὺς τρεῖς τούτους Δίας τόν τε ἐξῃρημένον καὶ τὸν πρῶτον ἐν τοῖς τρισὶ καὶ τὸν πρῶτον ἐν τοῖς δώδεκα, καὶ αὐτὴν τὴν Ἑστίαν θεὸν, δηλοῖ διὰ τῶνδε τῶν ἐπῶν· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες· περὶ δὲ τοῦ ἑνὸς καὶ ἐξῃρημένου λέγει Διὸς ἔνθα ποιεῖ τὸν Ποσειδῶνα λέγοντα· τρεῖς γάρ τοι Κρόνου ἐσμέν ... Ζεὺς δʼ ἔλαχʼ οὐρανόν ... καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ· περὶ δὲ τῶν τριῶν Διῶν σαφῶς λέγει ἔνθα τό· δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται Οὐλυμπόνδε· καὶ Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας, περὶ τοῦ κατὰ τρίτην ἀπόστασιν τοῦ ἐν τοῖς δώδεκα Διὸς λέγει, διὰ τοῦ Αἰθιοπῆας τὸ ἀφανὲς πᾶν καὶ νοητὸν σημαίνων. Ὅτι δὲ πάντα οὗτος ὁ Ζεὺς ἀνάγει ἐπὶ τὸ νοητὸν, ὧδε συνῳδὰ τούτῳ καὶ Πλάτων λέγει· τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων. —Ἐπειδὴ δὲ ὁ δωδέκατος ἀριθμὸς ἐκ τοῦ τελείου ἀριθμοῦ τοῦ τρίτου καὶ τοῦ γενεσιουργοῦ τοῦ τετάρτου κατὰ σύγκρασιν ἀπεγεννήθη, ὅλον τὸν τῶν θεῶν περιέχων θεῖον διάκοσμον, τοῦ δὲ τρίτου καὶ τετάρτου ἀρχαὶ μονὰς καὶ δυὰς, εἴη ἂν μονὰς μὲν ὁ αἰθὴρ, δυὰς δὲ τὸ χάος, τριὰς δὲ τὸ ᾠὸν — τέλειον γάρ ἐστι —, τετρὰς δὲ ὁ Φάνης, ὡς καὶ Ὀρφεύς φησι· τετράσιν ὀφθαλμοῖσιν ὁρώμενος ἔνθα καὶ ἔνθα. Ἄλλο δέ ἐστιν ὅλον τὸν τῶν θεῶν διάκοσμον εἰς τὴν δωδεκάδα λέγειν ἀπαρτίζεσθαι ὡς τέλειον ἀριθμὸν καὶ ἐκ τῶν πρώτων ἀριθμῶν κατὰ σύγκρασιν ἀπογεννώμενον καὶ ὅσα ἄλλα εἴωθε λέγεσθαι, ἄλλο πάλιν τὸ λέγειν δώδεκα εἶναι τοὺς ἡγεμόνας τοῦ κόσμου ὡς ἐν τῇ αὐτῇ τάξει θεωρουμένους· πάντες γὰρ ὑπερκόσμιοί εἰσι· καὶ ἡ μὲν Ἑκάτη τὸν δώδεκα λέγεται συνελίσσειν, ὡς τὰ πέρατα τοῦ θείου ἀριθμοῦ παντὸς ἀφορίζουσα· ὁ δὲ Διόνυσος τὴν τρισκαιδεκάτην εἰληχέναι ὡς μετὰ θεοὺς ὢν καὶ τῶν ἐκθεουμένων. Ἐνταῦθα δὲ οὐκ ἐν ἑνὶ ὁ δώδεκα, ἀλλʼ ἕτερον τρόπον τῆς ἐν πᾶσι τάξεως ἐνδεικτικόν. Ἡ δὲ τάξις οὐχ ὡς ἄλλη ἐν ἄλλοις, ἀλλʼ αὐτὸ τὸ εἶναι τῶν θεῶν ἡ τάξις αὐτῶν ἐστι. Τριττὴ δὲ ἡ τάξις· ἢ γὰρ ὡς ἐξῃρημένη, οἵα ἡ ἐν τῷ ἐξῃρημένῳ Διὶ, ἀφʼ ἧς τάξεως καὶ αὐτὴ ἡ ἐν τοῖς δώδεκα ἐνδίδοται· ἢ ὡς ἐν αὐτοῖς τοῖς τεταγμένοις, οἷον ἡ ἐν αὐτοῖς τοῖς δώδεκα· ἡ τρίτη ὡς ἡ ἐν μεταδόσει, οἷον ἡ ἀπʼ αὐτῶν τῶν δώδεκα καὶ εἰς τὰ καταδεέστερα ἐνδιδομένη καὶ εἰς ὅλον τὸν κόσμον. Τινὲς δὲ καὶ ἀριθμητικῶς ἑκάστῳ τῶν ἐν τῷ δεκάτῳ ἐφήρμοσαν τοὺς ἐν τῇ δεκάδι ἀριθμοὺς, ἐξελόντες τὰς δύο μονάδας, τήν τε τετάρτην Διίαν καὶ τὴν τῆς Ἑστίας, μονάδα μὲν Ἀπόλλωνι δόντες, δυάδα Ἥρᾳ, τριάδα Ποσειδῶνι — διὸ καὶ τριαινοῦχος —, τέταρτον Ἑρμῇ, πέμπτον Ἄρῃ, ἕκτον Ἀφροδίτῃ, ἕβδομον Ἀθηνᾷ, ὄγδοον Δήμητρι, ἔνατον Ἀρτέμιδι, δέκατον Ἡφαίστῳ. Οὐ δεῖ δὲ ἀριθμητικῶς οὕτως ἁπλῶς ἀκούειν, ἀλλʼ ὅτι ἕκαστος δημιουργεῖ καὶ προνοεῖ κατὰ τὴν ἑαυτοῦ ἰδιότητα, ὃ μὲν ἀρεϊκῶς, ὃ δὲ ἀπολλωνιακῶς, καὶ ἄλλως ἄλλος. Τίς δὲ ἡ ἑκάστου ἰδιότης, ἐκ τῆς θεολογίας ληπτέον. Ληπτέον δὲ αὐτὴν ἀπό τε τῶν αἰτίων ἀπό τε τῆς τάξεως, ἐπειδὴ πολλάκις ἀπό τῶν αὐτῶν εἰσιν αἰτίων, ἀπό τε τῶν οὐσιῶν καὶ δυνάμεων ὧν λαμβάνουσιν, ἀπὸ τῶν αὐτοὺς παραγαγόντων, ἀπὸ τῶν ἐνεργειῶν, ἀπό τε τῆς εὐταξίας καὶ τῶν τοιούτων. Οἱ γὰρ τοῦ Διὸς λόγοι δυνάμεών τινών εἰσι δόσεις, ὡς ὅταν λέγῃ πρὸς τὴν Ἀφροδίτην· οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήια ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο. Ἰδιότητες οὖν εἰσί τισιν ἐν τοῖς ἀριθμοῖς ἀπομιμούμεναι τὰς ἰδιότητας ἐν τοῖς θεοῖς· διὸ αὐτοῖς καὶ ἀνατίθενται· οἷον ἐν μὲν τῇ ἑβδόμῃ τὸ ἄχραντον — οὔτε γὰρ γεννᾷ οὔτε γεννᾶται ὁ ἕβδομος —, διὸ τῇ Ἀθηνᾷ ἀνεῖται· ἐν δὲ τῷ δωδεκάτῳ τὸ τέλειον, διὸ τοῖς ἀπολύτοις θεοῖς ἀνιέρωται· ἀπόλυτοι δέ εἰσιν ἰδίως οὗτοι οἱ νῦν λεγόμενοι δώδεκα, κοινῶς ὑπερκόσμιοι ὄντες, οἳ καὶ πάντα τὸν κόσμον τελειοῦσι· διὸ κἂν μύριοι ὦσι λέγονται δώδεκα καὶ ἕκαστος αὐτῶν ἓν δώδεκά ἐστι· τελειότητος γὰρ σύμβολον ὁ δώδεκα. — Τὸ δὲ μέγας τὸ ὑπερέχον αὐτοῦ πρὸς τοὺς ἄλλους δηλοῖ· τίπτε με κεῖνος ἄνωγε μέγας θεός; Τὸ δὲ ἡγεμὼν τὸ ἐξῃρημένον καὶ ἀρχικόν· δυνατὸν γὰρ μέγαν εἶναι ἀλλʼ οὐκ ἐξῃρημένον, καὶ ἐξῃρημένον ἀλλʼ οὐκέτι καὶ μείζονα τῶν ἡγεμόνων· διὰ τοῦτο ἀμφότερα ὁ Πλάτων παρέλαβεν εἰπών «μέγας ἡγεμών.» Τὸ δὲ ἐν οὐρανῷ ὅτι εἰ καὶ ὅλος ὁ κόσμος αὐτοῦ ἀπολαύει, ἀλλὰ πολλῷ μᾶλλον ὁ οὐρανὸς, ἅτε συγγενέστερος ὢν καὶ ἐπιτηδειότερος πρὸς τὸ μετασχεῖν τοῦ θεοῦ. — Ἅρμα δὲ καὶ ἵππους τῶν θεῶν τὰς δευτέρας αὐτῶν καὶ τρίτας δυνάμεις ἀκουστέον ἃς αἱ πρῶται κατευθύνουσι, διʼ ὧν ὁ Ζεὺς καὶ ἑαυτὸν ἀνάγει καὶ πᾶσαν τὴν ὑποβεβλημένην αὐτῷ στρατιὰν θεῶν καὶ δαιμόνων καὶ πάντα ἁπλῶς τὰ ἐξημμένα αὐτοῦ· εἰ δὲ καὶ ὄχημά τις θέλει ὑποβάλλειν αὐτῷ, τὸν Ὄλυμπον ἂν αὐτῷ ὑποβάλοι, τουτέστι τὰ ὑπὲρ τὴν ἀπλανῆ στερεώματα, ἃ καὶ τῆς ἀπλανοῦς ἐστι πτηνότερα. — Πτηνὸν δὲ εἶπεν, οὐχ ὑπόπτερον, ὡς ἀεὶ αὐτοῦ ἀναγομένου καὶ τὰ ἄλλα συνανάγοντος. — Ἐλαύνων δὲ ἀντὶ τοῦ κατευθύνων καὶ ἀνάγων καὶ τάττων πάντα. — Πρῶτος δὲ πορεύεται ὅτι ἱέμενος ἐπὶ τὸ νοητὸν αὐτὸς καὶ ἐνιδρύων ἑαυτὸν ταῖς οἰκείαις ἀρχαῖς συνάγει τὰ ἄλλα πάντα. —Τὸ δὲ διακοσμῶν ἀντὶ τοῦ δημιουργῶν· τὸ δὲ ἐπιμελούμενος ἀντὶ τοῦ προνοίας ἀξιῶν. Καὶ ἡ πρόνοια μὲν γὰρ αὐτοῦ δημιουργεῖ καὶ ἡ δημιουργία προνοεῖ· ἀλλὰ ταῖς ἐπιβολαῖς διενήνοχεν· ἣ μὲν γάρ ἐστιν ὑποστατικὴ τῶν πραγμάτων, ἣ δὲ σωστική.
κδʹ Τῷ δʼ ἕπεται
Οἱ δώδεκα ἡγεμόνες εἰσὶ τῆς πάσης στρατιᾶς καὶ κατὰ τοὺς ἡγεμόνας διῄρηται ἡ στρατιὰ εἰς δώδεκα καὶ αὐτή· τῆς δὲ κατὰ τὴν Ἑστίαν τάξεως ἐν μονῇ ἀλλʼ οὐκ ἐν κινήσει θεωρουμένης, εἰκότως εἶπε τοὺς ἑπομένους, ἅτε ἐν κινήσει καὶ ἀναγωγῇ θεωρουμένους, κατὰ ἕνδεκα μέρη κεκοσμῆσθαι. Δώδεκα γὰρ ὄντων ἡγεμόνων καὶ δώδεκα τάξεων, μιᾶς ὑφʼ ἕκαστον, τῆς δὲ Ἑστίας μιᾶς τῶν ἡγεμόνων καὶ τῆς στρατιᾶς αὐτῆς ἐν μονῇ καὶ ἀκινησίᾳ λαμβανομένης, εἰκότως εἴρηνται αἱ ἕνδεκα τάξεις μετὰ τῆς αὐτοῦ τοῦ Διὸς τάξεως ἕπεσθαι τῷ Διί. Τί οὖν οὐχὶ καὶ ἡ Ἑστία ἀνάγεται; καὶ οἱ ἄλλοι θεοὶ μένουσι καὶ ἑστίαν ἔχουσι καὶ μονήν. Ἢ ῥητέον ὡς ἀμφότερα μέν ἐστιν ἐν ἑκάστῳ τῶν θεῶν — μᾶλλον δὲ τὰ τρία· ἕκαστος γὰρ αὐτῶν καὶ μένει καὶ πρόεισι καὶ ἐπιστρέφει πρὸς τὰς οἰκείας ἀρχὰς ἀναγόμενος —, ἄλλος δὲ κατʼ ἄλλο χαρακτηρίζεται, καὶ ἔστι τοῦ μὲν πάντα ἀνάγεσθαι αἴτιος ὁ Ζεὺς, τοῦ δὲ πάντα ἑδράζεσθαι καὶ μένειν ἐπί τῆς οἰκείας τάξεως ἧς ἐτάχθη, καὶ ἐν ταῖς οἰκείαις ἀρχαῖς ἡδράσθαι ἡ Ἑστία, τοῦ δὲ προιέναι ἡ Ἥρα καὶ αἱ ζωογόνοι θεοί. — Στρατιάν δὲ εἶπεν ἑνικῶς καὶ οὐ στρατιάς, τὸ συντεταγμένον αὐτῶν καὶ ἑνιαῖον καὶ ἡνωμένον σημαίνων. Χορὸν δὲ αὐτὸ οὐκ ἐκάλεσεν ἀλλὰ στρατιὰν, τὸ ἀκαταγώνιστον δηλῶν καὶ τὸ συνεστραμμένον καὶ τὸ μετὰ συντονίας καὶ σπουδῆς ἀναγόμενον. Αἱ μὲν γὰρ ποιήσεις αὐτῶν αἱ εἰς τὰ δεύτερα παιδιαὶ εἴρηνται· ἡ δὲ εἰς τὸ νοητὸν ἄνοδος στρατιᾷ ἀπείκασται· σπουδαὶ γὰρ αὗται μάλιστα τῶν θεῶν. —Τὸ δὲ κατὰ ἕνδεκα μέρη τί βούλεται ἐνδείκνυσθαι; Ῥητέον οὖν ὡς ὅτι τὴν δωδεκάδα ταύτην διεῖλε διχῇ, εἴς τε μονάδα καὶ ἑνδεκάδα· ἔνθα λέγει «κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη·» καὶ πάλιν αὖ τριχῇ εἴς τε δύο μονάδας, τὴν τῆς Ἑστίας καὶ τὴν Δίιον, διότι ὃ μὲν πάντα ἀνάγει, ἣ δὲ πάντα ἑδράζει· καὶ τὴν δεκάδα τῶν λοιπῶν ἡγεμόνων μονάδα τινὰ τελείαν οὖσαν καὶ αὐτήν. Ἡ μὲν οὖν εἰς μονάδα καὶ ἑνδεκάδα διαίρεσις σημαίνει ὅτι μοναχῶς μὲν ἵσταται τὰ πράγματα, παντοδαπῶς δὲ ἀνάγεται καὶ κατὰ πάσας ἑαυτῶν τὰς δυνάμεις· καὶ γὰρ ἡ μονὰς παρὰ τὸ μένειν ἐκλήθη· καθὸ γὰρ μονὰς ἡ μονὰς καὶ καθὸ ἁπλοῦν τὸ ἁπλοῦν, οὐδαμοῦ κινηθήσεται. Ἐπεὶ οὖν ὁ ἕνδεκα ἔχει καὶ μονάδα καὶ δεκάδα ἐν ἑαυτῷ, τὴν μὲν συνεσπειραμένως καὶ ἑνιαίως ἔχουσαν πάντων τῶν ἀριθμῶν τὰ εἴδη, τὴν δὲ πεπληθυσμένως καὶ ἀνειλιγμένως, ὡς ἑκατέραν μὲν εἶναι τελείαν, ὁρίζεσθαι δὲ καὶ ἐκ τῆς μονάδος τὴν δεκάδα οὐδὲν ἧττον, διὰ τοῦτο κατὰ ἕνδεκα εἶπεν, ἀντὶ τοῦ· τελεία αὐτῶν γίνεται ἡ ἐπὶ τὸ νοητὸν ἄνοδος. Καὶ γὰρ καὶ αἱ πρῶται καὶ αἱ μέσαι καὶ αἱ τελευταῖαι αὐτῶν δυνάμεις ἀνάγονται, καὶ ἐνιδρύονται ἐκεῖ πᾶσαι· καὶ ἐκεῖθεν δυναμούμενοι οὕτως ἡγοῦνται καὶ προνοοῦσι τῶν μεθʼ ἑαυτούς. Ἡ δὲ εἰς τρία διαίρεσις εἴς τε μονάδα καὶ δεκάδα καὶ μονάδα σημαίνει ὅτι πάντα τὰ ὄντα καὶ μένει ἐν τοῖς ἑαυτῶν αἰτίοις, καὶ πρόεισιν ἀπʼ αὐτῶν, καὶ ὑποστρέφει πάλιν εἰς τὰ αἴτια, καὶ εἰς τὰς οἰκείας ἀρχὰς ἀνατείνεται. Καὶ διὰ μὲν τῆς Ἑστίας τὸ μόνιμον καὶ αἴτιον τῆς ἐνιδρύσεως αὐτῶν λαμβάνει· διὰ δὲ τοῦ Διὸς τὴν αἰτίαν τῆς ὑποστροφῆς καὶ ἀνόδου, διὰ δὲ τῆς λοιπῆς δεκαδικῆς μονάδος τὴν αἰτίαν τῆς δημιουργικῆς προόδου λαμβάνουσιν. Ἡ γὰρ πρόοδος καὶ ὁ μερισμὸς τὸ πεπληθυσμένον μᾶλλον ἐνδείκνυται καὶ αὐτῶν καὶ τῶν Διῶν· ἄλλο γὰρ ἄλλως ὑπʼ ἄλλου εἰς τὸ εἶναι πάρεισι· πάντες μὲν γὰρ πάντα ποιοῦσιν, ἀλλʼ οἰκείως ἕκαστος κατὰ τὴν ἑαυτοῦ ἰδιότητα. Ἐὰν δὲ λέγωσί τινες Ἑστίαν εἶναι τὴν γῆν, ἰστέον ὅτι ὡς κατὰ μέθεξιν λέγεται καὶ ἄγαλμα τελευταῖον αὐτῆς, ἐπεὶ καὶ κινεῖται ἡ γῆ· ἀλλὰ κατὰ τὸ ἐπικρατοῦν ἕκαστον λέγεται· ἐπεὶ κἂν τὸ κέντρον αὐτὸ τῆς γῆς λέγωμεν Ἑστίαν, κἂν τοὺς πόλους, κἂν τὴν οὐσίαν τὴν ἐν τοῖς μέσοις γένεσιν, ἢ τὸ ὂν καὶ τὴν οὐσίαν τὴν ἐν τοῖς πρώτοις γένεσιν, ἰστέον ὡς πάντα ταῦτα κατὰ μετοχὴν λέγεται Ἑστία· ἐπεὶ κἂν τὸ κέντρον τῆς γῆς ἢ τοὺς πόλους λέγωμεν μένειν, εἰ καὶ κατὰ τόπον εἰσὶν ἀκίνητα, ἀλλʼ οὖν ζωτικῶς κινοῦνται· καὶ πάλιν αὖ εἰ καὶ τὸ ἄλλο σῶμα τοῦ οὐρανοῦ ἀεὶ κινεῖται, ἀλλʼ οὖν τὸ ἀίδιον εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀπὸ τῆς Ἑστίας ἔχει. Μετέχει οὖν πάντα καὶ στάσεως· ἀλλʼ οὖν κατὰ τὸ ἐπικρατοῦν ἐν ἑκάστῳ λέγεται καὶ οἰκειότερον· διὸ τὸν Ἑστίᾳ εὐχόμενον πρὸς τοὺς πόλους ἀποβλεπτέον ὡς εἰς οἰκειότερον τόπον καὶ ἀίδιον ἄγαλμα αὐτῆς, καὶ ἄλλοις ἀλλαχοῦ κατʼ οἰκειότητα ἑκάστου. Ἰστέον δὲ ὅτι ἡ θεολογία οὐ μόνῳ τῷ Διὶ τῷ τῶν ἕνδεκα ἡγουμένῳ ἵππους παρέχει, ἀλλὰ καὶ τῷ τριττῷ Διὶ, Διὶ, Ποσειδῶνι, Πλούτωνι, καὶ ἔτι αὐτῷ τῷ ἐξῃρημένῳ ἑνὶ Διί. Καὶ τί θαυμαστὸν ὅπου γε τῷ τούτου πατρὶ τῷ Κρόνῳ καὶ τῷ προπάτορι Οὐρανῷ καὶ ἔτι ἀνωτέρω αὐτῷ τῷ Φάνητι; πρώτῳ γὰρ τούτῳ ἡ θεολογία παρέχει τοὺς ἵππους, ἅτε πρώτῳ ἐκφοιτήσαντι τῶν οἰκείων ἀρχῶν, ἐπεὶ καὶ πρώτως ἐν τούτῳ γίνεται γάμος· καὶ ἁπλῶς ᾧ ἐνέργειαν δίδωσι, τούτῳ καὶ ἵππους παρέχει. Αὐτῷ δὲ τούτῳ πρώτῳ τῷ δεσπότῃ Φάνητι καὶ πτέρυγας δίδωσι· χρυσείαις πτερύγεσσι φορεύμενος ἔνθα καὶ ἔνθα. — Τὸ δὲ ἐν θεῶν οἴκῳ ἀντὶ τοῦ ἐν αὑτῇ· ἡ γὰρ ἰδιότης ἑκάστου θεοῦ οἶκος αὐτοῦ λέγεται· οὐ γὰρ ὡς ἄλλος ἐν ἄλλῳ ἐστὶν, ὡς ἡμεῖς λεγόμεθα ἔν τῳ οἴκῳ εἶναι, ἀλλʼ ἡ οἰκειότης καὶ ἰδιότης ἑκάστου θεοῦ καθʼ ἣν ἵσταται καὶ χαρακτηρίζεται, καθʼ ἣν καὶ προνοεῖ τοῦ κόσμου, οἶκος αὐτοῦ λέγεται.
κεʹ Πολλαὶ μὲν οὖν καὶ μακάριαι
Εἰπὼν περὶ τοῦ Διὸς τοῦ ἡγουμένου πᾶσι καὶ τῶν ἄλλων ἡγεμόνων, ὅτι αὐτοῦ ἐφιέμενοι ἐπὶ τὸ νοητὸν συνάγουσιν ἑαυτοῖς καὶ θεοὺς καὶ δαίμονας καὶ πάντα τὰ δυνάμενα αὐτοῖς ἕπεσθαι, βούλεται λοιπὸν εἰπεῖν τὰς θέας ἃς θεῶνται οἱ ἀναγόμενοι. Διαιρεῖται δὲ αὐτὰς τριχῇ εἴς τε τὰς ἐντὸς οὐρανοῦ καὶ ὑπουρανίαν ἁψῖδα καὶ τὰς ἔξω τοῦ οὐρανοῦ. Οὐρανὸν δὲ νῦν ἀκουστέον οὐ τοῦτον τὸν αἰσθητόν· πῶς γὰρ ἂν καὶ θεοῖ εὐδαίμονες λέγοιντο καὶ τὸ μακάριον ἔχειν τῆς θέας διὰ τὰς θέας τὰς ἐντὸς τούτου τοῦ οὐρανοῦ ὅπου γε οὐδὲ τῷ σπουδαίῳ; Ἡμῖν μὲν γὰρ κατʼ αἴσθησιν ζῶσιν ἀποβλέπειν εἰς αὐτὸν ἄμεινον ἤπερ εἰς ἄλλο τι· οὐ μὴν τοῦτο τὸ εὐδαῖμον τῶν ἡγουμένων καὶ ἑπομένων θεῶν. Τινὲς μὲν οὖν καταγελάστως εἶπον ὅτι «καὶ γὰρ εὐφραίνονται ἀποβλέποντες εἰς τὰς ἀνθρώπων πολιτείας· ὡς καὶ παρʼ Ὁμήρῳ ὁ Ζεὺς ἐτέρπετο καθορόων Τρώων τε πόλιν καὶ λαὸν Ἀχαιῶν καὶ νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν.» Δῆλον δὲ ὅτι οὐκ ἐπιστρέφοντες εἰς ἡμᾶς οὕτως ἡμῶν προνοοῦσιν, ἀλλὰ πρὸς τῷ ἑαυτῶν μακαρίῳ ὄντες αὐτῷ τῷ εἶναι τὰ ἡμῶν εὖ διατιθέασι. Τούτων μὲν οὖν ἀποστατέον τῶν δοξῶν καὶ τούτου τοῦ αἰσθητοῦ Οὐρανοῦ, Οὐρανὸν δὲ ἀκουστέον λέγεσθαι τὸν ἄκρον τῶν νοερῶν θεῶν, ὃν οἱ θεολόγοι πατέρα μὲν Κρόνου, προπάτορα δὲ Διός φασι. Πολλαὶ τοίνυν τάξεις εἰσὶ τῶν νοερῶν θεῶν ἀπὸ τοῦ Οὐρανοῦ μέχρι Διὸς εἴδη πολλὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα καὶ ὁλικώτερα καὶ μερικώτερα καὶ ἁθρούστερα καὶ περιληπτικὰ καὶ κοιλότερα, πηγαί τε καὶ ἀρχαὶ, εἰς ἅπερ ὁ Ζεὺς πάντα ἀνατείνει τὰ μεθʼ ἑαυτόν. Θέαι μὲν οὖν οἰκειότερον ἐπὶ νοῦ, διέξοδοι δὲ ἐπὶ ψυχῆς, καὶ ἀμφότερα δὲ ἐπὶ ἀμφοτέρων ἁρμόζει, ἀλλʼ οἰκείως ἑκάστῳ· ἐπὶ μὲν γὰρ ψυχῆς καὶ ἡ θέα διεξοδικὴ, ἐπὶ δὲ νοῦ καὶ ἡ διέξοδος ... κατὰ τὸ διεξωδευκέναι. Θεῶν δὲ εὐδαιμόνων γένος λέγει τὰς δυνάμεις τῶν πρώτων καὶ ἐγκοσμίων θεῶν. Τὸ δὲ εὐδαιμόνων καὶ ὡς ὁ θεῖος μὲν Ἰάμβλιχός φησι «τῶν γὰρ τὴν εὐδαιμονίαν παρεχόντων·» καὶ ἐπʼ αὐτῶν δὲ τῶν θεῶν δυνατὸν τὸ τῆς εὐδαιμονίας ἀκούειν κατὰ τὸ ἕπεσθαι τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ἀεὶ αὐτῶν ἔχεσθαι. —Τὸ δὲ πράττων ἕκαστος τὸ αὑτοῦ, τουτέστιν ὃ μὲν ἡλιακῶς, ὃ δὲ σεληνιακῶς, ὃ δὲ ἀρεϊκῶς, καὶ ἄλλως κατὰ τὴν ἑκάστου ἰδιότητα, ὅπερ καὶ ἀνωτέρω εἶπε «κατὰ τὴν τάξιν ἣν ἕκαστος ἐτάχθη.» Τὴν δὲ εὐδαιμονίαν ὁ Πλάτων καὶ μέχρι θεῶν ἐκτείνει καὶ μέχρι τῶν ἀλόγων, ὡς ἐν Νόμοις εἶπε. —Τὸ δὲ ἕπεται δὲ ὁ αἰεὶ θέλων τε καὶ δυνάμενος περὶ τῶν ἡμετέρων λέγεται ψυχῶν· τὰ γὰρ ἀνωτέρω περὶ τῶν κρειττόνων ἡμῶν ἐλέγετο γενῶν. — Τὸ δὲ φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται οὐχ ὅτι οὐ βασκαίνουσιν ἡμῖν οἱ θεοὶ — τοῦτο γὰρ οὐδὲ περὶ τοῦ ἐνταῦθα σπουδαίου λεγόμενον μέγα τί ἐστιν —, ἀλλὰ τὸ ὑπερπλῆρες αὐτῶν τῆς ἀγαθότητος καὶ προνοίας καὶ τῆς ἀνεκλείπτου δόσεως τῶν ἀγαθῶν καὶ χορηγίας τῶν καλῶν σημαίνει τὸ ἄφθονον. Καλῶς δὲ καὶ τὸ ἵσταται· οὐ γὰρ ποτὲ μὲν ἐγγυτέρω ποτὲ δὲ ἀπωτέρω αὐτῶν ἐστιν, ἀλλʼ ἀεὶ ὁμοίως αὐτοῖς ὑπεξίσταται καὶ ὑποφεύγει.
κςʹ Ὅταν δὲ δὴ πρὸς δαῖτα καὶ θοίνην
Δαὶς μέν ἐστιν ἡ ἄνωθεν ἐφήκουσα αὐτοῖς τελειότης καὶ ἡ ἐπιβάλλουσα ἑκάστῳ ἀποπλήρωσις κατὰ τὰ οἰκεῖα μέτρα· διὸ καὶ δαὶς ἡ μερὶς καὶ δάσασθαι τὸ μερίσαι. Θοίνη δὲ ἡ κοινὴ καὶ ἁθρόα αὐτῶν ἀπόλαυσις καὶ πλήρωσις τῶν ἀγαθῶν· ἔρχεται γὰρ αὐτοῖς ἀπὸ τῶν ὑπερτέρων καὶ κοινὸν καὶ ἴδιον ἀγαθόν· ἡ ἐμφόρησις οὖν καὶ ἡ ὑπερβλύζουσα τελειότης αὐτοῖς τῶν ἀγαθῶν θοίνη εἴρηται. —Τὸ δὲ ἄκραν ὑπὸ τὴν ὑπουρανίαν ἁψῖδα λέγει τὰς προσεχῶς ἐξημμένας Οὐρανοῦ τάξεις τῶν θεῶν, ἤ τινας ἄλλας μεταξὺ Οὐρανοῦ καὶ Κρόνου. — Τὰ μὲν οὖν τῶν θεῶν ὀχήματα λέγει ἀεὶ ἐπιτήδεια εἶναι πρὸς τὸ ἄναντες χωρεῖν. Ὀχήματα δὲ λέγει τὰς δευτέρας αὐτῶν δυνάμεις, ἢ καὶ αὐτὰ τὰ ἐξημμένα αὐτῶν σώματα. —Τὸ δὲ ἰσορρόπως ὅτι καὶ προνοεῖ καὶ ἀνάγεται εἰς τὰς οἰκείας ἀρχάς· καὶ τοῦτο ὁμοίως καὶ ὡσαύτως ποιεῖ ἅμα ἑκάτερον. Ἢ τὸ ἰσορρόπως ἀντὶ τοῦ δικαίως. — Τὰ δὲ τῶν ἄλλων, φησὶ, μόγις, τὰ ἡμέτερα λέγων τῶν πεφυκότων κακύνεσθαι καὶ ῥεπόντων ἐπὶ τὴν γένεσιν. Βρίθει γὰρ, φησὶν, ὁ τῆς κάκης ἵππος, τουτέστιν ἡ γενεσιουργὸς ἐν ἡμῖν δύναμις· τοῦτο δὲ οὐκ ἐᾷ ἐπὶ τοῦ αὐγοειδοῦς σώματος ἐκλαμβάνειν τὸ ὄχημα καὶ τοὺς ἵππους. Ῥέπων τε, φησὶ, καὶ βαρύνων· ῥέπων μὲν αὐτὸς ἅτε βρίθων τῆς γενεσιουργοῦ δυνάμεως, βαρύνων δὲ, τουτέστι καθέλκων καὶ τὴν ἄλλην πᾶσαν ψυχήν.
κζʹ Ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται
Ψυχῇ λέγει τῇ ἡμετέρᾳ τῇ μερικῇ· ψυχὴν γὰρ εἴωθε πολλάκις τὴν μερικὴν καλεῖν· πόνον δὲ αὐτὴν πονεῖν διὰ τὴν μαρμαρυγὴν καὶ λαμπρότητα, ἕως ἂν οἰκειωθῇ τῷ θείῳ φωτί· ἀγῶνα δὲ συμφώνως τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ ἀκούσομεν περὶ τῶν τριῶν παλαισμάτων· ἔσχατος δὲ ὡς τελευταῖος ἀνιόντων καὶ μὴ ἔχων ὑπὲρ αὑτὸν ἢ κατιόντων πρῶτος· πρόκειται γὰρ ἆθλον ἢ τῶν θεῶν γενέσθαι ἢ πεσεῖν εἰς γῆν· διὸ ἔσχατος.
κηʹ Αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι
Περὶ τῶν θείων πρῶτον λέγει ψυχῶν μέχρι τοῦ «καὶ οὗτος μὲν θεῶν βίος·» εἶθʼ ἑξῆς περὶ τῶν ἡμετέρων. Καλούμεναι δὲ εἶπεν οὐχ ὡς θνητῶν οὐσῶν — πᾶσαι γὰρ καὶ αἱ θεῖαι καὶ αἱ ἡμετέραι ψυχαὶ ἀθάνατοι —, ὡς προλάμποντος δὲ ἐπὶ τῶν θείων τοῦ ἀθανάτου καὶ ἐκφανοῦς ὄντος, ὥστε καὶ τὸν τυχόντα ἐπιγνῶναι, ὅτι αἱ θεῖαι ψυχαὶ ἀθάνατοί εἰσιν, οὕτως εἶπε τὸ καλούμεναι. Ἡ γὰρ μερικὴ ἡμετέρα ἅτε κακυνομένη καὶ ἀμφισβήτησιν ἔσχεν εἰ ἀθάνατός ἐστιν.
κθʹ Ἡνίκʼ ἂν πρὸς ἄκρῳ
Δύο ὄντων ἄκρων, τοῦ μὲν πρὸς τῇ κοίλῃ περιφερείᾳ, τοῦ δὲ πρὸς τῇ κυρτῇ, ὅτε μὲν ἔλεγε τὴν ὑπουρανίαν ἁψῖδα τὴν κοίλην ἐνεδείκνυτο, τουτέστι τοὺς προσεχῶς ἐξημμένους τοῦ Οὐρανοῦ θεούς· νῦν δὲ τὸ ἔξω καὶ τὸ νῶτον τὴν κυρτὴν σημαίνει αὐτὴν πᾶσαν τὴν Οὐρανοῦ βασιλείαν· τοῦτο γὰρ δηλοῖ καὶ τὸ νῶτον τὸ ἑνιαῖον καὶ περιληπτικὸν τῆς βασιλείας τοῦ Οὐρανοῦ, ὥσπερ καὶ παρʼ ἡμῖν τὸ νῶτον ἔξωθέν ἐστι περιέχον τὸ ἄλλο πᾶν σῶμα ὁμαλές τε καὶ λεῖον καὶ ἓν καὶ ἁπλούστερον, ἐξ ὧν πάντων τὴν μίαν περίληψιν καὶ ἑνιαίαν θεότητα τῆς βασιλείας τοῦ Οὐρανοῦ σημαίνει. —Τί οὖν τὸ ἡνίκα; οὐ γὰρ ποτὲ μὲν αἱ θεῖαι ψυχαὶ πρὸς τῷ νοητῷ γίνονται, ποτὲ δὲ οὔ· τοῦτο γὰρ τῶν ἡμετέρων ἴδιον. Ἢ οὐ τὸ κατὰ χρόνον σημαίνει τὸ ἡνίκα, ἀλλὰ τὸ ἴδιον τῆς ψυχικῆς νοήσεως τὸ ἀεὶ μεταβατικῶς καὶ διεξοδικῶς αἱρεῖν τὰ εἴδη· οἱ μὲν γὰρ νοῖ αὐτῶν ἀεὶ πρὸς αὐτοῖς εἰσι τοῖς οὖσιν, ἀθρόως πᾶν τὸ νοητὸν αἱροῦντες, αἱ δὲ ψυχαὶ μεταβατικῶς καὶ ἀπὸ τοῦδε τόδε. Ἐπεὶ οὖν οἱ μὲν νοῖ ἀεὶ τὸ αὐτὸ ὁρῶσιν ἀθρόως, ἡμεῖς δέ ποτε, ἔδει εἶναι καὶ τὸ μέσον, τὰς θείας ψυχὰς, αἳ ἐκεῖ μέν εἰσιν ἀεὶ, διεξοδικῶς δὲ καὶ μεταβατικῶς, ἀλλʼ οὐκ ἀθρόως θεωροῦσι τὰ εἴδη. Ἢ καὶ οὕτως· ἐπειδὴ πολυδύναμοί εἰσι καὶ αἱ θεῖαι ψυχαὶ, τὰς μέν τινας ἔχουσι πρὸς τοῖς νοητοῖς καὶ τῷ νώτῳ τοῦ οὐρανοῦ συζυγούσας δυνάμεις, τὰς δέ τινας καὶ μέσας ἐν τῷ οὐρανῷ αὐτῷ, τὰς δὲ τελευταίας τὰς θεωμένας τὰ ἐντὸς τοῦ οὐρανοῦ. Ἐπεὶ οὖν κατὰ πάσας ἑαυτῶν τὰς δυνάμεις ἐνεργοῦσιν αἱ θεῖαι ψυχαὶ, τὸ ἡνίκʼ ἂν πρὸς ἄκρῳ γένωνται ἀντὶ τοῦ ὅταν κατὰ τὰς πρώτας θεωρῶνται δυνάμεις ἐνεργοῦσαι. — Θεωροῦσι τὰ ἔξω τοῦ οὐρανοῦ· τριχῇ δὲ διεῖλε καὶ αὐτὸς τὰς ἀνόδους καὶ εὐδαίμονας καὶ μακαρίας θέας· τὰς μὲν ἐντὸς τοῦ οὐρανοῦ εἰπὼν αἵτινές εἰσιν αἱ κατὰ τὴν Κρόνου βασιλείαν καὶ τὴν μέσην τῶν νοερῶν θεῶν ἐκφάνειαν, ἃς καὶ διεξόδους ἐκάλεσεν ὡς ποικιλωτέρας τῶν πρὸ αὐτῶν· τὰς δὲ ἐν αὐτῇ τοῦ οὐρανοῦ τῇ ἁψῖδι· τὰς δὲ ἔξω ὑπὲρ τὸν οὐρανὸν θέας, ὥσπερ καὶ ἐξεστάναι λέγομεν τοὺς κατόχους τῷ θεῷ. —Τί δὲ τὸ ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ; οὐ γὰρ δὴ ἀνελθοῦσαι ἐκεῖ ἀργαὶ γεγόνασιν· ὅσῳ γὰρ ἀνίασι, τοσούτῳ ῥωμαλεώτεραι καὶ δραστήριοι γίνονται. Ἢ δηλοῖ ὅτι οὐκέτι ὡς μερικαὶ οὐδὲ ὅλως κατὰ τὰς οἰκείας ἐνεργείας ἵστανται, ἀλλʼ οἷον τὰς οἰκείας μύσασαι ἐνεργείας τὴν τοῦ ὅλου οὐρανοῦ ἐνεργοῦσιν, οὐρανίως ζῶσαι· ὥσπερ δὴ καὶ ὁ ἐνταῦθα κάτοχος οὐ κατὰ τὴν οἰκείαν ἐνέργειαν ἵσταται, ἀλλὰ κατὰ τὴν θείαν. Στάσας οὖν αὐτὰς καὶ ἠρεμούσας κατὰ τὰς οἰκείας ἐνεργείας περιάγει ὁ οὐρανὸς καὶ ἡ οὐρανία νόησις· ποιεῖ γὰρ ἐπιβάλλειν τοῖς ὑπὲρ αὐτὸν νοητοῖς καὶ κατὰ τὴν οὐρανίαν νόησιν νοεῖν. Τὰ δὲ ἔξω τοῦ οὐρανοῦ εἰσιν αἱ Νύκτες, ἃς καὶ ὑπερουράνιον τόπον καλεῖ. —Ἀλλὰ διὰ τί φησιν οὐδένα οὔτε τῶν προγεγενημένων ποιητῶν οὔτε τῶν ἐσομένων ἐπαξίως ὑμνῆσαι τὸν ὑπερουράνιον τόπον; οὐ γὰρ δὴ οὕτως ἀπαυθαδίζεται ὡς μόνος αὐτὸς ἐπαξίως ὑμνῶν· ἀλλὰ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. Εἰ μὲν ποιητὰς ἀκούοιμεν τοὺς τρίτους ἀπὸ τῆς ἀληθείας, τουτέστι τὸ πλῆθος τῶν τῇδε ἀνθρωπικῶν ποιητῶν, ὥστε ἐξαιρεῖσθαι τοῦ λόγου Ὅμηρον καὶ Ὀρφέα — εἴρηται γὰρ αὐτοῖς περὶ τοῦδε τοῦ τόπου, καὶ Ἡσιόδῳ καὶ Μουσαίῳ —, πρόδηλον τοῦ λόγου τὸ ἀληθὲς, ὅτι τῶν τοιούτων ποιητῶν τῶν πολλῶν καὶ τεχνικῶν οὐδεὶς ἐφικνεῖται ἐκείνων ἀξίως, ἀλλὰ τῶν ἐνθέων ποιητῶν οἷος Ὅμηρος καὶ Ὀρφεύς. Εἰ δὲ πάντας ἁπλῶς ἀκούοιμεν τοὺς ποιητὰς ὥστε καὶ Ὅμηρον καὶ Ὀρφέα περιλαμβάνεσθαι, δῆλον ὅτι καὶ ἑαυτὸν συμπεριλαμβάνει, ὡς οὐδὲ αὐτὸς ἀξίως εἰπεῖν δυνησόμενος· ὡς ἂν οὖν εἰ ἔλεγε «τὸν δὲ ὑπερουράνιον τόπον οὐδεὶς μὲν τῶν ἀνθρώπων τῶν ἐν τῇ ποιήσει ἀξίως ὑμνήσει, μόνος δὲ ὁ Ἀπόλλων καὶ ὁ τῶν Μουσῶν χορός.»
λʹ Τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα
Πῶς εἰπὼν ὅτι οὐδεὶς ἀξίως τὸν ὑπερουράνιον τόπον ὑμνήσει νῦν φησι· «τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν;» Ἢ τὸ ἀληθὲς τὸ ὡς ἐν ἀνθρωπίναις ἐννοίαις εἴρηται· δυνατὸν δὲ καὶ τὰ ἀληθῆ λέγειν, μὴ μέντοι κατʼ ἀξίαν, ὥσπερ ὁ τὸν Σωκράτην λέγων μὴ εἶναι κακὸν μηδὲ ἀνόσιον ἀληθῆ μὲν λέγει οὐ μὴν ἐπάξια αὐτοῦ, ὥσπερ ὁ λέγων αὐτὸν ἀγαθὸν καὶ ἐπιστήμονα καὶ θεῖα φρονοῦντα καὶ θεοφιλῆ· ὁ γὰρ ταῦτα λέγων ἀξίως αὐτὸν ἐπαινεῖ. Τὸ τοιοῦτον οὖν φησιν καὶ ἐπὶ τοῦ ὑπερουρανίου τόπου. —Τὸ δὲ ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα πάνυ ἀπορρήτως καὶ θεολογικῶς εἴρηται· τὴν γὰρ ἀλήθειαν τὴν τῶν Νυκτῶν πᾶσαν τάξιν φασὶ, καὶ τὸ πεδίον ἀληθείας ἑξῆς ἐὰν λέγῃ, ταύτας αἰνίττεται· καὶ ἰδίως δὲ ἀλήθειαν οἱ θεολόγοι ἐκεῖ ἱδρύουσιν. Ὁ γάρ τοι Ὀρφεὺς περὶ τῆς Νυκτὸς λέγων «θεῶν γὰρ ἔχει, φησὶ ...» καὶ μαντοσύνην οἱ δῶκεν ἔχειν ἀψευδέα πάντῃ. Καὶ αὕτη λέγεται μαντεύειν τοῖς θεοῖς. Ἐνεδείξατο δὲ περὶ αὐτῆς καὶ Ὅμηρος· μοναχοῦ γὰρ ἐμνήσθη τοῦ τῆς Νυκτὸς ὀνόματος· περὶ γὰρ τοῦ Διὸς λέγων φησίν· εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν, τὴν ἱκόμην φεύγων· ὃ δʼ ἐπαύσατο χωόμενός περ· ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ῥέζοι. — Τολμηρῶς δὲ περὶ αὐτῆς φησιν ἐρεῖν ἐπειδήπερ ἀποφατικῶς μέλλει περὶ αὐτῆς διαλέγεσθαι· δέος δὲ μὴ εἰς τὸ ἀνείδεόν τε καὶ ἀόριστον ὑπενεγχθῶμεν κατὰ τὸ χεῖρον τοῦ εἴδους ἐν ταῖς τοιαύταις διδασκαλίαις. Συμφώνως δὲ τοῖς ἐν Παρμενίδῃ περὶ τῆς πρώτης ἀρχῆς καὶ περὶ ταύτης διαλέγεται· καὶ γὰρ ἐκείνην διὰ τῶν ἀποφατικῶν ἐνεδείξατο· πλὴν ἐπὶ μὲν τῆς πρώτης ἀρχῆς πάντα ἁπλῶς ἀπέφασκεν, ἐπὶ δὲ τοῦ ὑπερουρανίου τόπου τὰ μὲν ἀποφάσκει τὰ δὲ καταφάσκει· ἐπειδὴ τινῶν μέν ἐστι τάξεων ὑπερτέρα ἡδέος, τινῶν δὲ κοιλοτέρα, καὶ ὥσπερ τὸ πρῶτον ὑπερούσιον, οὕτω τοῦτο ὑπερουράνιον. Ἐζήτησα διὰ τί αἱ ψυχαὶ οὐ λέγονται ὁρᾶν οὐρανὸν ἀλλὰ γίνεσθαι ἐν αὐτῷ καὶ συνάπτεσθαι αὐτῷ, τοῖς δὲ ὑπὲρ τὸν οὐρανὸν οὐκέτι συνάπτεσθαι ἀλλὰ ὁρᾶν μόνον. Πρὸς δὴ τοῦτο εἴρηται ὅτι δεῖ ἄχρι τινὸς εἶναι τὴν συναφήν. Διὰ τί δὲ ἄχρι τούτου; ὅτι δὴ οὐδὲ οἱ ὑπὸ τὸν Δία θεοὶ λέγονται ἑνοῦσθαι τῷ Φάνητι, ἀλλὰ μόνος ὁ Ζεὺς, καὶ αὐτὸς διὰ μέσης τῆς Νυκτός.
λαʹ Ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος
Ἀχρώματος πῶς λέγει; Ἆρα ὡς λέγομεν καὶ τὴν φύσιν ἀχρώματον καὶ τὴν ψυχήν; Καὶ τί θαυμαστόν ἐστι τοῦτο; Καίτοι καὶ ἐξαίρετον ἐπὶ τοῦ ὑπερουρανίου τόπου, ὅπου γε καὶ ἡ φύσις καὶ ἡ ψυχὴ ἔχει αὐτό. Ἢ σφόδρα παρηκολουθηκὼς ὁ Πλάτων τοῖς ὑπὸ τῶν θεολόγων εἰρημένοις, κατʼ ἐκείνους καὶ αὐτὸς διατίθησι τὸν λόγον. Μετὰ γὰρ τὴν τῶν Νυκτῶν τάξιν τρεῖς εἰσι τάξεις θεῶν, Οὐρανοῦ, Κυκλώπων, Ἑκατογχείρων, ὧν αὐτὸς ἀποφάσκει τὰ οἰκεῖα τούτων ὀνόματα. Ἐπειδὴ γὰρ τῶν ἔνδον ἐν αὐτῷ μεινάντων τῷ Φάνητι πρῶτος φανερῶς ὁ Οὐρανὸς ἐξ αὐτοῦ γέγονεν ἔξω γὰρ προῆλθον πρῶτοι ἀπʼ αὐτοῦ Οὐρανὸς καὶ Γῆ, δεῖξέν τʼ ἐξ ἀφανῶν φανεροὺς οἵ τʼ εἰσὶ γενέθλην, καὶ πρῶτος καταλάμπεται ὁ Οὐρανὸς ὑπὸ τοῦ θείου φωτὸς τοῦ Φάνητος· τὴν γὰρ Νύκτα ἡνῶσθαι αὐτῷ φησι· πρωτόγονόν γε μὲν οὔτις ἐσέδρακεν ὀφθαλμοῖσιν, εἰ μὴ Νὺξ ἱερὴ μούνη· τοὶ δʼ ἄλλοι ἅπαντες θαύμαζον καθορῶντες ἐν αἰθέρι φέγγος ἄελπτον· τοῖον ἀπέστραπτε χροὸς ἀθανάτοιο Φάνητος, τὸ δὲ φανερὸν καὶ τὸ πεφωτισμένον κέχρωσται, ἐπεὶ καὶ τὰ χρώματα φῶτά τινά εἰσιν, εἰκότως ὑπὲρ τὸν πρώτως φανερὸν τὸν Οὐρανὸν οὖσα ἡ Νὺξ καὶ πᾶς ὁ ὑπερουράνιος τόπος ἀχρώματος εἴρηται. Εἰ δὲ ὅτι καὶ ἡ νὺξ τῇ ἡμέρᾳ κατὰ τὸ πεφωτίσθαι καὶ κεχρῶσθαι ἀντίκειται, διὰ τοῦτο ἀχρώματος εἴρηται, καὶ οὕτως ἂν ἔχοι λόγον. Διὰ μὲν τοῦ ἀχρώματος ἐδήλωσεν ὅτι ὑπὲρ τὴν Οὐρανοῦ βασιλείαν ἐστὶν ὁ τῶν Νυκτῶν τόπος· διὰ δὲ τοῦ ἀσχημάτιστος ὅτι καὶ ὑπὲρ τὴν τῶν Κυκλώπων τάξιν· ἐν γὰρ πρώτοις τούτοις τὸ σχῆμα ἐκφαίνεσθαι ἡ θεολογία φησὶ καὶ πρώτας ἀρχὰς καὶ αἰτίας τῶν πανταχοῦ σχημάτων τούτους εἶναι τοὺς θεοὺς· διὸ καὶ τεκτονόχειρας αὐτοὺς ἡ θεολογία καλεῖ· αὕτη γὰρ τριάς ἐστι τελεσιουργικὴ τῶν σχημάτων· κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· καὶ ἐν Παρμενίδῃ δὲ ἐὰν λέγῃ ὁ Πλάτων εὐθὺ καὶ περιφερὲς, ταύτην τὴν τάξιν αἰνίττεται. Οὗτοι δὲ καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον διδάσκουσι τὰ ποικίλα τῶν σχημάτων εἴδη, ὡς πρῶτοι αἴτιοι τῶν σχημάτων· πρῶτοι τεκτονόχειρες οἳ Ἥφαιστον καὶ Ἀθήνην πάντʼ ἐδίδαξαν. Ἐὰν οὖν ἀκούωμεν καὶ τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν αἰτίους τῶν σχημάτων, οὐ θαυμασόμεθα. Ὁ μὲν γὰρ Ἥφαιστος τοῦ ἐν τοῖς σώμασι καὶ τοῦ ἐγκοσμίου παντὸς σχήματος αἴτιος· ἡ δὲ Ἀθηνᾶ τοῦ ψυχικοῦ τε καὶ νοεροῦ· οἱ δὲ Κύκλωπες τοῦ θείου καὶ τοῦ πανταχοῦ δηλονότι· καὶ ὑπὲρ τὴν τῶν Κυκλώπων τάξιν ἐστὶν ὁ ὑπερουράνιος τόπος. —Διὰ δὲ τοῦ ἀναφὴς ὅτι καὶ ὑπὲρ τοὺς Ἑκατόγχειράς ἐστι δηλοῖ· οὗτοι γὰρ πρῶτοι οἷον ἐφάπτονται τῆς πάσης δημιουργίας· διὸ καὶ Ἑκατόγχειρας αὐτοὺς ἡ θεολογία προσαγορεύει· διὰ γὰρ τῶν χειρῶν πάντων ἡμεῖς ἐφαπτόμεθα καὶ ποιοῦμεν καὶ διακρίνομεν· ἔτι καὶ ἡ ἁφὴ διὰ παντὸς πέφυκε τοῦ σώματος. Συμβολικῶς οὖν Ἑκατόγχειρας ὠνόμασε τούτους ἡ θεολογία ὡς πάσης ἐφαπτομένους τῆς δημιουργίας καὶ αἰτίους αὐτῆς ὄντας. Ἔστι δὲ ἡ τριὰς τῶν Ἑκατογχείρων φρουρητική. Ὁ δὲ Πλάτων ὅπερ μὲν εὗρε καταφατικῶς ὑπὸ τοῦ θεολόγου ῥηθὲν, τοῦτο αὐτὸς ἀποφατικῶς προηνέγκατο — ὃ γὰρ ἐκεῖνος Νύκτα εἶπε, τοῦτο οὗτος ἀχρώματον —, ὃ δὲ ἐκεῖνος ἀποφατικῶς εἰπών· μαντοσύνην οἱ δῶκεν ἔχειν ἀψευδέα πάντων, τοῦτο οὗτος καταφατικῶς εἶπε «περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, οὐσία ὄντως οὖσα·» τρία γὰρ ἀποφατικὰ προενεγκάμενος, τρία καταφατικὰ πάλιν ἐπάγει, ἀπὸ τοῦ ὄντος τρία προενεγκών. Ἐπειδὴ γὰρ ἓν τρία ἐστὶν ἡ τάξις αὕτη, εἰκότως τὸ τριαδικὸν καὶ ἐν τοῖς ἀποφατικοῖς καὶ ἐν τοῖς καταφατικοῖς ἐτήρησεν. Ἢ ἐπειδὴ καὶ ἕν ἐστι καὶ ὂν — ἓν ὂν γὰρ λέγεται τὸ συναμφότερον τοῦτο τὸ νοητικόν — καὶ ἔστι καθʼ ἑκάτερον τριαδικὸν καὶ κατὰ τὸ ἓν καὶ κατὰ τὸ ὂν, τὰ μὲν ἀποφατικὰ κατὰ τὸ ἓν τὸ ὑπερούσιον ἐνδείκνυται, τὰ δὲ καταφατικὰ κατὰ τὸ ὄν. Ἐνταῦθα καὶ ὁ πρῶτος ἐκφαίνεται ἀριθμός.
λβʹ ψυχῆς κυβερνήτῃ
Ὁ θεῖος Ἰάμβλιχος κυβερνήτην τὸ ἓν τῆς ψυχῆς ἀκούει· ἡνίοχον δὲ τὸν νοῦν αὐτῆς· τὸ δὲ θεατῇ οὐχ ὅτι καθʼ ἑτερότητα ἐπιβάλλει τούτῳ τῷ νοητῷ ἀλλʼ ὅτι ἑνοῦται αὐτῷ καὶ οὕτως αὐτοῦ ἀπολαύει· τοῦτο γὰρ δηλοῖ τὸν κυβερνήτην τελειότερόν τι τοῦ ἡνιόχου καὶ τῶν ἵππων· τὸ γὰρ ἓν τῆς ψυχῆς ἑνοῦσθαι τοῖς θεοῖς πέφυκεν. Οὐδὲν δὲ πρὸς αὐτὸν ἡ ἔνστασις εἴ τις λέγοι τὸν Πλάτωνα παρακατιόντα λέγειν ὅτι ἅτε οὖν θεοῦ διάνοια νῷ τε καὶ ἐπιστήμῃ ἀκήρατος τρεφομένη· ῥηθήσεται γὰρ πρὸς τοῦτο ὅτι ἕκαστον οἰκείως τρέφεται, καὶ ἡ διάνοια ἐπιστημονικῶς καὶ διανοητικῶς, καὶ ὁ νοῦς νοερῶς, καὶ τὸ ἓν αὐτῆς θείως.
λγʹ Περὶ ἣν τὸ τῆς ἀληθοῦς
Οὐ τὴν κατὰ συμφωνίαν ἀλήθειαν λέγει, ἀλλʼ ἥτις σύνδρομον ἔχει τῷ ἀληθεῖ τὸ εἶναι αὐτῆς καὶ τὴν οὐσίαν, καὶ τοῦτο ἔστιν αὐτῆς τὸ εἶναι ἡ ἀλήθεια, ἢ ὅπερ καὶ ὁ θεολόγος εἶπε· μαντοσύνην οἱ δῶκεν ἔχειν ἀψευδέα πάντων. Ὁρᾷς δὲ ὅτι ἡ μαντικὴ πάντα συναιρεῖ τὸν χρόνον, καὶ τὰ μέλλοντα καὶ τὰ παρεληλυθότα ὡς παρόντα ὁρᾷ· ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. Τὸ οὖν πᾶσαν τὴν ἀλήθειαν ἑνιαίως περιέχον ὁ μὲν θεολόγος μαντοσύνην εἶπεν, ὁ δὲ Πλάτων ἐπιστήμης γένος, ὃ πάσας ἑνιαίως τὰς ἐπιστήμας ἐν ἑαυτῷ συνείληφεν. Ὃ οὖν ἐκεῖνος ἀψευδὲς, τοῦτο οὗτος ἀληθὲς εἶπε. —Τὸ δὲ τοῦτον ἔχει τὸν τόπον οἰκείως ἀποδεξόμεθα· τῶν μὲν γὰρ ἐνύλων εἰδῶν τόπος ἡ ὕλη, τῶν δὲ σωμάτων τὸ διάστημα τοῦ κόσμου τὸ κενὸν, τῶν δὲ φαντασμάτων ἡ φαντασία τόπος, καὶ τῶν διανοημάτων ἡ διάνοια, καὶ τῶν ὄντων εἰδῶν νοῦς τόπος καὶ τοῦ ὑπερουρανίου, ὃν τόπον οἰκείως ἀκουσόμεθα ὡς τῶν θείων εἰδῶν περιοχὴν ὑπάρχοντα. Διχῶς δὴ ὄντος περὶ ἑκάστου πράγματος εἰπεῖν, ἢ περὶ τῆς οὐσίας αὐτοῦ καὶ τοῦ οἷον ὑποκειμένου, ἢ περὶ τοῦ κριτηρίου αὐτοῦ, ἀμφοτέροις ὁ Πλάτων ἐχρήσατο. Ὥσπερ δὴ καὶ ἐν Τιμαίῳ τὸ μὲν τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν, ὂν δὲ οὔποτε, ἀπὸ τῆς οὐσίας τῶν πραγμάτων ἡρμήνευται, τὸ δὲ τὸ μὲν τῇ νοήσει μετὰ λόγου περιληπτὸν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, ἀπὸ τῶν περὶ αὐτὰ κριτηρίων καὶ γνωστικῶν καὶ καταληπτικῶν ἕξεων· οὕτω δὴ οὖν καὶ ἐνταῦθα ποιεῖ. Τὸ μὲν γὰρ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα τοῦ ὑποκειμένου πράγματός ἐστιν ἑρμηνευτικὰ, τὰ μὲν τοῦ ἑνὸς τὰ δὲ τοῦ ὄντος, ὡς εἰρήκαμεν — ἓν ὂν γάρ ἐστι· τὸ δὲ ψυχῆς κυβερνήτῃ μόνῳ θεατῇ τοῦ κριτηρίου ἐστί· τὸ δὲ τῆς ἀληθοῦς ἐπιστήμης γένος τὸ συναμφότερον περιλαμβάνει. Καλῶς δὲ τῷ κυβερνήτῃ τὸ μόνῳ προσέθηκεν· ἐν μὲν γὰρ Τιμαίῳ ἐπειδὴ ὁλοσχερῶς περὶ παντὸς τοῦ νοητοῦ ἐλέγετο εἶπε· νοήσει μετὰ λόγου περιληπτόν· ἐνταῦθα δὲ ἐπειδὴ περὶ τῶν κυρίως ἀκροτάτων νοητῶν ὁ λόγος ψυχῆς κυβερνήτῃ μόνῳ θεατῇ εἶπε. Τὸ γὰρ ἓν τῆς ψυχῆς τοῖς ἄκροις νοητοῖς ἑνοῦσθαι δύναται. Εἰ γὰρ καὶ ὁ ἐνεργείᾳ νοῦς ὁ ὑπεριδρυμένος αὐτῆς ἀεὶ θεᾶται τὰ ὄντα, ἀλλʼ οὐδὲν τοῦτο πρὸς τὴν ἡμῶν ψυχήν· ἡμῶν γάρ ἐστιν ὅταν πρὸς αὐτὸν στραφῶμεν· ἡ δὲ ὕπαρξις τῆς ψυχῆς, ὅ ἐστι τὸ ἓν αὐτῆς, κυρίως τότε ἐνθουσιᾷ, ὅταν τὸ τῆς ἀληθείας ἴδῃ πεδίον. Οὐ χεῖρον δὲ ὡς ἐν πλάτει καὶ ἀριθμόν τινα τῶν ἀληθειῶν ἐκθέσθαι· τὰ γὰρ ὑπέρτερα τοῖς κοιλοτέροις ἀληθείας φῶς ἐλλάμπει. Νοήσωμεν τοίνυν τέσσαρα ταῦτα· τὸ ἓν τὴν πρώτην ἀρχήν· τὸν Φάνητα ὅπερ ἐστὶ πέρας τῶν νοητῶν θεῶν ἀρχὴ δὲ τῶν νοερῶν θεῶν ἐξῃρημένη — αἱ γὰρ Νύκτες ἀρχαὶ αἷς ὡς συντεταγμένη ἡ ἀρχή· τὸν Δία ὃς τῶν ὑπερκοσμίων ἐστὶ βασιλεὺς, πέρας δὲ τῶν ἰδίως νοερῶν θεῶν· τὸν ἥλιον ὃς βασιλεύς ἐστι τοῦ αἰσθητοῦ. Ἕκαστος δὴ τούτων τοῖς ὑπʼ αὐτὸν φῶς ἐλλάμπει, τουτέστιν ἀλήθειαν ἣν ἔχει ἀπὸ τῆς ὑπερκειμένης τάξεως· οἷον ὁ ἥλιος φῶς ἐπιπέμπει τοῖς αἰσθητοῖς ὑπερκόσμιον — διὸ καὶ ἡ οὐσία αὐτοῦ λέγεται ἀπὸ τῶν ὑπερκοσμίων εἶναι· πάλιν ὁ Ζεὺς φῶς ἐλλάμπει τοῖς ὑπερκοσμίοις νοερόν· πάλιν ὁ Φάνης φῶς ἐπιλάμπει τοῖς νοεροῖς θεοῖς νοητόν· ἡ δὲ πάντων ἀρχὴ καὶ τοὺς νοητοὺς θεοὺς καὶ πάντα τοῦ ἀπʼ αὐτῆς θείου πληροῖ φωτός.
λδʹ Ἅτʼ οὖν θεοῦ διάνοια
Ταῦτα περὶ τῶν θείων ἔτι λέγεται ψυχῶν μέχρι τοῦ καὶ οὗτος μὲν θεῶν βίος. Θεοῦ δὲ διάνοιαν, εἰ μὲν τὸ τῆς διανοίας κυρίως ἀκούοιμεν, λέγοι ἂν τὴν ἐξηρτημένην τοῦ θεοῦ διάνοιαν, ὥσπερ δὴ πολλάκις καὶ τὸ σῶμα τὸ ἐξηρτημένον τοῦ θεοῦ θεὸν εἰώθαμεν προσαγορεύειν· εἰ δὲ τὸ τοῦ θεοῦ κυρίως ἀκούομεν, τὸ τῆς διανοίας δῆλον ὅτι καταχρηστικῶς ἀκουσόμεθα, ὥσπερ δὴ καὶ ἀλλαχοῦ λογισμὸν εἶπε θεοῦ. — Ἀκήρατος δὲ ὡς ἄνευ τῆς οἰκείας βλάβης προεστώσης τῶν ἐγκοσμίων καὶ ἀκλινοῦς μενούσης πρὸς τὰ δεύτερα· ἐξ ἀκηράτων γὰρ γενῶν ἐποίει ὁ Τιμαῖος τὰς θείας ψυχὰς, τὰς δὲ ἡμετέρας ἐξ ἀκηράτων οὐκέτι πάμπαν. —Τῷ δὲ καὶ πάσης ψυχῆς προσυπακουστέον τὸ διάνοια. —Ὅση ἂν μέλλῃ, φησὶ, τὸ προσῆκον δέξασθαι, τουτέστιν ὅση τὸ οἰκεῖον μὲν μέτρον καταδέχεται, λέγοιτο δʼ ἂν περί τε θεῶν καὶ ἀγγέλων καὶ δαιμόνων καὶ ἡρώων· ἑκάστῳ γὰρ τούτων τῶν γενῶν οἰκεῖον καὶ ἴδιον μέτρον ἐνδίδοται ἄλλο ἄλλῳ παρὰ τῶν πρώτων καὶ ἐπαναβεβηκότων θεῶν. —Τὸ διὰ χρόνου οὐκ ἂν τοῦτο λέγοι ὅτι διακόπτεται μεταξὺ ἡ τῶν θεῶν νόησις ὥσπερ τὸ ἡμέτερον, ὡς ποτὲ μὲν αὐτὰς θεωρεῖν, ποτὲ δὲ μή· οὐκέτι γὰρ τὸ ἴσον τῆς εὐδαιμονίας τῶν θείων ψυχῶν τηρήσομεν· οὐ γὰρ δεῖ αὐτὰς ποτὲ μὲν μᾶλλον ποτὲ δὲ ἧττον εὐδαιμονεῖν· ἀλλὰ τὸ διὰ χρόνου τὸ ἐν χρόνῳ σημαίνει, ὅπερ ἴδιόν ἐστι τῆς ψυχικῆς οὐσίας τὸ ἐν χρόνῳ ποιεῖσθαι τὰς ἐνεργείας· ὥσπερ δὴ καὶ ἡμεῖς, κἂν ἀεὶ πεπταμένας ἔχωμεν τὰς ὄψεις πρὸς τόνδε τὸν ἀστέρα, ὅμως ἐν κινήσει καὶ ἐν χρόνῳ τοῦτο ποιοῦμεν. Συμφώνως δὲ καὶ ἐνταῦθα τοῖς ἐν Φιλήβῳ τὸ τέλος παρέλαβεν ἔκ τε θεωρίας καὶ εὐφροσύνης. —Τὸ δὲ ἀγαπᾷ καὶ τρέφεται καὶ εὐπαθεῖ· τρέφεσθαι μὲν λέγει ἐκ τῆς ἄνωθεν αὐτῇ ἐκδιδομένης τελειότητος· ἀγαπᾷ δὲ ἀντὶ τοῦ στέργει καὶ ἀνατείνεται πρὸς τὰς οἰκείας ἀρχάς· ἐκ δὲ ἀμφοτέρων τὸ εὐπαθεῖ. —Τὸ δὲ ἕως ἂν κύκλῳ ἡ περιφορὰ εἰς ταυτὸ περιενέγκῃ ἀντὶ τοῦ· ἕως ἂν συμπεριενεχθῶσι τῇ νοήσει τοῦ οὐρανοῦ, οὐχ ὡς καὶ αὐτοῦ μεταβατικῶς ἐνεργοῦντος, ἀλλʼ ὡς τῆς ψυχῆς τὴν ἐκείνου νόησιν καὶ ἐνέργειαν ἐν χρόνῳ δεχομένης, ὥσπερ δὴ καὶ ὁ ἐνταῦθα κάτοχος ἐν χρόνῳ φθέγγεται, τοῦ θεοῦ ἀχρόνως ἐνεργοῦντος. Τὸ μὲν οὖν κύκλῳ ἴδιον τῆς ψυχικῆς περιόδου· τὸ δὲ τῆς περιφορᾶς τῆς οὐρανίας νοήσεως. —Τὸ δὲ καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην· τὸ ἐφʼ ἑκάστου χρῆσθαι τῷ καθορᾷ αὐτὴν προσρήματι τὴν μόνην νόησιν τῶν θείων ψυχῶν δηλοῖ· πλεονάκις δὲ ταυτὸ λέγων καὶ τὸ μεταβατικὸν ἐνδείκνυται καὶ τὸ μεμερισμένον τῆς ψυχικῆς νοήσεως· οὐχ ὥσπερ δὲ εἴωθεν ἐπὶ τῶν ἰδεῶν λέγειν αὐτοδικαιοσύνην, αὐτοσωφροσύνην, οὕτω καὶ ἐνταῦθα ἀπήγγειλεν, ἀλλὰ αὐτὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην, τῆν ὁλοτελῆ θεὸν ἐνδεικνύμενος, τὴν ὡς θεὸν δικαιοσύνην καὶ τὴν ὡς θεὸν σωφροσύνην, ὡς ἐνεδέχετο λόγῳ ἑρμηνεύοντα παραστῆσαι περὶ τῶν πρώτων θεοτήτων. Οἱ μὲν γὰρ ποιηταὶ πλείονος ἀδείας λαβόμενοι ἔτι ἐμφαντικώτερον ἡμῖν αὐτὰ παρέστησαν, τικτομένην παραδιδόντες καὶ κινουμένην τὴν δικαιοσύνην ἐπὶ πάντα· ὁ δὲ φιλόσοφος τὴν ὁλοτελῆ θεὸν δικαιοσύνην, ὡς οἷόν τε φιλοσόφῳ, λόγῳ παρέστησε. Δικαιοσύνη μὲν οὖν καὶ σωφροσύνη καὶ ἐπιστήμη ἐν ἰδέαις εἴδη ἐστὶν ἄτομα ὑπὸ ἑνὸς εἴδους τοῦ νοῦ αὐτοῦ περιεχόμενα, οἷον μέρη ὄντα τοῦ νοῦ καὶ πληρώματα· δικαιοσύνη δὲ αὐτὴ ἡ ἐν θεοῖς ὁλοτελής ἐστι, πάντα ἐν ἑαυτῇ καὶ αὐτὴ περιέχουσα κατὰ τὸ ἑαυτῆς ἰδίωμα. Ἡ μὲν γὰρ ἐν ταῖς ἰδέαις δικαιοσύνη πάντα νοερῶς περιέχει· ἡ δὲ ἐν τοῖς θεοῖς θείως. Ἡ μὲν οὖν δικαιοσύνη τὸ ἑκάστῳ ἐπιβάλλον ὁρίζει, ἡ δὲ σωφροσύνη τὰ δεύτερα τῶν προτέρων καὶ αἰτίων εἶναι ποιεῖ, ἡ δὲ ἐπιστήμη γνῶσιν πᾶσι καὶ ἀλήθειαν ἐμποιεῖ. Παράγεται δὲ ἡ δικαιοσύνη παρὰ τῷ θεολόγῳ ὑπὸ νόμου καὶ εὐσεβείας. Οὐ μάτην δὲ οὐδὲ τὰ τρία ταῦτα ὀνόματα παρέλαβεν, αὐτὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην, αὐτὴν ἐπιστήμην. Τριῶν γὰρ παραδεδομένων Νυκτῶν παρʼ Ὀρφεῖ, τῆς μὲν ἐν αὐτῷ μενούσης τῆς πρώτης, τῆς δὲ τρίτης ἔξω προελθούσης, τῆς δὲ μέσης τούτων, τὴν μὲν πρώτην μαντεύειν φησὶν, ὅ ἐστι τῆς ἐπιστήμης, τὴν δὲ μέσην αἰδοίαν καλεῖ, ὅ ἐστι τῆς σωφροσύνης, τὴν δὲ τρίτην ἀποτίκτειν φησὶ τὴν δικαιοσύνην. —Ἠπόρησα πῶς τὸν ὑπερουράνιον τόπον ὁρῶσαι ταύτας καθορῶσιν· οὐδὲ γὰρ προσεχῶς ἀπὸ τῆς Νυκτός εἰσιν, ἀλλὰ τρίται καὶ πολλοσταὶ ἀπʼ ἐκείνης. Πρὸς δὴ τοῦτο εἶπεν ὅτι γεννήματά ἐστι ταῦτα τῆς Νυκτὸς μένοντα ἐν αὐτῇ. Ἔστι δὲ καὶ οὐρανὸς ὑπερουράνιος, καὶ ταῦτα πάντα μένει ἐν τῇ Νυκτί· ἣ δὲ πάλιν γαῖάν τε καὶ οὐρανὸν εὐρὺν ἔτικτε· δεῖξέν τʼ ἐξ ἀφανῶν φανεροὺς οἵ τʼ εἰσὶ γενέθλην. Διὰ ποίαν γὰρ, φησὶν ὁ ἑταῖρος, αἰτίαν καὶ ταῦτα καταλέγουσιν οἱ θεολόγοι ὅσα ἐν αὑτοῖς μένει; δῆλον γάρ ἐστιν ὅτι ἕκαστος θεὸς ἑαυτὸν παράγει, ὥστε τίς ἦν χρεία προόδου; Πρὸς τοῦτο εἴρηται ὅτι ἡ ὁλότης διττὴ, ἣ μὲν ὡς ἐξ ὅλων, ἣ δὲ ὡς ἐκ τῶν μερικωτέρων συμπληρουμένη, παραγομένων τῶν μερικωτέρων ὑπὸ τῶν ἐν αὑτοῖς ὁλικωτέρων, οἷον ὡς ἐπὶ τοῦ κόσμου· ὅλος γάρ ἐστιν ὁ κόσμος ὡς συνεστηκὼς ἐκ τῶν ὅλων στοιχείων, ἐξ ὅλης γῆς, ἐξ ὅλου πυρὸς, ἐξ ὅλου ὕδατος, ἐξ ὅλου ἀέρος, ἣν ὁλότητα ποιεῖ ὁ δημιουργὸς ὁ ἐξῃρημένος Ζεύς. Καὶ πάλιν αὖ ἑτέρως ὅλον λέγεται ὁ κόσμος, ὡς πάντα ὅσα νοητὰ ζῷα ἔχων ἐν ἑαυτῷ, ἅπερ καὶ αὐτὸς λοιπὸν ἐν ἑαυτῷ παράγει· ἧς δημιουργίας ἄρχει ὁ Διόνυσος. Ἡ μὲν οὖν πρώτη ὁλότης ἀναλογεῖ κατὰ τοὺς ἔνδον ἐν τοῖς παράγουσι μένοντας θεοὺς, ἡ δὲ δευτέρα κατὰ τοὺς ἔξω ἀπὸ τῶν ὁλικῶν προιόντας. —Τὸ δὲ ἐπὶ τῆς ἐπιστήμης ῥηθέν «οὐχ ᾗ γένεσις πρόσεστιν οὐδʼ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ» οὐ μόνον περὶ τῆς ἐκ θεωρημάτων λέγει συνεστώσης καὶ οὔσης ἐν ψυχῇ, ἀλλὰ καὶ τῆς ἐν νῷ καὶ ἐν ἰδέᾳ. Ἐν γὰρ τῷ νῷ, ὥσπερ εἴπομεν, περιέχεται ὡς ὑπὸ ἄλλου· διαιρεῖ γὰρ ὁ λόγος εἰ καὶ ἥνωνται. Ἠρκέσθη δὲ τοῖς τρισὶ τούτοις δικαιοσύνης καὶ σωφροσύνης καὶ ἐπιστήμης ὀνόμασιν, ὡς καὶ μόναις ἀρκούσαις πρὸς εὐδαιμονίαν. —Καλῶς δὲ τῷ θεασαμένη τὸ ἑστιαθεῖσα προσέθηκεν· οὐ γάρ ἐστιν ἁπλῶς ἀμυδρὰ θέα, ἀλλὰ πλήρωσις ἀγαθῶν καὶ μέστωσις τῆς οἰκείας τελειότητος. — Τὸ δὲ δῦσα πάλιν εἰς τὸ ἴσω τοῦ οὐρανοῦ οἴκαδε ἦλθεν ἀντὶ τοῦ· ἀπὸ τῆς θέας τοῦ ὑπερουρανίου τόπου ἔρχεται ἐπὶ τὰς θέας τὰς ἐντὸς οὐρανοῦ· εἶτα ἀπʼ ἐκείνων καὶ ἑαυτὴν ὡς ψυχὴν θεωρεῖ· τοῦτο γάρ ἐστι τὸ οἴκαδε ἐλθεῖν· οὐχ ὅτι οὖν ἀπολιμπάνουσα τὸν ὑπερουράνιον τόπον ἐν τοῖς ἐσχάτοις γίνεται· τοῦτο γὰρ οὐ θέμις ἐπὶ τῆς θείας ψυχῆς· οὐ γὰρ μᾶλλον καὶ ἧττον εὐδαιμονοῦσιν αἱ θεῖαι ψυχαί· καλῶς δὲ ἔχει τὸ περὶ αὐτῶν ῥηθὲν ὅτι «ὃ ἐν ἡμῖν ποτε, τοῦτο ἐκείνοις ἀεὶ» καὶ πάλιν τὸ «ἀεὶ ἐν τέλει εἶναι.» Ἀλλὰ τὸ λεγόμενον τοιοῦτόν ἐστι· πλείους ἔχουσι δυνάμεις αἱ θεῖαι ψυχαὶ, τὰς μὲν ὑπερτέρας, τὰς δὲ μέσας, τὰς δὲ καταδεεστέρας. Ταῖς μὲν οὖν πρωτίσταις τῶν δυνάμεων ἀεὶ τοῖς πρωτίστοις τῶν νοητῶν ἐπιβάλλουσι καὶ τῷ ὑπερουρανίῳ τόπῳ, ταῖς δὲ μέσαις τοῖς ἐντὸς οὐρανοῦ, ταῖς δὲ ἐσχάταις κατὰ τὸ ψυχικὸν μάλιστα ἰδίωμα· ἵστανται οὖν ἑαυτὰς ὡς ψυχὰς λοιπὸν θεωροῦσαι· διὸ καὶ τὸ δῦσα εἰς τὸ εἴσω τοῦ οὐρανοῦ οἴκαδε ἦλθεν· αἱ γὰρ ἐνέργειαι αὐτῆς αἱ καταδεέστεραι ἐντός τε οὐρανοῦ λέγονται καὶ οἴκαδε ὡς οἰκεῖα, ἐπειδὴ μάλιστα ὡς οἰκεῖαι τῆς ψυχῆς θεωροῦνται κατὰ τὸ ψυχικὸν ἰδίωμα ἱστάμεναι καὶ ἑαυτὰς ὡς ψυχὰς θεωροῦσαι. Ἢ καὶ ἐλθεῖν λέγεται εἰς τὸ εἴσω ἐπειδὴ ἔλλαμψίς τις ἐκ τῶν πρώτων δυνάμεων ταῖς δευτέραις ἐποχετεύεται.
λεʹ Ἐλθούσης δὲ αὐτῆς
Βούλεται λοιπὸν περὶ τῆς προνοίας αὐτῶν τῆς εἰς τὸν κόσμον εἰπεῖν· εἰπὼν γὰρ περὶ τῆς θεωρίας αὐτῶν, βούλεται λοιπὸν καὶ περὶ τῆς εἰς τὸν κόσμον αὐτῶν προνοίας εἰπεῖν. Ἵππους μὲν οὖν, ὡς ἤδη εἴρηται, τὰς πεζοτάτας δυνάμεις τῆς διανοίας αὐτῶν ἐκληψόμεθα, τὴν ταυτοῦ καὶ θατέρου δύναμιν· ἡνίοχον δὲ τὴν δύναμιν τῆς οὐσίας, τουτέστι τὸν ἔρωτα τὸν αὐτῆς. —Τὸ δὲ στήσας τὴν μνήμην ἣν ἔσχεν ἐκ τῆς θέας τῶν νοητῶν ἐκείνων ἀκουστέον· ταύτην γὰρ ἐνδίδωσι τοῖς ἵπποις, ἵνα κατʼ ἐκείνην κυβερνῶσι τὸ πᾶν. — Φάτνην δὲ τὴν ὑποδοχὴν τῆς μνήμης ἐκείνης καὶ τῆς θέας· ὥσπερ οὖν ἐφʼ ἡμῶν τὸ δοξαστικὸν ὑποδέχεται παρὰ τοῦ λόγου καὶ τῆς διανοίας τὰ μέτρα καὶ οὕτω μεταδίδωσι τῷ ὀρεκτικῷ τῷ τε θυμῷ καὶ τῇ ἐπιθυμίᾳ, ἵνʼ οὕτω ταῦτα μετρηθέντα προνοῇ τοῦ τε ζῴου καὶ πάντων τῶν κατὰ τὸν βίον, καὶ εἴποις ἂν φάτνην τὸ δοξαστικὸν, οὕτω καὶ ἐπὶ τῶν θείων ψυχῶν τὸ ὑποδεχόμενον τὰς θείας ἐκείνας καὶ μακαρίας θέας, καὶ μεμνημένον αὐτῶν καὶ μεταδιδὸν τοῖς ἵπποις εἴη ἂν φάτνη τῆς ψυχῆς· καὶ γὰρ καὶ ἐνταῦθα ἴδιον τῆς φάτνης τὸ ὑποδέχεσθαι καὶ πληροῦσθαι. Πληροῦνται οὖν καὶ οἱ ἵπποι ἀμβροσίας καὶ νέκταρος, ἀντὶ τοῦ· ἐνιδρύονται τοῖς θεοῖς αἱ ἀναγωγοὶ αὐτῶν καὶ προνοητικαὶ τῶν θείων ψυχῶν δυνάμεις, καὶ προνοοῦσι τοῦ κόσμου. Ἀμβροσία δέ ἐστιν ἡ ἐνιδρύουσα τοῖς θεοῖς τὴν ψυχὴν κατὰ στέρησιν τοῦ βροτοῦ καὶ φθαρτοῦ λεχθεῖσα· διὸ καὶ ὅντινα ἂν λέγοι ἡ ἱστορία ἀθανασίας τετυχηκέναι, ἀμβροσίας αὐτὸν μετειληφέναι φησὶν, ἀντὶ τοῦ· ἐνιδρύθη τοῖς θεοῖς. Ἀναλογεῖ δὲ ἡ ἀμβροσία τῇ παρʼ ἡμῖν ξηρᾷ τροφῇ, διὸ καὶ τὴν ἐνίδρυσιν τὴν ἐν τοῖς αἰτίοις σημαίνει. Τὸ δὲ νέκταρ τῇ ὑγρᾷ τροφῇ ἀναλογεῖ· δηλοῖ δὲ τὴν θείαν τῶν θεῶν πρόνοιαν τὴν εἰς τὰ δεύτερα κατὰ στέρησιν τοῦ κτέρως εἰρημένον καὶ τοῦ τάφου· κτερίσαι γὰρ τὸ θάψαι· μὴ ἐῶντες οὖν οἱ θεοὶ τεθάφθαι τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὴν τὴν ψυχὴν, νέκταρι αὐτὴν δεξιοῦσθαι λέγονται. Καὶ ὅταν δὲ προνοοῦντας παραδίδωσι τοὺς θεοὺς, χρωμένους αὐτοὺς ποιοῦσι τῷ νέκταρι· μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· προενόουν γὰρ τότε τῶν Τρώων. Πίνειν οὖν λέγονται καὶ οἱ νῦν ἵπποι τὸ νέκταρ ὡς προεστηκότες καὶ προνοοῦντες τῶν δευτέρων, ἐσθίειν δὲ ἀμβροσίαν ὡς ἐν τοῖς θεοῖς ἐνιδρυμένοι.
λςʹ Αἱ δὲ ἄλλαι ψυχαὶ ἡ μέν ...
Εἰπὼν περὶ τῶν θείων ψυχῶν καὶ τῶν κατὰ τὰ αὐτὰ ἀεὶ ὡσαύτως ἐχουσῶν, νῦν ἐπὶ τὰς ἡμετέρας τὰς μερικὰς καὶ ἀνθρωπίνας μεταβαίνει ψυχὰς τὰς δυναμένας ποτὲ καὶ ἀποπίπτειν τοῦ θείου· διὸ καὶ τῷ ἄλλαι αὐτὰς ἀορίστῳ ὀνόματι ἐδήλωσεν, ὡς πολὺ ἐχούσας τὸ ἀόριστον καὶ πεπλανημένον. Διαιρεῖ δὲ καὶ ταύτας τριχῇ, πρώτας καὶ μέσας καὶ τελευταίας· πάντα γὰρ καὶ τὰ ἀνωτέρω τριαδικῶς ἔτεμε, περὶ μὲν τῶν θεωριῶν τὰς μὲν ἐντὸς οὐρανοῦ λέγων, τὰς δὲ ὑπὸ τὴν ὑπουρανίαν ἁψῖδα, τὰς δὲ ἔξω τοῦ οὐρανοῦ· περὶ δὲ αὖ τῶν ἔξω τοῦ οὐρανοῦ εἶπεν ἀχρώματος ἀσχημάτιστος ἀναφὴς οὐσία ὄντως οὖσα· καὶ ἔτι ἀνωτέρω εἰς Δία καὶ Ἑστίαν καὶ τοὺς δέκα ἡγεμόνας· καὶ πάλιν εἰς Δία καὶ θεοὺς καὶ δαίμονας· ἢ πάλιν εἰς Δία ... καὶ τοὺς ἀεὶ ἑπομένους ὅτε καὶ ἐθέλουσι καὶ δύνανται· καὶ γὰρ πᾶν ἁπλῶς ὃ ἂν ἅπαξ ἀπὸ τοῦ πρώτου προέλθῃ τριαδικὸν ὀφείλει εἶναι· τέλειον γὰρ ὂν πρῶτα καὶ μέσα καὶ τέλη ἕξει κατὰ τὸ λόγιον· ... τριὰς κατὰ πάντα μετροῦσα. Οὕτως οὖν καὶ περὶ τῶν ἡμετέρων ψυχῶν τὴν μέν φησιν ὑπεραίρειν εἰς τὸν ἔξω τόπον τὴν τοῦ ἡνιόχου κεφαλὴν, τουτέστι τὸ ἀκρότατον τοῦ νοεροῦ ἡμῶν· τὴν δὲ ποτὲ μὲν αἴρειν ποτὲ δὲ μή· τὴν δὲ οὐκέτι αἴρειν δύνασθαι, ἀλλʼ ὑποφέρεσθαι λοιπὸν εἰς γένεσιν. Ἀκριβῶς δὲ προσεκτέον πόσην τὴν διαφορὰν τῶν ἡμετέρων ψυχῶν καὶ τῶν θείων ἐνδείκνυται. Τὴν γὰρ ἀκροτάτην εὐδαιμονίαν ἡμῶν παραδοὺς καὶ τὴν ἄριστα θεῷ εἰκασμένην ψυχὴν λαβὼν, φησὶν ὅτι μόγις, θορυβουμένη ὑπὸ τῶν ἵππων, ἠδυνήθη μόνην τὴν κεφαλὴν ὑπερᾶραι εἰς τὸν ἔξω τοῦ οὐρανοῦ καὶ ἰδεῖν τι τῶν ὄντων· καὶ οὕτω στᾶσαι ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ θεωροῦσιν ὥσπερ ἐπὶ σχολῆς νῦν μὲν τόδε νῦν δὲ τόδε. Καὶ αἱ μὲν θεῖαι ψυχαὶ περιάγεσθαι ἐλέγοντο ὑπὸ τῆς περιφορᾶς τοῦ οὐρανοῦ, αἱ δὲ ἡμέτεραι συμπεριάγεσθαι. Κεφαλὴν δὲ ἡνιόχου ἀκουστέον τὸ ἀκρότατον αὐτῆς καὶ νοερώτατον ἑνιαίως πᾶσαν αὐτῆς τὴν νοερὰν δύναμιν ἔχον. Ἐπεὶ οὖν πολυδύναμός ἐστιν ἡ ψυχὴ καὶ ἐνεργεῖν θέλουσι καὶ αἱ λοιπαὶ δυνάμεις, εἰκότως αἱ μὲν πρῶται ψυχαὶ θορυβεῖσθαι λέγονται ὑπὸ τῶν ἵππων· αἱ δὲ μέσαι αἱ μὴ τελέως παιδαγωγήσασαι τὰς ἄλλας δυνάμεις οὐχ ἁπλῶς θορυβεῖσθαι λέγονται ἀλλὰ καὶ βιάζεσθαι ὑπὸ τῶν ἵππων· διὸ τοτὲ μὲν ἐνεργοῦσι κατὰ τὸ ἀκρότατον, τοτὲ δὲ πάλιν κατὰ τὸ κοιλότερον· αἱ δὲ τρίται πάντῃ κεκρατῆσθαι, διὸ ἀδυνατοῦσαι τὴν κεφαλὴν αἴρειν ὑποβρύχιαι γίνονται. Λαβὲ δὲ αὐτῶν ἐκ τῶν ἐνταῦθα ὑποδείγματα. Τῆς μὲν οὖν πρώτης ὑπόδειγμα ἔστω ὁ φιλόσοφος ὁ ἐνταῦθα πρὸς ἑαυτῷ ὢν καὶ θεωρίᾳ σχολάζων, ταῖς δὲ ἄλλαις ἑαυτοῦ ζωαῖς καὶ τοῖς γειτνιῶσι πᾶσιν ἀγαθοῦ μόνου μεταδιδούς· ὁ δὲ πολιτικὸς τῶν μέσων ψυχῶν εἰκὼν ἔστω, ποτὲ μὲν εἰς θεωρίαν ἀνατεινόμενος, ποτὲ δὲ πάλιν ἐπιστρέφων εἰς τὰ καταδεέστερα καὶ τάττων αὐτά· αἱ δὲ τρίται ψυχαὶ ἀναλογείτωσαν τῷ πολλῷ καὶ ἐμπαθεῖ ἀνθρώπῳ. Πολὺ μέντοι ἐν ταῖς μέσαις, ταῖς τὰ μὲν ἰδούσαις τὰ δὲ μὴ, πλάτος· αἳ μὲν γὰρ πλείονα μὲν εἶδον, ὀλίγα δὲ οὐκ εἶδον· αἳ δὲ ἀνάπαλιν ὀλίγα μὲν εἶδον, πλείονα δὲ οὐκ εἶδον· αἳ δὲ ἐπίσης τὰ μὲν εἶδον, τὰ δὲ οὐκ εἶδον. Προσεκτέον οὖν τούτῳ· συντελέσει γὰρ ἡμῖν εἰς τοὺς ἑξῆς βίους. Αἱ μὲν οὖν ἔσχαται τῶν ἑπομένων κατὰ φύσιν μὲν ἐφιέμεναι τοῦ ἄνω συμπεριφέρονται, διὰ δὲ τὸ τὴν δύναμιν ἀπαγορεύειν φέρονται κάτω· τελευταῖον δὲ καὶ ἡ βούλησις καὶ ἔφεσις αὐτὰς ἀπολιμπάνει· καὶ γὰρ πρώτη ἄρχεται καὶ ὑστέρα λήγει ἡ βούλησις. Ὥσπερ οὖν ὁ ἐμπαθὴς καὶ πολὺς ἄνθρωπος ἐνταῦθα κατὰ φύσιν μὲν ἐφίεται τοῦ ἀγαθοῦ, ἀδυνατεῖ δὲ διακρῖναι καὶ εὑρεῖν τὸ ὄντως ἀγαθὸν, οὕτω δὴ καὶ ἐκεῖ πάσχουσιν αἱ ψυχαί. Λάβοις δʼ ἂν τῶν τριῶν τάξεων τῶν ψυχῶν καὶ ἕτερα ὑποδείγματα, τῆς μὲν πρώτης τὸν σώφρονα, τῆς δὲ δευτέρας τὸν ἐγκρατῆ, ὅπου στασιάζει μὲν τὰ χείρονα πρὸς τὰ κρείττονα, ὅμως μέντοι σπουδάζει τὴν ἑαυτοῦ ἀρχὴν διακρατεῖν ὁ λόγος, τῆς δὲ τελευταίας τὸν ἀκρατῆ ἢ τὸν ἀκόλαστον. Καὶ πάλιν τῆς μὲν πρώτης τὸν σπουδαῖον ὃς οὔτε ἑαυτὸν οὔτε ἄλλον αἰτιᾶται — αἱ γὰρ πρώτισται τῶν ψυχῶν οὐ διὰ τὴν ἑαυτῶν κακίαν θορυβοῦνται, ἀλλὰ διὰ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος τοιαύτην οὖσαν· ὅθεν καὶ τὴν ἀπορίαν λύσομεν τὴν λέγουσαν· «πῶς οὖν εἴρηται τελέα οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ καὶ πάντα τὸν κόσμον διοικεῖ;» καθὸ γὰρ ἕπεται τοῖς θεοῖς καὶ ἑαυτὴν ἐπιδέδωκεν αὐτοῖς, εὐδαίμων ἐστίν· αἱ δὲ μέσαι ψυχαὶ τάττοιντο ἂν κατὰ τὸν προκόπτοντα καὶ μόνον ἑαυτὸν αἰτιώμενον· αἱ δὲ τελευταῖαι κατὰ τὸν ἀμαθῆ καὶ τοὺς ἄλλους αἰτιώμενον.
λζʹ Ὑποβρύχιαι ξυμπεριφέρονται
Οὐκ εἶπεν ἐπὶ τούτων ὅτι δῦσαι, ἀλλʼ ὑποβρύχιαι μὲν ὡς ἠνδραποδίσθαι ὑπὸ τῆς βίας τῶν ἄλλων δυνάμεων καὶ τῆς στάσεως, ξυμπεριφερόμεναι δὲ ὅμως τοῖς ὀπαδοῖς τῶν θεῶν διὰ τὸ ἐφίεσθαι τοῦ ἄνω. Περὶ μὲν οὖν τῶν θείων ψυχῶν ἐλέγετο ὅτι περιάγει αὐτὰς ἡ περιφορὰ τοῦ οὐρανοῦ, ὡς ἂν καὶ αὐτῶν ἐπιτηδείων οὐσῶν πρὸς τοῦτο καὶ ἑαυτὰς ἐπιδεδωκυίας τῇ περιφορᾷ· περὶ δὲ τούτων λέγεται ξυμπεριφέρονται ὡς βίᾳ λοιπὸν φερομένων, καὶ αὐτῶν μὲν τὴν κατʼ εὐθεῖαν πορείαν φερομένων εἰς γένεσιν, κύκλῳ ὅμως ξυμπεριαγομένων διὰ τὸ ἐνηνέχθαι ἔτι ὑπὸ τοῦ οὐρανοῦ καὶ τῶν ὁπαδῶν τοῖς θεοῖς, ὡς λέγεται κύκλῳ φέρεσθαι τὸ ὑπέκκαυμα τοῦ ἀέρος. Ὑποβρύχιαι οὖν γίνονται ὡς τοῦ γενεσιουργοῦ αὐτῶν λοιπὸν βρίθοντος καὶ βουλομένου ἐνεργῆσαι, ἢ καὶ τοῦ ὀχήματος λοιπὸν ἐνίκμου γενομένου· ταύταις γὰρ λοιπὸν προσάπτει καὶ τὸ ἄλογον εἶδος τῆς ζωῆς. —Τὸ δὲ πατοῦσαι ἀλλήλας οὐ δήπου ὅτι ποσὶν ἐκεῖ χρῶνται, ἀλλʼ ὅτι ἡ ἑτέρα πρὸ τῆς ἑτέρας σπουδάζει γενέσθαι· ἡ μὲν οὖν ὑπερτέρα πατεῖν ἂν λέγοιτο τὴν ὑποβεβηκυῖαν, ἡ δὲ ὑφειμένη ἐπιβάλλειν τῇ ὑπερτέρᾳ. Αἱ δὴ τοιαῦται ψυχαὶ οὐκέτι πρὸς τὸ νοητὸν ἀνατείνονται, ἀλλὰ πρὸς ἀλλήλας βλέπουσι καὶ ἀλλήλων κρείττους πειρῶνται φαίνεσθαι πρὸς ἀλλήλας ἁμιλλώμεναι.
ληʹ Θόρυβος οὖν
Θόρυβος μὲν οὖν αὐταῖς γίνεται τῆς διανοίας, ἅμιλλα δὲ τοῦ θυμοῦ — τὸ γὰρ τιμῆς καὶ φιλοπρωτίας ἐφιέμενον ὁ θυμός ἐστιν —, ἱδρὼς δὲ ἔσχατος τοῦ ἐπιθυμητικοῦ καὶ γενεσιουργοῦ, βρίθουσαι λοιπὸν εἰς γένεσιν. Ἔσχατος δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θείου ἱδρῶτος ὃν ἴσχουσιν αἱ ἀναγόμεναι ὡς ἑξῆς ἐρεῖ. Ἐνταῦθα δὴ μόνον ἐν ταῖς τρίταις καὶ τὸν ἡνίοχον ἐκάκισεν, ὅτι τῆς τοιαύτης ἀκοσμίας αὐταῖς αἴτιός ἐστιν· ὥσπερ δὴ καὶ αὐτὸς ἐν Πολιτείᾳ εἶπεν ὅτι ἀδύνατον ἄνευ τῆς τῶν ἀρχόντων κακίας διαλυθῆναι τὴν εὐκοσμίαν τῆς πόλεως. Λάβοις δʼ ἂν ἐντεῦθεν ὅτι κατὰ Πλάτωνα πᾶσα κάτεισιν ἡ ψυχὴ, εἴ γε ὃς ἡνίοχός ἐστιν αὐτῆς τὸ ἀκρότατον φησι κακύνεσθαι, καὶ οὐχ ὥς φησι Πλωτῖνος τὸ μέν τι αὐτῆς κάτεισι, τὸ δὲ μένει ἄνω. —Τὸ δὲ χωλεύονται ἀπὸ τῆς κινήσεως τῶν χωλευόντων γνώριμον γίνεται· οὗτοι γὰρ καὶ βραδέως πορεύονται καὶ μετὰ ἀκοσμίας καὶ κινδυνεύουσι κατενεχθῆναι· οὕτω δὴ οὖν καὶ αὗται αἱ ψυχαὶ καὶ ἀμβλύτεραί εἰσι κατὰ τὰς νοήσεις καὶ ἀσχήμονες καὶ κινδυνεύουσιν ἀεὶ εἰς γένεσιν ὑπενεχθῆναι. Τῇ οὖν βαδίσει τῶν χωλευόντων ἀπείκασεν αὐτῶν τὰς νοήσεις, ἐπειδὴ ἡ βάδισις οἰκεῖον τῇ μεταβατικῇ αὐτῶν αἰσθήσει. Καλῶς δὲ εἶπε καὶ τὸ καταθραύεσθαι· οὐ γὰρ εἶπεν ἀπόλλυσθαι, ἐπειδὴ οὐδέποτε τὴν ἀναγωγὸν ἑαυτῆς δύναμιν ἀπόλλυσιν, ἀλλὰ ἀργοῦσι μὲν αἱ ἐνέργειαι καὶ ταύτῃ ἀπόλλυνται, ἡ δὲ δύναμις μένει τεθραυσμένη. Πάλιν δὲ ἀπὸ τῶν πτηνῶν λάβωμεν· ἐὰν γάρ τι τούτων παραθραύσῃ τὰ πτερὰ, διὰ μὲν τὴν πτηνὴν φύσιν αἴρονται ἄνω ἐπʼ ὀλίγον, πάλιν δὲ καταφέρονται. Ἀπέρχονται οὖν, φησὶ, τουτέστι φεύγουσιν ἐπὶ τὸ ἄθεον καὶ σκοτεινόν, φυγὰς θεόθεν καὶ ἀλήτης. — Τὸ δὲ ἀτελεῖς ἀντὶ τοῦ ἀτέλεστοι· τελετὴ γὰρ ὄντως ἡ τῶν νοητῶν θέα. Τροφῇ δὲ δοξαστῇ χρῶνται, τουτέστι τοὺς τῶν αἰσθητῶν προβάλλουσι λόγους καὶ κατὰ τούτους ζῶσιν, οὐκέτι τὰ νοητὰ θεώμεναι, ἀλλὰ τὰ αἰσθητά.
λθʹ Οὗ δὴ ἕνεχʼ ἡ πολλὴ σπουδὴ τὸ ἀληθείας ἰδεῖν πεδίον οὗ ἐστι
Τὸ κοινὸν ἐνταῦθα παραδίδωσι τῶν τριῶν τάξεων τῶν τε θείων καὶ τῶν τυγχανουσῶν καὶ τῶν μή· ὡς εἰ ἠρώτα τις «τί οὖν οὕτω σπουδάζουσι καὶ κάμνουσιν;» οἳ δὲ ἀπεκρίνοντο «πᾶσαι γὰρ ἐφίενται τοῦ ἰδεῖν τὰ ὄντα.» —Τὸ δὲ ἡ προσήκουσα ψυχῆς τῷ ἀρίστῳ νομή· τῷ νοερῷ τῷ τῆς ψυχῆς λέγει· τοῦτο γὰρ προσηκόντως μόνως ὑπὸ τοῦ νοητοῦ τρέφεται. Προσυπάκουσον δὲ ἀντὶ τοῦ δή τὸ γάρ· καὶ σαφὲς γίνεται τὸ τῆς λέξεως. Τὸ δὲ πτερὸν, ὅ ἐστιν ἡ ἀναγωγὸς αὐτῆς δύναμις, οὐχ ὅτι προσηκόντως, ἀλλὰ καὶ μόνως ὑπὸ τοῦ νοητοῦ τρέφεται καὶ ὑπʼ οὐδενὸς ἄλλου. Λειμὼν δέ ἐστιν ἡ γόνιμος τῶν εἰδῶν δύναμις· λέγοι δʼ ἂν λειμῶνα τὰς Νύκτας· ἐκεῖ γὰρ αἱ πηγαὶ τῆς ζωῆς· ἄλλος δὲ λειμών ἐστιν ὁ ἐν Πολιτείᾳ ἐν ᾧ κατασκηνοῦνται μέλλουσαι ἰέναι εἰς γένεσιν, ὅ ἐστι τὸ φάσμα τὸ ὑπὸ σελήνην· ἀναλογίαν δὲ ἔχει οὗτος ὁ λειμὼν ὁ ἐν τῇ Πολιτείᾳ πρὸς τὸν ἐνταῦθα εἰρημένον· καὶ γὰρ ἐκεῖ αἱ ἀρχαὶ τῆς φύσεως καὶ τῆς ἐν γενέσει ζωῆς ἐν αὐτῷ περιέχονται.
μʹ Θεσμός τε Ἀδραστείας ὅδε
Βούλεται λοιπὸν περὶ καθόδου ψυχῶν διαλεχθῆναι καὶ τῆς πρώτης ἀπὸ τοῦ νοητοῦ αὐτῶν εἰς γένεσιν εἰσκρίσεως. Ἐπειδὴ γὰρ ἀπέστησαν τοῦ θεᾶσθαι τὰ νοητὰ, λοιπὸν κατʼ ὀλίγον ὑποφερόμεναι πίπτουσιν εἰς γένεσιν· καὶ τοῦτο ἔχουσι γέρας αἱ πρώτως ἀπὸ τοῦ νοητοῦ κατιοῦσαι εἰς γένεσιν ψυχαὶ τὸ εἰς ἀνδρὸς εἰσιέναι σῶμα καὶ μὴ εἰς ἄλλο τι, ὡς ἑξῆς ἐρεῖ. Ἡ δὲ Ἀδράστεια μία ἐστὶ καὶ αὕτη θεὸς τῶν μενουσῶν ἐν τῇ Νυκτὶ, γενομένη ἐκ Μελίσσου καὶ Ἀμαλθείας. Ὁ μὲν οὖν Μέλισσος κατὰ τὴν ἐπιμέλειαν τῶν δευτέρων καὶ πρόνοιαν εἴληπται· ἡ δὲ Ἀμάλθεια κατὰ τὸ ἀκλινὲς καὶ μὴ μαλθάσσεσθαι. Ἐκ τῆς οὖν προνοίας τῆς ἀκλινοῦς γέγονεν ἡ Ἀδράστεια, ἥτις ἀδελφή ἐστι τῆς Εἴδης· Εἴδη τʼ εὐειδὴς καὶ ὁμόσπορος Ἀδρήστεια, ἡ πάντων ὁμοῦ τῶν νόμων τῶν τε ἐγκοσμίων καὶ ὑπερκοσμίων, τῶν τε εἱμαρμένων καὶ διίων — εἰσὶ γὰρ καὶ δίιοι νόμοι καὶ κρόνιοι, θεῖοί τε καὶ ὑπερκόσμιοι καὶ ἐγκόσμιοι —, ἡ πάντων οὖν τούτων τὰ μέτρα ἑνιαίως ἐν ἑαυτῇ συλλαβοῦσα καὶ συνέχουσα. Αὕτη ἐστιν ἡ θεὸς Ἀδράστεια διὰ τοῦτο κεκλημένη διὰ τὸ τὰ ὑπʼ αὐτῆς τεθέντα καὶ νομοθετηθέντα ἀναπόδραστα εἶναι· διὸ καὶ πρὸ τοῦ ἄντρου τῆς Νυκτὸς ἠχεῖν λέγεται· παλάμῃσι δὲ χάλκεα ῥόπτρα δῶκεν Ἀδρηστείᾳ· ἐν τοῖς προθύροις γὰρ τοῦ ἄντρου τῆς Νυκτὸς ἠχεῖν λέγεται τοῖς κυμβάλοις, ἵνα πάντα αὐτῆς τῶν νόμων κατήκοα γένηται. Ἔνδον μὲν γὰρ ἐν τῷ ἀδύτῳ τῆς Νυκτὸς κάθηται ὁ Φάνης· ἐν μέσῳ δὲ ἡ Νὺξ μαντεύουσα τοῖς θεοῖς· ἡ δὲ Ἀδράστεια ἐν τοῖς προθύροις πᾶσι νομοθετοῦσα τοὺς θείους θεσμούς. Διαφέρει δὲ τῆς ἐκεῖ Δίκης ὡς νομοθετικὴ δικαστικῆς· καὶ ἡ μὲν ἐκεῖ Δίκη θυγάτηρ λέγεται τοῦ Νόμου τοῦ ἐκεῖ καὶ Εὐσεβείας, αὕτη δὲ ἡ Ἀδράστεια ἐκ Μελίσσου καὶ Ἀμαλθείας οὖσα περιεκτική ἐστι καὶ τοῦ Νόμου. Αὗται δὴ καὶ λέγονται τρέφειν τὸν Δία ἐν τῷ ἄντρῳ τῆς Νυκτὸς, ἄντικρυς τοῦ θεολόγου τοῦτο λέγοντος ὃ καὶ Πλάτων περὶ αὐτοῦ φησι· καὶ γὰρ δημιουργοῦντα αὐτὸν ποιεῖ καὶ διαθεσμοθετοῦντα. Θεσμὸς δὲ ἐνδίδοται μὲν παρὰ τῆς Ἀδραστείας καὶ εἰς τοὺς θεούς — ἡ γὰρ ἐν αὐτοῖς τάξις ἀπὸ ταύτης ἐστὶ τῆς θεοῦ —, ἐνδίδοται δὲ καὶ εἰς τοὺς ὁπαδοὺς τῶν θεῶν καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ. Ὁ μέντοι Πλάτων ἐνταῦθα οὐ περὶ πασῶν τῶν διαθεσμοθετήσεων καὶ τῶν νόμων προτίθεται λέγειν, ἀλλὰ περὶ τῶν εἰς τὰς ἡμετέρας ψυχὰς καθηκουσῶν τάξεών τε καὶ διαθεσμοθετήσεων καὶ νόμων. Βούλεται δὲ εἰπεῖν περὶ ὧν τυγχάνει γερῶν ἡ ψυχὴ θεωροῦσα τὰ νοητὰ, καὶ τρεῖς πτώσεις παραλαμβάνει, τὴν πρὸ τῆς γενέσεως, τὴν ἐν τῇ καθόδῳ καὶ εἰσκρίσει, τὴν εἰς γένεσιν· ὅτι ἣ μὲν, ἐὰν ἐν ἀρχῇ τῆς περιόδου πάλιν ἴδῃ τι τῶν νοητῶν, οὔπω πίπτει εἰς γένεσιν, ἀλλὰ ἀνέρχεται τὴν πᾶσαν περίοδον ὑπὸ τῶν θεῶν· ἡ δὲ μὴ ἰδοῦσα εἰς ἀνδρὸς σῶμα εἴσεισιν, οὐκ εἰς θηρίον ἢ ἄλλο τι· καὶ ταῦτα μὲν τὰ δύο ἐκ τῆς θέας τῶν νοητῶν· λοιπὸν δὲ τρίτη ἐστιν ἡ ἐν αὐτῇ τῇ διεξόδῳ τῆς γενέσεως κατὰ τὴν οἰκείαν αἵρεσιν τῆς ψυχῆς γινομένη, ὅτι ἡ μὲν ἄμεινον διαβιοῦσα ἀμείνονος μοίρας μεταλαγχάνει, ἡ δὲ κάκιον χείρονος.
μαʹ Ἥτις ἂν ψυχή
Ἥτις ἂν, φησὶ, ψυχὴ ἀκολουθήσασα τῷ οἰκείῳ θεῷ κατιδεῖν τι δυνηθῇ τῶν νοητῶν, ἀβλαβὴς μένει πᾶσαν ἐκείνην τὴν περίοδον, τουτέστιν οὐ πίπτει εἰς γένεσιν· τοῦτο γάρ ἐστι τὸ πημανθῆναι, τὸ εἰς γένεσιν πεσεῖν. Ὅρα δὲ πῶς ἀκριβῶς καὶ ἐνταῦθα, ὡς καὶ ἐν τοῖς ἀνωτέρω, τὴν διαφορὰν ἡμῖν τῶν τε θείων καὶ ἀνθρωπικῶν ψυχῶν παρίστησιν· οὐ γὰρ ἁπλῶς εἶπεν «ἐὰν κατίδῃ τι — τουτέστι μερικὸν καὶ ἄτομον — ἐάν τι οὖν ἐν τῇ ἀρχῇ τῆς περιόδου κατίδῃ, ἀβλαβὴς ἄχρι τῆς ἑτέρας περιόδου μένει·» ὁ γὰρ θεσμὸς τῆς Ἀδραστείας τὰς προόδους πάντων καὶ θεῶν καὶ ψυχῶν προκαταλαμβάνει καὶ τὸ προσῆκον ἑκάστῳ ἀποδίδωσιν· ἐὰν οὖν καὶ τὸ τυχὸν κατίδῃ, τηλικοῦτον γέρας ἀπονέμεται αὐτῇ, ὥστε ὅλην τὴν περίοδον ἄνω μένειν καὶ συμπεριπολεῖν τοῖς θεοῖς· ἀνέχει γὰρ αὐτὴν καὶ ἡ οἰκειότης αὐτῆς ἡ πρὸς τὴν περίοδον· ὥσπερ καὶ ἐνταῦθα τὰ μὲν μίαν περίοδον ἡλιακὴν ζῇ, τὰ δὲ δύο, ἄλλα δέ τινα ἡμέραν, διὰ τὸ τῇ τοιᾷδε θέσει τῶν ἄστρων ᾠκειῶσθαι. Καὶ δαίμονες δέ τινες ἀνοχαῖς συνέχουσιν αὐτὴν μὴ πεσεῖν εἰς γένεσιν· ὥσπερ δὴ ὁρῶμεν καὶ ἐνταῦθα τὰ καλῶς φύντα σώματα, κἂν κακῶς διαιτηθῇ, ὅμως ὑγιεινὰ διαμένοντα διὰ τὴν ἐξ ἀρχῆς φύσιν· καὶ μιαράς τινες πράξεις ἐπιχειρήσαντες ποιῆσαι ὑπό τινων ἀγαθῶν δαιμόνων ἐκωλύθησαν αὐτὰς ἐπιτελέσαι· οὕτως οὖν καὶ ἡ ψυχὴ ἡ ἅπαξ θεασαμένη τι τῶν νοητῶν βοηθεῖται καὶ ἀνέχεται ὑπὸ ἀγαθῶν δαιμόνων καὶ ἡρώων, ὥστε μὴ πεσεῖν εἰς γένεσιν ἐν ἐκείνῃ τῇ περιόδῳ.
μβʹ Ὅταν δὲ ἀδυνατήσασα ἐπισπέσθαι μὴ ἴδῃ
Πολλὰ αἴτια καταλέγει τῆς ἐπὶ τὴν γένεσιν αὐτῆς φορᾶς· τὴν ἀδυναμίαν αὐτῆς, τὸ μὴ δυνηθῆναι ἐν ἀρχῇ τῆς περιόδου κατιδεῖν τι τῶν νοητῶν. Πρῶτον οὖν ἡ ἀδυναμία τοῦ συνέπεσθαι τοῖς ὁπαδοῖς τῶν θεῶν· δεύτερον τὸ μὴ δυνηθῆναι αὐτὴν ἰδεῖν τι τῶν νοητῶν· τρίτον καὶ ἡ συντυχία· αὕτη δέ ἐστιν ἡ δαιμόνων τινῶν συνάντησις κακοποιῶν, ὡς τὸ εἰκός· ἀποστᾶσα γὰρ τῶν ὁπαδῶν θεῶν περιπίπτει δαίμοσιν οἳ καὶ τὰς ἐπιθυμίας αὐτῆς τὰς περὶ τὴν γένεσιν ἐξάπτουσιν· ὥσπερ δὴ καὶ ἐνταῦθα ὁρῶμεν, ἐν ὅσῳ μὲν συνέπεταί τις τῷ διδασκάλῳ — Σωκράτει φέρε ἢ ἄλλῳ χρηστῷ διδασκάλῳ — κόσμιός τε καὶ ἐπιεικὴς γίνεται καὶ μεταλαμβάνει ἀγαθοῦ τινός· ἐὰν δὲ ἀποστῇ τοῦ διδασκάλου, περιτυγχάνει ἀκολάστοις καὶ ἀναιδέσιν ἀνθρώποις, οἳ αὐτὸν ἐπὶ τὰς ἐναντίας ἐγείρουσιν ἐπιθυμίας. Τέταρτον αἴτιον ἡ λήθη πάντων τῶν νοητῶν καὶ ἡ αὐτῆς ἑτεροποιὸς καὶ γενεσιουργὸς δύναμις βαρυνομένη λοιπὸν καὶ πλήθουσα μὲν τοῦ τῆς λήθης πόματος καὶ ὅσα τῶν τῆς γενέσεως δεσμῶν, ἀποστάσης δὲ καὶ παντελὴς λήθη τῶν νοητῶν. Αὕτη γάρ ἐστιν αὐτῆς ἡ κακία ἡ καὶ ποιοῦσα αὐτὴν πτερορρυεῖν καὶ ἐπὶ τὴν γῆν φέρεσθαι. —Τὸ δὲ ἐπὶ τὴν γῆν πέσῃ λέγοι μὲν ἂν γῆν καὶ πᾶσαν τὴν γένεσιν, λέγοι δʼ ἂν καὶ τὴν ἰδίως ταύτην γῆν, λέγοι δʼ ἂν καὶ τοῦτο τὸ σῶμα τὸ ἀνθρώπου εἰς ὃ καὶ εἰσέδυ, διὰ τὸ πλεῖστον γῆς μετέχειν. Ὁ νόμος οὖν ὁ τῆς Ἀδραστείας τοῦτο χαρίζεται τῇ πρώτως ἀπὸ τοῦ νοητοῦ εἰς γένεσιν πεσούσῃ ψυχῇ τὸ μὴ εἰς θηρίου σῶμα εἰσιέναι, ἀλλὰ καὶ εἰς ἀνδρός. Πρώτην γὰρ γένεσιν καλεῖ τὴν μετὰ τὴν θέαν τοῦ νοητοῦ κατιοῦσαν εἰς γένεσιν ψυχὴν καὶ συμπληροῦσαν τοῦτο τὸ ζῷον.
μγʹ Ἀλλὰ τὴν μὲν πλεῖστα
Πρῶτον τοῦτο ῥητέον ὡς διαφέρουσιν οἱ ἐνταῦθα παραδιδόμενοι ἐννέα βίοι τῶν ἐν Πολιτείᾳ παραδεδομένων. Οὗτοι μὲν γὰρ ἐννέα, ἐκεῖνοι δὲ ἄπειροι· καὶ ἐκεῖνοι μὲν κατὰ τὰς αἱρέσεις τῆς ψυχῆς ἀπεκληροῦντο, οὗτοι δὲ κατὰ γέρα καὶ τιμὴν ἀξίως τῆς θέας τῶν νοητῶν ἀπονέμονται· καὶ ἐκεῖ μὲν ἀπὸ ἀνθρώπου εἰς θηρίον καὶ ἀπὸ θηρίου εἰς ἄνθρωπον ἐγίνετο ἡ μετάβασις τῇ ψυχῇ, ἐνταῦθα δὲ μόνως εἰς ἄνθρωπον καὶ τοῦτον εἰς ἄνδρα — οὐ γὰρ εἰς γυναῖκα· καὶ τό γε μέγιστον ὅτι ἐνταῦθα μὲν πρώτως ἀπὸ τοῦ νοητοῦ εἰς γένεσιν εἴσεισιν ἡ ψυχὴ, ἐκεῖ δὲ καὶ ἀπὸ ἄλλου βίου εἰς ἄλλον βίον. Καὶ ὅλως λεπτουργῶν πολλὰς ἂν εὕροις διαφορὰς τούτων τε κἀκείνων· ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ὂν μνημονεύσωμεν, ὅτι ἐνταῦθα αὐτὰ τὰ εἴδη τῶν ζῴων ἐκτίθεται, οὐ πάντως καὶ τὰς τύχας καὶ τὰς ἐκτὸς περιστάσεις, οἷον στρατιωτικὸν ἢ βασιλικὸν, οὐ πάντως τὸν ἐν ὅπλοις ἐξεταζόμενον καὶ τοιᾷδε τύχῃ χρώμενον, ἀλλὰ τὸν εἶδος ζωῆς τοιόνδε προβεβλημένον, ὡς καὶ ἐν φιλοσόφῳ φέρε τὸ εἶδος τῆς στρατιωτικῆς ζωῆς ἐμφαίνεσθαι· ἐν δὲ Πολιτείᾳ καὶ αὐτὰς τὰς τύχας αἱρεῖσθαί φησι καὶ ἀποδίδοσθαι αὐταῖς. Λοιπὸν δὲ τοῦτο ζητητέον πότερον ὅλον τὸ πλάτος τῆς ζωῆς εἰς τούτους τοὺς ἐννέα βίους κατατέτμηται, ἢ ὑπολέλειπταί τις ἄλλη ἔξωθεν διαίρεσις, ἥτις ἡμῖν δέκα ἢ πλείους ποιήσει τοὺς βίους· τὸ γὰρ αὐτὸ πρᾶγμα κατʼ ἄλλας καὶ ἄλλας ἐπιβολὰς δυνατὸν εἰς πλείω καὶ ἐλάττονα τεμεῖν· ὡς ἐν Φιλήβῳ μὲν τρεῖς τοὺς βίους, ἐν Πολιτείᾳ δὲ πέντε. Ἡμῖν δὲ ἐπιδεικτέον ὅτι νῦν πᾶν τὸ πλάτος τῆς ζωῆς εἰς τούτους τοὺς ἐννέα βίους κατανενέμηται. Τεσσάρων οὖν τούτων περὶ τὸν ἄνθρωπον θεωρουμένων, λόγου, θυμοῦ, ἐπιθυμίας, φύσεως, ἡ ψυχὴ ἡ κατελθοῦσα εἰς γένεσιν ἢ κατὰ λόγον μόνον ζῇ, μηδὲν προσποιουμένη τὰ πάθη μηδέ τι ἐξ αὐτῶν πάσχουσα, καὶ ποιεῖ τὸν πρῶτον βίον τὸν φιλόσοφον· ἢ κατὰ θυμὸν ζῇ κρατοῦντος τοῦ λόγου, καὶ ποιεῖ τὸν δεύτερον βίον τὸν βασιλικὸν καὶ πολεμικόν· ἢ κατὰ ἐπιθυμίαν ζῇ κρατοῦντος πάλιν τοῦ λόγου, καὶ ποιεῖ τὸν τρίτον βίον τὸν πολιτικὸν καὶ χρηματιστικόν — οὗτος γὰρ τὰς ἀναγκαίας τροφὰς περιποιεῖ τῷ ζῴῳ καὶ τῇ πόλει· ἢ πάλιν περὶ τὴν φύσιν στρέφεται τοῦ λόγου ἐπιστατοῦντος, καὶ ποιεῖ τὸν γυμναστικὸν καὶ ἰατρικόν· περὶ γὰρ τὴν φύσιν καὶ τὰ σώματα οὗτος ἀναστρέφεται ἐπιμελούμενος αὐτῶν καὶ ἰώμενος. Ἐπειδὴ οὖν εἰς τὸ πέρας τῆς κατὰ φύσιν προόδου τῆς ζωῆς κεχωρήκαμεν, λοιπὸν ὁ πέμπτος βίος ὁ τελεστικὸς, ἰδίαν οὐκ ἔχων δύναμιν, ἐπιστρέφει εἰς τοὺς θεοὺς, καὶ ἐκεῖθεν βοήθειάν τινα τοῖς πρὸ ἑαυτοῦ βίοις πορίζεται· μαντικὸν δὲ καὶ τελεστικὸν λαμβάνει οὐ τὸν ἐνθουσιαστικόν — οὗτος γὰρ καὶ φιλόσοφός ἐστιν ἄκρως καὶ ἐπιστήμων καὶ τὸ ὅλον θεῷ κάτοχος —, ἀλλὰ τὸν τεχνικὸν τοῦτον καὶ ἱερατικὸν, ὃς διὰ θυσιῶν καὶ εὐχῶν ἐπικουρίαν τινὰ τοῖς ἀνθρώποις πορίζει. Καὶ οὗτοι μέν εἰσιν οἱ πέντε βίοι οἱ κατὰ λόγον ἐπιτελούμενοι ὀρθὸν καὶ τοῖς περὶ τὸ θεῖον ἀπεικασμένοι· καὶ γὰρ ἕκαστος τῶν θεῶν καὶ μένει καὶ πρόεισι καὶ ὑποστρέφει· καὶ ἐνταῦθα οὖν ἢ μένει ἐν τῷ λόγῳ καὶ ποιεῖ τὸν φιλόσοφον, ἢ πρόεισιν ἄχρι φύσεως καὶ ποιεῖ τοὺς ἄλλους τρεῖς, ἢ ὑποστρέφει εἰς τοὺς θεοὺς καὶ ποιεῖ τὸν πέμπτον. Τῶν δὲ λοιπῶν τεσσάρων βίων τῶν μιμητικῶν καὶ εἰδωλικῶν τῶν πρὸ αὐτῶν, οἱ μὲν δύο ὅ τε ἕκτος καὶ ὁ ἕβδομος ἀληθῶς μιμοῦνται τοὺς πρὸ αὐτῶν, ὃ μὲν διὰ λόγων, ὃ δὲ διʼ ἔργων, ὁ δὲ ὄγδοος καὶ ὁ ἔνατος ἀνομοίως μιμοῦνται καὶ ἐπὶ τὸ χεῖρον, ὃ μὲν διὰ λόγων, ὃ δὲ διʼ ἔργων· ὥστε οἱ λοιποὶ τέσσαρες μιμητικοί εἰσι τῶν πρὸ αὐτῶν, ἀλλʼ οἱ μὲν δύο ἀληθῶς μιμοῦνται, οἱ δὲ δύο ἀνομοίως· ὁ μὲν ἕκτος καὶ ὁ ἕβδομος ἀληθινοὶ μιμηταὶ ὄντες ταύτῃ διαφέρουσιν ὅτι ὃ μὲν διὰ λόγων μιμεῖται καὶ φιλόσοφον καὶ βασιλέα καὶ τοὺς λοιποὺς, καὶ ταύτῃ τοὺς ἀνθρώπους παιδεύει, ὁ δὲ ἕβδομος διʼ ἔργων — τοιοῦτος γὰρ ὁ δημιουργικός· ὁ δὲ ὄγδοος καὶ ὁ ἔνατος ἀνομοίως μιμοῦνται, ὃ μὲν διὰ λόγων πάλιν, ὃ δὲ διʼ ἔργων. Ποιητικὸν δὲ λαβὲ πάντα τὸν μιμητικὸν, ἐν οἷς καὶ τὸν ζωγράφον· οὓς καί φησιν ἐν Πολιτείᾳ τρίτους εἶναι ἀπὸ τῆς ἀληθείας· δημιουργικὸν δὲ τὸν εἰς οὐσίαν τι ἄγοντα ἀπὸ τοῦ μὴ ὄντος, οἷον τέκτονας, πλάστας, σκυτοτόμους, καὶ ὁ γεωργὸς δὲ καθὸ ἐπιμελεῖται τῆς φύσεως ὅπως ἂν ὑγιὲς καὶ ὡς ἄριστον φύῃ· σοφιστικὸς δὲ καὶ δημοκοπικὸς ταύτῃ διαφέρουσιν ὅτι ὁ μὲν σοφιστὴς διδάσκαλος βούλεται εἶναι νόμων καὶ ἀρετῆς, ὁ δὲ δημοκόπος ῥητορεύειν ἐν πλήθει· σοφιστικὸν δὲ καὶ τυραννικὸν μὴ τοὺς διαστρόφους ἤδη λάβωμεν, ἀλλὰ καὶ τοὺς ἐπὶ ἀγαθῷ χρωμένους, τὸν μὲν τῇ ἀπάτῃ, τὸν δὲ τῇ βίᾳ· ἔστι γὰρ αὐτοῖς καὶ εὖ καὶ κακῶς χρήσασθαι, ὡς καὶ αὐτὸς ἐπάγει.
μδʹ Ἐν δὴ τούτοις ἅπασι
Τοσοῦτοι μὲν οὖν καὶ τοιοῦτοι οἱ ἐννέα βίοι· δεῖ δὲ ἑκάστῳ προσυπακούειν τὸ πλεῖστα ἰδοῦσα, ἵνʼ ᾖ· ἡ μὲν πρώτως πλεῖστα ἰδοῦσα εἰς τόδε ἢ τόδε εἴσεισιν, ἡ δὲ δευτέρως πλεῖστα ἰδοῦσα εἰς τόδε, ἡ δὲ τρίτως πλεῖστα ἰδοῦσα εἰς τόδε, καὶ ἐφεξῆς οὕτως. Διὸ καὶ οἱ μὲν πρῶτοι τέσσαρες βίοι πλατυτέρας ἔχουσι τὰς αἱρέσεις· ἀπὸ γὰρ τριῶν ἐστιν ἑκάστη· οἱ δὲ ἐφεξῆς τέσσαρες στενοτέρας· ἀπὸ γὰρ δύο· μόνη δὲ ἡ ἐνάτη ἀπεστενωμένον καὶ ἕνα καὶ τυραννικόν. Ἴσως δὲ ἄχρι τοῦ ἐννέα διὰ τοῦτο προέβη ἐπειδὴ καὶ ἡ αὔξησις τοῦ ἀριθμοῦ μέχρι τοῦ ἐννέα πρόεισι. Λοιπὸν δὲ ἀνθρωπίνῃ διανοίᾳ συλλογισώμεθα ὁποῖα τῶν νοητῶν θεασαμένη εἰς τὸν πρῶτον ἢ τὸν δεύτερον βίον κάτεισι καὶ τοὺς ἐφεξῆς. Ἡ μὲν οὖν τὸ καλὸν καὶ τὸ σοφὸν καὶ τἀγαθὸν θεασαμένη, ἐπειδὴ διὰ ταῦτα ἀπὸ τῶν πρωτίστων ἀρχῶν ἀρξαμένη μέχρι τῶν ἐσχάτων δίεισιν, εἰς τὸν πρῶτον βίον κάτεισιν· διὸ καὶ εὔλογον τὴν μὲν τὸ σοφὸν θεασαμένην τὸν φιλόσοφον αἱρεῖσθαι βίον, τὴν δὲ τὸ καλὸν τὸν φιλόκαλον, ὃν διαιρεῖ διχῇ εἰς τὸν μουσικὸν καὶ ἐρωτικόν· ἢ γὰρ διʼ ὀμμάτων τὸ καλὸν ἢ διʼ ἀκοῆς δεχόμενοι τοῦ νοητοῦ κάλλους ἀναμιμνῃσκόμεθα· πᾶσι δὲ ἡ ἀναγωγὴ ἐπὶ τἀγαθόν. Ἡ δὲ τὰ γένη τοῦ ὄντος θεασαμένη τὸν δεύτερον αἱρεῖται βίον· καὶ γὰρ ἑδράζει πάντα ὁ βασιλεὺς, ὃ ἀναλογεῖ τῇ στάσει — παρὸ καὶ βασιλεὺς εἴρηται παρὰ τὴν βάσιν καὶ τὸ ἑδραῖον καὶ τὸ βεβηκέναι ἐπʼ αὐτοῦ τὰ πράγματα· καὶ κινεῖ πάντα διατάττων καὶ διακοσμῶν ἕκαστα, ὃ ἀναλογεῖ τῇ κινήσει· καὶ φιλίας καὶ ἑνώσεως πᾶσι μεταδίδωσι διὰ τῶν κοινῶν νόμων, ὅ ἐστι τῆς ταυτότητος· διαιρεῖ δὲ ἕκαστα καὶ ἀναστέλλει τὰ πολέμια καὶ λυμαντικὰ, ὅ ἐστι τῆς ἑτερότητος ἔργον· καὶ κρατεῖ πάντων, διὸ καὶ πολεμικὸς καὶ ἀρχικὸς εἴρηται· ὡς δὲ πάντα εἶναι ποιῶν, ἆρʼ οὐκ ἂν ῥηθείη κατὰ τὴν οὐσίαν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἕκαστα ἄγων; Ἡ δὲ τὰ γένη τοῦ ὄντος μερικώτερον καὶ οὐκέτι ὁλικῶς θεασαμένη ἢ καὶ τὴν αὐτοδικαιοσύνην ποιεῖ τὸν τρίτον βίον· περὶ γὰρ τὸ δίκαιον μᾶλλον ἀναστρέφονται οἱ ἐν τῷ τρίτῳ βίῳ παραληφθέντες. Ἡ δὲ τὴν αὐτοϋγίειαν καὶ τὸ αὐτόσωμα θεασαμένη ποιεῖ τὸν τέταρτον. Ἡ δὲ τοὺς ἀναγωγοὺς θεοὺς τὸν μαντικὸν ἢ τελεστικόν. Οἱ δὲ λοιποὶ τέσσαρες τὴν αὐτοομοιότητα καὶ ἀνομοιότητα θεῶνται· ἀλλʼ οἱ μὲν πρῶτοι μᾶλλον τὴν ὁμοιότητα, οἱ δὲ τελευταῖοι τὴν ἀνομοιότητα. Πάσαις δὲ σχεδὸν ταῖς τομαῖς ἐχρήσατο ὁ Πλάτων· καὶ γὰρ διεῖλεν εἰς τρία καὶ τέσσαρα καὶ ἓν, καθὸ τοὺς μὲν πρώτους τέσσαρας τριαδικῶς προηνέγκατο, τοὺς δὲ λοιποὺς τέσσαρας δυαδικῶς, καὶ τὸν τελευταῖον μοναχῶς διεῖλε· καὶ εἰς πέντε καὶ τέσσαρα, καθὸ τοὺς μὲν πρώτους πέντε τῇ αὐτῇ πτώσει προηνέγκατο εἰπών «πρώτην, δευτέραν, τρίτην, τετάρτην, πέμπτην,» ἐν δὲ τοῖς ἐφεξῆς ἐνήλλαξε τὴν πτῶσιν, κατὰ δοτικὴν εἰπών «ἕκτῃ» καὶ «ἑβδόμῃ» καὶ ἐφεξῆς· καὶ εἰς ὀκτὼ καὶ ἓν, καθὸ τοὺς μὲν ἄλλους πάντας διὰ πλειόνων ἐξέθετο, τὸν δὲ τελευταῖον διʼ ἑνός. Ἐὰν δὲ καὶ τρεῖς τριάδας ποιήσωμεν τὴν μὲν πρώτην δίιον εὑρήσομεν· φιλόσοφος γὰρ καὶ βασιλεὺς ὁ Ζεὺς καὶ δὴ καὶ ἄριστος πολιτικὸς τοῦ κόσμου· εὑρεθεῖεν δʼ ἂν καὶ ἄλλοι θεοὶ ὑπὸ ταύτην τελοῦντες τὴν τριάδα, οἷον καὶ Ἀθηνᾶ διὰ τὸ φιλόσοφον καὶ πολεμικὸν καὶ Ἄρης καὶ Ἥρα διὰ τὸ βασιλικόν. Τὴν δὲ δευτέραν τριάδα ἀπολλωνιακὴν ἂν εἴποιμεν καὶ μαντικῆς καὶ ποιητικῆς· μουσηγέτης γοῦν λέγεται, πάλιν καὶ Ἑρμοῦ δυναμένου ἐνταῦθα ὑπάγεσθαι διὰ τὸ ἀγωνιστικόν. Τὴν δὲ τρίτην τριάδα Ἡφαιστιακὴν ἂν εἴποιμεν· ὁ γὰρ περὶ τὸ φαινόμενον καὶ τὴν δημιουργίαν ἀναστρεφόμενος ὁ δεσπότης ἐστὶν Ἥφαιστος, τὰς ἐγκοσμίους ἕδρας τοῖς θεοῖς προευτρεπίζων. Ταῦτα μὲν οὖν οὕτως ἡμεῖς διεταξάμεθα· εἰ δέ τινες ἢ τὸν ἡνίοχον καὶ τοὺς δύο ἵππους τρεῖς ὄντας τριπλασιάζωσιν, ἢ καὶ τὰς τρεῖς ὁλότητας τριπλασιάζωσι, τὴν πρὸ τῶν μερῶν, τὴν ἐν τῷ μέρει, τὴν ἐκ τῶν μερῶν καὶ οὕτως οἴονται ποιεῖν ἐννέα τοὺς βίους, οὐχ ὁρῶ πῶς ἂν ἑαυτοῖς ἢ τῷ Πλάτωνι συμφωνήσαιεν.
μεʹ Ὃς δʼ ἂν ἀδίκως χείρονος
Εἰπὼν περὶ τῶν βίων καὶ τῶν γερῶν τῶν πρὸ γενέσεως τῶν ἀπονεμομένων ταῖς ψυχαῖς ταῖς ἐκ τοῦ νοητοῦ κατιούσαις εἰς γένεσιν, βούλεται λοιπὸν καὶ περὶ αὐτῆς τῆς ἐν τῇ γενέσει διεξαγωγῆς τῆς ψυχῆς διαλεχθῆναι ἐπὶ βραχὺ, κατὰ τὰ ἐν τῇ Πολιτείᾳ εἰρημένα, ὅτι ἡ μὲν δικαίως καὶ ὁσίως διαζήσασα τὸν τῇδε βίον ἀμείνονος μοίρας μεταλαγχάνει, ὃς δʼ ἂν ἀδίκως χείρονος. Βούλεται δὲ καταγαγὼν τὴν ψυχὴν πάλιν αὐτὴν ἀναπέμψαι ἐπὶ τὸ νοητὸν, καί φησιν ὅτι πᾶσα μὲν ψυχὴ ἐπὶ τὸ νοητὸν ἀποκαθίσταται διὰ μυρίων ἐτῶν οἷαι καὶ αἱ τῶν πολλῶν ψυχαὶ, ἡ δὲ τοῦ φιλοσόφου καὶ διὰ τρισχιλίων ἐτῶν. Ἐπειδὴ δὲ περιόδων ἐμνήσθη τῆς μυριετοῦς καὶ τῆς τρισχιλιετοῦς, καὶ ἔτι τῆς ἀπὸ γενέσεως ἐπὶ γένεσιν τῆς χιλιετοῦς, πρότερον τὸ μαθηματικὸν αὐτὸ ἐκθώμεθα· εἶθʼ οὕτως τί βούλεται παραστῆσαι ζητήσωμεν. Ὥρισεν ἐν τῇ Πολιτείᾳ τὸ μέτρον τῆς τοῦ ἀνθρώπου ζωῆς ἑκατὸν ἐτῶν, τετράγωνον ἀριθμὸν ἀπὸ τοῦ δέκα τοῦ πάντα τὰ εἴδη ἐν ἑαυτῷ περιέχοντος τῶν ἀριθμῶν· ἔπειτα πολλαπλασιάσας τῷ δέκα τὸν ἑκατὸν, καὶ ποιήσας κύβον τὸν χίλια ὡς χθόνιον καὶ οἰκεῖον τῇ γῇ ἀπένειμεν αὐτὸν, καὶ ἔφατο τὴν ὑπὸ γῆς πορείαν τῇ ψυχῇ, τουτέστι τὴν ἀπὸ γενέσεως ἐπὶ γένεσιν, χιλιετῆ εἶναι, ἵνα καὶ δεκαπλασία τῶν αὐτῇ ἡμαρτημένων ἢ εὖ πεπραγμένων ἡ ἔκτισις γένηται. Ἔτι δὲ καὶ τοῦτο προληπτέον· δεῖ τὴν μέλλουσαν ἀποκαταστῆναι ψυχὴν φιλόσοφον αἱρεῖσθαι βίον, ἵνʼ οὕτως ἀναχθῇ· καὶ οὗτος ὁ ἀποκαταστατικὸς βίος, ὃν ζήσασα φιλοσόφως καὶ λιποῦσα τὸν βίον λοιπὸν ἀνάγεται. Ἔστω τοίνυν ψυχὴ ζήσασα τοὺς ἐννέα τούτους βίους, ζησάτω δὲ λοιπὸν μετὰ τούτους καὶ ἕνα τὸν ἀποκαταστατικὸν, ὡς εἴρηται· συνάγονται δέκα βίοι· ἐπειδὴ οὖν ἡ ὑπὸ γῆν ἑκάστου πορεία χιλιετής ἐστι, δεκάκις τὰ χίλια συνάγει τὰ μύρια ἔτη. Ἐπειδὴ δὲ καὶ τρίτον δεῖ φιλοσοφῆσαι τὸν ἀποκαθιστάμενον, ὡς λέγει, πάλιν τρὶς τὰ χίλια γίνονται τρισχίλια· ἴσως τοῦτο καὶ ἐκ τῆς ἱστορίας εἰληφώς· οὕτως γὰρ καὶ ὁ Τρισμέγιστος Ἑρμῆς ἐπεκλήθη, ὡς τρὶς ἐνταῦθα φιλοσοφήσας καὶ τὸ τρίτον ἑαυτὸν ἐπιγνούς· καὶ ὁ Πίνδαρος· ὅσοι μὲν ἐτόλμασαν ἐς τρὶς ἑκατέρωθεν ἀπὸ πάμπαν ἀδίκων ἔργων σχεθέμεν ψυχὰν, ἔστειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν. Τὸ μὲν οὖν μαθηματικὸν τοιοῦτον ὡς εἴρηται. Καὶ συνελόντι εἰπεῖν τῷ τρία καὶ τῷ δέκα πολλαπλασιάζει τὸν χίλια, τὴν ὑπὸ γῆν πορείαν, τουτέστι τὴν ἀπὸ γενέσεως εἰς γένεσιν, καὶ ποιεῖ τόν τε τρισχίλια καὶ τὸν μύρια. Τί οὖν βούλεται διὰ τούτων αἰνίττεσθαι λοιπὸν ὁ Πλάτων; Ῥητέον, φησὶν, ὅτι τελειότητός τινός ἐστι σύμβολον ὅ τε τρισχίλια καὶ ὁ μύρια· οὐ γὰρ ὡς δοκεῖ ἐμφαίνειν τὸ μαθηματικὸν οὕτω λέγει· ἦ γὰρ ἂν πᾶσα ψυχὴ διὰ μυρίων ἐτῶν ἀποκαθισταμένη καὶ ἔρημον ἂν ἐποίησε τὸν τῇδε κόσμον ψυχῶν· ἀλλʼ ἀδύνατον ἀεὶ ἕνα βίον ἀληθῶς φιλοσοφήσασαν ἀποκαταστῆναι καὶ τρισμυρίους φιλοσοφήσασαν ἐμπαθῶς καὶ δολίως μὴ ἀποκαταστῆναι. Δηλοῖ δὲ καὶ ὁ Ἀρδιαῖος ἐν τῇ Πολιτείᾳ πολλὰς χιλιάδας ἐτῶν ποιήσας ὑπὸ γῆν καὶ μὴ δυνάμενος ἐκ τοῦ στομίου ἀνελθεῖν, τῶν ἄλλων ἀνιουσῶν ψυχῶν. Ἢ οὕτως· οὐ τὸ μαθηματικὸν καὶ ἀριθμητικὸν τῶν ἐτῶν πλῆθος βούλεται δηλοῦν ὁ Πλάτων, ἀλλὰ μέτρα τελειοτήτων καὶ βαθμοὺς βούλεται ἡμῖν σημαίνειν πρώτων τε καὶ μέσων καὶ τελευταίων. Ἐπειδὴ γὰρ αἳ μὲν θᾶττον ἀποκαθίστανται τῶν ψυχῶν, αἳ δὲ βραδύτερον, ἐπειδὴ καὶ αἳ μὲν ὀλίγης καθάρσεως δέονται, αἳ δὲ πλείονος, καὶ ἔστιν ὁ μὲν τρία ὡς ἐν ἐλάττονι ἀριθμῷ τέλειος ἀρχὰς καὶ μέσα καὶ τέλος ἔχων, ὁ δὲ δέκα πάλιν καὶ αὐτὸς τέλειος κατʼ ἄλλο εἶδος γινόμενος πάντας τοὺς ἀριθμοὺς ἐν ἑαυτῷ περιέχων, καὶ ἔστιν ὁ μὲν τρία ἀνάλογον τῷ τρισχίλια, ὁ δὲ δέκα τῷ μύρια — μονὰς γάρ τις ἑκάτερος αὐτῶν καὶ περιεκτικὸς πάντων ἀριθμῶν —, διὰ τοῦτο τῷ τρισχίλια καὶ τῷ μύρια ἐχρήσατο, δηλῶν ὅτι αἱ μὲν φιλοσοφήσασαι τελείως διʼ ἐλάττονος χρόνου ἀποκαθίστανται εἰς τὸ νοητὸν, ἅτε οὐδεμιᾶς ἢ ὀλίγης καθάρσεως δεόμεναι, αἱ δὲ πολλαὶ διὰ πλείονος χρόνου ἀποκαθίστανται, ἅτε πολλῆς κολάσεως καὶ καθάρσεως χρῄζουσαι. Καὶ ὁ χίλια δὲ μέτρον τι δηλοῖ τελειότητος τῆς ὑπὸ γῆν καθαιρομένης ψυχῆς, ὃ ἔχουσα ἔρχεται πάλιν εἰς γένεσιν, καὶ πάλιν ἐνταῦθα ἢ εὖ ἢ κακῶς διαζήσασα τυγχάνει ὑπὸ γῆν τῆς ὀφειλομένης τελειότητος· ὥστε οὐ πάντως τὸ τοσοῦτον πλῆθος τῶν ἐτῶν δηλοῦσιν αἵδε αἱ περίοδοι, ὡς πάντως διὰ τοσούτου χρόνου ἀποκαθισταμένων τῶν ψυχῶν, ἀλλὰ συμβολικῶς τελειότητός τι οἰκεῖον μέτρον δηλοῦσιν, ὃ τὸ προσῆκον ἀπολαβοῦσα ἡ ψυχὴ καὶ τὴν ἑαυτῆς σχοῦσα τελειότητα ἀποκαθίσταται.
μςʹ Αἱ δὲ ἄλλαι ὅταν τὸν πρῶτον βίον
Πρῶτον μὲν βίον λέγει, ὃν νεωστὶ κατελθοῦσα ἀπὸ τοῦ νοητοῦ ἡ ψυχὴ διαζῇ ἐνταῦθα. Ἐπειδὴ δὲ κρίσις ὡς ἐν πλάτει τριττή ἐστι, περὶ τῆς μέσης λέγει ἐνταῦθα. Ἔστι γὰρ πρώτη μὲν κρίσις ἡ αὐτῷ τῷ Διὶ σὺν Αἰακῷ, ἥτις οὐσιοποιός ἐστι, διακρίνουσα τὰς ψυχὰς ἀπʼ ἀλλήλων, καὶ τὰς μὲν οὐρανίας, τὰς δὲ δαιμονίας, τὰς δὲ ἀνθρωπικὰς ποιοῦσα, ἥτις εἰς ταὐτὸν τῇ κατʼ οὐσίαν ἑτερότητι τῶν ψυχῶν συντρέχει. Δευτέρα δʼ ἐστὶ κρίσις ἥτις τῷ Μίνωι καὶ Ῥαδαμάνθυι καὶ τοῖς ἐν ἐκείνῳ τῷ τόπῳ δικασταῖς τοῖς ἐν τῇ τριόδῳ, τουτέστι τῷ φάσματι, σύνεστιν, ἡ διακρίνουσα τὰς καθαρὰς τῶν ψυχῶν ἀπὸ τῶν ἀκαθάρτων, καὶ τὰς μὲν εἰς οὐρανὸν, τὰς δὲ εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια πέμπουσα καθαρθησομένας, περὶ ἧς νῦν διαλέγεται. Τρίτη δέ ἐστι κρίσις ἡ αὐτῷ τῷ Πλούτωνι καὶ τοῖς ἐν Ἅιδῃ καθαρτικοῖς θεοῖς συνοῦσα, ἥτις ἀποκαθαίρει τὰς ἐκ τῆς γενέσεως κηλίδας τῶν ψυχῶν, καὶ τὸ ἀλλότριον ἀπὸ τοῦ οἰκείου τῶν ψυχῶν διακρίνουσα καθαρὰν αὐτῶν τὴν οὐσίαν ποιεῖ. Περὶ τῆς μέσης οὖν κρίσεως ἐνταῦθα διαλέγεται, ἥτις τὰς μὲν εἰς οὐρανὸν, τὰς δὲ εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια πέμπει· μετὰ δὲ τὴν κρίσιν ἡ Δίκη τὸ κατʼ ἀξίαν ἑκάσταις ἀπονέμει, τῆς Δίκης ἰσαχῶς τῇ κρίσει λεγομένης.
μζʹ Ἔνθα καὶ εἰς θηρίου βίον
Ὅτι ἡ ἀνθρώπου ψυχὴ οὐκ εἰσδύεται εἰς τὸ θήρειον σῶμα πολλάκις εἴρηται ἡμῖν· ἀλλʼ ὅτι τῇ ἀλόγῳ ψυχῇ τοῦ θηρίου συνεπιπλέκεται ἡ λογικὴ ἡ τοῦ ἀνθρώπου, καὶ οὕτως μετʼ αὐτοῦ τοῦ θηρίου δοκεῖ ἓν ζῷον συμπληροῦν. Ζητητέον δὲ πῶς εἶπεν ἐν τῇ δευτέρᾳ αἱρέσει τοῦ βίου, ὅτι καὶ ἐκ θηρίου πάλιν εἰς ἄνθρωπον εἴσεισιν· οὐ γὰρ πρῶτον ἦν θηρίον γενομένη· εἰ γὰρ ἐκ τοῦ νοητοῦ κατελθοῦσα τὸν πρῶτον βίον ἄνθρωπον ποιεῖ, τελευτήσασα δὲ καὶ εἰς κλήρωσιν ἐλθοῦσα δευτέρου βίου αἱρεῖται ὃν ἂν ἐθέλῃ, πῶς ἐκ θηρίου εἰς ἄνθρωπον εἴσεισιν; οὐ γὰρ ἦν ἐν τῷ πρώτῳ βίῳ θηρίον γενομένη, ἀλλʼ ἄνθρωπος. Τοῦτο οὖν τὸ ἄπορον οὕτω διαλύσομεν· δεύτερον βίον ἁπλῶς πάντας ἐφεξῆς τοὺς μετὰ τὸν πρῶτον ἀκουσόμεθα, ἵνα καὶ ὁ δεύτερος καὶ ὁ τρίτος καὶ ὁ τέταρτος καὶ οἱ ἐφεξῆς πάντες δεύτερος καλῶνται· οὕτω γὰρ ἐν τοῖς ἐφεξῆς καὶ πολλοῖς βίοις δύναται καὶ ἐκ θηρίου εἰς ἄνθρωπον εἰσιέναι. Ἔτι δὲ καὶ οὕτω τῇ ἀναγνώσει διαλύσομεν τὸ ἄπορον· ἐν τῇ δευτέρᾳ, φησὶ, διακληρώσει τοῦ βίου ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται· στίξαντες οὖν μέχρι τούτου τελείαν καὶ ἀναπαυσάμενοι τῇ φωνῇ, ὡς ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωσόμεθα· καὶ ἐκ θηρίου ὅς ποτε ἄνθρωπος, δηλονότι ὡς ἐπὶ τῶν ἐφεξῆς πάλιν βίων.
μηʹ Οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα
Ὅτι ἡ ἄλογος ψυχὴ ἡ ἰδίως τοῦ θηρίου οὖσα — αὕτη γάρ ἐστιν ἡ μηδέποτε ἑωρακυῖα τὴν ἀλήθειαν καὶ τὸν νοητὸν τόπον — οὐκ εἰσκρίνεται εἰς ἄνθρωπον καὶ συμπληροῖ τοῦτο τὸ ὄρθιον καὶ πλατυώνυχον σχῆμα τοῦ ἀνθρώπου διὰ τούτων δείκνυσι, τὸ ἴδιον τοῦ ἀνθρώπου ἐκτιθέμενος καὶ ὃ ἔργον ἐστὶ μόνου τοῦ ἀνθρώπου ποιεῖν. Δεῖ γὰρ τὸν ἄνθρωπον δύνασθαι — τοῦτο γάρ ἐστι ξυνιέναι — ἀπὸ τῶν ἐν τοῖς καθέκαστα κατατεταγμένων κοινοτήτων συναθροίζειν τῇ διανοίᾳ ἀπὸ τοῦ ἐν τῷ Σωκράτει καὶ Πλάτωνι καὶ τῶν ὁμοίων κοινοῦ τὸ καθόλου τὸ ὑστερογενὲς, καὶ ἀπὸ τούτων προβαλεῖν τὰ κατʼ οὐσίαν ἐνυπάρχοντα τῇ ψυχῇ καθόλου, διʼ ὧν ὡς εἰκόνων ἀναμνησθήσεται τῶν ἐν τῷ νοητῷ εἰδῶν. Τοῦτο δὲ ποιεῖν ἡ τοῦ θηρίου ψυχὴ οὐ δύναται· οὐ γὰρ οἵα τέ ἐστιν ὁρῶσα τόνδε τὸν ἵππον καὶ τόνδε καὶ πάλιν τόνδε συναθροίζειν ἐν τῇ διανοίᾳ τὸν καθόλου ἵππον τὸν ὑστερογενῆ. Τοῦτο δὲ ἐπειδὴ οὐδὲ ἔχει κατʼ οὐσίαν καὶ συμφυεῖς τούτων τοὺς λόγους καὶ τὰ οὐσιώδη τὰ καθόλου, μόνος οὖν ὁ ἄνθρωπος καὶ ἡ λογικὴ τοῦ ἀνθρώπου ψυχὴ τοῦτο δύναται ποιεῖν, ἀπὸ τοῦδε τοῦ ἴσου καὶ τοῦδε μὴ ὄντων ἀκριβῶς ἴσων — τί γὰρ τῶν ἐνύλων ἀκριβές; — συνάγειν τὸν καθόλου καὶ ἀκριβῆ τοῦ ἴσου λόγον τὸν ὑστερογενῆ, ἀφʼ ὧν τοὺς ἐν ἑαυτῇ καθόλου κατʼ οὐσίαν προχειρίζεται καὶ προβάλλει λόγους, εἶτα ἀπὸ εἰκόνων τούτων πάντων ἀναμιμνῄσκεται τῶν εἰδῶν τῶν ἐν τῷ δημιουργικῷ νῷ· οὐκ ἂν γὰρ οὔτε αὐτὴ ἡ ψυχὴ οὔτε τὰ ἐν γενέσει ταῦτα εἶχε τὰ εἴδη, εἰ μὴ πολὺ πρότερον ὁ δημιουργικὸς νοῦς αὐτὰ εἶχεν ἀεὶ ὡσαύτως ἑστηκότα καὶ ὄντα ὄντως ὑπάρχοντα. Ἐπειδὴ οὖν διὰ εἰδῶν καὶ διʼ ἀυλοτέρων εἰδῶν ἐπὶ εἴδεσιν ἀναπέμπεται ἡ τοῦ φιλοσόφου ψυχὴ, καὶ οὕτως ἀναμιμνῄσκεται τῶν νοητῶν, δικαίως μόνην πτεροῦσθαι ἔφατο τὴν τοῦ φιλοσόφου διάνοιαν· ὁ γὰρ ἐρωτικὸς καὶ ὁ μουσικὸς οὐ διὰ εἰδῶν πρῶτον, ἀλλὰ διʼ αἰσθητῶν καὶ ἐνύλων ἀναμιμνῄσκονται, ἕως οὗ καταντήσωσιν εἰς τὸν φιλόσοφον.
μθʹ Πρὸς οἷσπερ θεὸς ὢν θεῖός ἐστι
Τέσσαρες φέρονται γραφαί· ἤ «πρὸς οἷσπερ θεὸς ὢν θεός ἐστιν» ἢ πάλιν «θεῖός ἐστιν» ἢ μετὰ τοῦ ἄρθρου «πρὸς οἷσπερ ὁ θεὸς ὢν θεός ἐστιν» ἢ πάλιν «θεῖός ἐστιν». —Λέγοι δʼ ἂν θεὸν ἢ τὸν κατὰ σχέσιν φιλόσοφον ἢ τὸν ἐγκόσμιον, οἷον τὰς ἀστρῴας ψυχὰς, ἵνʼ οὕτως ἔχῃ ὁ λόγος «πρὸς οἷς νοητοῖς ὢν τῇ μνήμῃ κατὰ δύναμιν ὁ φιλόσοφος ὢν κατὰ σχέσιν θεὸς θεῖος γίνεται διὰ τὴν ἀπὸ τῶν νοητῶν ἔλλαμψιν.» Ἢ πάλιν οὕτως· «πρὸς οἷς νοητοῖς ὄντες οἱ ἐγκόσμιοι θεοὶ θεῖοί εἰσιν ὡς πρὸς ἐκεῖνα παραβαλλόμενοι.» Τελέου δὲ τελετὰς ἐκάλεσε τὰς τῶν νοητῶν θέας· ὥσπερ γὰρ ἐνταῦθα οὐ πάντες ἐπόπται ἐγένοντο, ἀλλά τινες πολλοὶ γὰρ ἄχρι καὶ τῶν πρώτων ἢ τῶν δευτέρων ἵσταντο βαθμῶν, ὀλίγοις δέ τισι μετῆν καὶ τῆς ἑβδόμης τελετῆς, ὅτε καὶ ἐπώπτευον καὶ τῷ ὄντι τὸ τέλειον ἀπελάμβανον· πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι, τὸν αὐτὸν τρόπον καὶ ὁ Πλάτων ἔφατο ἐνταῦθα τοὺς θεασαμένους τὸν νοητὸν τόπον καὶ τὰ νοητὰ καὶ ὑπερουράνια εἴδη τελείους τελετὰς τελεῖσθαι, ὡς τῷ ὄντι τότε τῆς ψυχῆς τελείαν καὶ ὁλόκληρον ἑαυτῆς ἀπολαμβανούσης τὴν οὐσίαν. — Ὑπομνήματα δὲ εἶπε τά τε ἐν τοῖς καθέκαστα κατατεταγμένα εἴδη καὶ τὰ ἀκατάτακτα τά τε ὑστερογενῆ καὶ τὰ οὐσιώδη καθόλου, διʼ ὧν πάντων ἀναμιμνῄσκεται ἡ ψυχὴ τῶν νοητῶν· εἶτα τὸ τέλος ἐπάγει πάσης ταύτης τῆς διεξόδου τῶν λόγων καὶ τῆς πάλαι συμπεριπολήσεως καὶ τῆς ἐπὶ τὴν γένεσιν καθόδου καὶ πάλιν ἀνόδου ἐπὶ τὸ νοητὸν, ὅ τι ἐνθουσιασμός ἐστιν· ἀπὸ γὰρ τῶν ἐνταῦθα ἀναμνησθεὶς καὶ θεασάμενος τὰ θεῖα ἐκεῖνα καὶ ἀτρεμῆ φάσματα καὶ τὰ ὄντως ὄντα εἴδη, ἐνθουσιᾷ μὲν κατὰ τὸ ἀληθὲς τῇ νοήσει ταύτης τῆς θεωρίας, παραπαίειν δὲ καὶ παρακινεῖν νομίζεται ὑπὸ τῶν πολλῶν. Τοῦτο οὖν ἐστι τὸ τέλος τῆς θεωρίας ἐκείνης καὶ τελετῆς ὁ ἐνθουσιασμὸς καὶ ἡ θεία κατοκωχή.